In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ὅτι μὴ μάτην ποιεῖται τὰς ἀπειλὰς, χρῆμά τε ἐστὶν οὐκ ἀνόνητον τοῖς ῥᾳθυμεῖν εἰωθόσιν ὁ φόβος, κατίδοι τις ἃν κἀντεῦθεν εὐκόλως. ἰδοὺ γὰρ ἰδοὺ τῶν θείων ἐπείπερ ἐπύθοντο λόγων, τρέπονται παραχρῆμα πρὸς φιλεργίαν, εἴκουσί τε λοιπὸν τοῖς καθηγεῖσθαι λαχοῦσι, Ζοροβάβελ τε φημι καὶ Ἰησοῦς, διὰ πλείστης τε ὅσης αἰδοῦς τὰς τοῦ προφήτου ποιοῦνται φωνὰς, καὶ δεδυσώπηνται τὴν ἀποστολὴν, καίτοι [*](c) πάλαι κομιδῇ σμικρῶν ἀξιοῦντες τὸ χρῆμα λόγων. οὐκοῦν ἀληθὲς καὶ δι’ αὐτῶν ὁρᾶται τῶν πραγμάτων ὅτι “Ὃν [*](Prov. iii. 12.) “ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα- “ δέχεται.” μετατάττει γὰρ ἔσθ’ ὅτε πρὸς τὰ ἀμείνω τὸν νοῦν τὸ τοῦ κολάζεσθαι δεῖμα· καὶ τῶν σκυθρωπῶν ἡ ἔφοδος εἰς τὸν θεῖον ἡμᾶς μεθορμίζει φόβον· καὶ ἔστιν ἀτρεκὲς, τὸ ἐν βιβλίῳ παροιμιῶν, ὅτι “ Ὁ φοβούμενος τὸν [*](Ib. xiii. 13. Ib. xix. 23. Sir. i. 11. Ib. 12.) “ κύριον οὗτος οὖτος καὶ πάλιν “ Φόβος κυρίου εἰς “ ζωὴν ἀνδρί.” καὶ ὁμοίως ἡ σοφία “ Φόβος Κυρίου δόξα “ καὶ καὶ καὶ “ Φόβος κυρίου τέρψει καρδίαν, καὶ [*](d) “ δώσει πρὸς τούτοις εὐφροσύνην καὶ χαρὰν καὶ μακρο- “ ημέρευσιν.” θέα δὲ ὅπως ἡμέρως τε ἡμᾶς καὶ ὡς ἂν αὐτῶ πρέποι πλήττει Θεός. οὐ γὰρ εὐθὺς τοῖς ἀνθρωπίνοις σώμασιν ἐπάγει τὰ ἐξ ὀργῆς, καταπτοεῖ δὲ μᾶλλον τοῖς ἔξωθεν καὶ ὀλίγοις δείμασι, καὶ ταῖς τῶν ἐδωδίμων ζημίαις μεταποιεῖ πρὸς τὸ ἄμεινον καὶ πρὸς τὸ ἑλέσθαι λοιπὸν ἐργάξεσθαι τὰ αὐτοῦ.

[*](1. αὐτῶν om. D. 2. προσώπου] + τοῦ D. 4. ῥᾳθυμεῖν εἰωθυμεῖν εἰωθόσιν (sic) D. κατίδοι D. Edd. ἀναμάθοι Β. ἃν om. D. 5. ἐνεἰωθυμεῖν pro κἀντεῦθεν Β. ἰδοὺ alt. om. Β. 7. φημι om. D, 8. Ἰησοῦ (sic) D. τὰς assumptum ex B.D. Statim τῶν προφητῶν Edd. 9. ἐπιστολὴν iid. 10. μικρῶν D. λόγων τὸ χρ. iuverso ordine D. 11. τῶν om. D. πράξεων iid. 12. μαστιγοῖ —παραδέχεται accesserunt ex B.D. 13. τὸν νοῦν πρὸς τὰ ἀμείνω inverso ordine D. 15. ἔφοδος D. ἐπέλευσις Β. ἔφεσις Edd. μεθαρμόζει pro μεθορμίζει iid. 16. βίβλῳ D. 17. οὗτος accessit ex B.D. 20. καὶ μακροημέρευσιν assumpta ex D. 21. τε καὶ ἡμᾶς καὶ D. 22. πλήττοι D. 25. τὸ prius om. D.)
258

Καὶ εἶπεν Ἀγγαῖος ὁ ἅγγελος Κυρίου τῶ, λαῷ Ἐγώ εἰμι μεΘ’ [*](e) ὑμῶ, λέγει Κύριος.

Ὅρα ταῖς εἰς τὰ ἀμείνω μεταστάσεσι παρομαρτοῦσαν εὐθὺς τὴν φιλανθρωπίαν. συμμεθίσταται γὰρ οἱονεί πὼς ὁ τῶν ὅλων Θεὸς τοῖς μετανοεῖν ᾑρημένοις, ᾐρημένοις, συνεῖναί τε σφίσι κατεπαγγέλλεται, οὗ τί ἃν γένοιτο τὸ ἰσοστατοῦν ; Θεοῦ γὰρ συνόντος, ἅπαν μὲν ἡμῖν ἐκποδὼν οἰχήσεται βλάβος, εἰσβαλεῖ δὲ πάντως τὰ ἀγαθὰ, καὶ βεβηκότες εὐθὺς [*](637 Α. a) οἱ τῆς εὐημερίας ἀναφανοῦνται τρόποι, καὶ πᾶν ὁτιοῦν τῶν ἡδίστων συμβήσεται. εἰ δὲ δὴ φάσκοι τὸ γράμμα τὸ ἱερὸν ἄγγελον κυριοῦ τὸν Ἀγγαῖον, οἰέσθω μηδεὶς ἄγγελον μὲν εἶναι κατὰ φύσιν αὐτὸν, γεννηθῆναι δὲ καθ’ ἡμᾶς ἄνθρωπον ἐκ γυναικός· ἀπόπληκτον γὰρ κομιδῆ τὸ ὧδε νοεῖν· οἰησόμεθα δὲ μᾶλλον, εἴπερ ἐσμὲν ἐν καλῷ φρενὸς καὶ νοῦ βλέποντος εἰς τὸ ἀτρεκὲς, ἀπὸ τοῦ ἀγγέλλειν ἅγγελον εἰρῆσθαι καὶ ὀνομάζεσθαι. ἐπεὶ τὸ λυποῦν οὐδὲν καὶ εἰς ἑτέραν ἡμᾶς ἀτοπίαν ἐκβαίνοντας, ἀγγέλους ὑπάρχειν ὁμολογεῖν τῇ φύσει [*](Hiobi. i. b) καὶ τοὺς ἀπαγγέλλοντας τῷ Ἰὼβ τά τε ἐν ἀγροῖς παρά τε τῶν ἱππέων συμβεβηκότα, καὶ μὴν καὶ ὅτι τεθνᾶσιν οἱ παῖδες αὐτοῦ κατασεσεισμένης τῆς οἰκίας. εἴρηται δὲ καὶ ὁ τοῦ [*](Es. ix. 6.) Θεοῦ Λόγος “ Μεγάλης βουλῆς ἅγγελος.” ἀπήγγειλε γὰρ ἡμῖν τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός. οὐκοῦν ἀπὸ τοῦ ἀγγέλλειν ἄγγελος, καὶ οὐχὶ δὴ πάντως, εἰ ἐπ’ ἀνθρώπων λέγοιτο τυχὸν ἡ κλῆσις, ἀπό γε τοῦ εἶναι κατὰ φύσιν οὐχ ὅπερ ἡμεῖς.

