Historia Religiosa

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Τῶν ἀρίστων ἀνδρῶν, καὶ τῆς ἀρετῆς ἀθλητῶν, καλὸν μὲν ἰδεῖν τοὺς ἀγῶνας, καὶ τοῖς ὀφθαλμοῖς τὴν ὠφέλειαν ἀρύσασθαι. Ὁρώμενα γὰρ τὰ ἐπαινούμενα ἀξιόκτητά τε φαίνεται, καὶ ἀξιέραστα γίνεται, καὶ πρὸς τὴν κτῆσιν ἐπείγει τοὺς θεατάς. Φέρει δ̓ ὅμως ὄνησιν οὐ μετρίαν τῶν τοιούτων κατορθωμάτων καὶ τὰ διηγήματα, παρὰ τῶν εἰδότων ταῖς τῶν οὐκ εἰδότων ἀκοαῖς προσφερόμενα. Πιστοτέραν μὲν γὰρ τῆς ἀκοῆς εἶναι τὴν ὄψιν φ̔??ʼσί τινες : πείθεται δ̓ ὅμως καὶ ἀκοὴ, τῇ τῶν λεγόντων ἀληθείᾳ κρίνουσα τὰ λεγόμενα. Καθάπερ γὰρ γλυκύτητι, καὶ πικρότητι, καὶ ταῖς ἄλλαις ταῖς τοιαύταις ποιότησι γλῶσσά τε καὶ ὑπερῴα δικάζειν πεπίστευται, καὶ κατὰ ταυτὸν τὴν ψῆφον ἐκφέρουσιν: οὕτως ἀκοὴ τὴν τῶν λόγων ἐνεχειρίσθη διάγνωσιν, καὶ τοὺς ὄνησίν τινα φέροντας τῶν βλαβερῶν ἀποκρίνειν ἐπίσταται. Εἰ μὲν οὖν ἄσυλος ἔμενε τῶν ὀνησιφόρων διηγημάτων ἡ μνήμη, καὶ μὴ τῆς λήθης ἡ λώβη οἶά τις ἀχλὺς ἐπιπαττομένη ἐξίτηλον αὐτὴν ἀπειργάζετο, περιττὸν ἦν δήπουθεν καὶ παρέλκον λογογραφεῖν τὰ τοιαῦτα, τῆς ἐντεῦθεν ὠφελείας καὶ εἰς τοὺς ὕστερον ἐσομένους εὐπετῶς μάλα διαβαινούσης. Ἐπειδὴ δὲ ὁ χρόνος λωβᾶται μὲν σώματι γῆρας ἐπιφέρων καὶ θάνατον, λωβᾶται δὲ κατορθώμασι λήθην ἐμποιῶν, καὶ

1285
τὴν μνήμην ἀμβλύνων, οὐκ ἄν τις ἡμῖν εἰκότως νεμεσήσειε τῶν φιλοθέων ἀνδρῶν τὴν πολιτείαν συγγράφειν ἐπιχειροῦσιν. Ὥσπερ γὰρ οἱ τὰ σώματα θεραπεύειν πεπιστευμένοι φάρμακα κατασκευάζουσι, τῇ νόσῳ πολεμοῦντες, καὶ τοῖς κάμνουσιν ἐπαμύνοντες: οὕτως καὶ ἡ τῆς τοιᾶσδε συγγραφῆς φιλοπονία, οἶόν τι φάρμακον ἀλεξίκακον γίνεται, λήθης ἐπίβουλον, καὶ μνήμης ἐπίκουρον. Πῶς γὰρ ἂν οὐκ ἄτοπον, ποιητὰς μὲν καὶ συγγραφέας τὰς ὲν πολέμοις ἀνδραγαθίας συγγράψαι, τραγῳδοποιοὺς δὲ τὰς καλῶς κεκρυμμένας συμφορὰς προφανῶς τραγῳδῆσαι, καὶ τούτων τὴν μνήμην ἀνάγραπτον καταλιπεῖν: ἄλλους δὲ τινας εἰς κωμῳδίαν καὶ γέλωτα καταναλῶσαι τοὺς λόγους: ἡμᾶς δὲ περιιδεῖν λήθῃ παραδιδομένους ἄνδρας ἐν σώματι θνητῷ τε καὶ παθητῷ ἀπάθειαν ἐπιδεδειγμένους, καὶ τὴν ἀσώματον φύσιν ἐζηλωκότας ; Ποίαν δὲ οὐκ ἄν δικαίως τίσαιμεν δίκην τῶν ἀξιαγάστων τούτων ἀγώνων περιορῶντες ἀμαυρουμένην τὴν μνήμην ; εἰ γὰρ αὐτοὶ τῶν πάλαι γεγενημένων ἀγίων τὴν ἄκραν φιλοσοφίαν ζηλώσαντες, οὐ χαλκῷ καὶ γράμμασι τὴν ἐκείνων ἐνεκόλαψαν μνήμην, ἀλλὰ πᾶσαν αὐτῶν τὴν ἀρετὴν ἐκμαξάμενοι, οἶόν τινας εἰκόνας αὐτῶν ἐμψύχους καὶ στήλας σφᾶς αὐτοὺς πεποιήκασι, ποίας ἂν ἡμεῖς τύχοιμεν εἰκότως συγγνώμης, μηδὲ γράμμασι τὸν ἀοίδιμον τούτω γεραίροντες βίον ; Καὶ ταῦτα τῶν ἐν Ὀλυμπίασιν ἀγωνιζομένων, καὶ μέντοι κὰν ταῖς ἱπποδρομίαις τῶν νικηφόρων ἀναφαινομένων ἡνιόχων τοῦτο αὐτὸ δεχομένων τὸ γέρας, Οὐ μόνον δὲ τούτους: ἀλλὰ καὶ συγγενεῖς ἄνδρας, καὶ θηλυδρίας, καὶ ἀμφιβόλους εἴτε ἄνδρες εἶεν εἴτε γυναῖκες, οἱ τῆς τούτων θεωρίας φιλοθεάμονες ταῖς σανίσιν ἐγγράφουσιν, ἐπὶ πλεῖστον αὐτῶν τὴν μνήμην διαρκέσαι φιλονεικοῦντες.

Καίτοι τῆς μνήμης λώβην ταῖς ψυχαῖς οὐκ ὄνησιν ἐμποιούσης: ἄλλ̓ ὅμως οἱ μὲν τούτων ἐρῶντες τούτους, οἱ δὲ ἐκείνων ἐκείνους, καὶ ταῦτα λυμαίνοντας, τῇ ζωγραφίᾳ γεραίρουσι. Καὶ ἐπειδὴ θνητὴν οὖσαν ὁ θάνατος τὴν φύσιν ληΐζεται, χρώματα κεραννύντες, καὶ τὰ ἐκείνων ταῖς σανίσιν ἐντιθέντες ἰνδάλματα, πολλῷ τῆς ζωῆς μακροτέραν γενέσθαι τὴν μνήμην σοφίζονται. Ἡμεῖς δὲ βίον μὲν συγγράφομεν φιλοσοφίας διδάσκαλον, καὶ τὴν ὲν οὐρανοῖς πολιτείαν ἐζηλωκότα: ζωγραφοῦμεν δὲ οὐ τῶν σωμάτων τοὺς χαρακτῆρας, οὐδὲ τὰ τούτων ἐκτυπώματα τοῖς ἀγνοοῦσιν ἐπιδείκνυμεν: ἀλλὰ τῶν ἀοράτων ψυχῶν τὰς ἰδέας σκιαγραφοῦμεν, καὶ πολέμους ἀθεάτους καὶ συμπλοκὰς ἀφανεῖς ἐπιδείκνυμεν. Τοιαύτην γὰρ αὐτοῖς καὶ τὴν παντευχίαν ὁ τῆς φάλαγγος αὐτῶν στρατηγὸς καὶ πρόμαχος περιτέθεικε Παῦλος: Ἀναλάβετε γὰρ , φησὶ, τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Καὶ πάλιν: Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐ αγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως,ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν

1288
τοῦ σωτηρίου δέξασθαι, καὶ τὴν μαχαιραν τοῦ πνεύματος, ὅ ἔστι ῥῆμα Θεοῦ. Ταύτην αὐτοὺς τὴν πανοπλίαν ἐνδύσας εἰς τοὺς ἀγῶνας εἰσήγαγε.

Τοιαύτη γὰρ καὶ τῶν πολεμίων ἡ φύσις, ἀσώματος, ἀόρατος, ἀφανῶς ἐπιοῦσα, κρύβδην ἐπιβουλεύουσα, λοχῶσα καὶ ἐξαπιναίως προσβάλλουσα. Καὶ τοῦτο διδάσκων αὐτὸς οὗτος ὁ στρατηγὸς ἔλεγεν: Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ἀλλ̓ ὅμως καὶ τοιούτους ἔχουσα τοὺς ἀντιπάλους ἡ τῶν ἀγίων τούτων συμμορία, μᾶλλον δὲ τούτων ἕκαστος ὑπὸ τοσούτων καὶ τοιούτων πολεμίων κυκλούμενος: οὔτε γὰρ κοινῇ πᾶσιν ἐπῄεσαν, ἀλλὰ νῦν μὲν τούτῳ, νῦν δ̓ ἐκείνῳ προσέβαλλον : οὕτω λαμπρὰν ἀνεδήσαντο νίκην, ὡς τοὺς μὲν ἀντιπάλους δραπετεῦσαι, τούτου δὲ κατὰ κράτος διῶξαι, καὶ τρόπαιον ἐγεῖραι μηδενὸς ἐμποδὼν γενομένου. Παρεῖχε δὲ αὐτοῖς τὴν νίκην οὐχ ἡ φύσις, θνητὴ γὰρ αὕτη, καὶ μυρίων παθῶν ἀνάπλεως: ἀλλ̓ἡ γνώμη τὴν θείαν χάριν ἐφελκομένη. Ἐρασταὶ γὰρ θερμοὶ τοῦ θείου κάλλους γενόμενοι, καὶ ἀσπασίως ἅπαντα δράσαι καὶ παθεῖν ὑπὲρ τοῦ ἐρωμένου ἑλόμενοι, ἤνεγκαν μὲν γενναίως τὴν τῶν παθῶν ἐπανάστασιν, ἀπεκρούσαντο δὲ καρτερῶς τῶν τοῦ διαβόλου βελῶν τὰς νιφάδας, καὶ ἀποστολικῶς εἰπεῖν, τὸ σῶμα ὑπωπιάσαντες καὶ δουλαγωγήσαντες, τὰς μὲν τοῦ θ̔??ʼμοῦ φλεγμονὰς κατεπράϋναν, τῶν ἐπιθυμῶν δὲ τὸ λυσσῶδες ἡσυχίαν ἄγειν ἠνάγκασαν: ἀσιτίᾳ δὲ καὶ χαμευνίᾳ οὕτω τὰ πάθη κοιμίσαντες καὶ τὰ τούτων σκιρτήματα καταπαύσαντες, σπείσασθαι τὸ σῶμα πρὸς τὴν ψυχὴν κατηνάγκασαν: καὶ τὸν μὲν ἔμφυτον τοῦτον κατέλυσαν πόλεμον: οὕτω δὲ τούτοις τὴν εἰρήνην βραβεύσαντες, ἅπαν τῶν ἐναντίων τὸ στίφος ἐξήλασαν. Τοὺς γὰρ τὰ ἔνδον πρὁ??ʼεμένους λογισμοὺς οὐκ ἔχοντες, καὶ τῆς τῶν ἀνθρωπίνων μελῶν συνεργίας ἐστερημένοι, πολεμεῖν οὐκ ἠδύναντο. Βέλεσι γὰρ καθ̓ ἡμῶν ὁ διάβολος τοῖς ἡμετέροις μέλεσι κέχρηται. Ὀφθαλμῶν γὰρ μὴ δελεαζομένων, μηδὲ ἀκοῶν καταθελγομένων, μηδὲ γαργαλιζομένης ἁφῆς. μηδὲ τοῦ νοῦ τὰ πονηρὰ δεχομένου βουλεύματα, μάταιος τοῖς ἐπιβουλεύουσιν ἦν ἡ σπουδή. Ὥσπερ γὰρ πόλιν ἐφ̓ ὕψους ᾠκοδομημένην, καὶ περιβόλοις ἰσχυροῖς περιτετειχισμένην, καὶ φάραγξι βαθείαις πάντοθεν κυκλουμένην, οὐκ ἄν τις ἕλῃ πολέμιος,μή τινος τῶν ἔνδον πρὁ??ʼεμένου, καὶ πυλίδας τινὰς ὑπανοίγοντος: οὕτως ἀδύνατον τοῖς ἔξωθεν πολεμοῦσι δαίμοσι τὴν ὑπὸ τῆς θείας χάριτος κυκλουμένης περιγενέσθαι ψυχῆς, εἰ μή τινος λογισμοῦ ῥᾳστώνη πυλίδα τινὰ τῶν ὲν ἡμῖν αἰσθητηρίων ἀνοίξειε, καὶ ταύτης εἴσω τὸν πολέμιον δέξαιτο. Ταῦτα σαφῶς ὑπὸ τῆς θείας πεπαιδευμένοι Γραφῆς οἱ παῤ ἡμῶν εὐφημούμενοι, καὶ ἀκούσαντες τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος, ὡς Ἀνέβη θάνατος διὰ τῶν θυρίδων, οἶόν τισι μοχλοῖς καὶ κλείθροις, τοῖς θείοις

1289
νόμοις τὰ αἰσθητήρια κλείσαντες, τῷ νῷ τὰς τούτων ἐνεχείρισαν κλεῖς: καὶ οὔτε γλῶσσα οὔτε χείλη ἀνεῴγνυτο τοῦ νοῦ μὴ κελεύοντος, οὔτε κόρη μὴ ἐπιτρεπομένη προκύπτειν τῶν βλεφάρων ἠνείχετο: ἀκοὴ δὲ βλεφάροις ἤ χείλεσιν ἀποτειχίσαι μὴ δυναμένη τὴν εἴσοδον, τοὺς ἀνοήτους ἀπεωθεῖτο τῶν λόγων, κἀκείνους ἐδέχετο μόνους, οἷς ὁ νοῦς ἐπετέρπετο.

Οὕτω τὴν ὄσφρησιν ἐπαίδευσαν μὴ τὰ εὐώδη ποθεῖν, ἄτε δὴ χαυνοῦν καὶ χαλᾷν πεφυκότα. Οὕτω τῆς γαστρὸς τὸν κόρον ἐξήλασαν, καὶ τοιαῦτα λαμβάνειν ἐδίδαξαν, οἶα οὐχ ἡδονὴν, ἀλλὰ χρείαν ἐπλήῥ??ʼ, καὶ ταῦτα τοσαῦτα, ὅσα τὸν ἐκ λιμοῦ κωλύειν ἠδύνατο θάνατον. Οὕτω τὴν γλυκεῖαν τοῦ ὕπνου τυραννίδα κατέλυσαν, καὶ τὰ βλέφαρα τῆς τούτου δουλείας ἐλευθερώσαντες, κρατεῖν ἀντὶ τοῦ δουλεύειν ἐπαίδευσαν, καὶ δέχεσθαι τὴν παῤ αὐτοῦ χρείαν, οὐχ ὅταν αὐτὸς ἐπίοι, ἀλλ̓ὅταν αὐτοὶ καλῶσιν εἰς βραχεῖαν ἐπικουρίαν τῆς φύσεως. Οὕτω τοιγαροῦν τῆς τῶν τειχῶν καὶ τῶν πυλῶν φροντίσαντες φυλακῆς. καὶ τοῖς ἔνδον λογισμοῖς τὴν ὁμόνοιαν πρυτανεύσαντες, τοὺς ἔξωθεν ἐπιόντας ἀντιπάλους ἐγέλων, ἐπεισιέναι μὲν βίᾳ διὰ τὴν τῆς θείας χάριτος οὐ δυναμένους ἀσφάλειαν, οὐδένα δὲ προδότην εὑρίσκοντες εἰσδέχεσθαι τοὺς δυσμενεῖς προαιρούμενον: καὶ τὴν φύσιν ἀόρατον ἔχοντες οἱ πολέμιοι, σώματος ὁρωμένου, καὶ ταῖς τῆς φύσεως ἀνάγκαις ὑποκειμένου, κρατεῖν οὐκ ἡδύναντο. Ὁ γὰρ ἡνίοχος τούτου, καὶ μουσικὸς, καὶ κυβερνήτης, ἄριστα μὲν κατέχων τὰς ἠνίας, ἐν τάξει φέρεσθαι τοὺς ἵππους ἀνέπεισε: ῥυθμῷ δὲ τὰς τῶν αἰσθήσεων χορδὰς τὴν παναρμόνιον ἠχὴν ἀποτελεῖν παρεσκεύασεν: ἐπιστημόνως δὲ κινῶν τὰ πηδάλια, καὶ τῶν κυμάτων τὴν προσβολὴν, καὶ τὴν τῶν πνευμάτων διέλυσεν ἐμβολήν.

Τούτους τοίνυν τοὺς διὰ πόνων μυρίων τὸν βίον ὁδεύσαντας, ἱδρῶσι δὲ καὶ ταλαιπωρίαις τὸ σῶμα δαμάσαντας, καὶ γέλωτος μὲν τὸ πάθος ἀγνοήσαντας, ἐν κλαυθμῷ δὲ καὶ δάκρυσιν ἅπαντα τὸν βίον δαπανήσαντας: καὶ τρυφὴν μὲν Συβαριτικὴν τὴν ἀσιτίαν νομίσαντας, ὕπνον δὲ ἥδιστον τὴν ἐπίπονον ἀγρυπνίαν, στρωμνὴν δὲ μαλακὴν τὴν τοῦ ἐδάφους ἀντιτυπίαν, ἡδονὴν ἄμετρόν τε καὶ ἄπλειστον, τὴν ἐν ταῖς προσευχαῖς καὶ ψαλμῳδίαις διατριβήν: τούτους τοὺς πᾶν εἶδος ἀρετῆς συνειληχότας τίς οὑκ ἃν εἰκότως θαυμάσειε ; μᾶλλον δὲ τίς ἃν πρὸς ἀξίαν εὐφημήσειεν ; Οἶδα μὲν οὖν κἀγὼ σαφῶς. ὡς τῆς τούτων ἀρετῆς οὐδεὶς ἄν ἐφίκοιτο λόγος: ἐγχειρητέον δ̓ ὅμως. Οὐ γὰρ ἄν καλῶς ἔχοι, εἰ ὅτι τελέως ἄνδρες ἐγένοντο φιλοσοφίας τῆς ἀληθοῦς ἐρασταὶ, διὰ τοῦτο μηδὲ μειόνων τύχοιεν ἐπαίνων. Γράψομεν δὲ τὴν εὐφημίαν οὐ κοινῇ πᾶσι μίαν: διάφορα γὰρ αὐτοῖς θεόθεν ἐδόθη χαρίσματα, καὶ τοῦτο διδάσκων ὁ μακάριος ἔλεγε Παῦλος: ᾮ μὲν διὰ τοῦ Πνεύματος δέδοται λόγος σοφίας: ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα: ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι: ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων: ἄλλῳ δὲ προφητεία ἄλλῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν, Καὶ δεικνὺς τὴν

1292
τούτων ἀπάντων πηγὴν ἐπήγαγε: Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἔν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Ἐπειδὴ τοίνυν διαφόρων τετυχήκασι δωρεῶν, εἰκότως ἰδίᾳ ἑκάστου ποιησόμεθα τὸ διήγημα: οὐχ ἅπαντα διεξιόντες τὰ πεπολιτευμένα: εἰς γὰρ τὴν τοιαύτην συγγραφὴν οὑδὲ ἅπας ἄν ὁ βίος ἀρκέσειεν: ἀλλ̓ ὀλίγα τῶν ἑκάστῳ βεβιωμένων ἢ πεπραγμένων διηγησάμενοι, καὶ διὰ τῶν ὀλίγων τοῦ παντὸς βίου τὸν χαρακτῆρα παραδείξαντες, ἐφ̓ ἕτερον βαδιούμεθα. Οὐ πάντων δὲ τῶν ἁπανταχοῦ διαπρεψάντων ἁγίων τὴν πολιτείαν ἱστορίᾳ παραδοῦναι πειρασόμεθα: οὔτε γὰρ ἴσμεν τοὺς πανταχου διαλάμψαντας, οὔτε δυνατὸν ἅπαντας ὑφ̓ ἑνὸς συγγραφῆναι.

Μόνων τοίνυν τῶν κατὰ τὴν ἔω φωστήρων δίκην ἀναφανέντων, καὶ ταῖς ἀκτῖσι τὰ τῆς οἰκουμένης τέρματα κατειληφότων, ἀναγράψω τὸν βίον.

