In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Τύριοι δὲ πάλιν πρὸς τοῖς ἀπὸ τῆς Δαμάσκου, καὶ μέν τοι καὶ Ἀζωτίοις, Γαζαίοις τε καὶ Ἀσκαλωνίταις, καὶ τοῖς ἐξ Ἀκκαρὼν τὴν Θεῷ πρέπουσαν ἀνεξικακίαν ὑπεραλόμενοι, καὶ τρόπον τινὰ νενικηκότες ταῖς τῶν ἀσεβημάτων [*](2. συνδιολεῖσθαι δὲ] συνδιολέσθαι Α. 3, ἀλλοφύλων Α.Β. ὁμοφύλων Edd. 5. περιοίκων] ἐποίκων Edd. 8. Θεοῦ] Θεὸν iid. 9, πάσχοιμεν iid. παιδευόμεθα iid. 11. καὶ παιδεύσας] παιδεύσας δὲ iid. 13, που assumptum ex Α. 16, καὶ ἀγανακτοῦντι om. Β. 20. τὴν prius om. Α. habent Edd. (Co.) cf. infra. τοῦ om. B.? F. Edd. (239.) 21. ἐξαποστελῶ Α. ἀποστελῶ Edd. 22. τὰ post καταφάγεται add. Edd. invito Α. (Alex.) 23. τῆς om. Α. 25. ἐξ assumptum ex A.B. ὑπερβαλλόμενοι Α.)
Νοοῖτο δ’ ἂν πρὸς ἡμῶν καὶ τοῦτο τριχῆ. τίνες γὰρ οἱ ἀδελφοὶ, τίς δὲ καὶ ἡ διαθήκη, φέρε λέγωμεν, ἐκ τῶν ἱερῶν γραμμάτων εἰς ἐννοίας τὰς ἐπὶ τούτῳ χειραγωγούμενοι. Χειράμ ὁ Τυρίων κατὰ καιροὺς βεβασιλευκὼς, τῶν ὅτι μάλιστα φιλαιτάτων [*](3 Reg. v. 1.) ἦν τῷ θεσπεσίῳ Δαυείδ· εἶτα μετ’ ἐκεῖνον τῷ Σαλομῶν [*](a 259 Α.) γέγονεν ἀγαπητὸς, ὡς καὶ συνθήκας ὁμοψυχίας ποιήσασθαι [*](Ib. 12.) πρὸς αὐτὸν, συμπράξαι τε πρὸς ἅπαντα αὐτῷ, καὶ φροντίδα τὴν δέουσαν συνεισενεγκεῖν τὸν θεῖον ἀποτελοῦντι ναόν. καὶ πλεῖστα μὲν ὅσα προσκεκόμικε δῶρα, κεκέρδακε δὲ καὶ αὐτὸς τὰ ἔτι μείζω καὶ πλουσιώτερα. ἢ τοίνυν ἐκεῖνό φησιν, [*](Ιb. ix. 11.) ὅτι Τύριοι πεπολεμήκασι τὸν Ἰσραὴλ, ἀμνημονήσαντες διαθήχης τῶν ἐξ ἀγαπήσεως ἀδελφῶν, καὶ εἰς τοῦτο λοιπὸν διαθέσεως καὶ φιλοστοργίας συνενηνεγμένων, ὡς δοκεῖν εἰναι [*](b) καὶ ὁμαίμονας· ἤγουν ὅτι γεγονότες ἐξ Ἡσαῦ Ἰδουμαῖοι, ἀδελφοὶ μὲν ἦσαν τοῖς ἐξ Ἰσραὴλ, πεπολεμήκασι δὲ, τῆς τῶν ἀδελφῶν διαθηκης ἠφειδηκότες. πεφρόνηκε μὲν γὰρ ἐχθρὰ καὶ τὰ πολεμίων ὁ Ἡσαῦ κατὰ τοῦ Ἰακὼβ, τῶν πρωτοτοκίων ἕνεκα λελυπημένος ἐν ἀρχαῖς· ἀλλ’ ἐκ τῆς λαβὰν ἑστίας ἀπαίροντι κατὰ καιροὺς, καὶ οἴκοι πάλιν ὑπονοστῆσαι ἐθέλοντι γυναιξί τε ὁμοῦ καὶ τέκνοις, συνήντησεν ὡς ἀδελφός. κατησπάσαντο γὰρ ἀλλήλους καὶ περιέφυσαν, καὶ τὰ φίλοις πρέποντα λελαλήκασι, καὶ τὴν [*](2. ἡ assumptum ex Α. 3. ἐκτόπως οm. Β. 4. Haec τοῖς ἄλλοις ὁμοῦ κοὶ αὐτῆς accesserunt ex Α. 6. νοοῖτ’ ἂν δὲ pro νοοῖτο δ’ ἂν Α. τριχῇ om. A. habet D. 7. καὶ assumptum ex Α.Β. ἐκ] καὶ Edd. 8. ἐννοίας τὰς ἐπὶ τούτῳ] τὰς ἐπὶ τοῦτο ἐννοίας Edd. Χειρὰμ Α. Χιρὰμ Edd. 9 φιλαιτάτων Α. φιλτάτων Edd. 10 Σολομῶνι hic Β. 11. κα assumptum ex Α.Β. 13. συνεισενεγκεῖν Α. συνενεγκεῖν Edd. ἀποτελοῦντα Α. 14. κεκέρδακε] κεκέρδηκε Β. 16. ἀμνημονήσαντες] + δὲ Α. 17. ἀγαπήσεως Α. ἀγάπης ὡς Edd. 19. καὶ om Α. 23. πρωτοτοκίων] πρωτοτόκων Edd. 25. ὑπονοστῆσαι Α. ὑπονοστεῖν Edd. Statim θέλοντι Α. καὶ post τέκνοις add. Α. 27. καὶ τὰ φίλοις] τὰ φίλοις Α.)