[*](1. ὁ om. D. habent R.F. Edd. (36. al.) τῳ] pracmitt. ἐν ἀγγέλοις τοῦ Edd. (Co.)] Κυρίου Edd. (ℵ Vat.) deest in B.D. (Alex. XII.) 3. τὸ pro τὰ 7. γὸρ] + ἡμῖν Edd. invitis Β.D. μέν assuinptum e.x B.D. 10. φάσκει D. 11. μὲν acccssit ex D.b. 12. ἅνθρ. καθ’ ἡμᾶς inv. ordine D. invito b. 13. ἀπόπληκτον γὰρ κ. τὸ ὧδε νοεῖν om. B. κομιδῆ om. D. invito b. νοεῖν b. Edd. φρονεῖν D. 14. εἴπερ — ἀτρεκὲς om. B.b. habet D. 17. ἀτοπίαν ἐκβαίνοντος D. Edd. ἐκβαίνοντας ἐννοίαν B. 18. τε alt. assumptum ex D. 19, μὴν καὶ om. D. 20. αὐτοῦ D. αὐτῷ Edd. 22—25. οὐκοῦν usque ad fin. schol. om. B. 23. ἀγγελεῖν D. Statim ὁ addit D. 24. οὐχ ὄπερ hoc ordine D.)
259

Καὶ ἐξήγειρε Κύριος τὸ πνεῦμα Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ τὸ πνεΰμα Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως [*](c) τοῦ μεγάλου καὶ τὸ πνεΰμα τῶν κατακοίπων παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον καὶ ἐποίουν τὰ ἔργα ἐν τῷ οἲκῳ Κυπίου παντοκράτορος Θεοῦ αὐτῶι, τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνός τοῦ ἕκτου.

Πεφόβηνται μὲν οἱ ἐξ Ἰσραὴλ ἀπὸ προσώπου κυρίου. [*](Supra ver. 12.) πλὴν ἄθρει μοι πάλιν, ὡς οὐ πρότερον κεχωρήκασιν εἴς γε τὸ ἑλέσθαι δρᾶν τὰ ἁνδάνοντα τῷ Θεῷ, εἰ μὴ καὶ γέγονε [*](d) μετ’ αὐτῶν, καὶ ἐξήγειρε τὸ πνεῦμα αὐτῶν. εἰσόμεθα δὴ οὖν κἀντεῦθεν, ὅτι κἂν εἰ ἕλοιτό τις τὸ ἐθελουργεῖν εἰς τὸ ἀγαθόν· κἂν εἰ ἐν προθυμίαις γένοιτο ταῖς τοιαῖσδε τυχὸν, ἀλλ’ οὐδὲν ὅλως ἀποπερανεῖ, μὴ οὐχὶ συνόντος τε αὐτῷ τοῦ Θεοῦ καὶ διανιστάντος εἰς εὐτολμίαν, καὶ καταθήγοντος εἰς τὸ τληπαθὲς, καὶ τὸν ἐπὶ ταῖς φιλεργίαις ἀποκείροντος ὄκνον. τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος περὶ τῶν τὸ θεῖον πεπιστευμένων κήρυγμά φησιν ὅτι περισσότερον αὐτῶν [*](1 Cpr. xv. 10.) “ πάντων ἐκοπίασα·’’ προσεπήγαγε δὲ πανσόφως “ οὐκ [*](e) “ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.’’ καὶ μὴν καὶ αὐτὸς ὁ Σωτῆρ’ τοῖς ἁγίοις ἀποστόλοις “ Χωρὶς ἐμοῦ,” [*](S. Joan. xv. 5.) φησὶν, “ οὐ δύνασθε ποιεῖν οὐδέν. αὐτὸς γὰρ ἡμῶν ἡ ἔφεσις καὶ ἡ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν προθυμία, αὐτὸς ἡ ἰσχὺς, καὶ συνόντος μὲν ἡμῖν εὐδοκιμήσομεν, ἑαυτοὺς οἰκοδομοῦντες “ εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ [*](Eph. ii. 21, 22.) “ ἐν Πνεύματι·” ἀποφοιτῶντος δὲ καὶ νοσφιζομένου, πῶς ἃν ἐνδοιάσειε τις, ὅτι καὶ ἀπρακτήσομεν ὄκνῳ τε καὶ ἀνανδρίᾳ [*](a 638 Α.) νικώμενοι, καὶ ὡς ἀκερδῆ τὸν πόνον ἀποσειόμενοι;

[*](4. τὰ assumptum ex Β. (Alex. XII.) 5. τῇ om. D. τοῦ ἕκτου μηνός D. 7. προσώπου] + τοῦ D. 13. τε assumptum ex Β. deest in D. 14. διανιστῶντος D. 16. Haec ὁ θεσπέσιος accesserunt ex Β. ὁ σοφώτατος D. 17. αὐτῶν πόντων boc ordine B.D. 18. πανσόφως] σαφῶς D. 19. δὲ B.D. μόνος Edd. 22. καὶ assumptum ex B.D. 24. τοῦ assumptum ex B.D. 25. ἐν] + τῷ D. 26. ἀνδρίᾳ (sic) D. )
260

Πλὴν ὅρα τοὺς πάλαι διὰ πολλὴν ἀπείθειαν ὑποπεσόντας ὀργῇ, λοιπὸν εἰσθέοντας ἐν οἵκῳ κυροῦ καὶ ἐργαζομένους, συνόντων αὐτοῖς Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ ἱερέως τοῦ τύπος δ' ἂν εἴη τὸ χρῆμα πάλιν τῆς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐσομένης κλήσεως τοῦ Ἰσραήλ. οἳ καὶ ἠπείθησαν μὲν ἐν ἀρχαῖς, ταύτῃτοι καὶ ἄκαρποι μεμενήκασι, δίχα [*](b) δρόσου καὶ σίτου καὶ οἴνου καὶ μὴν καὶ ἐλαίου· πεπτώκασι δὲ καὶ ὑπὸ ῥομφαίαν. ἐπειδὴ δὲ πεφόβηνται λοιπὸν ἀπὸ προσώπου Κυρίου, καὶ τοὺς τῶν ἁγίων προφητῶν δεδυσώπηνται λόγους, συνόντα τε σφισι τὸν τῶν ὅλων ἕξουσι Θεὸν, καὶ ἐξεγερθήσεται τὸ πνεῦμα αὐτῶν, ἐργάσονται δὲ καὶ αὐτοὶ τὰ εἰς τὸν ναὸν τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν. ἐν Χριστῷ δὲ καὶ ταῦτα· διαμορφοῦται γὰρ ὥσπερ ὡς ἔν γε τῷ Ζοροβάβελ καὶ Ἰησοῦ· ὁμοῦ γάρ ἐστι βασιλεὺς [*](1. Tim. ii. 5.) μὲν ὡς Θεὸς, ἀρχιερεὺς δὲ πάλιν ὡς ἄνθρωπος, καὶ μεσίτης [*](c) Θεοῦ καὶ ἀνθρώπων· μεσιτεύει γὰρ ὁ ἱερεύς.

Προσεπενήνεκται δὲ ἀναγκαίως καὶ τό τῇ τετράδι καὶ εἰκαδι τοὐ μηνὸς τοῦ ἕκτου, τὸ ἀγχίστροφον τῆς γνώμης τῶν ἐξ Ἰσραὴλ εὖ μάλα καταδηλοῦν. γέγονε μὲν γὰρ πρὸς αὐτοὺς ὁ λόγος ἐν χειρὶ Ἀγγαίου τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς, εἰσέδραμον δὲ τοὺς ἔπι γε τῳ ναῷ πόνους τη τετραδι καὶ εικαδι του μηνὸς τοῦ ἕκτου· ὡς εἶναι τὰς μεταξὺ τῆς ἀναβολῆς, ἤγουν διασκέψεως, ἡμέρας τρεῖς τε καὶ εἴκοσι τὸν ἀριθμόν.

[*](d)[*](Κεφ. β΄.)

Τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως, τῶ ἑβδόμῳ μηνὶ, μιᾷ καὶ εἰκάδι τοῦ μΗνὸς. ἐλάλησε Κύριος ἐν χειρὶ Ἀγγαίου [*](3. συνόντος D. 5. ὃς ἠπείθησε (omittens κοὶ) D. 6. ἀρχαῖς D. ἀρχῇ Edd. 8. καὶ om. D. πεφόβηνται] πεπτώκασι D. 9. Κυρίου assumptum ex B.D. 10. Θεὸν, ἕξουσι Θεὸν (sic D.) 13, 14. Assumpta γὰρ ex B.D. ὡς ex B. 14. ὁμοῦ B.D. ὁ μὲν Edd. 15. πόλιν om. D. 17. προσεπενήνεγκται D. τῇ assumptum ex B.D. 20. Haec χειρὶ Ἀγγαίου — τοῦ βασιλέως ἐν accesserimt ex B.D. 24. τε om. D. 25. τοῦ om. F. τῷ ἑβδόμῳ μηνὶ B.D. (Alex. XII.) τῳ μ. τῷ ἑ. Edd. (Vat. ℵ))

261
τοῦ Προφήτου λέγων Εἰπόν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ Φυλῆς Ἰούδα καὶ πρὀς Ἰησοῦν τὸν τοῦ Ἰωαεδὲκ τὸ ἱερέα τὀν μέΓα, καὶ πρὀς πἀντας τοὐς καταλοίπους τοῦ λαοῦ λαοῦ Τίς ἐξ ὑμῶν ὄς εἶδε τὀν οἶκον τοῦτον ἐν τῇ δίξῃ αὐτοῦ τῇ ἐμπροσθεν; καὶ πῶς ὗμεῖς βλέπετε αὐτόν νῦν καθώς [*](e) οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;

Ἐισᾠχοντο μὲν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ μετεποιοῦντο τῶν ἕργων τῇ τετράδι καὶ εἰκάδι τοῦ ἕκτου μηνὸς· εἶτ’ εὐθὺς τῇ εἰκάδι καὶ μιᾷ τοῦ ἑξῆς ἑβδόμου γέγονεν ὁ τοῦ Θεοῦ λόγος πρὸς τὸν μακάριον Προφήτην Ἀγγαῖον. τί δὴ οὖν ἄρα κἀπὶ τούτῳ λογιούμεθα, καὶ τίς ἡ πρόφασις, εἰπεῖν ἀναγκαῖον. τληπαθεῖν ἀρξάμενοι, καὶ τῶν εἰς τὸν θεῖον [*](a 639 Α.) ναὸν ἁψάμενοι φροντισμάτων, ἑβδόμην τε καὶ εἰκοστὴν εἰς τοῦτο λοιπὸν διατετελεκότες ἡμέραν, ὀλιγοψυχοῦντες ἡλίσκοντο, κἀκεῖνό που τάχα διαψιθυρίζοντες ἢ ἔν γε σφίσιν αὐτοῖς, ἢ πρὸς ἀλλήλους, ὅτι πονοῦσιν εἰκῆ· κἂν εἰ γένοιτο τυχὸν ἀναδείμασθαι τὸν νεὼν, ἀλλ’ οὖν ἕσται κατ’ οὐδένα τρόπον τῷ πρώτῳ προσεοικώς. ὁ μὲν γὰρ ἦν λαμπρὸς ἄγαν καὶ φιλοτίμῳ χειρὶ κατεσκευασμένος, χρυσοῖς τε καὶ ἀργυροῖς [*](b) ἀναθήμασιν εὐπρεπής· ὁ δὲ ἀκαλλὴς καὶ παντὸς κόσμου δεδεημένος καὶ τῆς ἐκ πλούτου φιλοτιμίας τητώμενος. ἐκεῖνον μὲν γὰρ τὸν πρῶτον πλούτῳ κομῶντες ἔτι κατηγλάιζον ἀμφιλαφῶς οἱ ἐν τοῖς Ἰεροσολύμοις βεβασιλευκότες κατὰ καιροὺς, καὶ πρό γε τῶν ἄλλων ὁ Σολομών. τὸν δὲ μόλις ἀνανενευκότες, καὶ τὸν τῆς αἰχμαλωσίας ἱδρῶτα στάζοντες ἔτι, ἔχοντές τε κατ’ οἴκους παντελῶς οὐδὲν, οἰκοδομεῖν προσετάττοντο. τοιούτοις τισὶ διαλογισμοῖς νηχόμενοι καὶ [*](1. Εἰπὸν] Sic correxi. εἶπον D. Edd. 2. τὸν assumptum ex B.D.F. (ℵ Alex. XII.) ὃς om. D. 9. τῇ ex D. 10. Assumpta τὸν μακ. Πρ. ex B.D. δὴ ex Β. 11. καὶ ἐπὶ D. 14. διατετελεκότες B.D. διατεταχ. Edd. 15. τάχα om. D. 17. τυχόν] λοιπὸν D. οὖν D. Edd. οὐδὲν Β. 18. προσεοικός Edd. ἅγαν om. D. 21. ἡττώμενος D. 22. τὸν πρῶτον et ἀμφιλαφῶς om. D. 23. τοῖς assuirptum ex B.D. 25. στάζοντες] βαστάζοντες D. 27. νηχόμενοι D. Edd. ἐνεχόμενοι Β.)

262
ἀλύοντες εἰργάζοντο μὲν, πλὴν ἀπρόθυμοί τε καὶ ὀκνηροὶ [*](c) γεγονότες κατεφωρῶντο πάλιν. ταύτῃτοι ὁ Θεὸς ἀσθενοῦντας επιρρωννυσι, ἐπιρρώννυσι, καὶ χρησιμωτάτην αὐτοῖς προσάγει τὴν πεῦσιν, εἰ δή τις ἄρα ἐστὶν ἐν αὐτοῖς, ὃς ἐν δόξῃ τῇ πρώτη τὸν πάλαι τεθέαται ναόν. ὀλίγοι δὲ ἦσαν κομιδῆ καὶ γεγηπακότες. πεπόρθητο μὲν γὰρ ὑπὸ τοῦ Ναβουχοδουόσορ ὁ ναὸς, καὶ ἦν αἰχμάλωτος ὁ Ἰσραὴλ, ἀνείθη δὲ μόλις πεπερασμέων ἐτῶν ἑβδομήκοντα. δυσεύρετος οὖν ἄρα καὶ σφόδρα πρεσβύτης ὁ καὶ πρὸ τῆς πορθήσεως ὢν, καὶ ζήσας ἐν τῆ αἰχμαλωσίᾳ, καὶ ὑπονοστήσας αὖθις εἰς Ἱεροσόλυμα. [*](d) διὰ τοῦτό φησι Τις ἕσταιξ ἐξ ὑμῶν ἅνθρωπος, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν, εἶτα ὄψεται τὸν ἐσόμενόν τε καὶ νεόν ὡς μηδόλως ὑπάρχοντα ; ἔνεστι δὲ δὴ τῇ πεύσει μομφὴ, ὡς μὴ οἰηθέντων, ὅτι κἂν εἶεν αὐτοὶ στενοί τε λίαν καὶ ἐν ἐνδείᾳ χρημάτων, ἀλλ’ οὖν οὐκ ἂν ἠτόνησεν ὁ Θεὸς, ἀρκέσει δὲ πάλιν αὐτὸς εἴς γε τὸ χρῆναί φημι πανεύφημόν τε καὶ εὐκλεᾶ τὸν ἴδιον ἀποδεῖξαι ναόν.

[*](e)

Καὶ νῦν κατίσχυε Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε ἸΗσοῦ ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λἐγει Κὐριος, καὶ ποιεῖτε, διότι ἐγὼ μεΘ’ ὑμῶ εἰμι, λἐγει Κύριος Παντοκράτωρ, καὶ ὁ λόγος μου ὃν διεθέμΗν ὃμῖν ἐξελθόντων ὑμῶ ἐκ γῆς Αἰγύπτου, καὶ τὸ πενῦμά μου ἐφέστηκεν ἐν μέσω ὁμῶ. θαρσεῖτε.