Ἀφηγηματικῶς δὲ ὁ λόγος προβήσεται, οὐ νόμοις ἐγκωμίων χρώμενος, ἀλλ̓ ὀλίγων τινῶν ἀτεχνῶς ποιούμενος τὴν διήγησιν. Ἀξιῶ δὲ τοὺς ἐντευξομένους τῇδε τῇ φιλοθέῳ ἱστορίᾳ, ἢ ἀσκητικῇ πολιτείᾳ: ὡς γὰρ βούλεταί τις καλείτω τὸ σύγγραμμα: μὴ ἀπιστεῖν τοῖς λεγομένοις, εἴ τε ὑπὲρ τὴν ἑαυτῶν ἀκούοιεν δύναμιν. μηδὲ σφίσιν αὐτοῖς τὴν ἐκείνων μετρεῖν ἀρετήν: ἀλλ̓εἰδέναι σαφῶς. ὡς ταῖς τῶν εὐσεβῶν γνώμαις μετρεῖν εἴωθεν ὁ Θεὸς τοῦ ἁγίου Πνεύματος τὰ χαρίσματα, καὶ ταῖς τελειοτέραις τὰ μείζονα δίδωσι. Ταῦτα δέ μοι πρὸς τοὺς οὐ λίαν ἀκριβῶς τὰ θεῖα μεμυημένους εἰρήσθω. Οἱ γὰρ μύσται τῶν ἀδύτων τοῦ Πνεύματος ἴσασι τὰς φιλοτιμίας τοῦ Πνεύματος, καὶ οἶα δἰ ἀνθρώπων ἐν ἀνθρώποις θαυματουργεῖ, τῇ τῶν τεράτων μεγαλουργίᾳ τοὺς ἀπίστους εἰς θεογνωσίαν ἐφελκόμενον. Ὁ δὲ τοῖς παῤ ἡμῶν ῥηθησομένων ἀπιστήσων, εὔδηλον ὡς οὐδὲ τοῖς διὰ Μωσέως, καὶ Ἰησοῦ, καὶ Ἠλία, καὶ Ἑλισσαίου γεγενημένοις ὡς ἀληθέσι πιστεύσειε, μῦθον δὲ ἡγεῖται καὶ τὰς διὰ τῶν ἱερῶν ἀποστόλων γεγενημένας θαυματουργίας. Εἰ δὲ ἐκείνοις ἀλήθειαν μαρτυρεῖ, ψεύδους ἐλεύθερα εἶναι πιστευέτω καὶ ταῦτα. Ἡ γὰρ ὲν ἐκείνοις ἐνεργήσασα χάρις, αὕτη καὶ διὰ τούτων ἐνεργηκέναι πεποίηκεν. Ἀένναος δὲ ἡ χάρις, καὶ τοὺς ἀξίους ἐκλεγομένη, οἷον διά τινων κρουνῶν ἀναβλύζει διὰ τούτων τῆς εὐεργεσίας τά νάματα. Τῶν δὲ λεχθησομένων ἐνίων μὲν αὐτόπτης ἐγενόμην ἐγώ: ὅσα δὲ μὴ τεθέαμαι, παρὰ τῶν ἐκείνους τεθεαμένων ἀκήκοα, ἀνδρῶν ἀρετῆς ἐραστῶν, καὶ τῆς ἐκείνων θέας καὶ διδασκαλίας ἠξιωμένων: ἀξιόχρεως δὲ καὶ τὴν εὐαγγελικὴν συγγράφων διδασκαλίαν οὐ μόνον Ματθαῖος καὶ Ἰωάννης, οἱ πρῶτοι καὶ μεγάλοι τῶν εὐαγγελιστῶν, οἱ τῶν Δεσποτικῶν θαυμάτων αὐτόπται: ἀλλὰ καὶ Λουκᾶς, καὶ Μάρκος, οὓς οἱ ἐξ ἀρχῆς αὐτόπται, καὶ ὑπηρέται τοῦ λόγου, οὐ μόνον ἃ πέπονθέ τε καὶ δέδρακεν ὁ Δεσπότης, ἀλλὰ καὶ ἃ διδάσκων διετέλεσεν, ἀκριβῶς ἐξεπαίδευσαν.

Καὶ μὴ γεγενημένος γὰρ αὐτόπτης ὁ μακάριος Λουκᾶς, τῆς συγγραφῆς ἀρξάμενος περὶ πεπληροφορημένων πραγμάτων ποιεῖσθαί φησι τὴν διήγησιν: καὶ ἡμεῖς δὲ, ἀκούοντες ὅτι οὐκ αὐτόπτης ἐγένετο τούτων αὐτῶν διηγημάτων, ἀλλὸ παῤ ἄλλων ταύτην

1293
τὴν διδασκαλίαν παρέλαβεν, οὐδὲν ἦττον αὐτῷ καὶ Μάρκῳ προσέχομεν, ἢ Ματθαίῳ καὶ Ἰωάννῃ. Ἀξιόχρεως γὰρ ἑκάτερος διηγούμενος, ἅτε δὴ παρὰ τῶν τεθεαμένων δεδιδαγμένος. Τοιγάρτοι καὶ ἡμεῖς τὰ μὲν ἐροῦμεν ὡς αὐτόπται, τὰ δὲ τοῖς αὐτόπταις διηγησαμένοις πεπιστευκότες, ἀνδράσι τὸν ἐκείνων βίον ἐζηλωκόσι. Πλείονας δὲ περὶ τούτου δεδαπάνηκα λόγους, πεῖσαι βουλόμενος ὡς ἀληθῆ διηγήσομαι. Ἄρξομαι δὲ τῆς διηγήσεως ἔνθεν ἑλών.

Μὡ??ʼσῆς ὁ θεῖος ὁ νομοθέτης, ὁ τῆς θαλάττης τὸν πυθμένα γυμνώσας, καὶ τὴν ἄνυδρον ἔρημον ὕδασι κατακλύσας, καὶ τὰ ἄλλα πάντα θαυματουργήσας, τῶν πάλαι γεγενημένων ἁγίων τὴν πολιτείαν συνέγραψεν, οὐ τῇ σοφίᾳ χρησάμενος, ἤν παρὰ τῶν Αἰγυπτίων μεμάθηκεν, ἀλλὰ τῆς ἄνωθεν χάριτος τὴν αἴγλην δεξάμενος. Πόθεν γὰρ ἃν ἔμαθεν ἄλλοθεν τοῦ Ἄβελ τὴν ἀρετὴν, καὶ τοῦ Ἐνὼχ τὸ φιλόθεον, καὶ τοῦ Νῶε τὸ δίκαιον, καὶ τὴν εὐσεβῆ τοῦ Μελχισεδὲκ ἱερωσύνην, καὶ τοῦ Ἀβραὰμ τὴν κλῆσιν, τὴν πίστιν, τὴν καρτερίαν, τὴν ἐπιμελῆ φιλοξενίαν, τὴν πολυθρύλλητον τοῦ παιδὸς ἱερουργίαν, καὶ τὸν τῶν ἄλλων κατορθωμάτων κατάλογον, καὶ συντόμως εἰπεῖν, τῶν θεσπεσίων ἐκείνων ἀνδρῶν τοὺς ἀγῶνας, καὶ νίκας. τὰς ἀναῤῥήσεις, εἰ μὴ τοῦ νοεροῦ καὶ Θείου Πνεύματος τὰς ἀκτῖνας ἐδέξατο; Ταύτης ἐπὶ τοῦ παρόντος κἀμοὶ δεῖ τῆς συνεργίας, τῶν ὀλίγον πρὸ ἡμῶν καὶ ἐφ̓ ἡμῶν δὲ λαμψάντων ἀγίων τὸν βίον πειρωμένῳ συγγράψαι, καὶ οἷόν τινα νομοθεσίαν τοῖς ζηλοῦν ἐθέλουσι βουλομένῳ προτεῖναι. Τὰς τούτων τοίνυν προσευχὰς ἐπικλητἕ??ʼν, καὶ τῆς διηγήσεως ἀρκτέον.

Νίσιβίς ἐστι πόλις ἐν μεθορίῳ τῆς Ῥωμαίων καὶ Περσῶν βασιλείας, ἣ πάλαι μὲν Ῥωμαίοις ἐδασμοφόρει, καὶ ὑπὸ τὴν τούτων ἡγεμονίαν ἐτέλει. Ἐκ ταύτης ὁρμώμενος ὁ μέγας Ἰάκωβος, τὸν ἐρημικὸν καὶ ἡσύχιον ἠσπάσατο βίον, καὶ τὰς τῶν ὑψηλοτάτων ὀρῶν καταλαβὼν κορυφᾶς, ἐν ἐκείναις διῆγεν: ἐν ἔαρι μὲν, καὶ θέρει, καὶ μετοπώρῳ ταῖς λόχμαις χρώμενος, καὶ ὄροφον ἔχων τὸν οὐρανόν: τὸν δὲ τοῦ χειμῶνος καιρὸν ἄντρον αὐτὸν ὑπεδέχετο, βραχεῖαν σκέπην παρέχον. Τροφὴν δὲ εἶχεν, οὐ τὴν μετὰ πόνου σπειρομένην καὶ φυομένην, ἀλλὰ τὴν αὐτομάτως βλαστάνουσαν.

Τῶν γὰρ ἀγρίων δένδρων τοὺς αὐτοφυεῖς συλλέγων καρποὺς, καὶ τῶν βοτανῶν τὰς ἐδωδίμους καὶ λαχανώδεις, ἐκ τούτων ἐδίδου τῷ σώματι τὰ εἰς τὸ ζῇν ἀποχρῶντα, τὴν τοῦ πυρὸς παραιτούμενος χρείαν. Περιττὴ δὲ ἦν αὐτῷ καὶ τῶν ἐρίων ἡ χρῆσις: αἱ γὰρ τραχύτατοι τῶν αἰγῶν τρίχες τὰ ἐκείνων ἐπλήρουν. Ἐκ τούτων αὐτῷ καὶ χιτὼν ἐγένετο, καὶ τὸ ἁπλοῦν περιβόλαιον. Οὕτω τὸ σῶμα κατατρύχων, καὶ τὴν πνευματικὴν τροφὴν διηνεκῶς προσέφερε τῇ ψυχῇ. καὶ τὸ τῆς διανοίας ὀπτικὸν ἐκκαθαίρων, καὶ κάτοπτρον διαφανὲς τοῦ θείου κατασκευάζων Πνεύματος, ἀνακεκαλυμμένῳ προσώπῳ, κατὰ τὸν θεῖον Ἀπόστολον, Τὴν δόξαν Κυρίου κατοπτριζόμενος, τὴν αὐτὴν εἰκόνα μετεμορφοῦτο ἀπὸ δόξης εἰς δόξαν,

1296
καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Ἐντεῦθεν ἡ πρὸς τὸν Θεὸν αὐτῷ παῤῥησία καθ̓ ἑκάστην ηὔξετο τὴν ἡμέραν, καὶ αἰτῶν ἃ τὸν Θεὸν αἰτεῖν ἕσει, παραυτίκα ἐλάμβανεν. Ἐντεῦθεν καὶ τὰ ἐσόμενα προφητικῶς προεώρα, καὶ δύναμιν εἰς θαυματουργίαν ἐκ τῆς τοῦ ἁγίου Πνεύματος ἐδέξατο χάριτος. Τούτων ὀλίγα διηγήσομαι, καὶ τῆς ἀποστολικῆς αὐτοῦ λαμπηδόνος τοῖς ἀγνοοῦσι τὴν ἀκτῖνα δηλώσω.

Ἤκμαζε κατ̓ ἐκεῖνον τὸν καιρὸν ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία, καὶ τὰ μὲν ἄψυχα ξόανα τὸ θεῖον σέβας ἐσφετερίζετο, ἡ δὲ τοῦ θεοῦ θεραπεία ὑπὸ τῶν πλείστων κατημελεῖτο: εὐκαταφρόνητοι δὲ ἦσαν οἱ κοινωνεῖν μὲν οὐκ ἐθέλοντες ἐκείνοις τῆς μέθης, ἀκριβῆ δὲ, ἅτε δὴ καθεστηκότες, τὴν τῶν ὄντων διάκρισιν ἔχοντες, καὶ τὴν μὲν τῶν εἰδώλων γελῶντες ἀσθένειαν, τὸν τῶν ὅλων δὲ προσκυνοῦντες Δημιουργόν.

Κατ̓ ἐκεῖνον τὸν καιρὸν τὴν Περσίδα κατέλαβε, τὰ φυτὰ τῆς εὐσεβείας ὀψόμενος, καὶ τὴν προσήκουσαν αὐτοῖς θεραπείαν προσοίσων: πηγὴν δὲ αὐτοῦ τινα διιόντος, κόραι τινὲς πλυνοῖς ἐφεστῶσαι, καὶ ἱμάτια τοῖς ποσὶν ἀποῤῥύπτουσαι, οὑδὲ τοῦ σχήματος τὸ καινοπρεπὲς κατῃδέσθησαν, ἀλλὰ τὴν αἰδὼ ἀποῤῥίψασαι, ἀπηρυθριασμένῳ προσώπῳ, καὶ ἀναιδέσιν ὀφθαλμοῖς τὸν θεῖον ἄνθρωπον ἐθεώρουν, οὔτε τὰς κεφαλὰς συγκαλύπτουσαι, οὐδὲ τὰ ἀνεζωσμένα χαλῶσαι ἱμάτια. Τοῦτο δυσχεράνας ὁ τοῦ θεοῦ ἄνθρωπος, καὶ δεῖξαι τοῦ Θεοῦ τὴν δύναμιν εἰς καιρὸν ἐθελήσας, ἴνα τῇ θαυματουργίᾳ τῆς ἀσεβείας ἐλευθερώσῃ, ἐπηράσατο μὲν τῇ πηγῇ, καὶ φροῦδον παραυτίκα τὸ ῥεῖθρον ἐγένετο: ἐπηράσατο δὲ ταῖς μείραξι, καὶ τὴν ἀναίσχυντον αὐτῶν νεότητα προώρῳ ἐκόλασε πολιᾷ, καὶ εἵπετο τῷ λόγῳ τὸ ἔργον: καὶ τὸ μέλαν τῶν τριχῶν ἐνηλλάττετο, καὶ εἰώκεσαν νεοφύτοις δένδροις ἐν ἔαρι μετοπωρινὰ φύλλα περικειμένοις.

Οὕτως αἰσθόμεναι τῆς τιμωρίας: τῆς τε γὰρ πηγῆς ἀπέδρα τὰ νάματα, καὶ τἀς ἀλλήλων θεώμεναι κεφαλὰς, ἑώρων τὴν ἀθρόαν ἐκείνην μεταβολήν: ἔδραμον εἰς τὴν πόλιν τὸ συμβὰν ἀπαγγέλλουσαι. Οἱ δὲ δραμόντες, καὶ τὸν μέγαν καταλαβόντες Ἰάκωβον, ἱκέτευον χαλᾶσαι τὴν ὀργὴν, καὶ λῦσαι τὴν τιμωρίαν. Ὁ δὲ μηδὲ βραχὺ μελλήσας, προσέφερε μὲν τῷ Δεσπότῃ τὴν ἱκεσίαν, ἐκέλευε δὲ πάλιν ἀναβλῦσαι τὰ νάματα: τὰ δὲ παραυτίκα πάλιν ἐκ τῶν οἰκείων ἀνεφαίνετο ταμιείων, τοῖς τοῦ δικαίου μετοχετευόμενα νεύμασιν. Οἱ δὲ τούτων τετυχηκότες, καὶ τοῖς πλοκάμοις τῶν θυγατέρων τὴν προτέραν ἠντιβόλουν χρόαν ἀποδοθῆναι. Τὸν δὲ εἶξαι μὲν καὶ τοῦτό φασιν, ἐπιζητῆσαι δὲ τἀς κόρας, τἀς τὴν παιδείαν ἐκείνην δεξαμένας: καὶ ἐπειδὴ οὐκ ἀφίκοντο, ἐᾶσαι τὴν τιμωρίαν, δίδαγμα σωφροσύνης, καὶ εὐκοσμίας ὑπόθεσιν, καὶ τῆς θείας δυνάμεως ὑπόμνημα διηνεκές τε καὶ ἐναργές. Τοιοῦτον τοῦ νέου τούτου Μωῦσέως τὸ θαῦμα, οὐ πληγῇ ῥάβδου γενόμενον, ἀλλὰ τῷ τοῦ σταυροῦ σημείῳ δεξάμενον τὴν ἐνέργειαν. Ἐγὼ δὲ πρὸς τῇ θαυματουργίᾳ κομιδῇ θαυμάζω καὶ τὴν πραότητα. Οὐδὲ γὰρ ὡς ὁ μέγας Ἐλισσαῖος ἄρκοις αἱμοβόροις τἀς ἀναιδεῖς ἐκείνας παρέδωκε κόρας: ἀλλ̓ ἀβλαβεῖ τινι παιδείᾳ, καὶ σμικρὰν ἐχούσῃ τὴν ἀκοσμίαν χρησάμενος,

1297
εὐσέβειαν ὁμοῦ καὶ εὐκοσμίαν ἐδίδαξε. Καὶ ταῦτα ἔφην, οὐκ ἀπήνειαν τοῦ προφήτου κατηγορῶν, μὴ οὕτω μανείην: ἀλλὰ δεικνὺς ὡς ἐκείνην ἔχων τὴν δύναμιν, τῇ τοῦ Χριστοῦ πραότητι, καὶ τῇ Καινῇ Διαθήκῃ ἐπετέλει τὰ πρόσφορα. Οὗτος ἄλλοτέ ποτε δικαστὴν Πέρσην ἀδίκῳ ψήφῳ χρησάμενον θεασάμενος, λίθῳ τινὶ μεγίστῳ παρακειμένῳ ἐπαρασάμενος, συντριβῆναι καὶ σκεδασθῆναι, καὶ τούτῳ διελέγξαι τὴν ἄδικον ἐκείνου παρηγγύησε ψῆφον. Παραυτίκα δὲ τοῦ λίθου εἰς μυρία μόρια μερισθέντος, ἐξεδειματώθησαν οἱ παρόντες: φρίκης δὲ ἀνάπλεως ὁ δικαστὴς γενόμενος, ἀνεκαλέσατο μὲν τὴν προτέραν, ἑτέραν δὲ δικαίαν ἐπήνεγκε ψῆφον: κἀνταῦθα τὸν οἰκεῖον Δεσπότην ἐζήλωσεν: ὃς δεῖξαι βουληθεὶς ὡς ἑκὼν ὑπομένει τὸ πάθος, καὶ ῥᾳδίως ἂν ἐθελήσας τοὺς ἀλιτηρίους ἐκόλασεν, οὐκ αὐτοῖς ἐπήνεγκε τιμωρίαν, ἀλλὰ τὴν ἄψυχον συκῆν λόγῳ ξηράνας, τὴν οἰκείαν ἔδειξε δύναμιν. Ταύτην καὶ αὐτὸς τὴν φιλανθρωπίαν μιμούμενος, οὐ τὸν ἄδικον ἐκόλασε δικαστὴν, ἀλλὰ τῇ τοῦ λίθου πληγῇ δικαιοσύνην αὐτὸν ἐδίδαξεν.

Ἐν τούτοις διαπρέπων καὶ πᾶσιν ἐπέραστος ὢν, καὶ ὲν ταῖς ἀπάντων περιφερόμενος γλώσσαις, εἰς τὴν τῆς ἀρχιερωσύνης ἔρχεται λειτουργίαν, καὶ τῆς πατρίδος λαγχάνει τὴν προστασίαν. Ἐναλλάξας δὲ τὴν ὄρειον ἐκείνην διατριβὴν, καὶ τὴν ὲν ἄστει διαγωγὴν οὐ κατὰ γνώμην ἑλόμενος, οὔτε τὴν τροφὴν, οὔτε τὴν ἀμπεχόνην ἐνήλλαξεν: ἀλλὰ τὰ μὲν χωρία ἠμείβετο, ἡ δὲ πολιτεία μεταβολὴν οὐκ ἐδέχετο. Οἱ δὲ πόνοι προσθήκην ἐλάμβανον, καὶ πολλαπλάσιοι τῶν προτέρων ἐγένοντο. Τῇ γὰρ νηστείᾳ καὶ χαμευνίᾳ, καὶ τῇ τοῦ σάκκου περιβολῇ, ἐπεισῄεσαν αἱ δἰ ὄλου τῶν δεομένων φροντίδες: χηρῶν, φημὶ, ἐπιμέλειαι, καὶ ὀρφανῶν κηδεμονίαι, καὶ τῶν ἀδικούντων οἱ ἔλεγχοι, τῶν δὲ ἀδικουμένων ἡ δικαία ἐπικουρία.

Καὶ τί δεῖ πρὸς εἰδότας ἅπαντα καταλέγεσθαι, ἃ τοὺς ταύτην ἀναδεδεγμένους περιστοιχίζει τὴν πρόνοιαν; Διαφερόντως δὲ ἐκεῖνος τοὺς τοιούτους πόνους ἠσπάζετο, ἅτε δὴ διαφερόντως καὶ ποθῶν καὶ δεδιὼς τὸν τῶν προβάτων Κύριον. Ὅσῳ δὲ πλείονα τῆς ἀρετῆς τὸν πλοῦτον συνέλεγε, τοσούτῳ μειζόνως καὶ τῆς τοῦ παναγίου Πνεύματος ἀπήλαυε χάριτος. Καὶ δή ποτε εἴς τινα κώμην αὐτῷ ἢ πόλιν ἀπαίροντι: οὐ γὰρ ἔχω λέγειν ἀκριβῶς τὸ χωρίον: προσίασί τινες πένητες, ἔνα τινὰ τῶν συνόντων ὡς τεθνεῶτα προτεθεικότες, καί τινα πρὸς τὴν ἐκείνου ταφὴν ἐπιτήδεια λαβεῖν ἱκετεύοντες. Ὁ δὲ εἶξεν ἀντιβολοῦσι: τῷ Θεῷ δὲ ὡς ὑπὲρ τεθνεῶτος τὴν ἱκεσίαν προσέφερεν, ἀφεῖναι παρακαλῶν τὰ κατὰ τὸν βίον πλημμεληθέντα, καὶ τοῦ τῶν δικαίων ἀξιῶσαι χοροῦ. Τούτων λεγομένων. ἀφίπτατο τοῦ τέως σκηπτομένου τὸν θάνατον ἡ ψυχὴ, ἐχορηγεῖτο δὲ τῷ σώματι τὰ καλύμματα: ὡς δὲ μικρὸν προῆλθεν ὁ θεσπέσιος ἄνθρωπος, ἀναστῆναι τὸν κείμενον ἐκέλευον οἱ τὸ δρᾶμα τὁ??ʼτο συντεθεικότες: ὡς δὲ ἑώρων οὐκ ἐπαΐοντα, ἀλλ̓ ἀλήθειαν τὸ σχῆμα γεγενημένον, καὶ εἰς πρόσωπον τὸ προσωπεῖον μεταβληθὲν, καταλαμβάνουσι μὲν τὸν μέγαν Ἰάκωβον, ποτνιώμενοι δὲ καὶ τῶν ποδῶν προκαλινδόμενοι, καὶ τοῦ τολμηθέντος δράματος αἰτίαν εἶναι λέγοντες τὴν

1300
πενίαν ἱκέτευον λῦσαι σφίσιν αὐτοῖς τὴν πλημμέλειαν, καὶ ἀποδοῦναι τῷ κειμένῳ τὴν ἀφαιρεθεῖσαν ψυχήν. Τὴν Δεσποτικὴν τοίνυν φιλανθρωπίαν μιμούμενος, καὶ τὴν ἱκετείαν ἐδέξατο, καὶ τὴν θαυματουργίαν ἐπεδείξατο, τὴν ὑπὸ τῆς εὐχῆς ἀφαιρεθεῖσαν ζωὴν διὰ τῆς εὐχῆς ἀποδοὺς τῷ κειμένῳ. Τοῦτο δὲ ἔμοιγε δοκεῖ τῇ τοῦ μεγάλου Πέτρου ἐοικέναι θαυματουργίᾳ: ὃς τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν κεκλοφότας καὶ ψευσαμένους θανάτῳ παρέπεμψε.

