In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τί τὸ ἀπιστούμενον, εἰ δὴ λαλοῖτο διήγημα, δέδειχεν εὐθύς. ἠπείλησε γὰρ ἐπαφήσειν αὐτοῖς τοὺς Βαβυλωνίους, τὸ μάχιμόν τε καὶ ἀγριώτατον γένος, καὶ τοῖς τῶν θηρίων ἀνημέροις κατ’ οὐδένα τρόπον εἰς ὠμότητα παραχωροῦν, καὶ [*](523 A. a) ἐπ’ ἀκράτοις ἀεὶ μανίαις κατεγνωσμένον· ταχινὸν δὲ ὠνόμασεν, ἱππόται γὰρ ὡς ἐπίπαν· πικρὸν δὲ ὅτι δριμὺ καὶ παγχάλεπον καὶ οὐκ ἀπάνουργον εἰς τὰ τακτικὰ, στρατηγεῖν δὲ ἄριστα μεμελετηκός. ῥώμη δὲ φρονήσει συνθέουσα πρὸς [*](1. προσβολὰς Β. συμφορὰς D. Edd. 3. καὶ prius] + γὰρ Edd. γυναίων D. προσερείγματα iid. 5. παιδία] τέκνα D. ἑαυτῶν Β. (22. al.) αὐτῶν D, Edd. πεπόρθηται D. 6. κακῶν ἡκόντων hoc ordine D. ἡκόντων om. Β. 7. τοῖς ἑλοῦσιν post ἦν transp. D. 10. αὐτοῖς D. Edd. αὐτὸ Β. Neutrum habet b. 1 1. ἐκδιηγοῖτο D. τὸ om. B. b. 13. καὶ γείτων καὶ εὐθὺς inv. Old. D. 15. ἐξεγερῶ B.D. (62, 86, 147) 153.) τοὺς μαχητὰς accesserunt ex B.D. (Alex. XII.) 16. τὸ ταχινὸν κοὶ τὸ πικρὸν hoc ordine B.D. (Alex.) τὸ secundum om. D. 18. λαλοῖτο B.D. λαλῶν τὸ Edd. 20. τὸ] -f ἔθνος τὸ D. 23. ὅτι D. καὶ Edd. 24. τὸ τακτικὸν iid.)

77
τὰς τοῦ πολέμου χρείας, ῥᾷστα ἃν οἶμαί που κατορθώσειε τὸ τοῖς πολεμοῦσι δοκοῦν, καὶ περιέσται ῥᾳδίως τῶν ἀντανίστασθαι προτεθυμημένων. ἐπειδὴ δὲ ἐν ἔθει ἦν τοῖς Βαβυλωνίοις οὔτε οἴκοι μένειν ἀεὶ, οὔτε μήν σφισιν αὐτοῖς ἐπαμύνοντας τῶν ἐπιόντων αὐτοῖς ἀνακόπτειν ἐφόδους, κατευρύνεσθαι [*](b) δὲ ὥσπερ τῆς γῆς ἁπάσης, καὶ καταδῃοῦν τὰς ἑτέρων, καὶ κλῆρον ἀεὶ ποιεῖσθαι φιλεῖν τὰ κατ’ οὐδένα τρόπον αὐτοῖς ἁρμόττοντα, φησὶν ἀναγκαίως τὸ ἔθνος τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ σκηνώματα οὐκ αὐτοῦ. φιλεῖ γὰρ, ὡς ἔφην, ταῖς τῶν ἄλλων χώραις ἐπιμαίνεσθαι, ἀεί τε τὴν ἑαυτοῦ κατευρύνειν ἀρχήν.

Πεπόνθασι δέ τι τοιοῦτον κυριοκτονήσαντες οἱ Ἰουδαῖοι· καίτοι γὰρ ἐξὸν νέμεσθαι τὴν ἑαυτῶν ἀνειμένως, καταθλίβοντος οὐδενὸς, δέδονται τοῖς κεκρατηκόσι, καὶ ὑπὸ δασμοὺς [*](c) καὶ τέλη γεγόνασι, καὶ ὑπὸ σκῆπτρα τέθεινται τῶν ἀεὶ κατευρυνομένων μένων καὶ νενικηκότων ἅπασαν τὴν ὑπ’ οὐρανόν. ἀποσειόμενοι γὰρ αὐτοὶ τὸ ὑπὸ Χριστῷ βασιλεύεσθαι, διαῤῥήδην ἔφασαν “Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.”