Τάδε λέγει Κύριος ’Επί ταῖς τρισὶν ἀσεβείαις τῆς Ἰδουμαίας καὶ ἐπὶ ταῖς τέσσαρσιν, οὐκ άποστραφήσομαι αὐτοῦς, ἕνεκεν τοῦ διώξαι αὐτοὺς ἐν ῥομφαίᾳ τὸ ἀδελθόν αὐτῶν.
Μέτεισιν ὁ λόγος ἐπ’ αὐτὸν ἤδη τὸν Ἰδουμαῖον, δῆλον δὲ ὅτι τοὺς ἐξ Ἡσαῦ, ὑπενεχθήσεσθαι δὲ καὶ αὐτοὺς τοῖς ἐξ ὀργῆς συμβαίνουσιν εὖ μάλα φησί. πεπολεμήκασι γὰρ [*](2. ἐκεῖνοι Α.Β. ἐκεῖνο Edd. 3. συνέβαλλον Β. συνέβαλον Edd. 4. δόλους (sic) Α. Statim ἔχειν ἀνέπειθον Α.Β. ἂν ἔχειν ἔπειθον Edd. 5. συμπνοίαις] συμπονίαις Edd. 6. κεκρατηκότων Α. Edd κεκρατηἐνων Β. εἰ δὲ δή Sic edidi ex Α. δή suprascriptum Α.) ἤδη δὲ Edd. 7. λέγοι Α.Β. λέγῃ Edd. οἳ Α. Migne. οἱ Edd. 8. ἦσαν assumptum ex A.B. ὅτι λελυπήκασι] ὄτι λελύ κάσι (duobus fere litt. erasis) Α. ὅτι οὐκ ἐμνήσθησαν Τ. διαθήκης ἀ. δῆλον δὲ ὅτι τῆς Β. 10. εἶπέ] εἶπον Edd. 11. καὶ ἀνὰ μέσον τῶν ποιμ. μου κοὶ ἀνὰ μ. τῶν π. σου om. Β. 15. ἐπὶ κακίᾳ Α.Β. ἐπὶ κακίας Edd. 16. χρησάμενον pro χρήσιμον iid. πανταχῇ] πανταχοῦ iid. 18. ἕνεκα Α.Β. (Vat.) ἕνεκεν F. Edd. (Alex.) 19. διώξαι] καταδιώξαι F. Edd. (42.) αὐτῶν Α. Aub. αὐτοῦ Β. Pont. τοὺς ἀδελφοὺς αὐτῶν F. 21. καὶ om. Α. 22. φησιν εὖ μάλα inv. ordine Β. πεπολεμήκασι γὰρ] ὅτι πεπολεμήκασιν Α.)
Καὶ ἐλυμήνατο μήτραν ἐπὶ γῆς.