[*](640 Α. a)

Οὐκ ἐᾷ κατασείεσθαι πρὸς ἀκηδίαν, οὔτε μὴν τοῖς εἰς [*](1. ἐργάζοντο Aub. 2. κατεφορῶντο D. Edd. ὁ assumptum ex D. 3. χρησίμως Edd. ἐπάγει D. 5. πάλοι D. νῦν Edd. 6. πεπόρθητο Β. πεπόρθηται D. Edd. 8. οὖν] ἦν D. Statim ὄρα assumptum ex B.D. 11. ἄνθρωπος om. D. sed cf. infra 689 d. et contra, Glaph. 56 d. habet B. 12. ὄψεται D. οἴεται Edd. 13. δὴ assumptum ex B. deest in D. 14. μὴ assumptum ex B. deest in D. τε om. D. λίαν καὶ hoc ordine B.D. 15. ὁ assumptura ex D. 18. καὶ alt. om. Edd. 19. ὁ tertium om. Edd. (23.) 20. μεθ’ ὑμῶν ἐγὼ inverso ordine B. (vat. ℵ) invitis D.F. Edd. (Alex.) 21. καὶ ὁ λόγος μου — Αἰγύπτου D. (36, 51, 238, 240). τὸν λόγον ὃν διεθέμην ἐν τῷ ἐξελθεῖν ὑμᾶς ἀπὸ Αἰγύπτου F, Edd. Neutrum habet Β. 23. θαῤῥεῖτε Β.)

263
ὄκνον ἡττᾶσθαι δείμασιν· ἀνευρύνει δὲ μᾶλλον εἰς φιλεργίαν, καὶ σφριγῶσαν αὐτοῖς τὴν προθυμίαν ἐνεργάζεται· διαγυμνάζει δὲ ἅμα πρὸς πίστιν αὐτοὺς, καὶ ἐρηρεισμένους ἀποφαίνει, χρῆναι θαῤῥεῖν εἰπὼν, καὶ τὸ ἔτι τούτων ἐπέκεινα καὶ πολυεθκτότατον ἀληθῶς, συνεῖναί σφισι κατεπαγγέλλεται· καὶ τίνα δὴ τρόπον, προσετίθει λέγων Τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν. θαρσεῖτε.

Ἐνδοιάσειε δ᾿ ἂν οὐδεὶς τῶν εἴσω φρενὸς ἀγαθῆς καὶ [*](b) νοῦ βεβηκότος, ὅτι τοῖς πονοῦσι γενικῶς εἰς οἰκοδομὴν τοῦ θείου ναοῦ, τουτέστι τῆς Ἐκκλησίας, ἰσχύν τε ἅμα χαρίζεται καὶ δίδωσι τὸ θαρσεῖν, ὅτι καὶ συνέσται διὰ τοῦ Ἀγίου Πνεύματος, καὶ πάντα αὐτοῖς ἀποπερανεῖ τὰ δι᾿ ὧν ἂν δύναιντο λαμπρὸν καὶ εὐδόκιμον τὸν οἰκεῖον ἀποφῆναι βίον. οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οἰκοδομεῖν μέλλουσι τὴν Ἐκκλησίαν τοῖς ἁγίοις ἀποστόλοις, καὶ εἰς ναὸν ἅγιον συναγείρειν τοὺς πεπιστευκότας ἔφασκεν ἀναγκαίως, ὅτι “ Ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας [*](c S.Matth. xxviii. 20.) “καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος.” ὅτι δὲ ἕμελλε συνεῖναι πάλιν αὐτοῖς διὰ τοῦ Πνεύματος, σαφηνιεῖ πάλιν αὐτὸς, ποτὲ μὲν λέγων ὅτι “Oὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἔρχομαι πρὸς ὑμᾶς.” [*](S. Joan. xiv 18.) ποτὲ δὲ τὸν τῆς ἀφίξεως τρόπον ἐναργῆ καθιστὰς, διὰ τοῦ φάναι πάλιν “Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ ἐγὼ [*](Ib. xvi. 7.) “ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς, ἐὰν δὲ “ ἀπέλθω, πέμψω αὐτὸν πρὸς ὑμᾶς.” οὐκοῦν σύνεστι μὲν τοῖς οἰκοδομοῦσι τὸν οἶκον αὐτοῦ, ἀποφοιτᾷ δὲ πάλιν καὶ [*](1. ἀνευρύνει Β. διανευροῖ D. ἀνοτρύνει Edd. 2. ἐνεργάζεται Β. ἀπεργάξεται D. ἐργάξ. Edd. 3. ἅγα D. Edd. ἀμφοτέρους inanus altera, scripturam evanidam temere, ut videtur, restituens in B. [Heyse.] 4. χρῆναι] + δὲ B. 8. δ᾿ ἃν Β. δὲ D. Edd. ἀγαθῆς om. D. 9. βεβηκότων D. 11. θαρσεῖν D. θαῤῥεῖν Edd. τοῦ Ἁγίου Πνεύματος B.D. τοῦ Πν. τοῦ Ἁy. Edd. 12. ἀποπερανεῖ τὰ B.D. ἀποπερανεῖται Edd. 14. Haec ἡμῶν Ἰησοῦς χριστὸς accesserunt ex B.D. 15. ἁγίοις om. D. 17. ἰδοὺ om. D. Haec πάσας—αἰῶνος accesserunt ex D. 18. συνεῖναι πόλιν hoc ordine B.D. 19. τοῦ] + ἁγίου D. σαφηνίξει πάλιν αὐτός ποτε μὲν λέγων D. λέγων αὐτός ποτε μὲν Edd. Statim ὄτι assumptum ex B.D. 21. καταστήσας D. 22. ἴνα B.D. ἐὰν Edd. 23. οὐ μὴ ἔλθῃ D. cf. supra 346 d. οὐκ ἐλεύσεται Edd. 24. ἀπέλθω B.D. cf. supra 1. c. πορευθῶ Edd. 23. τὸν οἶκον αὐτοῦ B.D. αὐτῷ Edd. πάλιν assumptum ex D. δὴ pro πάλιν B. )

264
ὁλοτρόπως ἀπανίσταται τῶν κατασειόντων αὐτόν. εἶεν δ [*](1 Cor. xii.3. d) ἃν οὗτοι πάλιν, οἱ ἐν Βεελξεβοὺλ λέγοντες Ἀνάθεμα Ἰησοῦν, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, καὶ ταῖς τῶν ἁπλουστέρων ψυχαῖς τὸν τῆς ἀπωλείας ἰὸν ἐγχέοντες.

Διότι τάδε λέγει Κύριος Παντοκράτωρ Ἕτι ᾶπαξ, ἐΓὼ σείω τοι οὐρανὸν καὶ τἠν γῆν καὶ ὦι θάλασσαν καὶ τὴν ξηρὰν, καὶ συσσείσω πάντα τὰ ἕθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν εθῶν, καὶ πλἠσω τὸν οἶκον τοῦτον δὀξης, λἐγει Κὐριος παντοκρἀτωρ. ἐνὸν τὸ ἀργύριον καὶ ἐμὀν τὸ χρυσἰον, λέΓει [*](e) Κὐριος παντοκρἀτωρ.