Καὶ γὰρ ὡσαύτως τὴν ἀλήθειαν κεκλοφότα, καὶ τῷ ψεύδει χρησάμενον ἀφείλετο τὴν ζωήν. Ἀλλ̓ ὁ μὲν γνοὺς τὴν κλοπὴν, ἀπεκάλυψε γὰρ ἡ τοῦ Πνεύματος χάρις, τὴν δίκην ἐπήγαγεν: ὁ δὲ τοῦ δράματος ἀγνοῶν τὴν ὑπόθεσιν, προσήνεγκε μὲν τὴν εὐχὴν, ἔστησε δὲ τῷ πεπλασμένῳ τοῦ βίου τὸν δρόμον: καὶ ὁ μὲν θεῖος Ἀπόστολος οὐκ ἔλυσε τοῖς τεθνηκόσι τὴν συμφοράν ʽδέους γὰρ ἔχρῃζε τοῦ σωτηρίου κηρύγματος τὰ προοίμιἀ: ὁ δὲ τῆς ἀποστολικῆς ὑπάρχων ἀνάπλεως χάριτος, καὶ ἐκόλασεν εἰς καιρὸν, καὶ ἔλυσε ταχέως τὴν κόλασιν: τούτῳ γὰρ ᾔδει κερδανεῖν τοὺς πταίσαντας. Ἀλλὰ γὰρ καὶ ἐπὶ τὰ ἄλλα ἰτέον, καὶ συντόμως κἀκεῖνα ἐξηγητέον.

Ἐπειδὴ γὰρ Ἄρειος, ὁ τῆς κατὰ τοῦ Μονογενοῦς καὶ τοῦ παναγίου Πνεύματος βλασφημίας πατὴρ καὶ δημιουργὸς. κατὰ τοῦ πεποιηκότος τὴν γλῶτταν κεκινηκὼς, ἐνέπλησε τὴν Αἴγυπτον θορύβου καὶ ταραχῆς, Κωνσταντῖνος δὲ ὁ μέγιστος βασιλεὺς, ὁ τῆς ἡμετέρας ἀγέλης Ζοροβάβελ: κατ̓ ἐκεῖνον γὰρ τὴν τῶν εὐσεβῶν αἰχμαλωσίαν ἐκ τῆς ὑπερορίας ἅπασαν ἐπανήγαγε, καὶ τοὺς θείους νεὼς εἰς ἔδαφος ἐῤῥιμμένους εἰς ὕψος ἀνήγειρεν. Ἐπειδὴ τοίνυν οὗτος πάντας τοὺς τῶν Ἐκκλησιῶν προέδρους κατ̓ ἐκεῖνον τὸν καιρὸν συνήγειρεν εἰς τὴν Νίκαιαν, ἀφίκετο μετὰ τῶν ἄλλων καὶ ὁ μέγας Ἰάκωβος, τῶν ὀρθῶν ὑπερμαχήσων δογμάτων, οἷά τις ἀριστεὺς καὶ πρόμαχος ἁπάσης τῆς φάλαγγος.

Τῆς Ῥωμαίων γὰρ ἡγεμονίας τηνικαῦτα ὑπῆρχεν ἡ Νίσιβις. Ἐν τοίνυν τῇ μεγάλῃ συνόδῳ, πολλῶν μὲν εὖ καὶ καλῶς, πολλῶν δὲ καὶ ἄλλως εἰρημένων: ἦσαν γὰρ ὀλίγοι τινὲς, οἴ τἀναντία μὲν ἐφρόνουν, γυμνοῦν δὲ τὴν σφῶν οὐκ ἐθάῤῥουν ἀσέβειαν, ἀλλὰ δελεάσμασί τισι συνεκάλυπτον, οὐ πᾶσι μὲν γνωοίμοις, τοῖς δὲ ἀκριβέσι τῆς ἀληθείας μύσταις καὶ μάλα δήλοις: ὑπαγορεύεται μὲν ἡ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐπὶ τοῦ παρόντος κρατοῦσά τε καὶ κηρυττομένη τῆς πίστεως ὁμολογία: ὑπεσημήναντο δὲ ἅπαντες, καὶ τῇ χειρὶ καὶ τῷ καλάμῳ οὕτω πιστεύειν καὶ φρονεῖν ὡμολόγησαν: ἀλλ̓ οἱ πλείους μὲν ἄσμενοι τοῦτο ἐποίουν: ἑπτὰ δέ τινες τῆς Ἀρείου βλασφημίας συνήγοροι, τῇ μὲν γλώττῃ καὶ τῇ χειρὶ συνωμολόγησαν, ἀντιφθεγγομένην δὲ τῇ γλώττῃ τὴν γνώμην ἐκέκτηντο, κατὰ τὴν προφητείαν τὴν λέγουσαν: Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ̓ ἐμοῦ: καὶ κατὰ τὴν

1301
Ἱερεμίου φωνὴν τὴν διαῤῥήδην βοῶσαν: Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν. Σύμφωνα δὲ τούτοις περὶ τούτων καὶ ὁ μακάριος ἔφη Δαβίδ: Τῷ στόματι αὐτῶν ηὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Καὶ πάλιν: Ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Οὗτοι τὸν τῆς Ἀλεξανδρέων ἐπίσκοπον τὸν μέγαν Ἀλέξανδρον παρεκάλουν, οἰκτεῖραι τὸν Ἄρειον ὑπὸ πάσης ἐκείνης ἀποκηρυχθέντα τῆς φάλαγγος: τοῦ δὲ καὶ τὸ τούτων ὕπουλον εἰδότος, καὶ τὴν ἐκείνου πονηρίαν ὑφορωμένου, καὶ τούτου χάριν οὐ δεχομένου τὴν αἴτησιν: ἄλλοι τινὲς τῶν ἁπλότητι συνεζηκότων, πολλὰς τῆς φιλανθρωπίας διεξῄεσαν εὐφημίας, ταύτῃ χαίρειν λέγοντες καὶ τὸν τῶν ὅλων Θεόν. Ἐπειδὴ δὲ ὁ μέγας Ἀλέξανδρος τὴν ἄδικον περὶ ἕνα φιλανθρωπίαν ἀπανθρωπίαν ὠνόμαζε, πολλῶν οὖσαν λυμαντικὴν, καὶ λώβης πρόφασιν ἔσεσθαι τοῖς ποιμνίοις ἅπασιν ἔλεγε: παρῄνει πᾶσιν ὁ θεῖος Ἰάκωβος, τῇ μὲν τῆς νηστείας χρήσασθαι κακουχίᾳ, ἑπτὰ δὲ κατὰ ταὐτὸν ἡμέρας τὸν Θεὸν ἱκετεῦσαι τὸ ταῖς Ἐκκλησίαις συνοῖσον πρυτανεῦσαι.

Δεξαμένων δὲ ἁπάντων τοῦ θείου ἀνδρὸς τὴν εἰσήγησιν: ᾔδεισαν γὰρ αὐτὸν ἀποστολικοῖς χαρίσμασι λάμποντα: ἐκεράννυτο μὲν ἡ νηστεία τῇ προσευχῇ: ἐψηφίζετο δὲ ταῖς Ἐκκλησίαις ὁ τούτων κυβερνήτης τὸ συμφέρον. Καὶ ἐπειδὴ ἀπήντησεν ἡ Κυριακὴ, καθ̓ ἤν ἤλπιζον οἱ πλείους τὸν ἀλιτήριον εἰσδεχθήσεσθαι, καὶ τῆς θείας λειτουργίας ἔφθασεν ὁ καιρὸς, καὶ προσέμενον ἄπαντες ἰδεῖν τὸν ἀντίθεον ἐλεούμενον, τηνικαῦτα γίνεται θεῖον ὄντως καὶ παράδοξον θαῦμα. Ἐν βδελυκτοῖς γὰρ καὶ δυσώδεσι χωρίοις ὁ ἀλάστωρ ἐκεῖνος τῆς ἀπλήστου τροφῆς ἐκκρίνων τὰ περιττώματα, καὶ τὰ τούτων μετὰ τούτων ἐξέκρινε δοχεῖα. Οὕτω δὲ τῶν σπλάγχων αὐτοῦ διαλυθέντων, καὶ σὺν τῇ κόπρῳ κεχωρηκότων, ἐξέπεσεν ὁ δείλαιος παραχρῆμα, καὶ τὸν αἴσχιστον ἐκεῖνον ὑπέμεινε θάνατον, τῆς δυσώδους αὐτοῦ βλασφημίας ἐν δυσώδεσι χωρίοις εἰσπραχθεὶς τὰς εὐθύνας, καὶ διὰ τῆς Ἰακώβου τοῦ μεγάλου γλώττης δεξάμενος τὴν σφαγήν.

Θαυμάζει μὲν οὖν ἡ θεία Γραφὴ Φινεὲς τὸν ἱερέα, καὶ εἰκότως θαυμάζει, ὅτι τὸν ὀλέθρου λαῷ γινόμενον πρόξενον κατέσφαξε, τὸν Ζαμβρή: διὸ καὶ ψάλλων ὁ μακάριος ἔλεγε Δαβίδ: Ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις: καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος. Ἀλλ̓ ὅμως ἐκεῖνος ὅπλῳ πολεμικῷ χρησάμενος, τὴν δικαίαν καὶ πολυθρύλλητον ἐκείνην εἰργάσατο σφαγήν: τούτῳ δὲ ἤρκεσεν ἀντὶ δόρατος καὶ ξίφους ἡ γλῶττα, καὶ ἀνεῖλε τὸν ἀσεβῆ, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Ἀπόχρη δὲ τοῦτο μόνον τῶν τῆς Ἀρείου δυσσεβείας κληρονόμων διελέγξαι τὴν ἄνοιαν. Ὁ γὰρ τοσοῦτος ἀνὴρ, τῶν μὲν ὐφ̓ ἡμῶν πρεσβευομένων δογμάτων κήρυξ ἦν καὶ συνήγορος: οὕτω δὲ κομιδῇ τὴν τούτων ἀσέβειαν ἐβδελύττετο, ὅτι καὶ τὸν αὐτῆς πατέρα κατηκόντισεν, ὅπλῳ τῇ γλώττῃ χρησάμενος. Ἐπειδὴ δὲ ὁ σύλλογος ὁ ἱερὸς

1304
διελύθη, καὶ τὴν οἰκείαν οἰκίαν κατέλαβεν ἕκαστος, ἐπανῆκε καὶ οὗτος οἷά τις ἀριστεὺς καὶ νικηφόρος τοῖς τῆς εὐσεβείας τροπαίοις ἐπαγαλλόμενος. Χρόνου δὲ διελθόντος ὁ μὲν μέγας ἐκεῖνος καὶ θαυμάσιος βασιλεὺς μετὰ τῶν τῆς εὐσεβείας στεφάνων ὑπεξῄει τὸν βίον: οἱ δὲ ἐκείνου παῖδες τῆς οἰκουμένης τὴν ἡγεμονίαν ἐκληρονόμουν. Τότε ὁ Περσῶν βασιλεὺς, Σαπώρης ὄνομα τούτῳ ἦν, καταφρονήσας τῶν παίδων, ὡς οὐ τὰ αὐτὰ τῷ πατρὶ δυναμένων, ἐπεστράτευσε τῇ Νισίβει, παμπόλλην μὲν ἄγων ἵππον, παμπόλλην δὲ πεζὴν στρατιάν: εἶχε δὲ καὶ ἐλέφαντας ὅτι πλείστους. Καὶ διελὼν ὡς εἰς πολιορκίαν τὴν στρατιὰν, περιεκάθισε κύκλῳ, καὶ μηχανήματα ἵστη, καὶ τύρσεις ἀνῳκοδόμει, καὶ σταυρώματα καταπηγνὺς, καὶ τὰ μέσα τούτων φορμηδὸν περιφράττων τοῖς κλάδοις, ἐκέλευε προσχοῦν τοῖς στρατιώταις, καὶ πύργους ἀντεγείρειν τοῖς πύργοις. Εἶτα ἐκεῖ τοὺς τοξότας ἀναβιβάζων, καὶ ἀφιέναι κατὰ τῶν ἐπὶ τοῦ τείχους ἑστηκότων τὰ βέλη κελεύων, ἄλλοις κάτωθεν ὑπορύττειν τὸ τεῖχος ἐκέλευεν. Ὡς δὲ ἄπρακτα πάντα ἐγίνετο, τῇ τοῦ θεσπεσίου ἀνδρὸς διαλυόμενα προσευχῇ, τέλος τοῦ παραῤῥέοντος ποταμοῦ τὸ ῥεῦμα τῇ πολυχειρίᾳ κωλύσας, καὶ τῇ ἀποτειχίσει κεκωλυμένον τοῦ ποταμοῦ ὅτι πλεῖστον συναθροίσας, ἐπαφῆκεν ἀθρόον κατὰ τοῦ τείχους, οἷόν τινι μηχανήματι τούτῳ σφοδροτάτῳ χρησάμενος. Τὸ δὲ οὐκ ἤνεγκε τὴν τοῦ ὕδατος ἐμβολήν: ἀλλὰ τῇ ῥύμῃ κατασεισθεὶς, ἄρδην ἅπαν τὸ κατ̓ ἐκεῖνο μέρος κατέπεσεν.

Οἱ δὲ μέγα ἐβόων, ὡς εὐαλώτου γενομένου τοῦ ἄστεος. Τὸ γὰρ μέγα τεῖχος τῶν ἐνοικούντων ἠγνόουν: ἀνεβάλλοντο δὲ ὅμως τὴν προσβολὴν, ἄβατον ὁρῶντες ὑπὸ τῶν ὑδάτων γενομένην τὴν πόλιν.

Πόῤῥω τοίνυν ὑποχωρήσαντες, ὡς τοῦ πόνου σφίσι λωφήσαντος, αὐτοί τε διανεπαύοντο, καὶ τοὺς ἵππους ἐθεράπευον. Οἱ δὲ τὴν πόλιν οἰκοῦντες εἰς ἱκετείας σφοδροτέρας ἐτρέποντο, πρεσβευτὴν ἔχοντες τὸν μέγαν Ἰάκωβον: οἱ δὲ ἐν ἡλικίᾳ πάντες ἀνῳκοδόμουν σπουδῇ, οὔτε κάλλους οὔτε ἁρμονίας ἐπιμελούμενοι: ἀλλὰ πρὸς τὸ τυχὸν ἅπαντα συντιθέντες, καὶ λίθους, καὶ πλίνθους, καὶ ὅ τι ἅν τις ἐκόμιζε: καὶ ἐν μιᾷ νυκτὶ προὔβη τὸ ἔργον, καὶ τοσοῦτον ἔλαβεν ὕψος, ὅσον ἀπόχρη διακωλῦσαι καὶ τῶν ἵππων τὸν δρόμον, καὶ τῶν ἀνδρῶν τὴν ἄνευ κλιμάκων ἐπίβασιν. Τότε πάντες ἱκετεύουσι τὸν τοῦ Θεοῦ ἄνθρωπον φανῆναι ἐπὶ τοῦ τείχους, καὶ ἀραῖς κατατοξεῦσαι τοὺς πολεμίους.

Ὁ δὲ πεισθεὶς ἀνῄει, καὶ τὰς πολλὰς αὐτῶν θεασάμενος μυριάδας, σκνιφῶν αὐτοῖς καὶ κωνώπων ἐπιπέμψαι νέφος ἱκέτευσε τὸν Θεόν. Καὶ ὁ μὲν ἔλεγεν, ὁ δὲ ἔπεμπε, Μωῦσῇ παραπλησίως πειθόμενος: καὶ οἵ τε ἄνδρες τοῖς θείοις κατετιτρώσκοντο βέλεσιν: οἵ τε ἵπποι καὶ οἱ ἐλέφαντες τὰ δεσμὰ διαῤῥήξαντες ἐδραπέτευον τῇδε κἀκεῖσε σκεδαννύμενοι, καὶ φέρειν ἐκείνας οὐ δυνάμενοι τὰς ἀκίδας. Θεασάμενος τοίνυν ὁ δυσσεβὴς βασιλεὺς τὰ μηχανήματα πάντα ὄνησιν οὐδεμίαν παρεσχηκότα, καὶ τοῦ ποταμοῦ τὴν προσβολὴν ἀνόνητον γεγενημένην: τὸ γὰρ καταπεσὸν ἀνῳκοδόμητο τεῖχος: καὶ τὴν στρατιὰν πᾶσαν, καὶ τοῖς πόνοις ταλαιπωρουμένην, καὶ ὑπαίθριον κακοπαθοῦσαν, καὶ ὑπὸ τῆς θεηλάτου ἐλαυνομένην πληγῆς:

1305
ἰδὼν δὲ καὶ τὸν θεῖον ἄνθρωπον ἐπὶ τοῦ τείχους βαδίζοντα, καὶ τοπάσας αὐτὸν ἐφεστάναι τῷ ἔργῳ τὸν βασιλέα, ἁλουργίδα γὰρ καὶ διάδημα περικείμενος ἑωρᾶτο, ἠγανάκτει μὲν κατὰ τῶν ἐξαπατησάντων καὶ στρατεῦσαι πεισάντων, καὶ τὸν βασιλέα μὴ παρεῖναι φησάντων. Θανάτου δὲ ψῆφον κατὰ τούτων ἐξενεγκὼν, ἔλυσε τὸ στράτευμα, καὶ τὰ οἰκεῖα βασίλεια κατέλαβεν ὅτι τάχιστα. Τοιαῦτα καὶ ἐπὶ τοῦδε τοῦ Ἐζεκίου τεθαυματούργηκεν ὁ Θεὸς, οὐ μείονα ἐκείνων, ἀλλὰ καὶ μείζονα, ὡς ἔμοιγε δοκεῖ. Τὸ γὰρ καὶ τοῦ τείχους καταπεσόντος μὴ ἁλῶναι τὴν πόλιν, ποίαν θαύματος ὑπερβολὴν καταλείπει; Ἐγὼ δὲ πρὸς τούτῳ κἀκεῖνο ἄγαν θαυμάζω, ὅτι καὶ ἀραῖς χρησάμενος, οὐ σκηπτοὺς ᾔτησεν ἐνεχθῆναι, καὶ κεραυνοὺς, ὅπερ Ἠλίας ὁ μέγας ἐκεῖνος ἐποίησεν, ἡνίκα πρὸς αὐτὸν πεντηκόνταρχος ἑκάτερος μετὰ τῆς πεντηκοστύος ἀφίκετο. Ἤκουσε γὰρ τοῦ Κυρίου πρὸς Ἰάκωβον καὶ Ἰωάννην τοὺς τοῦτ̓ αὐτὸ πειραθέντας ποιῆσαι διαῤῥήδην εἰπόντος: Οὐκ οἴδατε ποίου πνεύματός ἐστε; Διὰ τοῦτο οὐ χᾶναι αὐτοῖς τὴν γῆν ᾔτησεν, οὐδὲ πυρὶ παραδοθῆναι τὴν φάλαγγα παρεκάλεσεν, ἀλλὰ τοῖς ζωῦφίοις ἐκείνοις κατατρωθῆναι, καὶ τοῦ Θεοῦ διαγνόντας τὴν δύναμιν ὀψέ ποτε μεταμαθεῖν τὴν εὐσέβειαν. Τοσαύτην εἶχεν ὁ θεῖος οὗτος ἄνθρωπος πρὸς τὸν Θεὸν παῤῥησίαν: τοσαύτης ἄνωθεν ἀπήλαυε χάριτος. Ἐν τούτοις διατελῶν, καὶ καθ̓ ἑκάστην ἐν τοῖς θείοις αὐξανόμενος ἡμέραν, μετὰ τῆς μεγίστης εὐκλείας τόνδε τὸν βίον ἀπέθετο, καὶ τὴν ἐντεῦθεν ἀποδημίαν ἐστείλατο. Χρόνου δὲ διελθόντος, καὶ τοῦδε τοῦ ἄστεος ὑπὸ τοῦ τηνικαῦτα κρατοῦντος τῇ Περσικῇ βασιλείᾳ παραδοθέντος, ἐξῄεσαν μὲν ἅπαντες οἱ τὴν πόλιν οἰκοῦντες, ἔφερον δὲ τοῦ προμάχου τὸ σῶμα, ἀσχάλλοντες μὲν καὶ ὀλοφυρόμενοι τὴν μετοικίαν, ᾅδοντες δὲ τοῦ νικηφόρου ἀριστέως τὴν δύναμιν. Οὐ γὰρ ἂν ἐκείνου περιόντος ὑπὸ βαρβάροις ἐγένοντο. Ταῦτα περὶ τοῦδε τοῦ θείου διεξελθὼν, εἰς ἑτέραν διήγησιν μεταβήσομαι, τῆς τούτου μεταλαχεῖν εὐλογίας ἀντιβολῶν.