Ἀπαριθμεῖται χρησίμως τὰ τῶν Ἰδουμαίων ἐγκλήματα, καὶ ἐπ’ αὐτὸν ἄνεισι τὸν Ἠσαῦ, δυσγενεῖς ὄντας καὶ ἐξ ἀνοσίου φύντας πατρὸς ἀποφαίνων, ἵν ἐκεῖνό που τάχα νοῶ μὲν τὸ διὰ φωνῆς Ἠσαίου πλαγίως ὑποδηλούμενον “Ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσονται ἔκγονα ἀσπίδων.’’ [*](Es. xiv. 29.) ἀφηγεῖται δὴ οὖν ὅτι καὶ ὁ προπάτωρ αὐτοῖς γεγονὼς Ἡσαῦ τοῖς ἐκ μήτρας καὶ γενέσεως ἀγαθοῖς προσγεγονόσιν αὐτῷ μονονουχὶ καὶ διελυμήνατο, καὶ κατέρριψεν εἰς γῆν τὸ ἐκ τῶν [*](c) πρωτοτοκίων ἀξίωμα, μικροῦ παντελῶς ἀξιώσας τὸ χρῆμα λόγου τροφῆς ἕνεκα σωματικῆς· ἕψημα γὰρ ἐζήτει φακοῦ, καὶ λαβὼν ἐδίδου τὸ τῆς φύσεως δῶρον. “Ἕνεκα τούτου [*](Gen. xxv. 30.) “φησὶν ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ·’’ ὅ ἐστι γήινος, οὐ [*](3. οὐ νόμου φύσεως πεφροντικότες] ὁμοῦ δὲ φύσεως πεφροντικότες Α. ὁμοῦ δὲ φύσεώσου (sic) πεφρονηκότες e. πεφρονηκότες] πεφροντικότες Aub. 5. δυσμενείαις] δυσσεβείαις Α. 6. ἀκουάντων] ἀκούσονται Α. 10. παγκάκῳ Β. παγκάλῃ Edd. 11–13. καὶ τὸ καλὸν—πικρόν] καὶ ἑξῆς Edd. Β. cf. De Ad. 160 e. τιθέντες Α. 14. ἐπὶ] + τῆς Edd. (42, 51, 311.) ἐπὶ om. Α. 15. Ἰδουμαίων Α. Ἰουδαίων Edd. 16. ἄνεισι Β. ἄπεισι Α. ἀνίησι iid. 17. πατρὸς φύντας inv. ord. Β. 19. ὄφεως Α. ἔγγονοι Edd. 22. εἰς] + τὴν Α. ἐκ om. Β. 23. πρωτοτοκίων Β. b. πρωτοτόκων Edd. 24. τροφῆς A.B.b. τρυφῆς Edd. 26. Haec ὅ ἐστι γήϊνος accesserunt ex Α.Β.b.)
Καί τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νῖκος· καί ἐξαττοστελὥ πῦρ εἰς Θαιμάν, καὶ καταφάγεται Θεμέλια τειχέων αὐτῆς.
Tρίτον δὴ τοῦτο τῶν ἐξ Ἡσαῦ πλημμέλημα. τὸ γὰρ ὅρμημα αὐτοῦ, τὸ πρὸς ἔχθραν δηλονότι καὶ ἀνοσιότητα χαλεπὸν, ἐφύλαξεν εἰς νῖκος, τουτέστιν εἰς ἐκνίκησιν, καὶ [*](e) μέχρι παντός. κατέληξε γὰρ οὐδαμῶς τῶν ἀνοσίων ἐγχειρημάτων, καίτοι, καθάπερ ἤδη προεῖπον, ἀποφοιτήσαντος τοῦ Ἡσαῦ τῆς ἀρχαίας ἐκείνης ἀνοσιότητος, καὶ φονῶντος μὲν οὐ̣κ ἔτι κατὰ τοῦ Ἰακὼβ, μετατιθεμένου δὲ μᾶλλον εἰς ἡμερότητα καὶ φιλαλληλίαν. ἐπιστρέφοντα γὰρ ἐκ τῆς λαβὰν ἑστίας, κατησπάζετο μὲν μετὰ κλαυθμοῦ· φιλεῖ δέ πὼς ἀεὶ καὶ ἐπὶ ταῖς ἄγαν εὐθυμίαις ἐκχεῖσθαι τὸ δάκρυον· σκληροὶ δὲ λίαν οἱ ἐξ αὐτοῦ, τῇ τῶν τρόπων σκαιότητι καὶ αὐτὴν ὑπερ- [*](262 Α. a) βαλλόμενοι τὴν τοῦ προγόνου φαυλότητα. ἀλλ’ ἔστιν ἀληθὲς, [*](Prov. xii. 27.) ὅτι πάντη τε καὶ πάντως “Ὁδοὶ μνησικάκων εἰς θάνατον.” ταύτῃτοι καί φησιν ἐξαποστελῶ πῦρ εἰς Θαιμάν· μητρόπολις δὲ τῆς Ἴδου μαίας αὕτη· καὶ καταφάγεται θεμέλιοι τειχεων αὐτης· ἐμπέπρησται γὰρ πολεμίων κεκρατηκότων, καὶ ὁμοῦ ταῖς ἄλλαις διόλωλεν ἡ Θαιμάν.
