In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσητε, καἰ ἔσται [*](14) οὕτως μεΘ’ ὑμῶ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· ὃν τρόπον εἴπατε Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἡγαπήκαμεν τὰ καλὰ, [*](15) καὶ ἀποκαταστήσατε ἐν πύλαις κρὶμα, ὅπως ἐλεήσει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ἰωσήφ.

Εφην ἤδη πλειστάκις, ὡς οὐ μία γέγονεν αἰχμαλωσία, διάφοροι δὲ κατὰ καιροὺς, καὶ ἀνὰ μέρος. Φουλὰ μὲν γὰρ c ὁ Ἀσσυρίων πρῶτος ἐλθὼν ἐν τῇ Σαμαρείᾳ τὰς δύο φυλὰς, [*](1 Par. v. 26.) τὰς πέραν τοῦ Ἰορδάνου, καὶ τὰς ἐκεῖσε πόλεις ἀναστατώσας ᾤχετο· μετ’ ἐκεῖνον δὲ ὁ Σαλμανασὰρ οὐ πᾶσαν ἑλὼν τὴν [*](4 Reg. xvii.3.) Σαμάρειαν, ἀλλά τι μέρος εἰς τὴν ἑαυτοῦ σὺν τοῖς ἁλοῦσιν ἀνεκομίζετο. ἐποίει δὲ τοῦτο ὁ Θεὸς οἰκονομικῶς, “πόνῳ [*](Hier. vi.7) “καὶ μάστιγι” παιδεύων ἐκκεκλικότα τὸν Ἰσραὴλ, καὶ μετατιθεὶς ἐπί γε τὸ δεῖν τὰ ἀμείνω καὶ πρεπωδέστερα φρονεῖν τε καὶ δρᾶν. συμβέβηκε τοίνυν τοὺς ἐκ τῶν ἀρτίως ἡμῖν [*](d) [*](1, 2. Sic Β. τόμος β΄. λόγος τρίτος Α. 3. ζήσετε Α. (228.) 4. ὑμῶν] + Κύριος· οὕτως εἶπεν F. Edd. (Co.) 5. ἠγαπήκαμεν Α.Β. (Alex. XII.) ἠγαπήσαμεν Edd. (Vat.) 6. ἀποκαταστήσατε] ἀποκαταστήσεται F. Edd. (Co.) μικρὰ pro κρῖμα (sic) Α. ἐλεήσει Α. (Alex. 62, 147.) ἐλεήσῃ Β. Edd. 7. τοῦ om. Edd. (Co.) 9. δὲ] + καὶ Β. Edd. invito Α. Φουλὰ] Sic edidi. Φοῦλα Edd. Φούλας Β. 10. Ἀσσυρίων πρῶτος Α. Ἀσσύριος Edd. 11. πέρας Β. ἀναστατώσας Β. ἀναστήσας Α. ἀνασπάσας Edd. 12. μετ ἐκεῖνον] μετὰ τοῦτον Edd. Statim δὲ assumptum ex Β. 14. ἐποιεῖτο Α. ὁ assumptum ex Α. 16, ἐπείγετο pro ἐπί γε τὸ (sic) Α. περπωδέστατα Edd.)

466
εἰρημένων πολέμων διαφυγεῖν ἰσχύσαντας, γνωσιμαχοῦντας ἤδη πὼς, ἐφ’ οἷς ἠπάτηνται μετανοεῖν, εἰδέναι τε καὶ ὁμολογεῖν, ὅτι πολλὰ καὶ δύσοιστα πεπλημμεληκόσιν ἐπενήνεκται λοιπὸν τὰ ἐκ θείας ὀργῆς, εἶτα τῶν ἰδίων ἐθῶν τὴν ἐπανόρθωσιν μονονουχὶ καὶ κατεπαγγέλλεσθαι τῷ Θεῷ, λέγοντας Μεμισηκαμεν τὰ πονηροὶ καὶ ἠγαπήκαμεν τὰ καλα. οὐκοῦν ὃν τρόπον εἰρήκατε, φησὶ, ζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρὸν, ἵνα καὶ τὸ εὖ εἶναι κερδάνητε ζῶντές τε καὶ σωζόμενοι, [*](e) καὶ μέγ’ ὑμῶν γένοιτο Κύριος ὁ Θεὸς ὁ πάντων ἔχων τὴν ἐξουσίαν. ἀποκαταστήσατε δὲ καὶ ἐν πύλαις κρῖμα, τουτέστιν, ὀρθοὶ γένεσθε κριταί· μὴ ψῆφον ἄδικον καταγράφοντες τῶν ἀσθενεστέρων· μὴ τὴν τοῦ δικαίου παρασημαίνοντες [*](Supra ii 7.) δύναμιν· μήτε μὴν κονδυλίζοντες εἰς πτωχῶν· μήτε ὁδὸν ταπεινῶν ἐκκλίνοντες, ἵνα λοιπὸν κατελεήση Θεὸς τοὺς ἐκ τῶν ἤδη συμβεβηκυιῶν αἰχμαλωσιῶν [*](305 Α. a) περιλειφθέντας Ἰωσήφ. σημαίνει δὲ πάλιν τὸν Ἐφραῒμ, ἤτοι τὰς δέκα φυλάς. ὡς γὰρ ἤδη προεῖπον, ἐπειδὴ γέγονεν ἐξ Ἰωσὴφ ὁ Ἐφραΐμ, ταύτῃτοι καὶ τῷ τοῦ πατρὸς σημαίνεται.

