In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Διαπεράνας εὖ μάλα τὸν ἐπὶ τῆ Βαβυλῶνι λόγον, καὶ ὅτι [*](e) πικρὰς ἀποτιοῦσι δίκας οἱ καταδῃώσαντες μὲν τὴν ἁγίαν πόλιν, ἀποκομίσαντες δὲ τὸν Ἰσραὴλ. αἰχμάλωτον διαρκέστατα προαναπεφωνηκὼς, εὐαφόρμως ἔρχεται πρὸς τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ ὡς ἐκ λυτρώσεως τῆς γεγενημένης ἐφ’ ἑνὸς ἔθνους καὶ μερικῶς, παρακομίζει τὸν λόγον εἰς τὴν κατὰ πάντων καὶ γενικωτάτην, ὑφ’ ἧς σέσωσται μὲν τὸ κατ’ ἄλειμμα τοῦ Ἰσραὴλ, σέσωσται δὲ οὐδὲν ἧττον ἡ σύμπασα γῆ. Κῦρος μὲν γὰρ ὁ Καμβύσου τῆς αἰχμαλωσίας [*](a 548 Α.) ἀνῆκε τὸν Ἰσραὴλ, τὴν ἀλαζόνα καὶ θεομισῆ βασιλείαν καθελὼν, φημὶ δὲ δὴ τὴν Χαλδαίων. ἐξεικονσμὸς δὲ ἄρα καὶ ὑποτύπωσις τὸ δρώμενον ἦν τῶν διὰ Χριστοῦ κατωρθωμένων· ὃς πᾶσαν τὴν ἀνθρωπότητα δορίληπτον ὥσπερ εὑρὼν, καὶ ὑπὸ χεῖρα κάμνουσαν τὴν τυραννικήν· βεβασίλευκε γὰρ ὥσπερ ἡμῶν διὰ τῆς ἁμαρτίας ὁ σατανᾶς· ἀπ- [*](1. Τόμος β΄. Sic D. 2. Sic B.D. Ἀββακοὺμ D. τοῦ Πρ. om. D. (23. al.) εἰς τὴν ᾠδὴν, ἐξήγησις τοῦ αὐτοῦ Edd. 3. ἔπι D. ἐν Β. Edd. 4. ἀποτιοῦσι Β. ἀποτίσουσι D. Edd. 6. τοῦ assumptum ex D. 13. ’δε prius om. D. ἔτι pro ἄρα D. 14. τὸ δρώμ. ἦν hoc ordine D. 15. τὴν assumptum ex B.D. 17. ὥσπερ assumptum ex B. deest in D. ὁ assumptum ex B.D.)

118
ἔφηνε μὲν ἐλευθέρους δεσμῶν τε καὶ πόνων, καὶ αὐτῆς δὲ τῆς ἐκτόπου δουλείας ἀνεὶς, ἀνεκόμισεν ὥσπερ εἰς τὴν ἁγίαν [*](b) πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλήμ. γεγόναμεν γὰρ, κατὰ [*](Eph. ii. 19.) τὸ γεγραμμένον, συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ “Θεοῦ καὶ πατρίδα λοιπὸν ἐπεγραψάμεθα τὸν οὐρανόν. κατατεθηπὼς δὴ οὖν ὁ Προφήτης τοῦ μυστηρίου τὴν δύναμιν, καὶ τὴν ἄφραστόν τε καὶ θεοπρεπῆ τῆς μετὰ σαρκὸς ἐπιδημίας τοῦ Μονογενοῦς οἰκονομίαν ὑπεραγάμενος, ποιεῖται τὴν προσευχὴν, ὡς ἐν ᾠδῆς τρόπῳ, κατ’ ἐκεῖνό που πάντως [*](Ps. xxxiv.28.) τὸ διὰ φωνῆς τοῦ Δαυείδ “Ἡ γλῶσσά μου μελετήσει τὴν [*](c) “δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.”

[*](1, 2)