[*](2. ζῆν Β. 3. Θεῷ· πόθεν Α. Θεῷ πέποιθεν Edd. 5. ὅρμημα] ῥῆμα Α. νεῖκος Edd. (22 al.) Haec καὶ ἐξαποστελῶ—αὐτῆς accesserunt ex Α.Β. 8. ἀνοσιώτατα Α. 9. χαλεπὸν accessit ex Α.Β. ἐφύλαξεν ἐφύλαξαν Edd. νῖκος, τουτέστιν εἰς accesserunt ex Α.Β. 10. κατέληξε] κατέληξαν Edd. 11. καθάπερ ἤδη προεῖπον ἀποφοιτήσαντος] ἀποφοιτήσ. ἤδη iid. 13. μετατιθεμένου] μετατεθειμένου iid. 14. φιλαλλίαν Edd. ante Migne. 15. κατησπάζετο Α.Β. κατησπἁσατο Edd. Statim μὲν assumptum ex Α. πὼς] ποῦ Edd. Statim ἀεὶ assumptum ex Α.Β. 16. ἐπὶ assumptutn ex iid. 17. ὑπερβαλόμενοι Edd. 20. καί φησιν Β. φησίν. καὶ Edd. quae SS. textum hic ponebant, verba μητρόπ.—αὕτη post τειχέων τειχέων pro Scholii novi initio transponentes. 22. ἐμπεπρῆσθαι Α.)Ἐκτελευτήσει δὴ οὖν εἰς πῦρ τε καὶ φλόγας τὸ μισεῖν ἀδελφοὺς, καὶ κατεξανίστασθαι τῶν ἐξ αἵματος, ἢ καὶ τῶν ἐξ οἰκειότητος τῆς πνευματικῆς συνειλεγμένων εἰς ἕνωσιν καὶ [*](b) ὁμοψυχίαν· ἀπήλλακται δὲ τῶν τοιούτων κακῶν τὰ τῆς ἀγάπης αὐχήματα.
Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρῶ ἀσερείαις υἱῶν Ἀμμὼν καὶ [*](13) ἐπί ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἀνθ᾿ ὧν ἀνέσχιζον τάς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, ὅπως τὰ ὅρια αὐτῶ. καὶ ἀνάψω πῦρ ἐπὶ τὰ τείχη [*](14) Ῥαββὰ, καὶ καταφάγεται φεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθύσεται ἐν ἡμέρᾳ συντελείας αὐτῆς, [*](c) καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῶ ἐν αἰχμαλωσίᾳ, οἱ [*](15) ἱερεῖς αὐτῶ καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ τὸ αὐτὸ, λέγει Κύριος.
Καταγράφεται καὶ Ἀμμανιτῶν ἡ Δαμασκηνῶν ἀγριότης. ἀπεκτόνασι γὰρ καὶ αὐτοὶ τοῖς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδδιτῶν, οὐχ ἑτέροις τισὶν ἐπαμύνοντες, οὔτε μὴν ὀθνείοις δανείζοντες τὰς ὀργὰς, ἀλλ’ ὕπερ γε σφῶν αὐτῶν, ἵν᾿ εὐρυτέραν ἔχοιεν τὴν ἀρχὴν, καὶ μέχρι πολλοῦ διήκοντας τῆς [*](d) βασιλείας τοὺς ὅρους, καταδῃωθείσης ἁπάσης τῆς Ἰουδαίων γῆς, καὶ ἀνατετραμμένων εἰσάπαν τῶν ἐξ Ἰσραὴλ, ὡς πεπονθότος Θεοῦ τὸ ἄναλκι, καὶ ἠσθενηκότος ἀληθῶς τοῦ διασώζειν ἐπηγγελμένου, καὶ τοῖς πολεμεῖν ἐθέλουσιν ἀνάλωτον ἀποφαίνοντος. ἑλόντες δὴ οὖν καὶ οὗτοι τὰς πόλεις, [*](1. φλόγα Β. 3. τῆς assumptum ex Β. 4. κακῶν assumptum ex Α. 7. αὐτοὺς B.F. Edd. (Alex.) αὐτὸν Α. (Vat.) 10. Ῥαββὰ Α.Β. (Alex. XII.) Ῥαββὰθ Edd. (Vat.) 11. συντελείας Α.Β. συντελέσεως F. Edd. (Co.) 12. πορεύσονται οἱ βασιλεῖς αὐτῶν Α.Β. πορεύσεται ὁ βασιλεὺς αὐτῆς F. Edd. 15. ἡ Α.Β. ὡς Edd. 16. γὰρ assumptum ex Α.Β. 19. ἔχοιεν] ἔχωσι Edd. 20. Ἰουδαίας iid. 24. οὗτοι] αὐτοὶ Α.)