Ἀνακομίξει τὸν λόγον ἐπὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, καὶ εἰς χρόνους τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας. τότε δὴ κατεπαγγέλλεται καταδονήσειν αὐτόν τε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ μέντοι καὶ τὴν θάλασσαν, καὶ πρὸς τούτοις ἔτι πάντα τὰ ἔθνη. ἔφη γὰρ ὅτι Ἕτι ἄπαξ σείω. τοῦτο δὲ τοιοῦτόν τινα νοῦν ὑπεμφαίνειν ἔοικε, κατά γε τὸ αὐτῷ μοι καλῶς ἔχειν [*](641 Α. a) δοκοῦν. οὐκοῦν ὅτε τοῖς εἰδώλοις λελατρευκότα τὸν Ἰσραὴλ, καὶ τοῖς Αἰγυπτίων ἕθεσί τε καὶ νόμοις ἐκτεθραμμένον ἐλευθεροῦν ἐσκέπτετο, καὶ πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν μετακομίζειν ἤθελε , μονονουχὶ καὶ καταδονήσας ὁρᾶται τὰ [*](Exod. vii. sqq.) πάντα, τῶν μὲν ὑδάτων εἰς αἷμα μετεσκευασ μένων, οὐρανοῦ δὲ χάλαζαν καθιέντος, τεμνομένης θαλάσσης καὶ πηγνυμένων τῶν ἐν αὐτῇ κυμάτων ἐν εἴδει τειχῶν, οὐρανοῦ τὸ [*](2. Ἰησοῦ D. 3. ὀρθὰ] + καὶ D. 4. ἐκχέοντες D. 5. σείω B.D. (22 al.) σείσω Edd. (ℵ A.V.) 8. πληρώσω 1). ἐμπλήσω F. (36.) 9. ἐμὸν — παντοκράτωρ om. D. 13. ἐπαγγέλλεται Β. τε τὸν hoc ordine Β. τε om. D. 14. καὶ sccundum assumptum ex D. 15. ἔτι om. D. ἅπαξ] + ἐγὼ Edd. invitis B.D. σείω Β. σείσω D. Edd. τοῦτο δὲ assumpta ex Β. 16. αὐτῷ αὑτῷ Β.] et οὐκοῦν assuinpta ex B.D. 18. ἐκτεθραμμένον B.b. ἐντεθρ. D. Cat. Nik. in Ρs. Ixvii. Edd. 19. ἐπεσκέπτετο Cat. (Codd. duo.) 20. μετακομίξειν] μετασκευάζειν D. καὶ om. D. habet Cat. τὰ πάντα ὀρᾶται inverso ordine D. 22. καταπηγνυμένων D. invito Cat.)

265
μάννα καταστάζοντος. καί τι τοιοῦτον ὁ ψαλμῳδὸς ὑπεμφαίνει λέγων “ Ὁ Θεὸς ἐν τῷ προπορεύεσθαί σε ἐνώπιον [*](Ps. Ixvii. 8, 9.) τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ [*](b) ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἕσταξαν.” σεσεῖσθαι δέ φαμεν τὸ τηνικάδε τὴν γῆν, οὐχ ὑπομείνασαν τὸν συνήθη κλόνον, ἀλλ’ ὡς ἐπισήμου γενομένης τῆς ἐξόδου τῶν υἱῶν Ισραὴλ, καὶ λαθούσης οὐδένα τῶν ἐπὶ τῆς γῆς. τοιοῦτόν τινα σεισμὸν πάλιν ἔσεσθαι φησι κατὰ τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, ὡς οὐδενὸς ἀγνοήσειν μέλλοντος τὰ δι’ αὐτῆς κατορθώματα. ἔγνω μὲν γὰρ ὁ οὐρανὸς τὸ μυστήριον, καὶ τούτου μάρτυς ὁ Παῦλος λέγων “ Ἵνα γνωρισθῇ [*](Eph. iii. 10, 11.) “νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις, διὰ [*](c) τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρό- “ θέσιν τῶν αἰώνων ἢν ἐποίησεν ἐν τῷ χριστῷ Ἰησοῦ “ Κυρίῳ ἡμῶν.” ἔγνω δὲ ὁμοίως καὶ ἡ σύμπασα γῆ, καὶ ἡ θάλασσα, τουτέστιν αἱ νῆσοι. τίς γὰρ ὅλως τῆς εἰς τοῦτο γνώσεως ἀμοιρήσας ὁρᾶται ; ποία θάλασσα, ποῖον ἔθνος, ποία μοῖρα τῆς ὑπ’ οὐρανόν ; κεκήρυκται “ τὸ εὐαγ- [*](S. Marc.xiii. 10.) “ γέλιον εἰς πάντα τὰ ἔθη,” κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ἔτι τοίνυν φησὶν ἄπαξ ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τότε ηξει τα εκλεκτα παντων τῶν ἐθνῶν εθνων πλήσω τὸν οἰκον τοῦτον δόξης. πλεῖστοι γὰρ ὅσοι καὶ ἐκ παντὸς ἔθνους καὶ [*](d) λαμπροὶ καὶ ἀπόλεκτοι γεγόνασιν οἱ πεπιστευκότες, καὶ ὡς ἐν τάξει λαμπρῶν ἀναθημάτων εἰς τὸν οἶκον τοῦ Θεοῦ συναγηγερμένοι, καὶ δόξαν αὐτῷ διὰ τούτου προσάπτοντες, [*](1. καταστάζοντος D.b. Cat. Nik. Edd. κατασκεδάξοντος Β. Statim καί τι B.D.b. καίτοι Edd. ὑπεμφαίνει B.D. ὑποφ. b. Edd. 2. προπορεύεσθαί B.D. Edd. ἐκπορεύεσθαι b. (Vat. c.) 3. τῇ] γῇ D. 7. τῆς om. D. 8. πόλιν σεισμὸν inv. ord. D. κατὰ assumptum ex B.D.b. ἐπιδημίας ante τοῦ transp. b. 9. ἀγνοήσειν B.D.b. ἀγνοῆσαι Edd. 12. ταῖς alt. om. D. ἐν τοῖς ἐπουρανίοις assumpta ex B.D.b. 13—15. κατὰ πρόθεσιν — ἡμῶν ἢν ἐπο.ίησεν ἐν τῷ χρθστῷ b. καὶ τὰ ἑξῆς Edd. 14. τῷ prius assumptum ex D.b. deest in Β. 15. καὶ prius om. b. habet D. 16. ὄλως—ὁρᾶται] ἐστιν ὅλως ὁ τῆς εἰς τ. γν. ἀμ’. D. 20, σείω Β. σείσω D.b. Edd. 21. τότε] + φησιν D. πληρώσω D. (ut supra). πλήσω babet b. 23. ὡς assumptum ex B.D. οἷον pro ὡς b. 25. τούτου B.D.b. τούτου b.] τοῦτο Edd. )
266
εὐκλεᾶ τε καὶ ἀοίδιμον ἀποφαίνοντες, καὶ δεδοξασμένοι παρὰ Χριστοῦ. μεμαθήκασι γὰρ προσεύχεσθαί τε καὶ [*](Ps. lxxxix. 17, Ib. cxiii. 23) “Καὶ ἕσται ἡ λαμπρότης κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ καὶ πάλιν “ Εὐλογημένοι ἡμεῖς τῷ κυρίῳ, τῷ ποιήσαντι “ οὐρανὸν καὶ τὴν γῆν.” ὅτι δὲ οὐχ ὕλης ἀψύχου δεῖται [*](e) Θεὸς, ἀλλὰ νοητῆς εὐκοσμίας, ὑπεμφαίνει λέγων Ἐγὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον λέγει Κύριος παντοκρἀτωρ. ὅμοιον γὰρ ὡς εἰ λέγοι Μῆ ἀκλεᾶ νομίζετε τὸν ναὸν, ὅτι χρυσοῦ καὶ ἀργύρου καὶ τῆς ἐκ πλούτου λαμπρότητος ἀμοιρήσει τυχόν. οὐ δεδέημαι τῶν τοιούτων· πόθεν ; ἐμὸν γὰρ τὸ πᾶν ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον λέγει Κύριος παντοκράτωρ. ζητῶ δὲ μᾶλλον γνησίους προσκυνητὰς, τῇ τοιούτων λαμπρότητι τὸν ἐμὸν καταχρυσώσω ναόν. ὥσπερ γὰρ, ὅτε τῶν κατὰ [*](642 Α. a) νόμον θυσιῶν ἐξίστη τὸν Ἰσραὴλ, ἔφασκεν ἀναγκαίως “Οὐ [*](Ib. Xlix. 9, 10.) “ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, ούδἐ ἐκ τῶν ποιμνίων “ σου χιμάρους· ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ “ κτήνη ἐν τοῖς ὄρεσι, καὶ βόες·’’ οὕτω κἀνθάδε τὸν ἐξ κόσμον παραιτούμενος, ζητῶν δὲ μᾶλλον τὸν νοητὸν, ἐμὸν φησὶ τὸ άργύριον κα) ἐμὸν τὸ χρυσίον, τουτέστιν Ἀπέχω καὶ πεπλήρωμαι καὶ δεδέημαι τῶν τοιούτων οὐδενός· ἴτω δὲ μᾶλλον ὁ πίστιν ἔχων ὀρθὴν, ὁ τοῖς ἐξ ἀρετῆς αὐχήμασι διαπρέπων, ὁ ἀγάπη τῆ εἰς ἐμὲ κατηγλαϊσ μένος, ὁ καθαρὸς [*](b) τὴν καρδίαν, ὁ πτωχὸς τῷ πνεύματι, ὁ φιλοικτίρμων καὶ ἀγαθός. συναγηγερμένοι γὰρ οὕτως εἰς ’τον ἐμὸν ναὸν, [*](3. ἕσται D. cf. De Ador. 320 c. ὠστῶ Β. Edd. cf. supra 602 b. 4. ἡμεῖς B.D. cf. supra 571 e. Glaph. 225 b. b. Edd. 6. ὑπεμφαίνει D. ὑποφαίνει iid. Haec Ἐμὸν ς. supra omissa, ponit pro SS. Script. textu hic D. γ΄ 7. Haec λέγει Κύριος παντ. assumpta ex B.D. 8. λε’ D. νομίξετε B.D.b. νομίσητε Edd. οἶκον pro ναὸν D. λαὸν (sic) b. χρυσοῦ καὶ αργύρου B.D. χρυσίου καὶ ἀργυρίου b. Edd. 9. ἐκ] + του b. 10. ποθεν accessit ex Β. deest in D.b. 1 1, ἐμὸν τὸ B.D. τὸ πὰν Edd. Haec λέγει κύριος παντοκράτωρ assumpta ex D. desunt in b. 12. τῇ] κα τῇ h. Statini τούτων D.b. 13. ἐμὸν D.b. ἐμαυτοῦ Edd. ὅτε B.D. ὄταν Edd. 14. ἐξίστη Β. ἐξίστα D. ἐξέστη Edd. 18. ’δε om. D. Statim τὸν ν. μᾶλλον inverso ordine D. 19. ἀπέχει Edd. 20. ἴτω B.D. ἔστω Edd. 21. τοῖς ἐξ B. τοῖς (sic) D. τῆς Edd. 34. ἐμὸν assuinplum ex B.D.)
237
τουτέστι τὴν κλησίαν, εὐκλεᾶ καὶ περίοπτον ἀποφανοῦσιν αὐτήν.