Ἰουλιανὸς, ὅν Σάββαν ἐπίκλην οἱ ἐπιχώριοι τιμῶντες ὠνόμαζον, τὸν δὲ πρεσβύτην τῇ Ἑλλάδι φωνῇ σημαίνει τὸ ὄνομα, ἐν τῇ πάλαι μὲν Παρθυαίων, νῦν δὲ Ὀσροηνῶν ὀνομαζομένῃ, τὴν ἀσκητικὴν καλύβην ἐπήξατο. Διατείνει δὲ αὕτη πρὸς μὲν ἑσπέραν μέχρις αὐτοῦ τοῦ ποταμοῦ τῆς ὄχθης: Εὐφράτης δὲ ὄνομα τούτῳ: πρὸς ἤλιον δὲ ἀνίσχοντα, τὸ τέρμα ἔχει τῆς Ῥωμαίων ἡγεμονίας: ἡ γὰρ Ἀσσυρία διαδέχεται, πέρας οὖσα ἑσπέριον τῆς Περσικῆς βασιλείας, ἥν Ἀδιαβηνὴν οἱ μετὰ ταῦτα ὠνόμασαν. Ἐν τούτῳ τῷ ἔθνει πολλαὶ μὲν πόλεις μεγάλαι καὶ πολυάνθρωποι, χώρα δὲ παμπόλλη μὲν οἰκουμένη, παμπόλλη δὲ ἀοίκητός τε καὶ ἔρημος. Ταύτης ἐσχατιὰν τῆς ἐρήμου καταλαβὼν ὁ θεῖος οὗτος ἀνὴρ, καὶ ἄντρον εὑρὼν οὐ χειροποίητον, οὐδὲ εὗ καὶ καλῶς ὀρωρυγμένον: ἀλλὰ βραχεῖάν τινα σκέπην παρέχειν δυναμένην τοῖς καταφεύγειν ἐθέλουσιν, ἀσπασίως ᾤκησε τὸ χωρίον, τῶν χρυσίῳ καὶ ἀργύρῳ καταλᾳμπομένων βασιλείων νομίζων πολυτελέστερον.

Ἐν τούτῳ διῆγεν, ἅπαξ τῆς ἑβδομάδος σιτίων μεταλαμβάνων.

Σιτίον δὲ ἦν αὐτῷ ἄρτος ὁ κεγχριδίας,

1308
καὶ αὐτὸς πιτυρίας: ὄψον δὲ οἱ ἅλες: πόμα δὲ ἥδιστον τὸ αὐτοφυὲς τῶν ὑδάτων νᾶμα, καὶ τοῦτο δὲ οὐ τῷ κόρῳ μετρούμενον, ἀλλὰ τῇ χρείᾳ τῆς προκαταβληθείσης τροφῆς ὁριζόμενον. Τρυφὴ δὲ ἦν αὐτῷ. καὶ χλιδὴ, καὶ πανδαισία παντοδαπὴ, ἡ τοῦ Δαβὶδ ὑμνῳδία, καὶ ἡ διηνεκὴς πρὸς Θεὸν ὁμιλία. Τούτων ἀπλήστως ἀπολαύων, κόρον λαβεῖν οὐκ ἐβούλετο: ἀλλ̓ ἀεὶ μὲν ἐνεπίμπλατο, ἀεὶ δὲ ἐβόα, Ὠς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου ! ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. Ἤκουσε δὲ πάλιν τοῦ μακαρίου Δαβὶδ λέγοντος: Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Ἤκουσεν αὐτοῦ πάλιν λέγοντος: Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου: καὶ αὖθις, Εὐφρανθήτω ἡ καρδία ζητούντων τὸν Κύριον: καὶ, Εὔφρανον τὴν καρδίαν μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Καί: Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Καί: Ἐδίψησεν ἡ ψυχή μου πρὸς Θεὸν, τὸν ἰσχυρὸν καὶ ζῶντα. Καί: Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου. Καὶ μετέθηκεν εἰς ἑαυτὸν τοῦ ταῦτα εἰρηκότος τὸν ἔρωτα. Τούτου γὰρ χάριν αὐτὰ καὶ Δαβὶδ ὁ μέγας ᾅδων ἐδίδασκεν, ὡς ἂν πολλοὺς κοινωνοὺς καὶ συνεραστὰς τοῦ Θεοῦ καταστήσειε. Καὶ οὐ διήμαρτε τῆς ἐλπίδος: ἀλλὰ καὶ τοῦτον τὸν θεσπέσιον ἄνδρα, καὶ μυρίους ἑτέρους τῷ θείῳ κατέτρωσεν ἔρωτι. Τοσοῦτον γὰρ οὗτος ἐδέξατο φίλτρου πυρσὸν, ὡς μεθύειν τῷ πόθῳ, καὶ μηδὲν ὁρᾷν τῶν γηΐνων, μόνον δὲ τὸν ἐρώμενον καὶ νύκτωρ ὀνειροπολεῖν, καὶ μεθ̓ ἡμέραν φαντάζεσθαι.

Ταύτην αὐτοῦ τὴν ἄκραν φιλοσοφίαν πολλοὶ μεμαθηκότες, οἱ μὲν ἐκ γειτόνων οἰκοῦντες, οἱ δὲ πόῤῥωθεν: ὑπόπτερος γὰρ ἡ φήμη διέθεε πάντοσε: ἔδραμον ἱκετεύοντες τῆς παλαίστρας μεταλαχεῖν, καὶ ὑπ̓ αὐτῷ οἶόν τινι γυμναστῇ καὶ παιδοτρίβῃ τὸ λοιπὸν βιοτεύειν. Θηρεύουσι γὰρ οὐ μόνον ὄρνιθες ὄρνιθας ᾅδοντες, καὶ πρὸς ἑαυτοὺς τοὺς ὁμογενεῖς ἐκκαλούμενοι, καὶ ταῖς περικειμέναις περιπείροντες πάγαις: ἀλλὰ καὶ ἄνθρωποι τοὺς ὁμοφυεῖς, οἱ μὲν εἰς λώβην, οἱ δὲ εἰς σωτηρίαν ἀγρεύουσιν. Οὕτω συναγειρόμενοι δέκα μὲν ταχέως ἐγένοντο, εἶτα διπλάσιοι καὶ τριπλάσιοι εἶτα τὸν ἑκατὸν ἐπλήρωσαν ἀριθμόν. Καὶ τοσούτους δὲ γενομένους ἐκεῖνο τὸ ἄντρον ἐδέχετο: ἔμαθον γὰρ παρὰ τοῦ πρεσβύτου τῆς τοῦ σώματος κατηγορεῖν θεραπείας. Ἐσιτοῦντο δὲ καὶ αὐτοὶ τῷ παιδοτρίβῃ παραπλησίως τὸν κεγχρυδίαν ἄρτον τοῖς ἅλασιν ἡδυνόμενον. Χρόνῳ δὲ ὕστερον καὶ τῶν αὐτοφυῶν λαχάνων συλλέγοντες, εἶτα κεράμους ἐμφοροῦντες, καὶ τῆς ἅλμης ὅσον ἀπόχρη μιγνύντες, εἶχον ὄψον οἱ θεραπείας δεόμενοι. Τούτῳ δὲ τῷ λαχάνῳ τὰ νενοτισμένα τῶν οἰκημάτων πολέμια: εὐρῶτα γὰρ αὐτῷ καὶ σηπεδόνα πέφυκεν ἐμποιεῖν.

Τούτου τοιγαροῦν τοῦ πάθους περὶ τόδε τὸ ὄψον γεγενημένου: πολλὴν γὰρ πανταχόθεν τὸ ἄντρον εἰσεδέχετο τὴν νοτίδα: ἱκέτευον τὸν πρεσβύτην οἱ θιασῶται, οἰκίσκον τινὰ βραχὺν σφίσιν ἐπιτρέψαι

1309
δείμασθαι, τοῖς τοῦδε τοῦ ὄψου ἀποχρῶντα ἀγγείοις.

Ὁ δὲ τὰ μὲν πρῶτα τὴν αἴτησιν οὐκ ἐδέχετο: ὀψὲ δέ ποτε πεισθείς: ἐδιδάχθη γὰρ ὑπὸ τοῦ μεγάλου Παύλου, μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ τοῖς ταπεινοῖς συναπάγεσθαι: ἐδίδου μὲν τοῦ οἰκίσκου τὰ μέτρα βραχέα τινὰ καὶ σμικρὰ, ἀπῄει δὲ πόῤῥω τοῦ ἄντρου, τὰς συνήθας τῷ Θεῷ προσοίσων ἱκετείας.

Εἰώθει γὰρ πεντήκοντα μὲν πολλάκις σταδίους, ἔστι δ̓ ὅτε καὶ δὶς τοσούτους κατὰ τὴν ἔρημον βαδίζων, καὶ πάσης ἑαυτὸν ἀνθρωπίνης συνουσίας χωρίζων καὶ εἰς ἑαυτὸν νεύων, καθ̓ ἑαυτὸν ὁμιλεῖν τῷ Θεῷ, καὶ τὸ θεῖον ἐκεῖνο καὶ ἄῤῥητον κατοπτρίζεσθαι κάλλος. Ταύτης λαβόμενοι τῆς σχολῆς οἱ τῆς ἐκείνου κηδεμονίας ἠξιωμένοι, τῇ μὲν χρείᾳ σύμμετρον, μείζονα δὲ ἢ ἐπετάχθησαν τὸν οἰκίσκον ἐδείμαντο.

Ἐπανελθὼν δὲ μετὰ δεκάτην ἡμέραν, οἷά τις Μωὗ??ʼῆς ἀπὸ τοῦ ὄρους καὶ τῆς ἀφράστου θεωρίας, καὶ θεασάμενος μείζονα ἢ ἐβούλετο τὴν οἰκοδομήν γεγενημένην: Δέδοικα, ἔφη, ὧ ἄνδρες, μὴ τὰ ἐπὶ γῆς εὐρύνοντες καταγώγια σμικρύνωμεν τὰ οὐράνια: καίτοι ταῦτα μέν ἐστι πρόσκαιρα, καὶ πρὸς ὀλίγον ἡμῖν ἐπιτήδεια: ἐκεῖνα δὲ αἰώνια, καὶ πέρας λαβεῖν οὐ δυνάμενα Καὶ ταῦτα μὲν ἔλεγε, τὰ τελεώτερα τὸν χορὸν ἐκπαιδεύων. Ἠνείχετο δὲ ὅμως, τῆς ἀποστολικῆς ἐπακούσας φωνῆς: Οὐ ζητῶ τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. Ἐξεπαίδευσε δὲ κἀκείνους, ἔνδον μὲν κοινὴν τῷ Θεῷ τὴν ὑμνῳδίαν προσφέρειν, μετὰ δὲ τὴν ἔω ἀνὰ δύο κατὰ τὴν ἔρημον ἐξιέναι, καὶ τὸν μὲν τὰ γόνατα κατακάμπτοντα τὴν ὀφειλομένην τῷ Δεσπότῃ προσφέρειν προσκύνησιν, τὸν δὲ ᾅδειν ἑστῶτα ψαλμοὺς Δαὑ??ʼτικοὺς πεντεκαίδεκα, εἶτα ἐναλλάττειν τὸ ἔργον, καὶ τὸν μὲν ἀνιστάμενον ᾅδειν, τὸν δὲ εἰς γῆν κατακύπτοντα προσκυνεῖν: καὶ τοῦτο ἐξ ἑωθινοῦ μέχρι δείλης ὀψίας διετέλουν ποιοῦντες. Πρὸ δὲ ἡλίου δυσμῶν βραχύ τι διαναπαυόμενοι, εἰς τὸ ἄντρον οὗτοι μὲν ἔνθεν, οὗτοι δὲ ἐκεῖθεν, πάντες δὲ κατὰ ταυτὸν τῷ Δεσπότῃ προσέφερον.

Εἰώθει δὲ καὶ αὐτὸς ὁ πρεσβύτης ἕνα τινὰ τῶν ἐπισημοτέρων κοινωνὸν τῆς λειτουργίας λαμβάνειν.

Εἴπετο δὲ αὐτῷ συχνότερον ἀνήρ τις, τὸ μὲν γένος Πέρσης, τὸ δὲ εἶδος μέγας καὶ ἀξιάγαστος, θαυμασιωτέραν δὲ τοῦ εἴδους τὴν ψυχὴν κεκτημένος, Ἰάκωβος ὄνομα αὐτῷ, ὅς καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ἐν πάσῃ μὲν διέλαμψεν ἀρετῇ, ἐπίσημος δὲ καὶ περίβλεπτος ἦν, οὑ τοῖς αὐτόθι μόνοις, ἀλλὰ καὶ τοῖς ἐν τῇ Συρίᾳ τῆς φιλοσοφίας φροντιστηρίοις, ἐν οἷς καὶ ἐτελεύτα βιώσας, ὡς λέγεται, τέτταρα καὶ ἑκατὸν ἔτη. Οὗτος τῷ μεγάλῳ πρεσβύτῃ τῆς ἐπὶ τὴν ἔρημον κοινωνήσας ὀδοῦ, πόῤῥωθεν εἴπετο. Οὐ γὰρ εἴα πελάζειν ὁ διδάσκαλος, ἵνα μὴ πρόφασιν αὐτοῖς τοῦτο διαλέξεως γένηται, ἡ δὲ διάλεξις κλέψῃ τὸν νοῦν τῆς περὶ τοῦ Θεοῦ φαντασίας. Ἑπόμενος δὲ ὁρᾷ κατὰ τὴν ὁδὸν δράκοντά τινα παμμεγέθη κείμενον.

Εἶτα θεασάμενος προβῆναι μὲν οὐκ ἐθάῤῥησεν, ἐκκλῖναι δὲ πολλάκις ὑπὸ τοῦ δέους θελήσας, ἀνεῤῥώσθη πάλιν τὸν λογισμόν. Ἔπειτα κύψας, καὶ ψηφίδα

1312
λαβὼν, καὶ ταύτην ἀκοντίσας, ἑώρα τὸν δράκοντα ἐπὶ σχήματος μένοντα, καὶ κινεῖσθαι παντελῶς οὐ δυνάμενον. Συνιεὶς δὲ ὡς νεκρὸς εἴη, ἔργον ὑπέλαβεν εἷναι τοῦ πρεσβύτου τοῦ θηρίου τὸν θάνατον. Τὴν δὲ ὁδὸν ἐξανύσας, καὶ τῆς ὑμνῳδίας τὴν λειτουργίαν πεπληρωκὼς, ὡς ὁ τῆς ἀναπαύλης ἧκε καιρὸς, καθίσας ὁ πρεσβύτης, καὶ αὐτῷ τὸ σῶμα προσαναπαῦσαι μικρὸν παρηγγύησε, τὸ μὲν πρῶτον καθῆστο σιγῶν. Ἐπειδὴ δὲ ὁ πρεσβύτης τινὸς ἥψατο διαλέξεως, μετά τινος μειδιάματος ἱκέτευσεν ὁ Ἰάκωβος δῆλον αὐτῷ ποιῆσαι τὸ ἀγνοούμενον. Τοῦ δὲ ἔρεσθαι ἐπιτρέψαντος: Εἶδον, ἔφη, κατὰ τὴν ὁδὸν δράκοντα μέγιστον ἐῤῥιμμένον, καὶ τὸ μὲν πρῶτον ἐδεδίειν ζῇν τοῦτον ὑπολαμβάνων: ἐπειδὴ δὲ τεθνεῶτα ἐθεασάμην, θαῤῥήσας τὴν πορείαν ἐποιησάμην: εἰπέ μοι τοίνυν, ὧ Πάτερ, τίς τοῦτον ἀπέκτεινε; σὺ γὰρ ἡγοῦ τῆς ὁδοῦ: ἕτερος δὲ οὐδεὶς ταύτην διελήλυθεν. Ὁ δὲ πρεσβύτης: Παῦσαι, ἔφη, πολυπραγμονῶν τὰ τοιαῦτα, φέρειν ὄνησιν τοῖς χρωμένοις οὐδεμίαν δυνάμενα. Ἀλλ̓ οὐδὲν ἦττον ὁ θαυμάσιος Ἰάκωβος ἐπέκειτο, μαθεῖν τἀληθὲς ἐφιέμενος. Ὁ δὲ πρεσβύτης, κρύπτειν μὲν ἐπὶ πολὺ πειρώμενος, ἀνιᾷν δὲ τὸν ἐραστὴν ἐπὶ πλεῖον οὐκ ἀνασχόμενος: Ἐγώ σοι, ἔφη, ἐρῶ, εἰ μαθεῖν ἐφίεσαι: παρεγγυῶ δὲ μηδένα ἕτερον ἐμοῦ ζῶντος ποιήσασθαι τοῦ ῥηθησομένου συνίστορα: κρύπτειν γὰρ τὰ τοιάδε προσήκει, εἰς ἀλαζονείαν καὶ τῦφον πολλάκις ἐγείροντα: ἢν δὲ ἐγὼ ἐνθένδε ἀπέλθω, καὶ τῶν τοιῶνδε παθῶν ἐλεύθερος γένωμαι, λέγειν οὐ κωλύω, καὶ τῆς θείας χάριτος διηγεῖσθαι τὴν δύναμιν. Εὗ ἴσθι τοίνυν, ἔφη ὁ μέγας Ἰουλιανὸς, ὡς βαδίζοντί μοι κατὰ τὴν ὁδὸν ὁ θὴρ ἐκεῖνος ἐπῄει, καὶ τὸ στόμα ἀνεώγνυ καταπιεῖν ἐφιέμενος.

Ἐγὼ δὲ τῇ τοῦ Θεοῦ προσηγορίᾳ χρησάμενος, καὶ τῷ δακτύλῳ τὸ τοῦ σταυροῦ τρόπαιον ὑποδείξας, ἅπαν μὲν δέος ἀπεσεισάμην, πεσὸν δὲ τὸ θηρίον παραυτίκα εἰς γῆν ἐθεασάμην, καὶ τὸν κοινὸν ἀνυμνήσας Σωτῆρα τὴν ἐπὶ τὸ πρόσω πορείαν ἐποιησάμην. Οὕτω τὸ διήγημα συμπεράνας, ἀναστὰς εἴχετο τῆς ἐπὶ τὸ ἄντρον ὁδοῦ.

Ἄλλοτε δὲ μειράκιον, ἐξ εὐγενῶν βλαστῆσαν, τρυφηλῶς δὲ τεθραμμένον, προθυμίᾳ δὲ μείζονι τῆς δυνάμεως κεχρημένον, ἱκέτευσε τὸν πρεσβύτην τῆς ἐπὶ τὴν ἔρημον αὐτῷ κοινωνῆσαι πορείας, οὐ τῆς κοινῆς ταύτης ὑπὸ πάντων καθ̓ ἑκάστην ὁδευομένης ἡμέραν, ἀλλὰ τῆς μακροτάτης, καὶ πολλάκις μὲν ἡμέρας ἑπτὰ, πολλάκις δὲ καὶ δέκα κατεχούσης ἀποδημίας.

Ἀστέριος δὲ ἦν οὗτος ὁ πολυθρύλλητος. Τοῦ δὲ θεσπεσίου πρεσβύτου τὸν νέον διακωλύοντος, καὶ τῆς ἐρήμου τὸ ἄνυδρον λέγοντος, ἐπέκειτο λιπαρῶν ὁ νέος ταύτης ἀπολαῦσαι τῆς δωρεᾶς. Ἡττηθεὶς δὲ ταῖς ἱκεσίαις ἐνέδωκεν ὁ πρεσβύτης: ὁ δὲ ἠκολούθει τὰ μὲν πρῶτα προθύμως: πρώτης δὲ καὶ δευτέρας καὶ τρίτης διελθούσης ἡμέρας, ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος φλεγόμενος: θέρος γὰρ ἦν, ἀκμάζοντος δὲ τοῦ θέρους σφοδροτέραν δήπουθεν ἐπιφέρει τὴν φλόγα: δίψει διετέλει τρυχόμενος. Καὶ τὸ μὲν πρῶτον ἀπαγγέλλειν τὸ πάθος ᾐσχύνετο, τῶν ὑπὸ τοῦ διδασκάλου προῤῥηθέντων εἰς μνήμην ἐρχόμενος: ἡττώμενος δὲ, καὶ λειποθυμίᾳ κατεχόμενος, οἰκτεῖραι αὐτὸν τὸν πρεσβύτην ἱκέτευεν: ὁ δὲ, τῶν προῤῥήσεων ἀναμνήσας, ἀπιέναι πάλιν ἐκέλευε. Τοῦ δὲ νέου μήτε τὴν

1313
ὁδὸν τὴν ἐπὶ τὸ ἄντρον φέρουσαν ἐπίστασθαι λέγοντος, μήτε εἰ γινώσκοι δύνασθαι ἀναβαδίσαι, τῆς ἰσχύος ὑπὸ τοῦ δίψους δαπανηθείσης, οἰκτείρας ὁ θεῖος ἄνθρωπος τοῦ νεανίου τὸ πάθος, καὶ τῇ τοῦ σώματος ἀσθενείᾳ συγγνώμην ἀπονείμας, κλίνας τὰ γόνατα τὸν Δεσπότην ἱκέτευε, δάκρυσι δὲ θερμοῖς τὸ ἔδαφος ἔβρεχε, καὶ πόρον σωτηρίας ἐπεζήτει τῷ νέῳ. Ὁ δὲ ποιῶν τὸ θέλημα τῶν φοβουμένων αὐτὸν, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούων, τὴν τῶν δακρύων λιβάδα τῆς κόνεως ἀψαμένην πηγήν ὑδάτων ἀπέφηνε, καὶ οὕτω τοῦ νάματος ἐμφορηθέντα τὸν νέον εὐθὺς ἀπιέναι προσέταξεν. Ἡ δὲ πηγὴ διέμεινε μέχρι καὶ νῦν, τῇ Μωσαϊκῇ τοῦ θεσπεσίου γέροντος προσευχῇ μαρτυροῦσα.