Ἐοίκασι δὲ καὶ οἱ τῶν αἱρέσεων παρεστηκότες τοῖς ἀνατεμνουσι τας εχουσας ἐν γαστρι, οπως εμπλατυνωσι τα ορια αὐτῶν. ἵνα γὰρ φαίνωνται πολλῶν ἡγούμενοι, καταβιάζονται ψυχὰς ἀθλίας, καὶ ταῖς ἐκ λόγων ἀπάταις ὠμὴν ὥσπερ τινὰ καὶ ἀτελεσφόρητον αὐτοὺς τὴν πίστιν ἀπαμβλίσκειν πα- [*](Acta SS. Ap. xx. 30.) ρασκευαζουσι, λαλοῦντες αὐτοῖς τὰ διεστραμμένα, ερευγο- [*](Hier. xxiii. 16. 1 Cor. xii. 3.) μένοι τε τὰ “ἀπὸ καρδίας αὐτῶν, καὶ οὐκ ἀπὸ στόματος “Kυρίου.” λέγει γὰρ οὐδεὶς ὅτι “Κύριος Ἰησοῦς, εἰ μὴ [*](b) “ἐν Πνεύματι Ἁγίῳ, ἀλλ’ οὐδὲ ἀνάθεμα Ἰησοῦς” εἰ μὴ ἐν Βεελζεβούλ.
[*](Κεφ. β΄.)Τάδε λέγει Κύριος Ἐπὶ ταὶς τρισίν ἀσεβείαις Μωὰβ καὶ ἐπί ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθ’ ὧν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς Ἰδουμαίας εἰς κονίαν. καὶ ἐξαποστελῶ [*](3. Ῥαββά Α. Ῥαμά Ῥαββάθ Edd. 4. καὶ assumptum ex Α. τῆς om. Α. 5. φησὶ assumptum ex Β. 6. τοῦ om. Α. 7. αὐτὴν Α. αὐτοὶ Edd. τῆς Α. τῶν Edd. 9. ὁμοῦ ἅμα Α. 10. οἱ om. Α. 11. ὀνήσαι Α.Β. ὀνήσοιτό Edd. 12. κοῦφον pro κωφόν iid. 13. παρεστηκότες Α. προεστηκότες Edd. 15. κατεβίαζον Α. 17. αὐτοὺς] αὐτοῖς Edd. ἀπαμβλίσκειν Β. ἀπασβλίσκειν (sic) Α. ἀπαμβλώσκειν iid. 18. αὐταῖς Α. 19. καὶ assumptum ex Α.Β. 21. Ἰησοῦς Α. Ἰησοῦν Β. Ἰησοῦ Edd. 24. αὐτὸν Α.Β. (A.V.) αὐτοὺς F. Edd. (87. al.) 25. τῆς assumptum ex Β. om. F. Edd. (22. al.) κόνιν F. ἀποστελῶ Α.)
Μωαρῖται πάλιν δεδυσσεβήκασιν οὐ μετρίως, ὡς ἐπέκεινα λοιπὸν καὶ αὐτοὺς ἐλάσαι τῆς ἐνούσης ἡμερότητός τε καὶ ἀνεξικακίας τῷ τῶν ὅλων Θεῷ. ἐπίκλημα δὲ αὐτοῖς ἡ εἰς νεκρὸν ἁμαρτία· τὸ ἐμπρῆσαί φημι τὰ ὀστᾶ τοῦ βασιλέως τῆς Ἰδουμαιας· ἐμπρῆσαι δὲ οὕτως, ὡς κατισχνῶσαι λοιπὸν εἰς χοῦν καὶ κονίαν. τί τοίνυν τὸ ἔγκλημα ; μῖσος καὶ ἀπανθρωπία [*](d) καὶ ἀχάλινος ἀγριότης κατὰ τῶν ἐξ Ἰσραήλ. ἐμ- πεπρῆσθαι γὰρ οὐχ ἑτέρου του χάριν τὰ τοῦ μνημονευθέντος βασιλέως ὀστᾶ φαίη τις ἃν, ἢ ὅτι μόνων ἕνεκα τῶν ἐξ Ἰσβαήλ. σαφῆ δὲ οὖσαν τὴν ἱστορίαν διὰ βραχέων άφηγήσομαι. Ἐν τῆ τετάρτῃ γέγραπται τῶν βασιλειῶν “ καὶ ἐγένετο [*](4 Reg. iii. 5—10.) “ μετὰ τὸ ἀποθανεῖν Ἀχαὰβ καὶ ἠθέτησε βασιλεὺς Μωὰβ [*](e) “ ἐν βασιλεῖ Ἰσραήλ. καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ἰωρὰμ ἐν τῆ “ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ἰσραὴλ, “ καὶ ἐπορέυθη καὶ ἐξαπέστειλε πρὸς Ἰωσαφὰτ βασιλέα “ Ἰούδα λέγων βασιλεὺς Μωὰβ ἠθέτησεν ἐν ἐμοί· εἰ “ πορεύση μετ’ ἐμοῦ ἐπὶ Μωὰβ εἰς πόλεμον ; καὶ εἶπεν “ Ἀναβήσομαι· ὅμοιός μοι ὅμοιός σοι, ὡς ὁ λαός σου ὁ [*](1. ἐπὶ Α. Β. (Alex.) εἰς Edd. (Vat. XII manu prima.) αὐτῶν A.B. (Alex.) αὐτῆς Edd. (Vat.) 2. μετὰ κραυγῆς καὶ μετὰ φωνῆς] μετὰ φωνῆς καὶ μετὰ κραυγῆς F. Edd. (22. al.) 4. αὐτῆς prius Β. (A.V. XII manu prima) αὐτῶν Α. Neutrum habet F. Edd. (147, 153.) μετ’ αὐτῆς om. Α. (68. al.) 9. φημι] φησι Edd. inv. Α. Β. 10. Ἰδουμαίων Edd. 12. τῶν Α. Β. τοὺς Edd. ante Migne. 