[*](S. Joan. xix. 15.)

Ἰστέον δὲ ὅτι καὶ ἀνθρώπου ψυχὴ παρ’ οὐδὲν τοὺς θείους εἰ ποιοῖτο νόμους, ὑπὸ τυράννοις πικροῖς ἔσται, τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ δουλεύσει δυνάμεσι πονηραῖς, ἀεὶ διψώσαις κληρονομεῖν τὰ οὐκ αὐτῶν σκηνώματα· Θεοῦ γὰρ ὁ ἄνθρωπος· d κατοικεῖ γὰρ ἐν ἁγίοις, καὶ ταῖς τῶν ὁσίων ψυχαῖς ἐναυλίζεται.

Φοβερὸς καὶ ἐπιφανής ἐστιν· ἔξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται, κα τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται.

Μέτεισιν ὁ λόγος ἐπὶ τὸν τοῦ ἔθνους ἡγούμενον, τουτέστιν, [*](1. που assumptum ex B.D. 3. ἦν ἐν ἔθει inverso ordine D. 4. μήν om. D, 6. ἁπάσης τῆς γῆς inverso ordine D. 10. ἔθος pro ἔφην D. ταῖς assumptum ex B.D. 11. ἐπιμαίνεσθαι] ἐπικεῖσθαι Edd. ἀρχὴν κατευρ. inv. ord. D. 12. οἱ assumptum ex D. 15. σκῆπτρον D. 16. πᾶσαν D. 17. τοι pro αὐτοὶ D. 18. ἔφησαν D. 20. ποιοῖτο Β. ποιεῖτο D. τιθεῖτο Edd. ἔσται πικροῖς inv. ord. D. 23. γὰρ D, γοῦν Edd. τῶν om. D. 25. ἔσται om. Edd. (153.))