Δεῖ δὴ οὖν ἄρα φρονεῖν ὀρθὰ, καὶ τὰς ἰδίας ἡμῶν ἀπορθοῦν διανοίας, εἴς γε τὸ χρῆναι τὰ Θεῷ θυμήρη φρονεῖν, καὶ κατορθοῦν ἀρετὴν, καὶ τῶν τῆς δικαιοσύνης ἀντέχεσθαι τρόπων, καὶ ὀρθότητος εἶναι σοφοὺς ἐπιμελητάς· ἕξομεν γὰρ οὕτω συνόντα τε καὶ προασπίζοντα τὸν τῶν ὅλων Θεόν.

[*](b)[*](16)

Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὀς ὁ παντοκράτωρ Ἐν πάσαις πλατείαις κοπετὸς, καὶ ἐν πάσαιο ὁδοῖς ῥηθήσεται οὐαὶ οὐαί· [*](1. γνωσικακοῦντας (sic) Α. 4. κατὰ pro ἐκ Α. ἠθῶν Α. Statim τὴν ἐπανόρθωσιν μονονουχὶ καὶ κατεπ. τῷ Θεῷ hoc ordine καὶ et τῷ assumpta ex Α.] Α. τὴν ἐπανόρθωσιν post κοτεπαγγ. transp. Β. post Θεῷ Edd. 6, ἠγαπήσαμεν Edd. 10. δὲ assumptum ex Α.Β. 11. ψόφον Α. 17. ὡς γὰρ ἤδη προεῖπον, ἐπειδὴ] ἐπειδὴ γὰρ Edd. 20. δὴ om. Α. ἡμᾶς Α. 21. τὰ Θέῳ] τῷ Θεῷ τὰ Α. 26. πόσαις] + ταῖς Edd. (Vat.) ταῖς om. Β. (Alex.) erasura est in Α. 27. πόσαις] + ταῖς Edd. (Vat.) invitis A.B. (Alex. XII.) ῥηθήσεται] θρηνήσατε Α. (cf. 114.) Statim οὐαὶ prius om. B.)

467
κληθήσεται γεωργὸς εἰς πένθος κω κοπετὸν, καὶ εἰς εἰδότας Θρῆνον· καἰ ἐν πάσαις ὁδοῖς κοπετός, διότι διελεύσομαι δῶ [*](17) μέσου σου, εἷπε Κύριος.