14. ὅτι assuraptum ex Α. Β. Statim μόνον Edd. 17. καὶ ἐγένετο μετὰ Α. Β. ὅτι μετὰ Edd. 18. καὶ et βασιλεὺς assumpta ex Α. 19–21. καὶ ἐξῆλθεν— ἐπορεύθη καὶ ἐξαπέστειλε Α. Β. ὁ δὲ Ἰωρᾶν ἐκ Σαμαρείας ἀπέστειλε Edd. 20. ἐπεσκήψατο Β. 22. λέγων assumtum ex A.B. 24. ὄμοιός μοι ὄμοιός σοι· ὡς ὁ λαός μου· ὠς οἱ ἵπποι σου οἱ ὅπποι μου] Sic edidi. ὄμοιός σοι. ὄμοιός σοι· σου Χαός μου Χαός σου· ὠς οἰ ίπποι σου οι ἔρημον μου A. δμοιός σοι. ώς 6 λαός σου ό λαός μου (sic) Β. omnia usque ad €ρημον (398. μοι ογοιός in Edd.)
Τάδε λέγει Κύριος Ἐπὶ ταὶς τρῶ ἀσεβείαις υἱῶ Ἰούδα καὶ ἐμ [*](4) ταῖς τέσσαρσιν, οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ ἀπώσασθαι αὐτοὺς τὸν νόμον Κυρίου, καὶ τὰ προστάγματα αὐτοῦ [*](c) οὐκ ἐφυλάξαντο, καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶ ἃ ἐποίησαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν· κα ἐξαποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια [*](5) ‘Ιερουσαλήμ.
Προσεπενήνεκται τοῖς ἀνόμοις ἔθνεσι καὶ ὁ νόμῳ παιδαγωγούμενος, τουτέστιν ὁ Ἰούδας· ἀπροσωπόληπτος γὰρ ὁ Κριτής. ὅτι δὲ ἀεὶ πλημμελοῦντος ἠνέσχετο, καὶ διεκαρτέρησε μακρὰν, τὸ ἐπὶ τρίτῃ μόλις ἁμαρτίᾳ καὶ μὴν καὶ [*](d) τετάρτη κεκινῆσθαι δηλοῖ. καίτοι ἐχρῆν δήπου, κατά γε τὸ εἰκὸς, τοῖς μὲν ἄλλοις ἔθνεσιν, ἅτε δὴ τὸν θεῖον οὐκ ἔχουσι νόμον, ἀμφιλαφεστέραν ἀπονέμειν τὴν ἡμερότητα, καὶ τὸ τῆς συγγνώμης ἐπιδαψιλεύεσθαι μῆκος, ἐξαιτεῖν δὲ τῆς ῥᾳθυμίας τὰς δίκας παραχρῆμα τὸν Ἰσραὴλ, ἅτε δὴ καὶ ἐντεθραμμένον τοῖς θείοις ἐντάλμασι, καὶ τὴν τοῦ συμφέροντος οὐκ ἠγνοηκότα τρίβον, ἀλλ’ ἠνέσχετο καὶ τῶν εἰδότων τὸν νόμον, ὡς [*](e) μὴ ἐγνωκότων. ἐπειδὴ δὲ εἰς λῆξιν ἤδη φαυλότητος καὶ λογισμῶν σκαιότητος ἀπενηνεγμένους κατεθεάσατο λοιπὸν, τότε καὶ αὐτοῖς φησὶν τοῖς Ἱεροσολύμοις ἐπαφήσειν τὸ πῦρ, [*](2. καὶ primum omisit Aubertus. καὶ πάντες αὐτῆς οἱ ἡγούμενοι assumpta ex Α. αὐτοῖς καὶ ἡγούμενοι Β. 3. τῶν ὑπεστρωμένων Edd. invitis Α.Β. 5. τοῖς ἄλλοις om, Α. 7. αὐτοὺς habet Α. 9. ἐπλάνησεν Α.Β. ἐπλάνησαν Edd. (42. al.) II. Ἰούδαν Α. ’lούδα F. Edd. 14. τουτέστιν ex Α.Β. ὁ ex Α. assumpta. 15. ἀεὶ accessit ex A.b. Statim πλημμελοῦντος Α. πλημμελοῦντα ν Edd, 16. μακρὰν] Sic edidi. μακρὰ Α. μακρὰ Edd. τὸ] τῷ Edd. 25. κατεθεάσατο A. κατεθεᾶτο Edd. 26. φησὶν post Ἱερ. transp. iid.)