Διότι μεγάλη ἕσται ἡ δόξα τοῦ οἵκου τούτου, ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ, καὶ ἑ τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέΓει Κύριος παντοκράτωρ, καὶ εἰρήνην ψυκῆς εἰς περιποίησιν παντί τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τουτον.

[*](c)

Κατὰ γάρ τοι τὸν καιρὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας εὐκλεέστερος μὲν ἀσυγκρίτως ὁ θεῖος ἐδείχθη ναὸς, ἀμείνων δὲ οὕτω τοῦ πάλαι καὶ ὑπερκείμενος, ὅσῳπερ ἂν οἴοιτό τις διενεγκεῖν καὶ τῆς κατὰ νόμον λατρείας τὴν ἐν Χριστῷ τε καὶ εὐαγγελικῆν, καὶ τῶν ἐν σκιαῖς τὴν ἀλήθειαν. ἄλλως τε· φάναι γὰρ ἤδη κἀκεῖνο χρησίμως οἰήσομαι δεῖν· εἷς ἦν, καὶ ἐν μόνοις τοῖς Ἱεροσολύμοις ὁ πάλαι ναὸς, καὶ ἦν ἔθνος ἓν τὸ ἐξ Ἰσραὴλ τὰς ἐν αὐτῷ θυσίας ἐπιτελοῦν. ἐπειδὴ δὲ γέγονε καθ’ ἡ ἡμᾶς ὁ Μονογενὴς Θεὸς ὢν “ Κύριος [*](d Ps. cxvii. 27.) “καὶ ἐπέφανεν ἡμῖν, κατὰ τὰς γραφὰς, μεμέστωται λοιπὸν ἡ ὑπ’ οὐρανὸν οἴκων τε ἁγίων καὶ ἀναριθμήτων προσκυνητῶν, οἳ πνευματικαῖς θυσίαις καὶ νοηταῖς εὐωδίαις τὸν τῶν ὅλων καταγεραίρουσι Θεόν. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς τοῦ προφήτου Μαλαχίου προαναφωνούμενον, ὡς ἐκ προσώπου τοῦ Θεοῦ “ Διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει “ κύριος, καὶ τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἕθνεσι, “ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ [*](e) “ θυσία καθαρά.” οὐκοῦν ἀτρεκὴς ὁ λόγος, ὡς ἕσται μείζων ἡ δόξα τοῦ τελευταίου ναοῦ, τουτέστι τῆς Ἐκκλησίας.

[*](1. τουτέστι τὴν Ἐκκλ. om. D. 3. ἡ δόξα ἔσται inverso ordine D. Statim τοῦ assumptum ex B.D. 4. τῷ om. Edd. 5. καὶ om. F. Edd. 6. ναὸν] οἶκον D. 12. ἀγγελικὴν D. inv. b. 13. Assumpta γὰρ ἤδη δὴ pro ἤδη D.] ex B.D., χρησίμως ex D. 15. ἱν om. D. habet b. 16. γεγονὼς D. ὢν κύριος καὶ] ὤη κατὰ φύσιν D. 20. καταγεραίρουσι Θεόν hoc ordine B.D. ἅρα pro οἶμαι D. 21. τοῦ προφήτου assumpta ex B. post Μαλαχίου transp. D. 22. τοῦ om. B. habet D, 24. τόπω om. D. 26. τοῦ τελευταίου ἡ δόξα inv. ord. D. )
268

Ὅτι δὲ τοῖς πεφροντικόσι τοῦ οἰκοδομεῖν αὐτὴν ξένιον ὥσπερ τι παρὰ τοῦ πατρὸς καὶ δῶρον ἐξ οὐρανοῦ δοθήσεται [*](Eph. ii. 18.)Χριστὸς, ἡ πάντων εἰρήνη, δι’ οὗ “ τὴν προσαγωγὴν ἐσχήκα- “μὲν ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα,” σαφηνιεῖ λέγων ὅτι δωσω εἰρήνην ἐν τῳ τόπω τούτῳ καὶ εἰρήνην ψυχης εἰς περιποίησιν [*](643 Α· a) παντὶ τῷ κατίξοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον· ἔφη γάρ που [*](S. Joan. xiv 27) καὶ αὐτὸς ὁ χριστος “ Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρή- “ νῆν τὴν ἐμὴν ἀφίημι ὑμῖν.” καὶ ὅπως ὀνίνησι τὸ [*](Phii. iv. 7.) τοὺς ἠγαπηκότας, διδάξει πάλιν ὁ Παῦλος γράφων “ Ἡ “ εἰρήνη τοῦ Χριστοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει “ τὰς καρδίας ὑμῶν καὶ τὰ σώματα ὑμῶν.” ἐλιπάρει δέ που [*](Es. xxvi. 12) καὶ ὁ σοφὸς Ἡσαΐας λέγων " κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην “ δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν.” ὡς τοῖς γε ἠξιωμένοις τὴν Χριστοῦ λαβεῖν εἰρήνην, μετὸν εὐκόλως τὴν ἰδίαν ἀνασῶσαι ψυχὴν καὶ πρὸς κατόρθωσιν ἀρετῆς ἀπευθύναι [*](b) τὸν νοῦν. οὐκοῦν παντὶ τῷ κτίξοντι δοθήσεσθαί φησιν τὴν φήνην. εἴτε γὰρ Ἐκκλησίαν οἰκοδομεῖ τις, καὶ τέτακται μυσταγωγὸς ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ· εἴτ’ οὖν τὴν ἰδίαν [*](1 S. Pot. ii. 5. Eph. ii. 21, 22.) αὐτὸς ὀνίνησι ψυχὴν, ὡς λίθον ζῶντα καὶ πνευματικὸν ἑαυτὸν παριστὰς “ εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον “ Θεοῦ ἐν νεύματι, ὁ τοιοῦτος πάντη τε καὶ πάντως τὸ δύνασθαι τὴν ἰδίαν εὐκόλως ἀνασῶσαι ψυχήν.