Καθάπερ γὰρ ἐκεῖνος πάλαι ποτὲ τῇ ῥάβδῳ τὴν πέτραν ἐκείνην τὴν ἄγονον πλήξας, κατέκλυσε ποταμιαίων ὑδάτων γοναῖς, ἵνα τὰς πολλὰς ἐκείνας χιλιάδας διψώσας κορέσειεν: οὕτως οὗτος ὁ θεῖος, τὴν ξηροτάτην ἐκείνην ψάμμον καταρδεύσας τοῖς δάκρυσι, πηγαίων ναμάτων εἵλκυσε ῥεύματα, οὐχ ἵνα πολλῶν μυριάδων, ἀλλ̓ ἵνα ἑνὸς μειρακίου θεραπεύσῃ τὸ δίψος. Ὑπὸ δὲ θείας χάριτος τὴν ψυχὴν φωτιζόμενος, τὴν ἐσομένην τῷ νέῳ τελειότητα προεώρα μάλα σαφῶς. Οὗτος γὰρ χρόνοις πολλοῖς ὕστερον ὑπὸ τῆς θείας χάριτος προσκληθεὶς, ὡς ἃν καὶ ἑτέρους πολλοὺς εἰς τὴν αὐτὴν παιδοτριβήσειεν ἀρετὴν, ἐν τοῖς περὶ τὴν Γίνδαρον χωρίοις, κώμη δὲ αὕτη μεγίστη τελεῖν ὑπὸ τὴν Ἀντιόχειαν τεταγμένη, τὴν ἀσκητικὴν παλαίστραν ἐπήξατο. Καὶ πολλοὺς μὲν καὶ ἅλλους φιλοσοφίας πρὸς ἑαυτὸν εἵλκυσεν ἀθλητὰς, εἵλκυσε δὲ καὶ τὸν μέγαν Ἀκάκιον, τὸν πάνυ λέγω, τὸν πολυθρύλλητον: ὃς διέπρεψε μὲν ἐν μοναχικῇ πολιτείᾳ, λαμπρὰς δὲ τὰς ἀκτῖνας τῆς ἀρετῆς ἐξέπεμψεν, ἀρχιερωσύνης ἀξιωθεὶς, καὶ τὴν Βέροιαν ποιμαίνειν λαχών. Ὀκτὼ δὲ καὶ πεντήκοντα ἔτη τῆς ἀγέλης τὴν ἡγεμονίαν ἐγχειρισθεὶς, οὐκ εἴασε μὲν τῆς ἀσκητικῆς πολιτείας τὸ εἶδος, ἀσκητικὴν δὲ καὶ πολιτικὴν ἐκέρασεν ἀρετήν: καὶ τῆς μὲν τὴν ἀκρίβειαν, τῆς δὲ τὴν οἰκονομίαν λαβὼν, εἰς ἓν τὰ διεστῶτα συνήγαγεν. Ἀλλὰ ταύτης τῆς ἀρετῆς καὶ θηρευτὴς, καὶ παιδοτρίβης Ἀστέριος ἐκεῖνος ἐγένετο, ὅς οὕτω θερμὸς τοῦ μεγάλου πρεσβύτου διέμεινεν ἐραστὴς, ὡς πολλάκις μὲν καὶ δὶς τοῦ ἔτους, πολλάκις δὲ τρὶς, τὴν πρὸς αὐτὸν ἀποδημίαν ποιεῖσθαι.

Ἀφικνούμενος δὲ ἰσχάδας εἰώθει τοῖς θιασώταις κομίζειν τρισὶν ἢ τέτταρσι ἐπιτιθεὶς κτήνεσι τὰ φορτία. Δύο δὲ μεδίμνους συλλέγων, ὡς διὰ παντὸς τοῦ ἔτους ἀποχρῶντας τῷ γέροντι, τοῖς οἰκείοις ὤμοις ἐπετίθει τὸ τοιοῦτον φορτίον, κτῆνος ἑαυτὸν τοῦ διδασκάλου ποιούμενος. Καὶ τοῦτο φέρων τὸ φορτίον ἐβάδιζεν, οὐ δέκα σταδίους ἢ εἴκοσιν, ἀλλ̓ ἑπτὰ ἡμερῶν ἐξανύων πορείαν. Καί ποτε θεασάμενος ὁ πρεσβύτης ἐπ̓ ὤμων αὐτὸν φέροντα τὸ τῶν ἰσχάδων φορτίον, δυσχεράνας ἔφη μὴ ποιήσασθαι ἃν ταῦτα τροφήν. Οὐ γὰρ δίκαιον ἐκεῖνον μὲν τοσοῦτον ὑπομένειν κόπον, αὐτὸν δὲ τοῖς ἱδρῶσιν ἐντρυφᾷν τοῖς ἐκείνου. Τοῦ δὲ ἀπομοσαμένου, ὡς οὐκ ἀπαλλάξει τοῦ φορτίου τοὺς ὤμους, εἰ μὴ συνομολογήσειεν ὁ πρεσβύτης μεταλήψεσθαι τῆς κομισθείσης τροφῆς: Ποιήσω, ἔλεγεν ὁ γέρων, τὸ κελευόμενον, μόνον

1316
ἀπόθου τὸν θύλακον ὅτι τάχιστα. Ἐμιμεῖτο γὰρ κἀν τούτῳ τῶν ἀποστόλων τὸν πρῶτον: ὃς τοῦ Κυρίου ἀπονίψαι αὐτοῦ τοὺς πόδας θελήσαντος, πρότερον μὲν ἠρνήθη, ἄντικρυς ἰσχυρισάμενος ὡς οὐ γενήσεται τοῦτο: ἐπεὶ δὲ ἤκουσεν ὡς τῆς Δεσποτικῆς ἀποῤῥαγήσεται κοινωνίας, εἰ μὴ τοῦτο συγχωρήσειεν ἱκέτευε καὶ τὼ χεῖρε πρὸς τοῖς ποσὶ, καὶ τὴν κεφαλὴν ἀπονίψασθαι. Οὕτω καὶ Ἰωάννης ὁ πάνυ βαπτίσαι κελευσθεὶς τὸν Σωτῆρα, πρότερον μὲν καὶ τὴν οἰκείαν ὡμολόγησε δουλείαν, καὶ τὸν Δεσπότην ὑπέδειξεν: ὕστερον δὲ τὸ κελευσθὲν ἐπετέλεσεν, οὐ θρασύτητι χρώμενος, ἀλλὰ Δεσπότῃ πειθόμενος. Οὕτω δὲ καὶ ὁ θεῖος οὗτος ἀνὴρ ἐβαρύνετο μὲν ἑτέρου πονοῦντος αὐτὸς ἀπολαύειν τροφῆς: ἐπειδὴ δὲ εἶδε θερμοτάτην τοῦ θεραπευτοῦ τὴν προθυμίαν, τῆς οἰκείας αἱρέσεως τὴν ἐκείνου θεραπείαν προείλετο.

Καὶ ἴσως τις τῶν φιλοψόγων, καὶ σκώπτειν τὰ καλὰ μόνον δεδιδαγμένων, φαίη ἃν μὴ ἀξιομνημόνευτον εἶναι τουτὶ τὸ διήγημα, Ἐγὼ δὲ πρὸς ταῖς ἄλλαις τοῦ ἀνδρὸς θαυματουργίαις καὶ τοῦτο προστέθεικα, οὐ μόνον τῶν μεγάλων ἀνδρῶν τὸ περὶ αὐτὸν σέβας ἐπιδεῖξαι βουλόμενος, ἀλλὰ καὶ τοῦ ἤθους αὐτοῦ τὸ γλυκὺ καὶ μέτριον δηλῶσαι κερδαλέον ἡγούμενος.

Τοσοῦτος γὰρ ὣν καὶ τοιοῦτος τὴν ἀρετὴν, οὐδὲ τῆς τυχούσης τιμῆς ἄξιον ἑαυτὸν ὑπελάμβανε, καὶ ἀπωθεῖτο μὲν αὐτὴν ὡς οὐδαμόθεν αὐτῷ προσήκουσαν, ἠνείχετο δὲ πάλιν, ἠνείχετο δὲ πάλιν, ὡς τοὺς δρῶντας εὐεργετοῦσαν.

Ταύτην ἀποδιδράσκων, δῆλος γὰρ ἅπασι γεγονὼς, εἷλκε πρὸς αὑτὸν διὰ τῆς φήμης τοὺς τῶν ἀγαθῶν ἐραστὰς, τὸ τέλος ἐπὶ τὸ Σίναιον ὅρος μετ̓ ὀλίγων τῶν συνηθεστέρων ἐξώρμησεν, οὐ πόλεως ἐπιβαίνων, οὐ κώμης, ἀλλὰ τὴν ἄβατον ἔρημον βατὴν ἐργαζόμενος. Ἔφερον δὲ ἐπὶ τῶν ὤμων καὶ τὴν ἀναγκαίαν τροφὴν, τὸν ἄρτον, φημὶ, καὶ τοὺς ἅλας, καὶ κώθωνα ἐκ ξύλου πεποιημένον, καὶ σπογγιὰν μηρίνθῳ προσδεδεμένην: ὅπως εἴ ποτε βαθύτερον εὕροιεν ὕδωρ ἀνιμήσαιντο μὲν τῇ σπογγιᾷ, ἀποθλίψαντες δὲ εἰς τὸν κώθωνα ἀποπίοιεν. Τοιγάρτοι πολλῶν ἡμερῶν ὁδὸν ἐξανύσαντες καταλαμβάνουσι τὸ ποθούμενον ὅρος, καὶ τὸν οἰκεῖον προσκυνήσαντες Δεσπότην πολὺν ἐκεῖ διετέλεσαν χρόνον, τοῦ χωρίου τὴν ἐρημίαν καὶ τὴν τῆς ψυχῆς ἡσυχίαν τρυφὴν μεγίστην ἡγούμενοι. Ἐν ἐκείνῃ δὲ τῇ πέτρᾳ, ὑφ̓ ᾗ κρυπτόμενος Μωϋσῆς τῶν προφητῶν ὁ κορυφαῖος ἠξιώθη τὸν Θεὸν ἰδεῖν, ὡς δυνατὸν ἦν ἰδεῖν, ἐκκλησίαν δειμάμενος, καὶ θεῖον ἁγιάσας θυσιαστήριον, ὅ καὶ εἰς δεῦρο διέμεινεν, εἰς τὴν οἰκείαν ἐπἁ??ʼῆκς παλαίστραν.

Μαθὼν δὲ τοῦ ὁμωνύμου μὲν, δυσσεβοῦς δὲ βασιλέως τὰς ἀπειλάς: πανωλεθρίαν γὰρ τοῖς εὐσεβέσιν ἀπειλήσας, τὴν ἐπὶ Πέρσας πορείαν ἐστείλατο: καὶ ἐκεχήνεσαν οἱ τὰ αὐτὰ φρονοῦντες τὴν ἀπευκτὴν ἐκείνην ἐπάνοδον: τηνικαῦτα σπουδαίαν τῷ Θεῷ προσενεγκὼν προσευχὴν, καὶ ταύτην μέχρι δεκάτης ἡμέρας ἐκτείνας, ἤκουσε φωνῆς φθεγγομένης, ὡς ὁ μυσαρὸς καὶ δυσώδης ἀνῄρηται χοῖρος. Ἀλλ̓ οὐδὲ τῆς προσευχῆς τὸ πέρας δεξαμένης, εὐθὺς συνεπέρανε τὴν εὐχὴν, ἁλλὰ τὴν αἴτησιν εἰς εἰς ὑμνῳδίαν μετέβαλεν, εὐχαριστήριον ἀναπέμπων ὕμνον τῷ Σωτῆρι τῶν οἰκείων, καὶ τῶν ἀλλοτρίων ἀνεξικάκῳ τε καὶ δυνατῷ πολεμίῳ. Ἐμακροθύμησε γὰρ ἐπὶ πλεῖον τῷ δυσσεβεῖ: ἐπειδὴ δὲ ἡ μακροθυμία εἰς μείζονα λύτταν ἐπαιδοτρίβησε τὸν ἀλάστορα, εἰς καιρὸν τιμωρίαν ἐπήγαγε. Πεπληρωκὼς δὲ τὴν εὐχὴν, καὶ πρὸς τους οἰκείους ἐπιστραφεὶς, δῆλος ἦν εὔθυμον τὴν διάνοιαν

1317
ʽ??ʼχων: θ̔??ʼμηδία γὰρ γεγανωμένον ἐδείκνυ τὸ πρόσωπον.

Θαυμασάντων δὲ τῶν συνόντων τὸ καινὸν τοῦ θεάματος: σκυθρωπὸς γὰρ ἀεὶ φαινόμενος, τηνικαῦτα μειδιῶν ἑωρᾶτο: καὶ τὴν αἰτίαν πυνθανομένων: Τῆς εὐφροσύνης, ἔφη, ὦ ἄνδρες, καὶ θυμηδίας ὁ παρὼν καιρός: πέπαυται γὰρ ὁ ἀσεβὴς κατὰ τὴν Ἡσαΐου φωνὴν, καὶ ἔδωκε δίκας τῶν τολμημάτων ἀξίας: καὶ κατὰ τοῦ πεποιηκότος καὶ σεσωκότος τυραννήσας Θεοῦ, ὑπὸ δεξιᾶς ὑπηκόου δέδεκται τὴν δικαίαν σφαγήν: διὰ τοῦτο γάννυμαι, τὰς ὑπ̓ ἐκείνου πολεμηθείσας Ἐκκλησίας γαυριώσας θεώμενος, καὶ βλέπων τὸν ἀλιτήριον ὑπὸ τῶν ὑπ̓ αὐτοῦ τιμωμένων δαιμόνων οὐδεμιᾶς ἐπικουρίας ἐπιτυχόντα. Ἐπὶ μὲν οὗν τῆς τοῦ δυσσεβοῦς τούτου σφαγῆς τοιαύτης ἀπέλαυσε τῆς προγνώσεως. Ἐπεὶ δὲ καὶ Οὐάλης, ὁ μετ̓ ἐκεῖνον τὰς ἡνίας τῆς Ῥωμαϊκῆς ἡγεμονίας δεξάμενος, τῶν εὐαγγελικῶν δογμάτων προέμενος τὴν ἀλήθειαν, τῆς Ἀρείου πλάνης τὴν ἀπάτην ἐδέξατο, τηνικαῦτα μείζων ἡ ζάλη κατὰ τῆς Ἐκκλησίας ἠγείρετο, τῶν μὲν κυβερνητῶν πανταχόθεν ἐλαυνομένων, καταποντιστῶν δέ τινων καὶ πολεμίων ἀντεισαγομένων. Καὶ ἵνα μὴ πᾶσαν ἐκείνην διηγῶμαι ἐπὶ τοῦ παρόντος τὴν τραγῳδίαν, τἄλλα νῦν καταλείψω, ἑνὸς δὲ μόνου μνησθήσομαι, ὅ τὴν ἐπανθοῦσαν τῷδε τῷ πρεσβύτῃ τοῦ θείου Πνεύματος χάριν ἐναργῶς ὑπέδειξεν.

Ἐξελήλατο μὲν ἀπὸ τῆς Ἀντιοχέων ὁ μέγας Μελέτιος, ὁ ταύτην ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ ποιμαίνειν πεπιστευμένος: ἐξελήλαντο δὲ τῶν θείων νεῶν οἱ εἰς τὸν ἱερὸν κλῆρον τελοῦντες ἄπαντες σὺν τῷ ὁμογνώμονι λαῷ, οἱ τὴν μίαν τῆς Τριάδος θείας οὐσίαν πρεσβεύοντες. Καὶ νῦν μὲν τὴν ὑπώρειαν καταλαμβάνοντες, ἐκεῖ τὰς ἰερὰς ἐποίουν συνόδους: νῦν δὲ τοῦ ποταμοῦ τὴν ὄχθην εὐκτήριον ἐποιοῦντο χωρίον: ἄλλοτε δὲ τὸ πολεμικὸν γυμνάσιον, τὸ πρὸ τῆς βορείου διακείμενον πύλης. Οὐ γὰρ εἴων οἱ πολεμοῦντες ἐφ̓ ἑνὸς ἱδρῦσθαι χωρίου τοὺς εὐσεβεῖς. Ἐθρύλλησαν δὲ τοῦ ψεύδους οἱ τρόφιμοι, καὶ φήμην ἐν ἐκείνῃ τῇ πόλ̔??ʼι κατέσπειραν, ὡς τοῦ μεγάλου Ἰουλιανοῦ, τοῦδε τοῦ πρεσβύτου, φημὶ, τῶν ὑπ̓ αὑτῶν θρησκευομένων δογμάτων τὴν κοινωνίαν ἀσπαζομένου.

Τοῦτο μάλιστα ἠνία τοὺς εὐσεβεῖς, μὴ τοὺς εὐηθεστέρους καὶ ἀπλοϊκωτέρους φενακίσασα ἡ φήμη τοῖς τῶν αἱρετικῶν περιβάλῃ δικτύοις. Ἀλλ̓ οἱ θεσπέσιοι καὶ μακάριοι ἅνδρες, Φλαβιανὸς καὶ Διόδωρος, ἱερουργίας ἠξιωμένοι, καὶ τοῦ ἱεροῦ λαοῦ προστατεύοντες, καὶ Ἀφραάτης, οὗ τὸν βίον αὐτὸν καθ̓ ἑαυτὸν ὑμῖν σὺν Θεῷ φάναι προσθήσω, τὸν μέγαν ἐκεῖνον Ἀκάκιον πείθουσιν, οὗ ἤδη τὴν μνήμην ἐποιησάμεθα, λαβεῖν μὲν τῆς ὁδοῦ κοινωνὸν τὸν ἑαυτοῦ μὲν διδάσκαλον, τοῦδε δὲ τοῦ ἁγίου γέροντος φοιτητὴν, Ἀστέριον ἐκεῖνον τὸν πάνυ, δραμεῖν δὲ πρὸς τὸ κοινὸν τῆς Ἐκκλησίας ἀγλάϊσμα, τῆς εὐαγγελικῆς διδασκαλίας τὸ ἔρεισμα, καὶ πεῖσαι καταλιπεῖν μὲν τὴν ἐν τῇ ἐρήμῳ διατριβὴν, ἀφικέσθαι δὲ εἰς ἐπικουρίαν μυριάδων τοσούτων ὑπ̓ ἐξαπάτης ἀπολλυμένων,

1320
καὶ τὴν Ἀρείου κατασβέσαι φλόγα τῇ τῆς ἀφίξεως δρόσῳ. Ἔδραμεν ὁ θεῖος Ἀκάκιος, καὶ τὸν μέγαν Ἀστέριον ὡς προσετάχθη λαβὼν, ἀφίκετο πρὸς τὸν μέγιστον τῆς Ἐκκλησίας φωστῆρα, καὶ ἀσπασάμενος, Εἰπέ μοι, ἔφη, ὧ Πάτερ, τίνος ἕνεκα τοῦτον ἅπαντα τὸν πόνον μεθ̓ ἡδονῆς ὑπομένεις; Τοῦ δὲ ἀποκριναμένου, ὡς Καὶ σώματος, καὶ ψυχῆς, καὶ ζωῆς, καὶ τοῦ βίου παντὸς ἡ τοῦ Θεοῦ μοι θεραπεία τιμιωτέρα, καὶ πειρῶμαι ὅσον δύναμαι καθαρὰν αὐτῷ ῥύπου τὴν λειτουργίαν προσφέρειν, καὶ διὰ πάντων ἀρέσκειν. — Ὑποδείκνυμί σοι, ὁ Ἀκάκιος ἔφη, τρόπον, δἰ οὖ πλέον ʽ??ʼ νῦν αὐτὸν θεραπεύσεις, καὶ τοῦτο ἐρῶ, οὐ λογισμῷ μόνῳ χρώμενος, ἀλλὰ τῆς αὐτοῦ διδασκαλίας μεμαθηκώς.