Oὐκοῦν ἕως μέν ἐσμεν νομοφύλακες καὶ φιλόθεοι, καὶ τηρεῖν σπουδάζοντες τὰ προστεταγμένα, σοφοὶ καὶ ἀγχίνοι, καὶ ἁπάσης ἀρετῆς ἐπιστήμονες, καὶ τί γὰρ οὐχὶ τῶν τοίου. τῶν πεπλουτηκότες εὑρεθησόμεθα ; νενευκότες δὲ πρὸς τὸ ῥᾴθυμον, καὶ τῶν θείων ἀλογήσαντες νόμων, περιενεχθη- [*](Eph. iv. c) σόμεθα λοιπὸν ἀνέμῳ παντὶ, νοῦ καὶ φρενὸς τῆς ἀρίστης τη- [*](Ps. ixii.) τώμενοι. ἐσόμεθα δὲ καὶ " μερίδες ἀλωπέκων,’’ τῇδε κἀκεῖσε περιελκόντων ἡμᾶς τῶν ἀκαθάρτων πνευμάτων. ὀρθῶς οὖν ἄρα καὶ σοφῶς περὶ δικαίου παντὸς ὁ θεσπέσιος ψάλλει Δαυείδ α Ο νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδία αὐτοῦ, καὶ " οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.’’ [*](6. Τάδε λέrο κδρωc Έπι τα-ιc τρωι aa̓εβεωω Ἰ0ραH̀λ κΜ ἐΜ 4. ἀκολουθῆσαι] ἐπακολ. Edd. 6. ἤθεσί . (). τὸ prius . τῷ Edd. ante Migne. τῷ assumptum ex . ἀνόπιν] ἄνω που (sic) . 1 1, τὸ] τοι Edd. 15. θελῆσαι . ι6. μέν assumptum ex Β. post τηρcιν transp. . Statim νόμου φύλακε ς . ΐ8. ἁπάσης . πάσης Έ,άά. 21. ἡττώμενοι . 22. τε post τμε add. Edd. repugnantibus . Β. 25. Ό νόμος] ὄνομα Edd. ante Migne.)
Οὐκ ἀνεύθυνον ἐᾷ, μᾶλλον δὲ ὑποφέρει ταῖς δίκαις, τὸν Ἰσραὴλ, τουτέστι, τὰς ἐν τῇ Σαμαρείᾳ φυλάς. ὅτι δὲ καὶ αὐτοὶ πλημμελοῦντες ἀφυλάκτως, μονονουχὶ καὶ δεδαπανήκασι τὴν τοῖς ἀσθενοῦσιν ὀφειλομένην παρὰ Θεοῦ γαληνότητα, παραδείξειεν ἂν ἡ ἐπὶ τρισὶ καὶ τέτταρσιν ἁμαρτίαις ἀποστροφὴ, ἢν ἀνάγκη πεπονθότας ὑποφέρεσθαι τοῖς δεινοῖς, καὶ ἐν [*](e) παντὶ γενέσθαι κακῷ. τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαυεὶδ δεδιὼς τὸ χρῆμα, καὶ ὀλέθρου πρόξενον εἰδὼς, ἐλιπάρει λέγων “Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ [*](Ps. xxvi. 9.) “μὴ ἐκκλίνης ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.’’ ἕπεται γὰρ πάντως, καὶ ἱονείπως συνομαρτεῖ ταῖς ἀποστροφαῖς ἡ ὀργή. Τίνα δὲ δὴ τῶν ἐξ Ἰσραὴλ τὰ ἐγκλήματα, διαγορεύει σαφῶς. καταπεπράκασι γάρ φησιν ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων, τουτέστιν, ὀρθὰ καὶ δίκαια λαλεῖν οὐκ ἠνέσχοντο, καὶ συμβαίνουσαν τῷ νόμῳ τὴν ἐφ’ ἑκάστῳ [*](a 266 A.) τῶν κρινομένων ποιεῖσθαι δίκην. ἀλλ’ εἰ συνέβη τυχὸν ἄνδρα δίκαιον, σώφρονα καὶ ἐπιεικῆ, μετριόφρονά τε καὶ ἀφιλόκομπον· νοηθείη γὰρ ἂν τοιόσδε δίκαιός τε ὁμοῦ καὶ πένης ἤτοι πτωχὸς τῷ πνεύματι· παρενεχθῆναι πρὸς κρίσιν ὑπό του τῶν δυνατωτέρων, οὗτος καταπέπραται τοῖς ἐχθροῖς, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος τό “Οὐ λήψῃ [*](Lev.xix. 15; Deut. i. 17.) “πρόσωπον ἐν κρίσει.’ καὶ πάλιν “Ἀθῷον καὶ δίκαιον οὐκ [*](Exod. xxiii. 7.) “ἀποκτενεῖς.” ὁ γάρ τοι τὸ κρίνειν πεπιστευμένος, μένος, καθιεῖταί [*](b) που πάντως ἐν τάξει Θεοῦ, ᾧ δὴ τὸ κρίνειν καὶ μόνῳ [*](1. οὐτὸν habent Α.Β. αὐτοὺς F. (42. al.) 2. τῶν πατούντων Β. (22 al.) τὰ πατοῦντα Α. (A.V.) καταπατοῦντα F. Edd. 5. τῆ assumptum ex Α.Β. 9. πεπονθότας Β. πεπονθόσιν Edd. 10. Haec ὁ θεσπέσιος accesserunt ex Α.Β. 13. ἕψεται Α. 14. οἷον ἰσομοιρεῖ ἤδη pro οἱονείπως συνομαρτεῖ Α. 16. πεπράκασι Edd. invitis Α.Β. φησιν assumptum ex Α. Statim ἀργυρίῳ Edd. 18. ἠνέσχοντο Α. ἀνέσχ. Edd, 19. κρίσιν pro δίκην Α. 20. τε om. Α. 21. τοιοῖσδε Β. 23. ὑπό του τῶν Α.Β. ὑπὸ τούτων Edd. 26. τό assumptum ex Α.Β. καθεῖταί Edd. 27. τὸ κρίνειν post μόνῳ transp. Α.)
Καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν.
Καταδυναστείαν αὐτοῖς καὶ πλεονεξίαν ἐγκαλεῖ καὶ καταιτιᾶται σαφῶς, ὡς ἀνοσίους τε καὶ ἀφιλοικτίρμονας, καὶ οὓς ἦν ἄμεινον καὶ φροντίδος ἀξιοῦν καὶ τιμᾶν ἑλέσθαι, [*](e) καὶ τοῖς ἐξ ἀγάπης ἐπικοῦ ῥήμασιν ἀνακτᾶσθαι φιλεῖν, ἐκ τῶν ἐναντίων καὶ ἀδικεῖν εἰωθότας, ἀφορήτοις τε καὶ πικραῖς κατατήκοντας λύπαις, τοὺς τῆ πτωχείᾳ πεφορτισμένους. ἀλλ’ ὅ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς οἰκεῖον ἀναγράφει πρόσωπον τὰ εἰς αὐτοὺς πραττόμενα. φησὶ γὰρ “Ἐφ᾿ [*](S.Matth xxv. 40.) “ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.” οὐκοῦν οὐ μετρίως Θεῷ προσκρούσομεν, πλεονεκτοῦντες τὸν ἀσθενῆ καὶ “Τύπτοντες μὲν πυγμαῖς ταπεινὸν, [*](Εs. iviii. 4.) καθὰ γέγραπται, καταπικραίνοντες δὲ ταῖς δυσθυμίαις τοὺς [*](a 267 Α.) τῆ πτωχείᾳ κατηχθισμένους, καίτοι χεῖρα μᾶλλον ὀφείλοντες ὀρέγειν αὐτοῖς τὴν φιλάλληλον. “Πενία γὰρ, φησὶν, ἄνδρα [*](Prov. x 4.) “ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσι·” γράφει δέ που καὶ ὁ Χριστοῦ μαθητὴς, ὅτι “Θρησκεία καθαρὰ καὶ ἀμί- [*](S.Jac. i. 27.) “αντος παρὰ τῷ Θεῷ καὶ Πατρὶ αὕτη ἐστὶν, ἐπισκέπτεσθαι “ὀρφανοὺς καὶ χήρας ἐν τῇ ταπεινώσει αὐτῶν, ἄσπιλον “ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.”