[*](c)

Τῇ καὶ καὶ εἰκἀδι τοῦ μηνὀς τοῦ ἐνάτου, ἕτους δευτέρου Δαρείου, ἐγένετο λὀγος Κυρίου πρὀς Ἀγγαῖον τὸν Προφήτην [*](2. Πατρὸς B.D.b. Σωτῆρος Edd. καὶ δῶρον ante παρὰ transp. D. δοθήσεται χριστὸς ἐξ οὐρανοῦ inverso ordine Β. invito D. ἐξ οῦ (sic) δ. Χρ. b. 5. τῷ assumptum ex B.D.b. 7. Haec εἰρήνην alt. — accesseriint ex B.D. 9. ἠγαπηκότας] Non addit αὐτὸν D. πάλιν assutnptum ex D, Statira ὁ Π. γράφων hoc ordine 1). 10. χρθστοῦ Β. Edd. Θεοῦ D. 11. σώματα Β. νοήματα D. Edd. cf. snpra 51 d. που assumptum ex B.D. 14. τὴν priiis B.D. τοῦ Edd. Statim ἐν χριστῷ D. 17. ἐκκλησίαν] Sic, non τὴν ἐκκλ. D. quoque. 20. καὶ pro εἰς alt. Edd. 21. πάντη τε καὶ assumpta ex B.D. ἀποκερδαίνει D. 23. τῇ τετράδι Β. (22, 51, 86, 95, 185, 238) τετράδι D. Edd. τοῦ μηνὸς τοῦ ἐνάτου ἐννάτου D.] B.D. τοῦ ἐννάτου ἐνάτου F.] μηνός Edd. (Vat.) Statim ἔτει δευτέρῳ D. (Co.) 24. Κυρίου Oin. Β .)

269
λέγω Τάδε λέγει Κύριος παντοκράτωρ Ἐπερώτησον τοὺς ἰερεῖς νόμον λέΓω Ἐὰν λάβῃ ἅνθρωπος κρἐας ἅγιον ἐν τῷ ἅκρῳ τοῦ ἱματίου αὐτοῦ, καὶ ἄψηται τὸ ἅκρον τοῦ ἱματίου αὐτοῦ ἅρτου ἥ ἐψήματος ἥ οἵνου ἥ ἐλαίου ἥ παντὸς βρώματος, εἰ ἁγιασθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπον [*](d) Οὐχί. καὶ εἶπεν Ἀγγαῖος Ἐὰν ἄψηται μεμιασμένος ἐπὶ ψυχῇ ἀπὸ παντὸς τούτων, εἰ μιανθήσεται, καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπον Μιανθήσεται. καὶ ἀπεκρίθη Ἀγγαῖος καὶ εἶπεν Οὔτως ὁ λαὸς οὖτος, καὶ οὔτως τὸ ἕθνος τοῦτο ἐνώπιόν μου, λἐγει Κύριος, καὶ οὔτως πάντα τὰ ἔργα τῶν Χειρῶν αὐτῶ, καὶ ὄς ἅν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται.

[*](e)

Ἕτερος οὗτος χρηματισμὸς διὰ τοῦ προφήτου πρὸς τὸν Ἰσραὴλ, ἐπ’ αἰτίᾳ δέ φαμεν γεγενῆσθαι τοιαύτῃ. ἔτους μὲν γὰρ ἐνεστηκότος δευτέρου τῆς Δαρείου βασιλείας, ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, κατονειδίζοντος Θεοῦ τοὺς ἐκ τῆς αἰχμαλωσίας λελυτρωμένους, καὶ ὄκνον αὐτοῖς ἐγκαλοῦντος, τὸν ἐπί γε φημὶ τὸ δεῖν ἐργάσασθαι τὸν νεὼν, εἰσδεδραμήκασι μόλις, καὶ τῶν εἰς φιλεργίαν ἱδρώτων μετεποιοῦντο λοιπόν. εἶτα τοῦτο δεδρακότας ἐπῄνει Θεὸς, συνέσεσθαί τε σφίσι κατεπηγγέλλετο, καὶ ἐπευλογεῖν αὐτοὺς, καὶ θαρρεῖν ἐκ- [*](a 644 Α.) ἐλευεν, ὡς ἐφεστηκότος ἐν μέσῳ ἀυτῶν του Πνεύματος. οἱ [*](Supra ver. 5.) δὲ οὐδὲν ἧττον ὀκνηροί τε ἦσαν καὶ δυσέργαστοι, καὶ δύο που τάχα μηνῶν διαγεγονότων μόλις, ἀνέπιπτον εἰς ῥᾳθυμίαν, καὶ δεινῶς ἀλύοντες κατεφωρῶντο πάλιν. πρὸς γάρ τοι τὰ [*](1. Ἐπερώτησον] + δὴ (Vat.) invitis B.D. (ℵ Alex. XII.) 2. νόμον om. D. (62, 147.) 5. εἶπον B.D.F. (22. al.) cf. infra. εἶπαν Edd. ℵ Α.V.) Statim οὐχί Β. (22. al.) οὔ D. Edd. ὁ A.V.) cf. infra. 6. μεμιασμένος] + ἀκάθαρτος Edd. (Vat.) invito D. (22. al.) cf. infra 645 b. B. prius omisit, deinde ἢ ἀκάθαρτος (Alex. XII. qui tamen ψυχὴ addunt.) correxit. 8. ἀπεκρίθη Ἀγγ. καὶ εἶπεν] εἶπεν Ἀγγ. D. 9. οὗτος] οὕτως D. (62.) μου B.D. (XII) cf. infra 645 e. ἐμοῦ Edd. 11. ἃν ἐγγίσῃ B.D. (XII.) ἐὰν ἐγγίσει Edd. ἐὰν ἐγγίσῃ Migne. (ℵ A.V.) 14. γὰρ assumptum ex B.D. τῆς Δ. βασιλείας τῆς βασιλείας Δ. D. τοῦ Δ. βασιλέως Edd. 15. κατονειδίζοντος] + τοῦ Edd. invitis B.D. ἐκ assumptum ex D. 17. τὸ D. Edd. τῷ Β. ἐργάσασθαι Β. ἐργάζεσθαί D. Edd. ναὸν D. 19. ἐπαινεῖ Edd. συνέσεσθαί D. συνεῖναί Edd. 20. ἐπευλογεῖν D. εὐλογεῖν Edd. θαῤῥεῖν habet D. 22. δυσεργέστατοι D.)