Ἐρόμενος γάρ ποτε τὸν Πέτρον, εἰ πλέον αὐτὸν τῶν ἄλλων φιλεῖ, καὶ μαθὼν ὅ ἠπίστατο καὶ πρὸ τῆς Πέτρου φωνῆς: Σὺ γὰρ οἶδας, φησὶ, Κύριε, ὅτι φιλῶ σε, ὑπέδειξεν αὐτῷ τί δράσας πλέον αὐτὸν θεραπεύσειεν: Εἰ γὰρ φιλεῖς με, φησὶ, ποίμαινε τὰ πρόβατά μου, καὶ βόσκε μου τὰ ἀρνία. Τοῦτο καὶ σοὶ, ὦ Πάτερ, ποιητέον ἐστί. Κινδυνεύει γὰρ ὑπὸ λύκων διαφθαρῆναι τὰ ποίμνια, φιλεῖ δὲ αὐτὰ λίαν ὁ ὑπὸ σοῦ φιλούμενος λίαν: ἴδιον δὲ τῶν ἐρώντων ἐκεῖνα ποιεῖν, ἂ τοὺς ἐρωμένους ἐπιτέρπει γινόμενα. Ἄλλως τε δὲ καὶ κίνδυνος οὐ σμικρὸς, καὶ τῶν πολλῶν καὶ μεγάλων ἐκείνων ἱδρώτων ζημία, εἰ ἀνάσχοιο σιγῇ προέσθαι τὴν ἀλήθειαν χαλεπῶς πολεμουμένην, τοὺς δὲ ταύτῃ προσκειμένους ἀγρευομένους, δέλεαρ δὲ τῶν θηρευομένων τὴν σὴν γενέσθαι προσηγορίαν: κοινωνὸν γὰρ ἔχειν σε τῆς σφετέρας δυσσεβείας οἱ τῆς, Ἀρείου βδελυρίας προστάται νεανιεύονται.Εὐθὺς ἀκούσας ὁ πρεσβύτης, τῇ μὲν ἡσυχίᾳ χαίρειν εἰπὼν εἰς καιρὸν, τῶν δὲ πολιτικῶν θορύβων οὐκ ἀγωνιάσας τὸ ἄηθες, ἐπὶ τὴν Ἀντιόχειαν ἔτρεχε.

Δύο δὲ καὶ τρεῖς ἐξανύσας διὰ τῆς ἐρήμου σταθμοὺς, εἵς τι χωρίον ἑσπέρας καταλαβούσης ἀφίκετο. Γύναιον δέ τι τῶν εὐπόρων τὸν ἱερὸν ἐκεῖνον ἥκειν πυθομένη χορὸν, ἔδραμεν αὐτοῦ τρυγῆσαι τὴν εὐλογίαν: καὶ πρὸ τῶν ποδῶν καλινδουμένη τὴν οἰκίαν αὐτῆς γενέσθαι καταγώγιον ἠντιβόλει. Εἶξεν ὁ πρεσβύτης: καὶ ταῦτα πλείονα ἤ τεσσαράκοντα ἔτη τῆς τοιαύτης θέας κεχωρισμένος. Τῆς δὲ θαυμασίας ἐκείνης γυναικὸς περὶ τὴν τῶν ἱερῶν ἐκείνων ἁνδρῶν θεραπείαν διατριβούσης, ἑπτάετες παιδίον, οὗ μόνου μήτηρ οὖσα ἐτύγχανεν, ἡ τῆς Σάῤῥας τὴν φιλοξενίαν ζηλώσασα, ἑσπέρας οὔσης καὶ σκότους, εἰς τὸ φρέαρ κατέπεσε. Θορύβου δὲ περὶ τούτου, ὡς εἰκὸς, γενομένου, αἰσθομένη ἡ μήτηρ, ἡσυχίαν μὲν ἄγειν ἅπασι παρακελεύεται, κάλυμμα δέ τι τῷ φρέατι ἐπιθεῖσα, τῆς διακονίας εἴχετο. Τῆς δὲ τραπέζης τοῖς θείοις ἀνδράσι παρατεθείσης, ὁ θεῖος πρεσβύτης ἐκέλευσε τὸ τῆς γυναικὸς εἰσκληθῆναι παιδίον, καὶ τῆς εὐλογίας μεταλαχεῖν. Τῆς δὲ θαυμασίας γυναικὸς ἀῤῥωστίᾳ κατέχεσθαι λεγούσης, ἐπέμενεν ἐνεχθῆναι τοῦτο παρεγγυῶν. Ὡς δὲ τὸ πάθος ἡ μήτηρ ἐγνώρισε, καταλιμπάνει μὲν τὴν τράπεζαν ὁ πρεσβύτης, παρὰ δὲ τὸ φρέαρ δραμὼν, καὶ τὸ μὲν κάλυμμα περιαιρεθῆναι,

1321
φῶτα δὲ κομισθῆναι κελεύσας, ὁρᾷ τὸ παιδίον τῇ ἐπιφανείᾳ τῶν ὑδάτων ἐπικαθήμενον, καὶ τῇ χειρὶ παιδικῶς τὰ ὕδατα παῖον, καὶ τὸν νομισθέντα ὄλεθρον παιδιάν τινα καὶ ἀθύρματα ἡγούμενον: καὶ σχοίνοις τινὰ προσδήσαντες καὶ χαλάσαντες, ἀνιμήσαντο τὸ παιδίον, καὶ παραυτίκα προσέδραμε τοῖς τοῦ πρεσβύτου ποσὶν, αὐτὸν τεθεᾶσθαι λέγον ἐν τοῖς ὕδασι φέροντα, καὶ ὑποβρύχιον γενέσθαι κωλύοντα. Τοῦτον παρὰ τοῦ μακαρίου πρεσβύτου τῆς φιλοξενίας ἡ θαυμασία γυνὴ τὸν μισθὸν ἐκομίσατο. Καὶ ἵνα τὰ ἄλλα τὰ κατὰ τὴν ὁδὸν γεγενημένα καταλίπω, ἧκον μὲν εἰς τὴν Ἀντιόχειαν, πάντες δὲ πανταχόθεν συνέθεον, ἰδεῖν τε ποθοῦντες τὸν τοῦ Θεοῦ ἅνθρωπον, καὶ ἰατρείαν τινὰ τοῦ πάθους λαβεῖν ἕκαστος ἐφιέμενος.

Κατήχθη δὲ ὲν τοῖς παρὰ τῇ ὑπωρείᾳ σπηλαίοις, ἔνθα καὶ τὸν θεῖον ἀπόστολον τὸν μακάριον Παῦλον καταχθῆναί τε καὶ κρυβῆναί φασιν: ἀλλ̓ εὐθὺς, ἵνα μάθωσιν ἅπαντες ὡς ἄνθρωπος εἵη, καταβολὴ γίνεταί τις αὐτῷ πυρετοῦ σφοδροτάτη. Ἀκακίου δὲ τοῦ μεγάλου τὸ μὲν πλῆθος τῶν συνειλεγμένων ὁρῶντος, καὶ τὴν συμβᾶσαν δυσχεράναντος ἀῤῥωστίαν: πληγήσεσθαι γὰρ τοὺς συνεληλυθότας ἐνόμιζεν, εἰ τὸ νόσημα μάθοιεν, ἄνδρες διὰ τῆς ἐκείνου χειρὸς θεραπείαν εὕρασθαι προσδοκῶντες: Μὴ ἀθύμει, ἔλεγεν ὁ πρεσβύτης: εἰ γὰρ ἀναγκαῖον τῆς ὑγείας τὸ χρῆμα, παραυτίκα καὶ τοῦτο δώσει Θεός. Εὐθὺς τοίνυν μετὰ τούτους τοὺς λόγους εἰς ἱκετείαν τραπόμενος, καὶ συνήθως τὰ γόνατα καὶ τὸ μέτωπον τῷ ἐδάφει πελάσας, ἠντιβόλει τῆς ὑγείας τυχεῖν, εἵπερ τις ὄνησις ἐντεῦθεν τοῖς συνεληλυθόσι γενήσεται. Οὕπω τὴν προσευχὴν συνεπέρανε, καὶ πολὺς ἱδρὼς ἐξαπιναίως γενόμενος τοῦ πυρετοῦ τὴν φλόγα κατέσβεσεν.

Ἐκεῖθεν πολλοὺς παντοδαπῶν νοσημάτων ἐλευθερώσας, ἐπὶ τὸν σύλλογον ᾔει τῶν εὐσεβῶν. Διιόντος δὲ αὐτοῦ τῶν βασιλείων τὰς θύρας, προσαίτης τις, ἀντὶ τῶν ποδῶν τοῖς γλουτοῖς κεχρημένος. καὶ ἐπὶ τοῦ ἐδάφους συρόμενος, ἐκτείνας τὴν χεῖρα, καὶ τῇ σισύρᾳ τοῦ πρεσβύτου πελάσας, ἐξήλασε μὲν τῇ πίστει τὸ πάθος, ἀναπηδήσας δὲ τὸν πρὸ τῆς ἀῤῥωστίας ἐπεδείκνυτο δρόμον, τὰ αὐτὰ ποιῶν τῷ χωλῷ, ὅν Πέτρος καὶ ὁ Ἰωάννης ἀνέστησαν. Τούτου γενομένου, συῤῥεῖ ἅπαν τὸ τοῦ ἄστεος πλῆθος, καὶ τὸ πολεμικὸν γυμνάσιον πλῆρες τῶν συνθεόντων ἐγένετο. Ἐν αἰσχύνῃ δὲ ἦσαν οἱ συκοφάνται καὶ τοῦ ψεύδους τεχνῖται, ἐν εὐθυμίᾳ δὲ πάσῃ καὶ εὐφροσύνῃ τῆς εὐσεβείας οἱ τρόφιμοι. Ἐκεῖθεν εἰς τὰς οἰκίας εἷλκον τὸν τῆς εὐσεβείας φωστῆρα οἱ θεραπείας δεόμενοι.

Καί τις ἀνὴρ, μεγίστην ἀρχὴν ἐγκεχειρισμένος, καὶ τῆς Ἔω τὰ πηδάλια κατέχειν πεπιστευμένος, πέμψας ἱκέτευσεν αὐτὸν ἀφικέσθαι, καὶ τῆς ἐπικειμένης ἀῤῥωστίας ἐλευθερῶσαι. Ὁ δὲ οὐδὲν μελλήσας παρεγένετο, καὶ τὸν κοινὸν ἱκετεύσας Δεσπότην, ἔλυσε λόγῳ τὸ πάθος, καὶ χάριν ὁμολογεῖν παρηγγύα τῷ Θεῷ.

Ταῦτα καὶ τὰ τοιαῦτα διαπραξάμενος ἐπὶ τὴν ἀσκητικὴν λοιπὸν ἐδοκίμασε καλύβην ἐπανελθἑ??ʼν.

Διὰ δὲ τῆς Κύρου τὴν πορείαν ποιούμενος, πόλις δὲ αὕτη δυσὶ σταθμοῖς Ἀντιοχείας ἀπέχουσα, κατήχθη μὲν εἰς τὸν τοῦ νικηφόρου μάρτυρος Διονυσίου σηκόν.

Οἱ δὲ τῆς εὐσεβείας ἐκεῖ προστατεύοντες συνελθόντες ἱκέτευον ἐπαμῦναι σφίσι προῦπτον ὄλεθρον προσδοκῶσιν. Ἀστέριον γὰρ ἔφασκον ὲν σοφιστικῇ ψευδολογίᾳ τραφέντα, καὶ ἑαυτὸν εἰς τὴν τῶν αἰρετικῶν

1324
ἐκκλησίαν εἰσφρήσαντα, καὶ ἐπισκοπικῆς λειτουργίας ἀξιωθέντα, δεινῶς τῷ ψεύδει συνηγορεῖν, καὶ κακοτεχνίᾳ κατὰ τῆς ἀληθείας κεχρῆσθαι: Καὶ δεδοίκαμεν, ἔλεγον, μὴ οἷόν τινι δελεάσματι τῇ εὐγλωττίᾳ τὸ ψεῦδος συγκαλύψας, καὶ τὰς τῶν λογισμῶν πλοκὰς οἷόν τινα δίκτυα πετάσας, πολλοὺς τῶν ἁπλότητι συνεζηκότων ἀγρεύσῃ. Τούτου γὰρ χάριν μετάπεμπτος ὑπὸ τῶν ἐναντίων γεγένηται. Ὁ δὲ πρεσβύτης: Θαρσεῖτε, ἔφη, καὶ μεθ̓ ἡμῶν τὸν Θεὸν ἱκετεύσατε, νηστείαν καὶ κακουχίαν τῇ προσευχῇ προστιθέντες. Οὕτω τούτων τὸν Θεὸν ἀντιβολούντων, πρὸ μιᾶς τῆς πανηγύρεως ἡμέρας, καθ̓ ἢν ἔμελλε τοὺς λόγους ποιήσεσθαι ὁ τοῦ ψεύδους συνήγορος, καὶ τῆς ἀληθείας πολέμιος, θεήλατον ἐδέξατο τὴν πληγὴν, καὶ μίαν μόνην ἀῤῥωστήσας ἡμέραν, ἔξω τοῦ καταλόγου τῶν ζώντων ἐγένετο, ἐκείνης ἀκούων, ὡς εἰκὸς, τῆς φωνῆς: Ἄφρον, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ: ἃ δὲ ἡτοίμασας κακὰ, δίκτυά τε καὶ πανάγρας, σοὶ ἔσται καὶ οὐχ ἑτέρῳ. Ταὐτὰ δὲ πέπονθε καὶ τῷ Βαλαὰμ, ὅς μετεπέμφθη μὲν καὶ αὐτὸς κατὰ τοῦ θείου λαοῦ: ἀνόσια δὲ κατ̓ αὐτοῦ τῷ Βαλὰκ συμβουλεύσας, αὐτοῦ δέδωκε δίκην, ὑπὸ δεξιᾶς Ἰσραηλιτικῆς δεξάμενος τὴν σφαγήν. Καὶ οὗτος τοίνυν, ἐπειδὴ ἐπὶ τὸν λαὸν τοῦ Θεοῦ κατεπανουργεύσατο γνώμην, διὰ τοῦ λαοῦ τοῦ Θεοῦ τὴν ζωὴν ἀφῃρέθη.

Ταύτης δὲ τῆς σωτηρίας διὰ τῆς τούτου προσευχῆς ἡ Κῦρος ἀπέλαυσεν. Ἐμοὶ δὲ τὰ διηγήματα ἡ θεία κεφαλὴ ὁ μέγας Ἀκάκιος παρέδωκεν, ἀκριβῶς ἅπαντα τὰ κατ̓ αὐτὸν ἐπιστάμενος. Ἔνθεν τοίνυν ἀποδημήσας, καὶ τοὺς θιασώτας καταλαβὼν, καὶ χρόνον αὐτοῖς οὐκ ὀλίγον συνδιατρίψας, εἰς τὸν ἀγήρω καὶ ἄλυπον βίον προθύμως λίαν μετέστη, μελετήσας μὲν ἐν θνητῇ φύσει τὴν ἀπάθειαν, τὴν δὲ τοῦ σώματος ἀθανασίαν ἀναμένων. Ἐγὼ δὲ ἐνταῦθα τὸν περὶ τοῦδε τοῦ διηγήματος στήσας λόγον, ἐφ̓ ἕτερον βαδιοῦμαι, τοὺς ἐμφερομένους τῷ διηγήματι ἁγίους ἀντιβολῶν, προξενῆσαί μοι τὴν ἄνωθεν διὰ πρεσβείας εὐμένειαν.

Μαρκιανὸν δὲ τὸν πάνυ πῶς ᾶν ἀξίως θαυμάσαιμεν; ἢ δῆλον ὅτι Ἠλίᾳ καὶ Ἰωάννῃ, καὶ τοῖς κατ̓ ἐκείνους συντάττοντες, οἵ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος, ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς; Οὗτος γὰρ πατρίδα πάλαι μὲν ἔσχε τὴν Κῦρον, ἧς καὶ πρόσθεν ἐμνήσθην, μετὰ δὲ ταῦτα τὴν ἔρημον, καὶ ταύτην δὲ κἀκείνην καταλιπὼν, νῦν ἔχει τὸν οὐρανόν. Καὶ ἡ μὲν αὐτὸν ἐγέννησεν, ἡ δὲ ἔθρεψε καὶ νικηφόρον ἀπέφηνε, ὁ δὲ στεφανίτην ἐδέξατο. Τῆς γὰρ τοῦ γένους καταφρονήσας περιφανείας, ἐξ εὐπατριδῶν γὰρ κατήγετο. καὶ τῆς ἐν βασιλείοις λαμπρότητος, ἐν ἐκείνοις γ̔??ʼρ ἤνθει, μέγεθος σώματος καὶ κάλλος παρὰ τοῦ Δημιουργοῦ δεξάμενος τῆς φύσεως, καὶ ψυχὴν ἔχων ἀγχινοίᾳ κεκοσμημένην, εἰς Θεὸν καὶ τὰ Θεοῦ τὸ φίλτρον μετέθηκε, καὶ πᾶσιν ἐῤῥῶσθαι φράσας, καταλαμβάνει τῆς ἐρήμου τὸν ὀμφαλὸν, καὶ σμικρὸν

1325
οἰκίσκον δειμάμενος, οὐδὲ τῷ σώματι σύμμετρον, καὶ ἄλλῳ τε σμικρῷ τινι θριγκίῳ περιβαλὼν, καθεῖρκτο διηνεκῶς, πάσης μὲν συνουσίας ἀνθρωπίνης κεχωρισμένος, τῷ δὲ τῶν ὅλων Δεσπότῃ διαλεγόμενος, καὶ τῆς γλυκείας ἐκείνης ἐπαΐων φωνῆς. Τοῖς μὲν γὰρ θείοις ἐντυγχάνων λογίοις, τῆς θείας φωνῆς ἀπολαύειν ἡγεῖτο: προσευχόμενος δὲ καὶ τὰς ἱκετείας προσφέρων, αὐτὸς τὴν πρὸς τὸν Δεσπότην ἐποιεῖτο διάλεξιν. Καὶ τοσαύτης ἀεὶ τρυφῆς ἀπολαύων κόρον λαβεῖν οὐκ ἐβούλετο. Ἤκουσε γὰρ τοῦ θείου Πνεύματος διὰ τοῦ μεγάλου Δαβὶδ ὑποψάλλοντος, Ὡς ὁ μελετῶν ἐν νόμῳ Κυρίου ἡμέρας καὶ νυκτὸς, ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὅ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται. Τούτων τῶν καρπῶν ἐφιέμενος τὸν ἥδιστον τοῦτον ἠσπάζετο πόνον, καὶ τὴν μὲν προσευχὴν ἡ ψαλμῳδία, τὴν δὲ ψαλμῳδίαν ἡ προσευχὴ διεδέχετο, καὶ ἀμφότερα πάλιν ἡ τῶν θείων λογίων ἀνάγνωσις: Σιτίον δὲ ἦν αὐτῷ μόνος ἄρτος, καὶ οὗτος σταθμῷ προσφερόμενος: τοσοῦτος δὲ ἦν ὁ σταθμὸς, ὡς μὴ παιδίῳ ἄρτι θηλῆς ἀπαλλαγέντι τὴν χρείαν πληροῦν: φασὶ γὰρ τοῦ ἄρτου τὴν λίτραν τετραχῆ διαιρουμένην ἡμέραις τέτταρσι διανέμεσθαι, καὶ ἡμέρᾳ ἑκάστῃ μίαν ἀπονέμεσθαι μοῖραν. Ἐκεκρίκει γὰρ ἑσπέρας κατὰ μίαν ἐσθίειν ἡμέραν, κόρον δὲ μηδέποτε λαβεῖν: ἀλλ̓ ἀεὶ μὲν πεινῇν, ἀεὶ δὲ διψῇν, προσφέρειν δὲ τῷ σώματι τὰ εἰς τὸ ζῇν ἀποχρῶντα. Ἔλεγε γὰρ ὡς ὁ διὰ πλειόνων ἡμερῶν σιτίων μεταλαγχάνων, ἀσθενέστερον μὲν ἐν ταῖς τῆς ἀσιτίας ἡμέραις τὰς δεσποτικὰς λειτουργίας ἐπιτελεῖ: ἐν ᾗ δὲ πάλιν ἡμέρᾳ τῶν σιτίων μεταλαμβάνει, πλείονα, ὡς εἰκὸς, προσφερόμενος τὴν γαστέρα φορτίζει, βαρυνομένη δὲ αὕτη ὀκνηροτέραν περὶ τὴν ἀγρυπνίαν καθίστησι τὴν ψυχήν. Ἄμεινον τοίνυν ἔλεγε καθ̓ ἡμέραν μεταλαμβάνειν τροφῆς, κόρον δὲ ὑπομεῖναι μηδέποτε. Ἀληθὴς γὰρ νηστεία ἡ διηνεκὴς ἔνδεια. Ταῦτα νομοθετῶν διετέλει ὁ θεῖος οὗτος ἀνὴρ, καὶ σῶμα μέγιστον ἔχων. καὶ τῶν ἐπ̓ αὐτοῦ πάντων ἀνθρώπων μέγιστος ὢν καὶ κάλλιστος, μικρῷ τοῦτο σιτίῳ διέτρεφε.