78
ἐπὶ τὸν τῶν Βαβυλωνίων τύραννον, τάχα που Ναβουχοδονόσορ, ὃς εἷλε τὴν Ἰουδαίαν, καὶ αὐτὸν δὲ τὸν θεῖον ναὸν [*](e) κατεμπρήσας, αἰχμάλωτον ἀπεκόμισεν εἰς τὰ ἑαυτοῦ τὸν Ιούδαν. αὐτὸν δὴ οὖν ἄρα φοβερὸν μὲν εἶναί φησι δι’ ὠμότητα καὶ τὸ ἀκρατὲς εἰς ὀργὰς καὶ τὸ ἀτίθασον εἰς φρένα καὶ τὸ ἀπηχὲς εἰς δίκας, ἐπιφανῆ δὲ δὴ πάλιν, ὡς φιλότιμον καὶ φιλόκομπον καὶ δόξης ἄπληστον ἐραστήν· ἀλαζόνες γὰρ ἀεί τε καὶ φιλοδοξότατοι λίαν οἱ τῆς Βαβυλῶνος βεβασιλευκότες. ἐπειδὴ δὲ τῆς εἰς πᾶν ὁτιοῦν βουλῆς, ναὶ μὴν καὶ ἐγχειρημάτων ἦρχον αὐτοὶ, τὸ δοκοῦν εὖ ἔχειν ἁπλῶς [*](624 A. a) τοῖς ὑπὸ χεῖρα ἀποπεραίνεσθαι δεῖν προστάττοντες, διὰ τοῦτό φησιν Ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται· τουτέστιν, αὐτοκελεύστοις ὁρμαῖς ἵεται πρὸς τὸ κινοῦν, καὶ ἐκ πολλῆς ἄγαν ὀφρύος οὐκ ἃν τῆς ἑτέρων γνώμης ἀνάσχοιτο, κἂν εἰ μή τι τῶν ἐνδεχομένων γενέσθαι προστάξειεν. ὑπέροπτα γὰρ τὰ Περσῶν βουλεύματα. ἐπειδὴ δὲ ἔθος ἦν πάλιν αὐτοῖς προκαταμαντεύεσθαι τὰς μάχας, καὶ μάγῳ τέχνῃ προαναμανθάνειν πειρᾶσθαι τὸ ὅποι ποτ’ ἂν ἐκτελευτήσῃ τὸ ἐν χερσὶν, [*](b) ἔφη πάλιν, ὅτι τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται. λῆμμα δὲ ὀνομάζει τὸ μάντευμα. οὐ γὰρ ἐξ ἑτέρων, φησὶν, ἐθνῶν ἢ χωρῶν μεταπέμψεται τοὺς εἰδότας τὴν μαντικήν· ἔχει δὲ μᾶλλον συμβιοτεύοντας, ψευδομένους μὲν ἀεὶ καὶ τῶν ἀληθῶν εἰδότας οὐδὲν, πλὴν ἀεί πὼς κατερεθίζοντας καὶ ὅτι νικήσει προαναφωνεῖν εἰωθότας. ἐσεμνύνετο δὲ καὶ λίαν ἐπὶ τούτῳ ἡ Βαβυλωνίων ἀρχή. καὶ γοῦν ὁ Βαλὰκ ὁ Μωαβιτῶν [*](1. Assumpta ἐπὶ ex D. τῶν ex Β. 2. ναὸν B.D. νεὼν Edd. κατεμπρ. ν. inv. ord. D. 3. τὰ D. τὴν iid. 4. φησι assurnptum ex B.D. 6,. δὴ om. D. φιλόκομπον καὶ φιλότιμον inverso ordine Β. καὶ φιλόκ. om. Migne. 8. τε assumptura ex D. 9. νοὶ D. καὶ Edd. 10. ἔγχει ῥημάτων (sic) iid. 11. τοῖς ὑπὸ χεῖρα post δεῖν transp. D. τοὺς pro τοῖς Edd. προστάσσοντες Pont. προτάσσοντες Aub. πράττοντες D. 12. ἔσται] ἐξελεύσεται D. 13. ἵεται D. κινοῦν D. Edd. δοκοῦν Β. 14. ἀνάσχοιτο γνώμης inv. ordine D. 15. ὑπέρογκα D. 16. ἦν inv. ord. D. πάλιν assumptuin ex D. 17. μάγων b. 18. ὅποιπερ τ' ἀν’ D. 20. φησὶν] + ἢ D. 21. μαντικήν· ἔχει B.D. b. μαντείαν· ἕξει Edd. 24. λίαν om. D. 35. τούτοις D. Βαλαὰκ D.)
79
βασιλεὺς, ὅτε τοὺς ἐξ Ἰσραὴλ καταρᾶσθαι ἐβουλεύετο, καὶ [*](Num. xxii. 5. 6.) τῶν ἐσομένων τὴν γνῶσιν ἐζήτει, ἐκ τῆς Μεσοποταμίας μετάπεμπτον ἐποιεῖτο τὸν Βαλαάμ. ᾤετο γὰρ ὅτι δεινοί τε c καὶ ἀκριβεῖς τῶν Βαβυλωνίων οἱ μάγοι, καὶ πρὸς τὸ πᾶν ὁτιοῦν δύνασθαι κατορθοῦν ἀλκιμώτατοι διά γε τῆς μάγου τέχνης.

Ἐκδεξόμεθα δὲ καὶ ἑτέρως, εἰ δοκεῖ, τοῦ προκειμένου τὴν θεωρίαν. ὁρισάμενος γὰρ τὸν τῶν Βαβυλωνίων τύραννον, εἰρηκώς τε ὅτι φοβερὸς καὶ ἐπιφανής ἐστιν, ἐπήνεγκεν εὐθύς Ἐξ αὐτοῦ τὸ καῖμα αὐτοῦ ἔσται καὶ τὸ λῆμμα αὐτοῦ αὐτοῦ εξελεύσεται. καὶ δή τι τοιοῦτον ἔξεσται νοεῖν. ἐβουλεύσατο [*](d) μὲν γὰρ ὁ τῶν ὅλων δεσπότης Θεὸς, αἰσχρῶς τε καὶ φαύλως βιοῦν ᾑρημένον κολάσαι τὸν Ἰσραήλ. τοῦτο δὴ οὖν τὸ ἐπ’ αὐτῷ κρῖμα παρ’ αὐτοῦ γενήσεται, φησὶ, τοῦ Βαβυλωνίου. ὅμοιον ὡς εἰ λέγοι Σκεῦος ὀργῆς ἔσται τῆς ἐμῆς, καὶ δι’ αὐτοῦ σε τιμωρήσομαι, καὶ τὸ λῆμμα δὲ τὸ ἐπὶ σοὶ, τουτέστιν ἢν ἃν ἀναλάβοιμι σκέψιν καὶ βούλησιν, ἐξ αὐτοῦ πάλιν ἐξελεύσεται, τουτέστι πραχθήσεται· πρὸς πέρας γὰρ οἴσει τὰ ἐξ ἐμῆς βουλῆς καὶ σκέψεως.