270
τῆς ἐμπορίας ἔργα δεινῶς καὶ ἐκτόπως ἀπονενευκότες, καὶ ἀκρατῶς ἔχοντες εἰς φιλοκερδείας, εἰσεδέχοντο τὴν ἀκηδίαν, ὡς οὐκ ἐξὸν αὐτοῖς ὡς ἐν εὐρείᾳ σχολῇ τῶν εἰς ἐμπορίαν [*](b) ἔχεσθαι φροντισμάτων· εἶτα θυσίας προσάγοντες, ἀρκέσειν ἔφασκον τὸ χρῆμα αὐτοῖς εἰς τὸ ἁγιάζεσθαι δεῖν, κἂν εἰ μήπω γένοιτο τυχὸν ὁ θεῖος νεώς. προστάττεται τοίνυν ὁ Προφήτης εὐφυέσιν ἐλέγχοις κατατιτρώσκειν αὐτοὺς καὶ διδάσκειν, ὅτι κἂν εἰ ἕλοιντο πληροῦν εὐχὰς καὶ θυσίας, ῥᾴθυμοι δὲ ὄντες ἁλίσκοιντο περὶ τὸ χρῆναι πληροῦν τὸν οἶκον τοῦ Θεοῦ, οὐκ εἰς ὄνησιν ἔσται μᾶλλον αὐτοῖς, ἀλλ’ εἰς ὀργήν τε καὶ κρῖμα τὸ μὴ ἐν καιρῷ βούλεσθαι βουθυτεῖν, [*](c) καὶ τῷ θείῳ προσιέναι θυσιαστηρίῳ· διατρανοῖ δὲ πρὸς τούτοις, ὅτι τῶν προκειμένων αὐτοῖς ἐμποριῶν ἕνεκα, πονηροῖς καὶ ἀλλογενέσιν ἀνδράσιν ἀναμιγνύμενοι, πάντως ’δε που καὶ εἰδωλολάτραις, ἐσχάτως καταμιαίνονται. νομικωτάτη δὲ λίαν ἡ ἐρώτησις καὶ δυσερμήνευτος μέν· πλὴν, ὡς ἔνι, σαφηνιῶ, δι’ ὧν ἂν δύνωμαι λόγων παριστὰς τὸ δηλούμενον.

Ἐρωτᾷ τοίνυν ὁ προφήτης τοὺς ἱερέας νόμον· γέγραπται [*](Mal. ii. 7.) γάρ “ Οτι χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον “ σουσιν ἐκ στόματος αὐτοῦ.” καὶ τίς ἢ ἐρώτησις ; Ἐὰν λίβῃ [*](d) ανθρωπ ος κρεας ἄγιον ἐν τῳ ακρῳ του ἰματιου αῦτου καὶ αψηται το ακρον του ιματιου αυτου αρτου η εψηματος η ὄνου η ελαὶου ἢ παντὸς βρώματος, εἰ ἀγιασθησεται ; καὶ ἀπεκρίθησαν οἱ ἱερῖς καὶ εἶπον Οὔ. καὶ κρέας μὲν ἄγιόν φησι τὸ ἀπὸ ζῴου ληφθὲν προσενηνεγμένου πρὸς ἱερουργίαν τῷ Θεῷ· πλὴν ἐκεῖνο βούλεται διδάσκειν αὐτούς· οἱ ἱερεῖς ἔσθ’ ὅτε τὰς κατὰ νόμον τελοῦντες θυσίας, ἥπτοντο καὶ διὰ τῶν ἐσθημάτων τῶν [*](2. Φιλοκερδίαν Edd. ἀκηδίαν D. Edd. ἀηδίαν Β. 10. μὰλλον ἕσται inverso ordine D. 11. τε assumptum ex B. τὸ retinui ex Edd. τῷ B.D. καιρῷ B.D. καιροῖς Edd. 16. ὡς ἔνι assumpta ex D. θ΄ 19. χείλη] στόμα D. ἱερέως] + λαλήσει ὅλη καὶ D. 20. ἐκ] + τοῦ D. ἡ assumptuni ex Β.D. 21. αὐτοῦ om. D. 22. ἢ ἐλαίου om. D. 23. παντὸς B.D. τινὸς Edd. καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ B.D. οἱ δὲ Edd. 25. τῷ Θέῳ] Θεοῦ D. 26. κατὰ νόμον B.D. μετὰ νόμου Edd.)

271
μελλόντων καπνίζεσθαι κρεῶν. ἆρ’ οὖν, φησὶν, ἐὰν ἐσθὴς ἱερὰ ἡγιασμένη τυχὸν διὰ κρέως ἀγίου ἅψηταί τινος ἑτέρου, [*](e) τοῦ μὴ προσενηνεγμένου τῷ Θεῷ, ἆρ’ ἔσται κἀκεῖνο ἄγιον ; ἀπέφησαν τοῦτο κατὰ νόμον οἱ ἱερεῖς. οὐκοῦν· ὡς ἐκ παραδείγματος δείγματος ἴωμεν ἐπὶ τὸ ἀληθέστερον· ἆρ᾿ ὁ προσάγων εἰ παροτρύνοι Θεὸν καθ’ ἑτέρους τρόπους, ἁγιασθήσεται παρ’ αὐτῆς ; οὐδαμῶς, κατακρίνεται δὲ μᾶλλον, ὡς οὔπω μὲν ἀποκαθηράμενος, προσαγαγὼν δὲ θυσίαν. ὅτι δὲ ἀληθὴς ὁ λόγος, ἄκουε τί φησιν ὁ νομοθέτης ἐν τῷ Λευιτικῷ “ Καὶ [*](Lev. vii. 9-11.) “ κρέα ὃ ἂν ἅψηται παντὸς ἀκαθάρτου, οὐ βρωθήσεται, ἐν [*](a 645 A.) “ πυρὶ κατακαυθήσεται. πᾶς καθαρὸς φάγεται κρέα, ἡ δὲ “ ψυχὴ, ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας “ σωτηρίου, ὅ ἐστι τῷ κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ’ “ αὐτῷ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς. καὶ “ ἡ ψυχὴ ἣ ἃν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἣ ἀπὸ “ ἀκαθαρσίας ἀνθρώπου ἢ τῶν τετραπόδων τῶν ἀκαθάρτων “ ἣ παντὸς βδελύγματος ἀκαθάρτου, καὶ φάγῃ ἀπὸ τῶν “ κρεῶν τῆς θυσίας τοῦ σωτηρίου ὅ ἐστι τῷ κυρίῳ, “ λεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.” ὁρᾷς ἀνόνητον, μᾶλλον δὲ καὶ ὀργῆς καὶ θανάτου πρόξενον ἀναπονίπτοις χερσὶ προσάγειν θυσίας. ὥσπερ οὖν τὰ τῶν ἱερέων ἐσθήματα, καίτοι καθηγιασμένα διὰ τῶν κρεῶν τῆς θυσίας οὐκ ἂν ἁγιάσαι τι τῶν προσψαυόντων αὐτοῖς· οὕτω, [*](b) φησιν, οὐκ ἂν ἁγίους ἀποτελέσῃ τὸ καταθύειν Θεῶ τοὺς καθ’ ἕτερον τρόπον λυπεῖν ᾑρημένους, καὶ ἀπρακτεῖν ἐθέλοντας περί τὸ ἁνδάνον Θεῶ.

[*](1. κρεῶν B.D. κριῶν Edd. 4. παραδείγματος B.D. παραδόσεως Edd. 5. ἆρ᾿ B.D. Migne. ἄρ’ Edd. θυσίαν B.D. θυσίας Edd. 6. παροτρύνοι παροτρύνει D.b. παροτρύνῃ Edd. 7. αὐτῆς; Sic interpunxi post D, Migne. favente b. qui αὐτῆς, dat. κατακρίνεται B.D.b. κατακριθήσεται Edd. Statim yap pro δὲ b. 8. προσάγων D. invito b. 10. κρέα Β. Kpeas D. Edd. Statim ὄ om. D. II. Kpea B.D. Kpeas Edd. 13. τῷ assumptum ex D. 14—19. ἐκείνη—ψυχὴ assumpta ex B.D. 15. ἣ ἃν Β. eav D. (19 16. ἀνθρώπου D. αὐτοῦ Β.? 18. τῆς θυσίας τῶν κρεῶν inverso ordine D. τῷ assumptum ex D. 19. ἀπὸ pro ἐκ D. 20. καὶ prius assumptum τ΄ ex Β. deest in D. ἀθανα pro καὶ D. 21. ἀναπονίπτοις D. Edd. ἀνίπτοις Β. 23. ἁγιάσαι τι Β. ἁγιάσω τι (sic) ἁγιάσοι τί D. ἁγιάσῃ eri Edd. 24. ἀποτελεσει b. 26. αὐτῷ pro Θεῷ D.)
272