Απογευσάμενοί φησι τῶν ἐκ τοῦ πολέμου κακῶν, καὶ τοῖς ἤδη συμβεβηκόσιν οὐ μετρίως ἐπηλγηκότες, ἐπηγγέλεσθε [*](Supra ver. 15.) μισεῖν τὰ πονηρὰ, καὶ ἀγαπᾶν τὸ καλόν· ἀλλὰ βραχὺ καὶ μόλις τῶν ἐκεῖθεν δειμάτων ἀπηλλαγμένοι, πρὸς τὸ ῥᾴθυμον [*](c) ἀπεκλίνατε, καὶ οὐδὲν ἧττον ἀπηρτημένοι τῶν ἀρχαίων ἐφαίνεσθε κακῶν. ταύτῃτοι λοιπὸν θρήνου καὶ οἰμωγῆς ἀνάμεστοι μὲν αἱ πόλεις, κομμοὶ δὲ καὶ δάκρυον πανταχοῦ, καὶ ζήτησις ἔσται τῶν εἰδότων κατολοφύρεσθαι. καὶ οὐκ ἀρκούντων ὑμῖν εἰς τοῦτο τῶν ἀστικῶν, παραληφθήσεται καὶ γεωργὸς, ὥστε κἂν ἀγροικικὸν ὑμῖν ἐπηχῆσαι μέλος, καὶ τοῖς ἐπιχωρίοις ῥυθμοῖς τὰς τῶν πεπτωκότων ὀδύρασθαι συμφοράς. διελεύσομαι γὰρ διὰ μέσου σου, φησὶν, ἐφορῶν [*](d) ἤδη πὼς τὰς ἁμαρτίας, καὶ οὐ πόρρω καθεστηκὼς ἔτι τῶν ἀφόρητα δεδυσσεβηκότων. ἕως μὲν γὰρ οὔπω παιδεύει Θεὸς, δοκεῖ πὼς οὐδὲ ἐφεστάναι· τὰ δὲ ἐξ ὀργῆς ἐπάγων, μονονουχὶ καὶ πάρεστιν, καὶ ἐπιρρίπτει τὰς δίκας. οὕτω καὶ Σοδόμοις ἐπεφοίτησαν ἄγγελοι κατεμπρήσοντες τοὺς ἠσεβηκότας, ὡς ἐν τῷ μὴ κολάζειν ἀφεστηκότες. οὐκοῦν τὸ διελεύσομαι διὰ μέσου σου, σημαίνει τὴν ἐπίσκεψιν, καὶ [*](e) τὸν τοῦ κολάζεσθαι δεῖν ἐφεστηκότα καιρόν.

Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἵνα τί αὕτη ὑμῖν ἡ [*](18) ἡμέρα τοῦ Κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς. ὃν [*](19) τρόποι ὅταν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ [*](1. καὶ εἰς εἰδότας θρῆνον om. Α. (240.) 2. διελεύσομαι B.F. (XII.) cf. infra. ἐλεύσομαι Α. Edd. (Vat.) ἐπελεύσομαι Alex.] 3. Κύριος] + ὁ Θεὸς Β. 5. ἀπηλγηκότες Α. 8. ἀνεκλίνατε Α. 10. κῶμαι Edd. Statim τε pro δὲ Migne. πανταχῆ Α. 13. γὰρ pro καὶ Α. ἀγροικὸν Edd. 14. ὀδύρασθαι Β. ὀδύρεσθαι Α. Edd. 17. οὕτω pro οὔπω Edd. 18. καὶ ἀφεθῆναι pro οὐδὲ ἐφεστάναι Α. 19. παρέσται Α. 21. ἀφεστηκότος Α. invito Β. 24. αὕτη Β. αὐτὴ F. Edd. 25. τοῦ om. Α. (62, 147, 153.) αὐτή A.F. 20. ὅταν φύγῃ ἄνθρωπος] ἐόν τις φύγῃ F. Edd. (Co.) τοῦ om. Α. Edd. (26, 36 62, 86, 147.))

468
ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸv οἶκον αὐτοῦ καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν [*](20) ὄφις. οὐχὶ σκότος ἡ συνέραν τοῦ Κυρίου καί οὐ φῶς; καὶ γνόφος οὐκ ἔλω φέγγος αὐτῇ;

[*](306 Α. a)

Tῶν ἁγίων προφητῶν προαγορευόντων αὐτοῖς τὰ ἐσόμενα, καὶ ὅτι πικραῖς καὶ ἀνιάτοις περιπεσοῦνται συμφοραῖς, διανενευκότες ἀσχέτως ἐπὶ τὰ τῆς πλανήσεως ἔργα, διαγελῶντές τε καὶ ὑπτιούμενοι, ποτὲ μὲν ἔφασκον, εἰς ὑπερθέσεις [*](Cf. Ezek xii 27.) καὶ χρόνους δραμεῖσθαι τὰς προφητείας· ποτὲ δὲ καὶ ολοτροως ἀπεγνωκότες, ἀπετόλμων λέγειν, κάτα γε τὴν [*](Hier.xvii. 15.) Ἱερεμίου φωνήν “Ποῦ ἐστὶν ὁ λόγος κυρίου; ἐλθέτω. ᾤοντο γὰρ, ὅτι καὶ ψευδοεποῦσιν οἱ προφήται, καὶ δειμάτων [*](b) αὐτοὺς ἀναπιμπλᾶσι κενῶν· ἤγουν εἰ καί τις ἀληθῶς κατ’ αὐτῶν ἴοι πόλεμος, ἀμείνους ἔσονται τῆς ἐκείνων χειρὸς, σκληρὰν καὶ δυσάντητον ἀντανιστάντες αὐτοῖς ἀλκήν τε [*](Prov. xviii. 3.) καὶ προθυμίαν. ἀληθὲς γὰρ ὅτι “Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, κατὰ τὸ γεγραμμένον. ἁλλ’ οἱ τοιοίδε τὴν ἕξιν, καθάπερ τὰ τῶν τραυμάτων ἀπεγνωσμένα, μονονουχὶ καὶ κεκράγασιν, ὅτι πυρὸς δέονται καὶ τομῆς, καὶ τῶν τοιούτων εἰσὶν ἐν ἐπιθυμίᾳ. διψῶσι γὰρ τρόπον τινὰ τὸ χρῆναι κολάζεσθαι, καὶ εἰ μὴ τῇ τοιᾷδε λοιπὸν κέχρηνται φωνῇ.