[*](e)

Καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ, καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσι μακρόθεν, καὶ τετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν.

Καταπλήττει πάλιν αὐτοὺς ταῖς τῶν δειμάτων ὑπερβολαῖς, καὶ ὅτι δεινή τε καὶ ἄθραυστος ἡ τῶν πολεμίων πληθὺς, πειρᾶται διδάσκειν· συνελαύνει δὲ πρὸς μετάγνωσιν καὶ εἰς [*](1. καταρᾶσθαι τοὺς ἐξ Ἰ, inv. ord. D. ἐβούλετο D. 2. ἐζήτει τὴν γν. inv. ord. D. 3. μετάπεμπτον ἐποιεῖτο hoc ord. D. Aub. 8. τῶν assumptum ex B.D. 11. τοι Edd. ἔξεσται D. ἔσται Edd. 13. κολάσαι τὸν Ἰ.] τὸν Ἰ. τιμωρήσασθαι D. 14. ἐπ’ αὐτοῦ Edd. γενήσεταί [B.D.] φησι Β. φησι γενήσεσθαι iid. φησι om. D. 15. σκεῦος] + τῆς iid. 16. σε τιμ.] τετιμωρήσομαι D. 17. ἂν assumptum ex B.D. λάβοιμι D. 22. ἐξορμήσουσι F. (Co.) πετασθήσονται post φαγεῖν transp. Β, (153.) 26. δὲ] τε D. inv. Β.)

80
[*](525 A. a) τὸ χρῆναι μαθεῖν, ἅπερ ἦν ἄμεινον ὁρᾶσθαι κατωρθωκότας. ὅτι τοίνυν κουφότατοι μὲν εἰς δρόμους οἱ Βαβυλώνιοι, πάντολμοι δὲ καὶ θρασεῖς, καὶ θηρῶν ἀγρίων διενεγκόντες οὐδὲν, καὶ τῶν ἁλίσκεσθαι δυναμένων οἱονεὶ καθιπτάμενοι, παρεγγυᾷ πάλιν, παρδάλεσι μὲν παρεικάζων τοὺς ἵππους· πηδητικὴ δὲ λίαν ἡ πάρδαλις, καὶ πολὺ δὴ λίαν εὐπετὴς εἰς τὸ καταθρώσκειν δύνασθαι τῶν διωκομένων· λύκοις γεμὴν τοῖς ἐξ Ἀραβιας αὐτοὺς, οὓς δή φασι μάλιστα τῶν ἄλλων ἀγριωτέρους, [*](b) καὶ ὀξεῖ δρόμῳ διάττειν τὴν καθ’ ὧν ἃν ἕλοιντο ποιουμένους ὁρμήν· καὶ οὐχὶ μόνοις τοῖς λύκοις φησὶ προσεοικέναι, ἀλλὰ γὰρ καὶ ἀετοῖς τοῖς νεκροῖς τῶν σωμάτων καταθέουσιν ἀμελλητὶ καὶ καθιπταμένοις, ὡς ἔφην.

Εὐάλωτος δὲ καὶ ὁ τῶν Ἰουδαίων γέγονε νοῦς καὶ οἷον ἱππόκροτος ἤγουν εὐκατάτροχος ἡ καρδία, καὶ τοῖς πάθεσι τῆς σαρκὸς, καὶ αὐτοῖς δὲ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ πρός γε δὴ τούτοις ταῖς ἀλκιμωτάταις τῶν ‘Ρωμαίων προσ- [*](Zach. ii. 5. c) βολαῖς. προσκεκρούκασι γὰρ τῷ λέγοντι “Καὶ ἐγὼ “αὐτοῖς, λέγει κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν “ἔσομαι ἔσομαι ἐν μέσῳ αὐτῆς.’ εὐάλωτος δὲ οἶμαι πᾶς νοῦς καὶ εὐανάτρεπτος κομιδῆ τῆς ἄνωθεν εὐσθενείας τητώμενος· πᾶσα [*](Ps. lix. 14.) γὰρ ἡμῶν ἰσχὺς καὶ ἀσφάλεια παρὰ Θεοῦ· ποιήσομεν γὰρ ἐν αὐτῷ καὶ “δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας “ἡμᾶς,” κατὰ τὸ γεγραμμένον.