Χρόνου δέ τινος διελθόντος δύο συνοίκους ἐδέξατο, Εὐσέβιον, ὅς τῆς ἱερᾶς ἐκείνης καλύβης κληρονόμος ἐγένετο, καὶ Ἀγαπητὸν, ὃς τὴν ἀγγελικὴν ταύτην νομοθεσίαν εἰς τὴν Ἀπαμέων μετεφύτευσε. Κώμη γάρ τίς ἐστι μεγίστη καὶ πολυάνθρωπος, Νικέρται δὲ ὄνομα ταύτῃ: δύο τοίνυν φιλοσοφίας ἐν ταύτῃ φροντιστήρια κατεσκεύασε μέγιστα: τὸ μὲν τῆς αὐτοῦ προσηγορίας ἐπώνυμον, τὸ δὲ τοῦ θαυμαστοῦ Συμεώνου, ὃς πεντήκοντα ἐτῶν ἀριθμὸν ἐν ταύτῃ τῇ φιλοσοφίᾳ διέλαμψεν. Ἐν τούτοις μέχρι καὶ τήμερον πλείους ἢ τετρακόσιοι διάγουσιν ἄνδρες, ἀρετῆς ἀθληταὶ, καὶ εὐσεβείας ἐρασταὶ, καὶ τὸν οὐρανὸν τοῖς πόνοις ὠνούμενοι: θεσμοθέται δὲ ταύτης τῆς πολιτείας Ἀγαπητὸς καὶ Συμεώνης, παρὰ τοῦ μεγάλου Μαρκιανοῦ τοὺς νόμους δεξάμενοι. Ἐκ δὲ τούτων μυρία ἐφυτεύθη ἕτερα ἀσκητῶν καταγώγια, τουτοισὶ τοῖς νόμοις κοσμούμενα, ἄ οὐ ῥᾴδιον ἀριθμεῖν. Ἀλλὰ

1328
φυτουργὸς τούτων ἁπάντων ὁ θεσπέσιος ἐκεῖνος ἀνήρ: ὁ γὰρ τὸ σπέρμα τὸ κάλλιστον παρασχὼν, οὗτος καὶ τῶν φύντων ἀγαθῶν αἴτιος ἂν εἰκότως κληθείη.

Τὸ μὲν οὖν πρῶτον, ὡς ἔφην, μόνος τὴν ἐθελούσιον εἶχεν εἱρκτὴν ἐκείνην: ἔπειτα τοὺς δύο τούτους ὑποδεξάμενος, οὐ συνοίκους εἶχεν: οὐδὲ γὰρ αὐτῷ μόνῳ ὁ οἰκίσκος ἀπέχρη. σμικρὸς ὢν κομιδῇ, καὶ πολὺν αὐτῷ καὶ ἑστῶτι καὶ κατακειμένῳ παρέχων πόνον. Οὔτε γὰρ ἑστὼς ἀνορθοῦσθαι οἷός τε ἦν, τῆς ὀροφῆς καὶ τὴν κεφαλὴν καὶ τὸν αὐχένα καμπτούσης: οὔτε κατακλινόμενος ἐκτείνειν τοὺς πόδας ἠδύνατο, ἰσόμετρον τῷ σώματι τοῦ οἴκου τὸ μῆκος οὐκ ἔχοντος. Ἕτερον οὖν αὐτοῖς ἐπιτρέψας κατασκευάσαι, ἐν ἐκείνῳ διάγειν ἐκέλευσε, καὶ καθ̓ ἑαυτοὺς δὲ ὑμνεῖν, καὶ προσεύχεσθαι, καὶ τοῖς θείοις ἐντυγχάνειν λογίοις. Ἐπειδὴ δὲ ἕδει πλείονας τῆς ὠφελείας ταύτης μεταλαχεῖν, ἕτερον πόῤῥωθεν οἰκοδομηθῆναι καταγώγιον παρεγγυήσας, ἐν ἐκείνῳ διάγειν τοὺς βουλομένους ἐκέλευεν. Ἡγεμόνευσε δὲ αὐτῶν ὁ Εὐσέβιος, τὴν τοῦ μεγάλου Μαρκιανοῦ διδασκαλίαν διαπορθμεύων. Ὁ δὲ θἑ??ʼος ἐκεῖνος Ἀγαπητὸς παιδοτριβηθεὶς, ὡς ἔδει, καὶ γυμνασθεὶς, καὶ τὴν ἀθλητικὴν ταύτην ἄριστα παιδευθεὶς, ἐπανῆκεν, ὡς ἔφην, καὶ ἅ παρὰ τῆς θείας ἐκείνης ψυχῆς ἐδέξατο, κατέσπειρε σπέρματα: οὕτω δὲ περιφανὴς ἐγένετο καὶ περίβλεπτος, ὡς καὶ τῆς ἀρχιερατικῆς προεδρίας ἀξιωθῆναι, καὶ ποιμενικὴν ἐγχειρισθῆναι κηδεμονίαν, καὶ τῆς οἰκείας πατρίδος ἐμπιστευθῆναι τὴν ἐπιμέλειαν.

Εὐσέβιος δὲ ὁ θαυμάσιος, τῆς συναθροισθείσης προστατεύων ἀγέλης, καὶ τοῦ διδασκάλου τὴν ἐπιμέλειαν ἀνεδέδεκτο, καὶ μόνος εἰς καιρὸν αὐτῷ φοιτᾷν καὶ πυνθάνεσθαι μή τι βούλοιτο ἠξιοῦτο Ἐθελήσας δέ ποτε νύκτωρ ἰδεῖν ὅ τι πράττει, ἐτόλμησε τῇ φωταγωγῷ, βραχεῖα δὲ ἦν αὕτη, πελάσαι: καὶ παρακύψας ὁρᾷ φῶς οὐ λυχνιαῖον, οὐδὲ χειροποίητον, ἀλλὰ θεόσδοτον, καὶ τῆς ἄνωθεν χάριτος, τῆς τοῦ διδασκάλου κορυφῆς ἀπαστράπτον, καὶ τῶν θείων λογίων ὑποδεικνύον τὴν τῶν γραμμάτων σύνθεσιν.

Καὶ γὰρ βιβλίον κατέχων ἐτύγχανε, καὶ τὸν ἄσυλον θησαυρὸν ἐπεζήτει τοῦ θείου θελήματος. Τοῦτο θεασάμενος Εὐσέβιος ὁ θαυμάσιος, δέους τε ἐνεπίμπλατο, καὶ φρίκης μεστὸς ἐγίνετο, καὶ τὴν κατακεχυμένην τοῦ θείου θεράποντος ἐδιδάσκετο χάριν, καὶ τοῦ Θεοῦ τὴν περὶ τοὺς δούλους ἐμάνθανεν εὔνοιαν.

Ἄλλοτε δὲ, ἐν τῷ προαυλίῳ τοῦ μεγάλου προσευχομένου Μαρκιανοῦ. δράκων τις ἀνερπύσας εἰς τὸν πρὸς ἕω τετραμμένον τοῖχον, ἄνωθεν τοῦ τοίχου διέκυψε κεχηνώς τε ἄμα καὶ βλοσυρὸν βλέπων, καὶ τὴν ἐπιβουλὴν σημαίνων. Πόῤῥω δὲ ἑστὼς ὁ Εὐσέβιος, καὶ τὸ φρικῶδες ἐκεῖνο θέαμα δείσας, καὶ τὸν διδάσκαλον ἀγνοεῖν ὑποτοπάσας, ὑπεδείκνυ βοῶν, καὶ φυγεῖν ἀντιβολῶν. Ὁ δὲ ἐπιτιμήσας, καὶ τήν δειλίαν ἐκβαλεῖν κελεύσας, πάθος γὰρ εἷναι καὶ ταύτην ὀλέθριον, τὸ μὲν σημεῖον δακτύλῳ τοῦ σταυροῦ προετύπωσε, ἐνεφύσησε δὲ τῷ στόματι, καὶ τὴν παλαιὰν παρεδήλωσεν ἔχθραν. Ὁ δὲ, καθάπερ πυρί τινι τῷ τοῦ στόματος πνεύματι ἀναφθεὶς, καὶ οἱονεὶ ἐμπρησθεὶς, καλάμης δίκην καταφλεχθείσης εἰς πολλὰ διελύθη. Ὅρα μοι τοίνυν εἰ μὴ τὸν Δεσπότην ὡς εὔνους οἰκέτης μεμίμηται. Καὶ γὰρ ὁ Δεσπότης, τῆς θαλάσσης ἐπιμανείσης ποτὲ τῷ σκάφει τῷ τῶν μα θητῶν, ἀγωνιῶντας τούτους θεασάμενος, οὐ πρότερον

1329
τῆς θαλάσσης τὴν ζάλην ἐστόρεσε, πρὶν ἢ τῶν μαθητῶν ἐπιτιμήσει καταπαύσοι τὴν ἀπιστίαν. Ἐντεῦθεν ὁ θαυμάσιος οὗτος ταῦτα πεπαιδευμένος, πρῶτον τοῦ μαθητοῦ τὴν δειλίαν ἐξέλαβεν, εἶθ̓ οὕτως τὸ θηρίον τιμωρίᾳ παρέδωκε.

Τοιαύτη τοῦ μεγάλου Μαρκιανοῦ καὶ ἡ σοφία, καὶ ἡ θαυματουργία, καὶ ἡ πρὸς Θεὸν παῤῥησία. Ἀλλ̓ ὅμως καὶ τοιαύτης χάριτος ἠξιωμένος, καὶ θαυματουργεῖν μεγάλα δυνάμενος, κρύπτειν ἐσπούδαζε τὴν ἰσχὺν, τοῦ λωποδύτου τῆς ἀρετῆς τὰς μηχανὰς ὑφορώμενος.

Τὸ γὰρ τῆς ἀλαζονείας ὑποσπείρων πάθος, τοὺς πόνῳ συλλεγέντας καρποὺς λῃστεύειν ἐπιχειρεῖ.

Καὶ κρύπτειν δὲ τὴν δεδομένην προθυμούμενος χάριν, ἄκων ἐθαυματούργει, τῆς τῶν κατορθωμάτων αἴγλης ἀπαστραπτούσης, καὶ τὴν κεκρυμμένην δύναμιν παραγυμνούσης: καὶ δήποτε τοιόνδε συνέβη γενέσθαι. Ἀνήρ τις τῶν εὐπατριδῶν, καὶ ἀρχὰς στρατιωτικὰς πολλάκις ἐγχειρισθεὶς, ἀπὸ Βεροίας τῆς Συρίας ὁρμώμενος, τῆς θυγατρὸς ἐπὶ χρόνῳ πολλῷ κορυβαντιώσης, καὶ ὑπὸ πονηροῦ δαίμονος ἐνοχλουμένης, καὶ λυττώσης, καταλαμβάνει τὴν ἔρημον, συνήθης μὲν ὣν τοῦ μεγάλου Μαρκιανοῦ, συντεύξεσθαι δὲ αὐτῷ καὶ ἀντιβολῆσαι διὰ τὴν προτέραν συνήθειαν προσδοκῶν. Ψευσθεὶς δὲ τῆς ἐλπίδος, καὶ τῆς θέας διαμαρτὼν τοῦ θείου θεράποντος, ἱκετεύει τινὰ πρεσβύτην, ὅς κατ̓ ἐκεῖνο καιροῦ τὴν τοῦ θείου ἀνδρὸς διακονίαν ἐγκεχείριστο, μικρὸν ληκύθιον ἐλαίου πλῆρες ὑποδέξασθαί τε καὶ παῤ αὐτὴν θεῖναι τοῦ οἰκιδίου τὴν θύραν. Ὁ δὲ πρεσβύτης, πολλάκις μὲν τὴν ἐγχείρησιν ἀρνηθεὶς, πολλάκις δὲ πάλιν παρακληθεὶς, ἥττων τῆς ἱκεσίας ἐγένετο. Τοῦ δὲ κτύπου αἰσθόμενος ὁ μέγας Μαρκιανὸς, ἐπυνθάνετο τίς τε εἴη, ταὶ τί δεόμενος ἥκοι. Ὁ δὲ τὴν μὲν ἀληθῆ πρόφασιν ἔκρυπτεν, ἐσκήπτετο δὲ ἀφῖχθαι, ὡς μαθησόμενος μή τι κελεύοι: καὶ τοῦτο λέγων ἀπεπέμπετο.

Ὑπὸ δὲ τὴν ἕω πάλιν τῆς κόρης ὁ πατὴρ ἱκέτευεν ἀποδοθῆναι αὐτῷ τὸ ληκύθιον, ὁ δὲ δεδιὼς μὲν, ἀπῄει δ̓ ὅμως ἡσυχῇ ᾗ ἠδύνατο, καὶ τὴν χεῖρα προτείνας, καὶ τὸ ληκύθιον λαβὼν, ἐπειρᾶτο λανθάνειν: ὁ δὲ πάλιν ἐπύθετο τί βουλόμενος ἥκοι. Ὡς δὲ τὴν αὐτὴν ἔφη πρόφασιν, ἢν καὶ ἑσπέρας ἐδήλωσε, δυσχεράνας ὁ θεῖος ἀνὴρ, ἄτε δὴ παρὰ τὸ εἰωθὸς γεγενημένην, τοῦ πρεσβύτου τὴν ἄφιξιν, τἀληθῆ ἀπαγγέλλειν ἐκέλευεν.

Ὁ δὲ δειμαίνων καὶ τρέμων, καὶ κρύπτειν τὸν τῆς θείας χάριτος ἀνάπλεων οὐ δυνάμενος, τίς τε ἥκοι ἔλεγε, καὶ τοῦ πάθους τὴν τραγῳδίαν ἐδίδασκε, καὶ τὸ ληκύθιον ἐπεδείκνυ. Ὁ δὲ ἠγανάκτει μὲν, ὡς εἰκὸς ἦν, δεικνύναι τὴν ἀρετὴν οὐ βουλόμενος, ἀπειλήσας δὲ ὅμως, ὡς εἰ αὖθις τοιαῦτα τολμήσειε, καὶ τῆς συνουσίας ἐκείνης στερηθήσεται, καὶ τὴν διακονίαν ἀφαιρεθήσεται: μεγίστη δὲ ἦν ἡ ζημία τοῖς τὸ κέρδος ἐπισταμένοις: ἀπέπεμψεν ἀποδοῦναι τῷ δεδωκότι κελεύσας. Καὶ ὁ μὲν ταῦτα ἐκέλευε, τέτταρας δὲ σταθμοὺς ὁ δαίμων ἀφεστηκὼς τοῦ ἐξελαύνοντος ἐβόα τὴν δύναμιν: καὶ Μαρκιανὸς ἐν Ρεροίᾳ τὰ δικαστῶν εἰργάζετο δημίοις τισὶ κατὰ τοῦ δαίμονος χρώμενος, καὶ τὸν ἀλιτήριον ἐκεῖνον ἐξελαύνων, καὶ τὴν κόρην καθαρὰν τῆς ἐνεργείας ἀποφαίνων ἐκείνης. Καὶ τοῦτο μεμάθηκεν ἀκριβῶς ὁ τῆς κόρης πατήρ: ἐπανιόντι γὰρ αὐτῷ, καὶ ὀλίγους

1332
τοῦ ἄστεος σταδίους ἀπέχοντι, οἰκέτης τις ἀπήντησεν, εἰς ἀγρὸν ὑπὸ τῆς δεσποίνης ἀποσταλείς. Οὗτος τὸν δεσπότην θεασάμενος προσέφερε τῆς γεγενημένης θαυματουργίας τὰ Εὐαγγέλια, πρὸ τεττάρων ἡμερῶν λέγων γεγενῆσθαι τὸ θαῦμα. Ἀριθμήσας τοίνυν τὰς ἡμέρας, καὶ τὸν καιρὸν ἀκριβῶς ἐξετάσας, ἐκεῖνον εἶναι μεμάθηκεν, ἐν ᾧ τὸ ληκύθιον ἐξεκόμισεν ὁ πρεσβύτης.

Ἐγὼ δὲ εἰς ἔννοιαν λαμβάνω, τί οὐκ ἂν ἔδρασεν ὁ μέγας οὗτος ἀνὴρ, εἰ θαυματουργεῖν ἐβούλετο. Εἰ γὰρ καὶ κρύπτειν ἐσπουδακὼς ἢν ἐδέξατο χάριν, τοσαύτην αἴγλην ἠφίει, ποίαν οὐκ ἄν τερατουργίαν ἐθελήσας εἰργάσατο; Οὕτω δὲ καὶ τὴν πνευματικὴν αὐτοῦ σοφίαν οὐχ ἅπασιν ἐδήλου, καὶ ταῦτα τὸ τελευταῖον, μετὰ τὴν τοῦ σωτηρίου πάθους καὶ τῆς δεσποτικῆς ἀναστάσεως ἑορτὴν, εἰσιέναι τοὺς βουλομένους εἰς αὐτὸν ἐπιτρέψας: ἀμέλει κατ̓ ἐκεῖνον ἄπαντες ὁρᾷν ἐσπούδαζον τὸν καιρόν. Καὶ δή ποτε ἀφίκοντο πρὸς αὐτὸν συναχθέντες τῶν ἀρχιερέων οἱ πρῶτοι, Φλαβιανὸς ὁ μέγας τὴν Ἀντιοχέων ποιμαίνειν πεπιστευμένος, καὶ ὁ θεῖος Ἀκάκιος, οὗ καὶ πρόσθεν ἐμνήσθην, Εὐσέβιός τε ὁ τῆς Χαλκιδέων, καὶ Ἰσίδωρος ὁ τότε τὴν Κῦρον κυβερνᾷν πεπιστευμένος, ἀρετῇ διαπρέποντες. Συνῆν δὲ αὐτοῖς καὶ Θεόδοτος τῆς Ἱεραπολιτῶν κατέχων τὰς ἡνίας, ἀσκήσει καὶ πραότητι λάμπων. Παρῆσαν δέ τινες καὶ τῶν ἐν τέλει καὶ ἀξιώμασι, τῆς πίστεως τὸ ζώπυρον ἔχοντες. Πάντων τοίνυν σιγῇ καθημένων, καὶ τὴν ἱερὰν ἐκείνου προσδεχομένων φωνὴν, σιγῶν καὶ αὐτὸς ἐπὶ πολὺ καθῆστο, ἀργῶν μὲν τὴν γλῶτταν, ἐνεργὸν δὲ ἔχων τὴν ἀκοήν.

Τότε τις τῶν καθημένων, συνήθης ὢν αὐτῷ διὰ τὴν τῆς ψυχῆς ἐπιμέλειαν, καὶ ἄλλως δὲ ἀξιώματι λάμπων: Ἄπαντες, ἔφη, ὦ πάτερ, καὶ οἱ θἑ??ʼοι Πατέρες τῆς σῆς διψῶντες διδασκαλίας, τὰ ἥδιστά σου προσμένουσι νάματα. Μετάδος τοίνυν τοῖς παροῦσιν ἅπασι τῆς ὠφελείας, καὶ μὴ κωλύσῃς τοὺς τῆς εὐεργεσίας κρουνούς. Ὁ δὲ μέγα στενάξας, ὁ τῶν ὅλων, ἔφη: Θεὸς καθ̓ ἑκάστην ἡμέραν, καὶ διὰ τῆς κτίσεως φθέγγεται, καὶ διὰ τῶν θείων Γραφῶν διαλέγεται, καὶ παραινεῖ τὰ δέοντα, καὶ εἰσηγεῖται τὰ συμφέροντα, καὶ ἀπειλαῖς δεδίττεται, καὶ προτρέπει ταῖς ὑποσχέσεσι, καὶ ὄνησιν οὐδεμίαν καρπούμεθα. Πῶς τοίνυν Μαρκιανὸς φθεγγόμενος ὠφελήσειε, τοσαύτην ὠφέλειαν μετὰ τῶν ἄλλων ἀποπεμπόμενος, καὶ ὄνησιν ἐκεῖθεν εὕρασθαι μὴ βουλόμενος; Ἐντεῦθεν πολλοὶ μὲν παρὰ τῶν Πατέρων ἐκινήθησαν λόγοι, οὒς ἐνθεῖναι τῷ διηγήματι παρέλκον ἐνόμισα. Ἀναστάντες δὲ καὶ προσευξάμενοι, καὶ τῆς ἱερωσύνης αὐτῷ τὴν χειροτονίαν ἐπιθεῖναι θελήσαντες, ἔδεισαν πάλιν τὴν ἐπιχείρησιν. Καὶ οὗτος ἐκείνῳ, ἐκεῖνος δὲ τούτῳ παρεκελεύετο: πάντες δὲ ὁμοίως παραιτησάμενοι τὴν ἐπάνοδον ἐποιήσαντο.

Ἀλλὰ γὰρ βούλομαι καὶ ἄλλο τούτοις προσθεῖναι διήγημα, τῆς θείας ὑπάρχον αὐτοῦ συνέσεως γνώρισμα.

Ἄβιτός τις εἰς τὴν ἑτέραν ἔρημον τὴν ἀσκητικὴν καλύβην πρῶτος ἐπήξατο. Βορειοτέρα δὲ ταύτης ἐστὶ, καὶ μικρὸν πρὸς ἔω κειμένη, κατὰ τὸν ἀπαρκτίαν ἄνεμον τὸν τῷ ἀφηλιώτῃ πελάζοντα. Οὗτος τοῦ μεγάλου Μαρκιανοῦ καὶ χρόνῳ καὶ πόνῳ πρεσβύτερος

1333
ἦν, φιλόσοφος δὲ ὁ ἀνὴρ, καὶ τῷ σκληρῷ βίῳ συντεθραμμένος. Οὗτος πανταχόθεν περιθρυλλουμένην τὴν τοῦ ἀνδρὸς καταμαθὼν ἀρετὴν, τῆς μικρᾶς ἡσυχίας κερδαλεωτέραν εἷναι τὴν τοιαύτην θέαν νενομικὼς, ἔδραμε σπεύδων ἰδεῖν τὸν ποθούμενον.

Μαθὼν δὲ αὐτοῦ τὴν ἄφιξιν ὁ μέγας Μαρκιανὸς, τὴν θύραν ἀνοίξας εἰσεδέξατο, Εὐσεβίῳ δὲ τῷ θαυμασίῳ παρηγγύησε, καὶ ὄσπριον ἑψῆσαι, καὶ λάχανον εἴπεῥ??ʼχοι.