[*](c)

Οὐαὶ τοίνυν, φησὶν, τοῖς οὐδὲν ἕτερον ἐπιθυμοῦσί τε καὶ ἐκδεχομένοις εἰ μὴ τὴν τῆς κολάσεως ἡμέραν· ἢν καὶ τοῦ κυροῦ φησίν· ἐπάγεται γὰρ παρὰ Θεοῦ. ἵνα τί τοίνυν αὐτὴ, [*](1. ἡ om. F. Edd. (311.) ἄρκος B.F. (A.V C.) ἄρκτος Α. Edd. αὐτοῦ om. F. Edd. (22. al.) 2. ἀπερείσῃ Α.Β. (XII. ἀπερισῃ Alex.) ἀπερείσηται Edd. εἰς pro ἐπὶ Α. (26. al.) πρὸς Alex.] 3. τοῦ om. Α. (Co.) οὐτῇ B.e. αὐτή Α. αὕτη Edd. [αὐτῆς XII.] Nihil habet F. (86.) 7. ἀσχέτως Α. Edd. ἐκτόπως Β. 8. τε assumptum ex Β. δὲ pro τε Α. 9. τὰς προφητείας] τοὺς προφήτας Edd. 11. ποῦ ἐστὶν Β. πότε ἐστὶν Α. ποῦ ποτέ ἐστιν Edd. 12. ὅτι καὶ Β. ὅτι Α. ὡς ἢ Edd. 13. ἀναπιμπλῶσι Edd. εἰ om. Α. ἀληθῶς assumptum ex Α. 14. εἴη pro ἴοι Α. 15. ἀντανιστῶντες Edd. 17. βάθη Α. (23, 296.) καταφρονήσει Β. Statim haec κατὰ τὸ γεγραμμένον assumpta ex Α. Β. 19. καὶ prius assumptum ex Β. 21. τῇ assumptum ex Α. λοιπὸν om. Α. 24. εἰ μὴ Α. ἢ Edd. Assumpta καὶ ex Α.Β. τοῦ ex Α. 25. αὐτὴ om. Α.)

469
φησὶν, ὑμῖν, σκότος οὖσα καὶ οὐ φῶς, διά τοι τὸ πλείστης ὅσης ἀναπεπλῆσθαι συμφορᾶς; οὐ γὰρ ἂν γένοιτό φησι διεκδύναι τισὶν, οὐδ’ ἂν ἔξω τις ἴοι τοῦ κακοῦ· ἀλλ’ ὁ τοῦτο φυγὼν, ὑπ’ ἐκείνου ληφθήσεται, καὶ τοῖς τὸ πρῶτον ἐκνενευκοσι συναντήσει τὸ δεύτερον. τοῦτο γὰρ ἐστι τὸ διαφυγεῖν μὲν ἐκ στόματος λέοντος, ἐμπεσεῖν δὲ εἰς ἄρκτον. ἀλλὰ κἂν εἴ τις οἴοιτο, φησὶν, ἐν ἀσφαλείᾳ γενέσθαι τυχὸν, εἰσελάσαι τε εἰς τὴν οἰκίαν, ἐκεῖ θανάτῳ περιπεσεῖται, τοῖς [*](d) ὄφεως δήγμασιν ἀδοκήτως ὑπενηνεγμένος. Θεοῦ γάρ τινα συνελαύνοντος εἰς ὄλεθρόν τε καὶ πόνους, τίς ὁ διασώσων; τίς ὁ ἐπικουρήσων καὶ ἀπαλλάξων τῆς δίκης; ἢ ποῖος ἔσται τρόπος, ὃν εἰ διελάσειέ τις, ἔξω γένοιτο τῶν κακῶν; οὐδεὶς παντελῶς. “Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;” [*](Es. xiv 27 Hiob xii. 14) καὶ “Ἐὰν κλείση κατὰ ἀνθρώπου, τίς ἀνοίξει;” κατὰ τὸ γεγραμμένον.