Συντέλεια εἰς ἀσεβεῖς ἥξει, ἀνθεστηκότας προσώποις αὐτῶν ἐξεναντίας.

[*](1. ὅπερ D, 3. θαρσεῖς (ex corr. forte ab θράσος) D. θηρίων D. διενηνοχότες D. 6. δὴ assumptum ex Β. 8. ἀῤῥαβίας D. φασι μάλιστα hoc ordine D. 9. διάττειν τὴν—ποιουμένους D. Edd. διάττοντας—ποιεῖσθαι τὴν B. δρόμῳ post διάττ. transp. D. 10. οὐ D. προσεοίκασιν Edd. φησὶ post προσεοικέναι tr. D. 11. γὰρ om, D. τοῖς νεκροῖς τῶν σωμάτων Β. τῶν σωμάτων τῶν νεκρῶν D. τοῖς νεκρῶν τῶν σωμάτων Edd. 12. καταθέουσιν ἀμελλητὶ hoc ordine Β. ἀμελητὶ B.D. 14. ἱππόκροτος] Sic correxi ex Β. et sic Migne. ἱππόκρατος Edd. ὑπόκροτος D. 15. δαίμοσι D. 16. δὴ Β. δὲ Edd. Neutrumhabet 1). ἀλκιμωτάταις om. D στρατείαις προσβολ. D. 17. γὰρ assumptum ex B.D. 19. οἶμαι om. D. 20. εὐανάτρεπτος] εὐκατάτρετος Aub. εὐακάτρεπτος Pont. πᾶς νοῦς post εὐανάτρ. tr. 1). τητώμενος D. στερούμενος Β. ἡττώμενος Edd. 22. καὶ prius assumptum ex B.)
81

Τοῦτο δὴ τῶν προηγγελμένων πέρας καὶ κορωνὶς τῶν [*](d) κακῶν. ἥξουσι γάρ φησιν οἱ Χαλδαῖοι, ἔσονται δὲ καὶ τοιοίδε, καὶ τόδε τι δράσουσι, προσθήσουσι δὲ κἀκεῖνο, καὶ τὸ συναγόμενον ἐκ τούτων, τὸ ἄρδην τε καὶ πανοικὶ καὶ αὐταις ὁμοῦ πόλεσί τε καὶ κώμαις ἀπολέσθαι τοὺς ἠσεβηκότας, κατ’ οὐδένα τρόπον Θεοῦ κατοικτείροντος, ἀνέντος δὲ ὥσπερ εἰς ἐρήμωσιν τοὺς τοῖς αὐτοῦ νεύμασιν ἀνοσίως ἀνθεστηκότας, καὶ οἷον προσώποις ὑπαντιάζοντας, καὶ ἀναφανδὸν ἀντανισταμένους καὶ ἀντεξάγοντας ἐναργῶς οἷς ἃν βούλοιτο Θεὸς τὸ ἴδιον θέλημα.

[*](e)

Συντετέλεσται δὲ ὥσπερ καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, Χριστῷ φρονοῦσα τὰ ἐναντία, καὶ μαχόμενος δόγμασι δεσποτικοῖς καὶ αὐτὸ δὴ τοῦτο ἀκρύπτως καὶ ἀναιδῶς αὐτῷ πρόσωπον ἀνατείνουσα, καὶ τὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν κακῶν ἐκτοπώτατα δρῶσά τε καὶ λέγουσα, καὶ μὴν καὶ αὐτῷ προσηλοῦσα τῷ ξύλῳ, καὶ συκοφαντοῦσα τὴν ἀνάστασιν. οὐ γὰρ μόνον ἀπεκτόνασι τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, ἀλλὰ γὰρ καὶ τοῖς Πιλάτου στρατιώταις χρήμάτα [*](a 526 A. S.Matth. xxviii. 12.) δεδώκασιν, ἐγηγερμένου Χριστοῦ, ἴνα δὴ λέγοιεν, ὡς xxviii. ἀνεβίω μὲν οὐδαμῶς, κεκλόφασι δὲ μᾶλλον αὐτὸν λαθόντες οἱ μαθηταί.