[*](e)

Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶ, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν [*](21) ταῖς πανηγύρεσιν ὑμῶν· διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα [*](22) κω θυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτὰ κα σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι.

Ἁρμόσειεν ἂν ὁ λόγος τοῖς ἐξ Ἰούδα μάλιστα καὶ Βενιαμίν. αἰ μὲν γὰρ ἐν τῆ Σαμαρείᾳ φυλαὶ ταῖς τῶν εἰδώλων λατρείαις ὁλοτρόπως προσκείμεναι, ῥᾴθυμοί τε σφόδρα καὶ πολὺ κατημεληκυῖαι τῶν διὰ Μωυσέως ἡλίσκοντο νόμων· οἱ δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἔθυον μὲν ἐν [*](a 307 Α.) [*](1.πλείστοις ὅσαις ἀναπ. συμφοραῖς Edd. 2. φησι assumptum ex Β. 3. εἴη pro ἴοι Α. 6. ἄρκτον habent Α.Β. 7. εἴ τις om. Α. ἀσφαλείᾳ Α. ἀσφαλεῖ Β. Edd. 8. εἰσελεύσεται pro εἰσελάσαι τε Α. παραπεσεῖται Edd. 9. ὑπενηνεγμένοις (sic) Α. 11. τίς ὁ ἐπικουρήσων καὶ ἀπαλλάξων Β. τίς ἐπικουρήσει καὶ ἀπαλλάξει Edd. ἢ ποῖος— τῶν κακῶν om. Β. 16. τὰς assumptum ex Α. (22. al.) cf. infra 308 d. ἐν om. Α. 17. ἀνενέγκητέ F. Edd. (Co.) 18. θυσίαν Edd. (Co.) αὐτὰ assumptum ex A.B. (Alex. XII mg.) 20. Ἁρμόσοι Edd. In Α. ἐξ castigatur ad ἐν. 21. τῆ deest in Edd. 23. κατημεληκυῖαι Β. κατημεληκότες Edd. 24. τοῖς deest in Edd. μὲν om. Α.)

470
τοῖς ὑψηλοῖς τῇ Βάαλ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ προσῆγον σπονδὰς, ὑπεπλάττοντο δὲ πρὸς τούτῳ καὶ τῆς εἰς τὸν νόμον αἰδοῦς ποιεῖσθαι φροντίδα, καὶ ἀποπληροῦν ἐπείγεσθαι καὶ θυσίας καὶ ἑορτάς. ἀλλ’ ὅτι ταῦτα μεμίσηκεν ὁ τῶν ὅλων Δημιουργὸς, καὶ διὰ φωνῆς Ἡσαΐου φανερὸν ἐποιεῖτο [*](Es. i. 10—14.) λέγων “Ἀκούσατε λόγον κυρίου, ἄρχοντες Σοδόμων· προσ- “έχετε νόμον Θεοῦ, λαὸς Γομόρρας· τί μοι πλῆθος τῶν “θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμὶ ὁλοκαυτωμάτων “κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ “βούλομαι, οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξε- “ζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου “οὐ προσθήσεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυ- “μίαμα, βδέλυγμά μοι ἐστί· τὰς νουμηνίας ὑμῶν καὶ τὰ “σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν “καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· “ἐγενήθητέ μοι εἰς πλησμονήν.” ταύτης ἠρτῆσθαι τῆς [*](b) διανοίας τὰ προκείμενά φαμεν. μεμίσηκα γάρ φησι καὶ ἀπεωσάμην τὰς ἑορτ‘ὶς ὑμῶν, καὶ οὐκ ἂν ἐπαινέσαιμι τὰς θυσίας, οὐδ’ ἂν ὀσμὴν εὐωδίας καταλογισαίμην πώποτε τὰ ὁλοκαυτώματα καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσαγωγάς. εἴδη δὲ ταῦτα θυσιῶν διεσταλμένα κατὰ καιροὺς, καὶ ὡς ἐν ἰδίοις τρόποις. ἕτερον γάρ τι τὸ ὁλοκαύτωμα, καὶ ἕτερον ἡ θυσία, καὶ ἡ τοῦ σωτηρίου ἐπιφάνεια, τουτέστι, τὸ εἰς ὄψιν ἰέναι Θεοῦ, καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσκομίζειν θυσίας.