Ἐπειδὴ δὲ τῆς ἀλλήλων διαλέξεως ἐνεπλήσθησαν, καὶ τὴν ἀλλήλων κατέμαθον ἀρετὴν, κοινῇ τὴν τῆς Ἐυνάτης ἐπετέλεσαν λειτουργίαν. Ἧκε δὲ Εὐσέβιος τράπεζαν φέρων, καὶ ἄρτους προσφέρων. Ὁ δὲ μέγας Μαρκιανὸς τῷ θεσπεσίῳ Ἀβίτῳ: Δεῦρο, ἔφη, πάντων μοι προσφιλέστατε, καὶ ταύτης κοινωνήσωμεν τῆς τραπέζης. Ὁ δέ: Οὐκ οἶδα, ἔφη, πώποτε πρὸ τῆς ἑσπέρας σιτίων μεταλαβὼν, πολλάκις δὲ καὶ δύο καὶ τρεῖς κατὰ ταὐτὸν ἄσιτος ἡμέρας διατελῶ. Ὁ δὲ μέγας Μαρκιανός: Ἐμοῦ γοῦν εἵνεκα, ἔφη, σήμερον ἀμειβέσθω τὸ ἔθος: ἀσθενῶς γὰρ τὸ σῶμα διακείμενος προσμένειν τὴν ἑσπέραν οὐ δύναμαι. Ὡς δὲ καὶ ταῦτα λέγων τὸν θαυμαστὸν Ἅβ̔??ʼτον οὐκ ἔπειθε, στενάξαι τε λέγεται καὶ φάναι: Ἀλλ̓ ἐγώ τε ἀθυμῶ λίαν καὶ δάκνομαι τὴν ψυχὴν, ὅτι τοσοῦτον ὑπέμεινας πόνον, ἵνα τινὰ φιλόπονον καὶ φιλόσοφον ἴδῃς, καὶ τῆς ἐλπίδος ψευσθεὶς, κάπηλόν τινα καὶ ἄσωτον ἀντὶ φιλοσόφου τεθέασαι. Ἀνιαθέντος δὲ πρὸς ταῦτα τοῦ θειοτάτου Ἀβίτου, καὶ φήσαντος, ὡς κρεῶν μεταλάβοι ἃν ἥδιον μᾶλλον, ἢ τούτων ἀκούοι, ὁ μέγας ἔφη Μαρκιανός: Καὶ ἡμεῖς, ὧ φιλότης, τὸν αὐτόν σοι μέτιμεν βίον, καὶ τὴν αὐτὴν ἀσπαζόμεθα πολιτείαν, καὶ τῆς ἀναπαύλης προτιμῶμεν τοὺς πόνους, καὶ τὴν νηστείαν τῆς τροφῆς προαιρούμεθα, καὶ νυκτὸς ἐπιγινομένης, τότε ταύτης μεταλαγχάνομεν: ἀλλ̓ ἴσμεν ὅτι τῆς ἀγάπης τὸ χρῆμα τῆς νηστείας ἐστὶ τιμιώτερον. Τὸ μὲν γὰρ τῆς θείας ἔργον νομοθεσίας, τὸ δὲ τῆς ἡμῶν αὐτῶν ἐξουσίας: προσήκει δὲ τοὺς θείους νόμους τῶν ἡμετέρων πόνων πολλῷ νομίζειν τιμιωτέρους. Τοιαῦτα πρὸς ἀλλήλους διαλεχθέντες, καὶ βραχείας μεταλαχόντες τροφῆς, καὶ τὸν Θεὸν ὑμνήσαντες, καὶ τρεῖς ἀλλήλοις συνδιατρίψαντες ἡμέρας, ἐχωρίσθησαν, πάλιν ἀλλήλους ὁρῶντες τῷ πνεύματι. Τίς τοίνυν οὐκ ἂν θαυμάσειε τοῦδε τοῦ ἀνδρὸς τὴν σοφίαν, ὑφ̓ ἧς κυβερνώμενος ᾔδει μὲν νηστείας, ᾔδει δὲ φιλοσοφίας καὶ φιλαδελφίας καιρὸν, ᾔδει δὲ καὶ τῶν τῆς ἀρετῆς μορίων τὸ διάφορον, καὶ ποῖον ποίῳ προσήκει παραχωρεῖν, καὶ τίνι κατὰ καιρὸν διδόναι τὰ νικητήρια.

Ἔχω δὲ καὶ ἄλλο διήγημα τῆς ἐν τοῖς θείοις αὐτοῦ τελειότητος γνώρισμα. Ἀφίκετο γὰρ πρὸς αὐτὸν ἡ ἀδελφὴ ἀπὸ τῆς πατρίδος σὺν τῷ υἱῷ, ἀνδρί τε ὄντι, καὶ τῆς Κύρου πρωτεύοντι, τὰς ἀναγκαίας αὐτῷ χρείας πλουσίως κομίζουσα. Ὁ δὲ τὴν μὲν ἀδελφὴν ἰδεῖν οὐκ ἠνέσχετο, τὸν δὲ ἀδελφιδοῦν εἰσεδέξατο: τῆς γὰρ ὡρισμένης συντυχίας ἦν ὁ καιρός.

Ὡς δὲ ἱκέτευον ὑποδεχθῆναι τὰ κομισθέντα: Διὰ πόσων, ἔφη, μοναστηρίων διήλθετε; τίσιν ἐκείνων ἐκ τούτων αὐτῶν μετεδώκατε; Τοῦ δὲ εἰρηκότος ὡς οὐδενὶ δεδωκότες εἷεν: Ἅπιτε, ἔφη, μεθ̓ ὧν

1336
ἐκομίσατε: ἡμεῖς γὰρ τούτων ʽ??ʼδενὸς οὕτε δεόμεθα, οὕτε εἰ δεοίμεθα, δεξοίμεθα: φυσικῆς γὰρ συγγενείας, ἀλλ̓ οὐ θείας θεραπείας πεφροντικότες τούτοις ἡμᾶς φιλοφρονεῖσθαι βεβούλησθε. Εἰ γὰρ μὴ μόνην τοῦ γένους ἐτιμᾶτε τὴν ἀγχιστείαν. οὐχ ἡμῖν μόνοις μετεδώκατε ἅν ὧν ἠνέγκατε. Ταῦτα λέγων τὸν ἀδελφιδοῦν μετὰ τῆς ἀδελφῆς ἀπεπέμψατο, οὐδὲ βραχύ τι τῶν παῤ αὐτῶν προσενεχθέντων ὑποδεχθῆναι κελεύσας. Οὕτως ἕξω τῆς φύσεως ἦν, καὶ εἰς τὴν τῶν οὐρανῶν μεταβεβήκει πολιτείαν. Ποῖον γὰρ ἅν τις τούτου σαφέστερον παράσχοι παράδειγμα. ὅτι τοῦ Θεοῦ ἄξιος ἦν, κατὰ τὴν αὐτοῦ τοῦ Θεοῦ φωνήν; Ὁ μὴ καταλιμπάνων γὰρ, φησὶ, πατέρα, καὶ μητέρα, καὶ ἀδελφοὺς, καὶ ἀδελφὰς, καὶ γυναῖκα, καὶ τέκνα, οὐκ ἔστι μου ἄξιος. Εἰ δὲ ὁ μὴ καταλιμπάνων ἀνάξιος, ὁ καταλιμπάνων, καὶ τοσαύτῃ χρώμενος ἀκριβεῖ τελειότητι, δῆλον ὡς ἀξιώτατος ἦν. Ἐγὼ δὲ πρὸς τούτοις θαυμάζω καὶ τὴν τῶν θείων αὐτοῦ δογμάτων ἀκρίβειαν. Ἐβδελύττετο μὲν γὰρ τὴν Ἀρείου μανίαν ὑπὸ τῆς βασιλικῆς δυναστείας κατ̓ ἐκεῖνον τὸν καιρὸν ἐξαπτομένην: ἐμυσάττετο δὲ καὶ τὴν Ἀπολιναρίου φρενοβλάβειαν.

Διεμάχετο δὲ γενναίως καὶ τοῖς τὰ Σαβελλίου φρονοῦσι, καὶ τὰς τρεῖς ὑποστάσεις εἰς μίαν συνάγουσιν.

Ἀπεστρέφετο δὲ κομιδῇ καὶ τοὺς ὀνομαζομένους Εὐχίτας, ἐν μοναχικῷ προσχήματι τὰ Μανιχαίων νοσοῦντας. Οὕτω δὲ θερμὸν εἶχε τὸν ὑπὲρ τῶν ἐκκλησιαστικῶν δογμάτων ζῆλον, ὅτι καὶ πρὸς ἅνδρα θαυμάσιόν τε καὶ θεῖον δικαίαν ἀνεδέξατο μάχην.

Ἀβραάμης τις ἢν κατὰ τὴν ἔρημον ἐκείνην, πρεσβύτης ἀνὴρ, πολιὰν μὲν ἔχων τὴν τρίχα, πολιώτερον δὲ τὸ φρόνημα, ἀρετῇ πάσῃ λάμπων, καὶ ἀναβλύζων ἀεὶ τὸ τῆς κατανύξεως δάκρυον. Οὗτος καταρχὰς ὑπό τινος ἁπλότητος ὑπαχθεὶς, τὸ πρῶτον ἐπιτελεῖν ἠνείχετο Πάσχα: ἀγνοῶν μὲν, ὡς εἰκὸς, τὰ περὶ τούτου τοῖς Πατράσιν ἐν Νικαίᾳ νενομοθετημένα, ἔθει δὲ ἀρχαίῳ δουλεύειν αἱρούμενος. Πολλοὶ δὲ καὶ ἅλλοι κατ̓ ἐκεῖνο τοῦ καιροῦ ταύτην ἐνόσουν τὴν ἄγνοιαν. Ἀλλ̓ ὁ μέγας Μαρκιανὸς, πολλοῖς μὲν πολλάκις χρησάμενος λόγοις, ἐπειράθη τὸν πρεσβύτην Ἀβραάμην: οὕτω γὰρ αὐτὸν οἱ ἐγχώριοι προσηγόρευον, εἰς τὴν τῆς Ἐκκλησίας μεταγαγεῖν συμφωνίαν.

Ἀπειθοῦντα δὲ θεασάμενος, τῆς πρὸς αὐτὸν προφανῶς κοινωνίας ἀπέστη: ἀλλὰ χρόνου διελθόντος, ὁ θεσπέσιος ἐκεῖνος ἀνὴρ, ἀποῤῥίψας τὸν μῶμον, καὶ τῆς θείας ἑορτῆς ἀγαπήσας τὴν συμφωνίαν, ἔψαλλεν ἀληθεύων: Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Καὶ τοῦτο δὲ τῆς τοῦ μεγάλου Μαρκιανοῦ διδασκαλίας κατόρθωμα.

Τούτῳ πολλοὶ μὲν πολλαχοῦ σηκοὺς εὐκτηρίους ἐδείμαντο: ἐν Κύρῳ μὲν ὁ ἀδελφιδοῦς Ἀλύπιος: Ζηνοβιανὴ δέ τις ἐν Χαλκίδι, καὶ γένει λάμπουσα, καὶ ἀρετῇ διαπρέπουσα, καὶ πλούτου περιουσίᾳ κομῶσα.

Καὶ ἕτεροι δὲ οὑκ ὀλίγοι αὐτὸ τοῦτο ἔδρων, τὸν νικηφόρον ἐκεῖνον ἀθλητὴν ἁρπάσαι φιλονεικοῦντες.

Τοῦτο γνοὺς ὁ τοῦ Θεοῦ ἅνθρωπος. παρεκάλει τὸν θαυμάσιον ἐκεῖνον Εὐσέβιον, ὅρκους αὐτῷ προσενεγκὼν

1337
δείματος παντὸς γέμοντας, ἐν ἐκείνῳ τῷ χωρίῳ καταθεῖναι τὸ σῶμα, καὶ μηδένα διαγνῶναι τὸν τάφον, πλὴν δύο τῶν συνηθεστέρων συνοίκων, μέχρις ἂν διέλθῃ πολὺς ἐτῶν ἀριθμός. Καὶ τοῦτον τὸν ὅρκον ὁ θαυμάσιος ἐκεῖνος ἐπλήρωσεν ἅνθρωπος. Ἐπειδὴ γὰρ ἧκε τοῦ νικηφόρου τὸ τέλος, καὶ χορὸς ἀγγέλων τὴν ἱερὰν ἐκείνην καὶ θείανψυχὴν εἰς τὰς ἐν οὐρανῷ μονὰς μετέθηκεν, οὐ πρότερον αὐτοῦ τὴν τελευτὴν κατεμήνυσεν, ἕως μετὰ τῶν δύο τῶν γνωριμωτέρων τὸν τάφον ὀρύξας, καὶ τὸ σῶμα καταθεὶς, τῆς γῆς τὴν ἐπιφάνειαν ἐξωμάλισε.

Καὶ πεντήκοντα διελθόντων ἐνιαυτῶν, ἢ πλειόνων, μυρίων συνδεδραμηκότων, καὶ διηρευνηκότων τὸ σῶμα, ἄδηλος ὁ τάφος μεμένηκεν. Ἐπειδὴ δὲ ἕκαστος τῶν προειρημένων σηκῶν, ὁ μὲν ἀποστόλων, ὁ δὲ μαρτύρων ὑπεδέξατο λείψανα, θαῤῥήσαντες λοιπὸν οἱ τῆς ἐκείνου σκηνῆς καὶ διδαχῆς κληρονόμοι. πρὸ δύο τούτων ἐτῶν λάρνακα λιθίνην κατασκευάσαντες, ἐν ταύτῃ τοῦ τιμίου σώματος μετέθηκαν τὰ λείψανα, ἑνὸς τὸν τάφον ὑποδείξαντος: οὗτος γὰρ μόνος ἐκ τῶν τριῶν περιῆν.

Ζηλωτὴς δὲ γενόμενος τῆς ἐκείνου ἀρετῆς Εὐσέβιος ὁ θαυμάσιος, πλείοσι διετέλεσε πόνοις κατατρύχων τὸ σῶμα. Εἵκοσι γὰρ καὶ ἑκατὸν σιδήρου περικείμενος λίτρας, ἐπέθηκε μὲν ἑαυτῷ καὶ τὰς τοῦ θειοτάτου Ἀγαπητοῦ ἄλλας πεντήκοντα, προσέθηκε δὲ καὶ τὰς τοῦ μεγάλου Μαρκιανοῦ ὀγδοήκοντα.

Ἔσχε δὲ οἰκητήριον λάκκον τινὰ ὑδάτων ἀπηλλαγμένον, καὶ τριῶν ἐτῶν ἀριθμὸν τοῦτον διάγων διετέλεσε τὸν τρόπον. Εἰς τούτους δὲ ἐξέβην τοὺς λόγους, δεῖξαι βουλόμενος ὅσοις καὶ ἄλλοις μεγάλων κατορθωμάτων ὁ μέγας Μαρκιανὸς ἐγένετο πρόξενος. Τῆς τούτου φιλοσοφίας ἀπώνατο καὶ Βασίλειος ὁ θαυμάσιος, ὁ πολλοῖς ὕστερον χρόνοις παρὰ τὴν Σελευκόβηλον: πόλις δὲ αὕτη τῆς Συρίας: τὸ μοναχικὸν δειμάμενος καταγώγιον, καὶ λάμψας μὲν ἐν πολλοῖς εἴδεσιν ἀρετῆς, λάμψας δὲ διαφερόντως ἐν τῷ θεοφιλεῖ τῆς ἀγάπης κτήματι, καὶ τῷ θείῳ τῆς φιλοξενίας κατορθώματι. Ὅσους δὲ καὶ οὗτος παρέστησε τῷ Θεῷ ἐργάτας, ἀποστολικῶς εἰπεῖν, ἀνεπαισχύντους, ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας, τίς ἄν ῥᾳδίως ἀριθμήσειεν; Ἴνα γὰρ τοὺς ἄλλους ἐπὶ τοῦ παρόντος παραλίπω, εὐφημίας μὲν ὄντας ἀξίους, μῆκος δὲ ἐμποιοῦντας τῷ διηγήματι, ἑνὸς τούτων καὶ μόνου μνησθήσομαι. Ἐγένετό τις τούτου φοιτητὴς, Σαβῖνον δὲ αὐτὸν προσηγόρευον, ὅς πόνοις μυρίοις τὸ σῶμα κατεδαπάνησεν. Οὔτε γὰρ ἄρτου, ʽ??ʼὔτε ὄψου τινὸς μετελάμβανε: τροφὴ δὲ ἦν αὐτῷ ἄλευρον ὕδατι δευόμενον. Μιγνύναι δὲ οὕτως εἰώθει πᾶσαν τοῦ μηνὸς τὴν τροφὴν, ὡς εὐρωτιᾷν, καὶ πολλὴν ἐκπέμπειν τὴν δυσωδίαν. Ἐβούλετο δὲ αὐτῷ τοῦτο τῆς τοιᾶσδε τροφῆς τὸ εἶδος ἀμβλύνειν τοῦ σώματος τὰς ὀρέξεις, καὶ τῇ δυσωδίᾳ τῆς τροφῆς μαραίνειν τὴν ἡδονήν. Οὕτω δὲ καθ̓ ἑαυτὸν διάγων, εἵ ποτέ τις τῶν γνωρίμων ἀφίκετο, τῶν παρατιθεμένων ἀπάντων ʽ??ʼπλοῖκῶς μετελάμβανε. Τοσαύτην δὲ χάριν θεόθεν ἐδέξατο, ὡς γυναῖκά τινα τῶν ἐπισήμων, καὶ ἐπὶ γένει καὶ πλούτῳ σεμνυνομένων,

1340
ἀπὸ τῆς Ἀντιοχέων αὐτῷ προσδραμεῖν, καὶ ἱκετεῦσαι ἐπαμῦναι τῇ θυγατρὶ ὑπὸ δαίμονος πολεμουμένῃ.

Ὄναρ γὰρ, φησὶν, ἐθεασάμην τινὰ ἐνταῦθα δραμεῖν παρεγγυῶντα, καὶ ταῖς εὐχαῖς τοῦ τῆς μονῆς ἡγεμονεύοντος τῇ θυγατρὶ πορίσαι τὴν σωτηρίαν.

Ἔλεγε τοίνυν ὁ τὰς ἀποκρίσεις ποιούμενος, ὡς οὐκ εἴη ἔθος τὸν προστατεύοντα γυναιξὶ διαλέγεσθαι: ὡς δὲ ἐπέκειτο δακρύουσα ἡ γυνὴ, καὶ ὀλοφυρομένη, καὶ πικρῶς ποτνιωμένη, ἐξελήλυθε μὲν ὁ τῆς μονῆς ἡγούμενος. Ἔφασκε δὲ ἡ γυνὴ μὴ αὐτὸν εἷναι, ἕτερον δὲ αὐτῇ ὑποδειχθῆναι ὑπέρυθρον, ἐξανθήματά τινα κατὰ τῶν παρειῶν ἔχοντα. Ὡς δὲ ἔγνωσαν τὸν ζητούμενον, τρίτος δὲ ἦν τῆς μονῆς, ἀλλ̓ οὐ πρῶτος, πείσαντες αὐτὸν ἤγαγον πρὸς τὴν γυναῖκα, καὶ παραυτίκα ἡ μὲν ἐπέγνω τὸ πρόσωπον, ὁ δὲ πονηρὸς δαίμων βοήσας τὴν κόρην κατέλιπε. Τοιαῦτα τῶν τοῦ μεγάλου Μαρκιανοῦ φοιτητῶν τὰ κατορθώματα: τοιαῦτα φυτὰ πανταχοῦ κατεφύτευσεν ὁ ἄριστος φυτουργός.

Ἐγὼ δὲ πάλιν τούτῳ τέλος τῷ διηγήματι δεδωκὼς, ἀντιβολῶ καὶ δέομαι διὰ τῆς τούτων πάντων πρεσβείας τῆς θείας ἐπικουρίας τυχεῖν.

Ὁποίους μὲν καρποὺς ἡ ἄκαρπος ἔρημος τῷ Θεῷ προσενήνοχεν, ὡρίμους καὶ πεπείρους καὶ τῷ φυτουργῷ προσφιλεῖς, καὶ τοῖς εὗ φρονοῦσι τῶν ἀνθρώπων ἐρασμίους καὶ τριποθήτους, ἐν τοῖς ἤδη συγγραφεῖσιν ὑπεδείξαμεν διηγήμασιν. Ὡς ἃν δὲ μή τις ὑπολάβῃ τόπῳ περιγεγράφθαι τὴν ἀρετὴν, καὶ μόνην εἷναι τὴν ἔρημον εἰς τοιαύτης προσόδου φορὰν ἐπιτηδείαν: φέρε λοιπὸν εἰς τὴν οἰκουμένην μεταβῶμεν τῷ λόγῳ, καὶ δείξωμεν τῇ τῆς φιλοσοφίας κτήσει ἥκιστα ταύτην ἐμποδῶν γινομένην.

Ὅρος ἐστὶν ὑψηλὸν, πρὸς ἕω μὲν τῆς Ἀντιόχου, Βεροίας δὲ πρὸς ἑσπέραν διακείμενον, τῶν παρακειμένων ὀρῶν ὑπερκείμενον, κατὰ τὴν ἀκροτάτην κορυφὴν κωνοειδὲς μιμούμενον σχῆμα, ἀπὸ τοῦ ὕψους τὴν προσηγορίαν δεξάμενον: κορυφὴν γὰρ αὐτὸ οἱ περίοικοι προσαγορεύειν εἰώθασι. Τούτου πάλαι κατ̓ αὐτὴν τὴν ἀκρωνυχίαν τέμενος ἧν δαιμόνων ὑπὸ τῶν γειτονευόντων λίαν τιμώμενον: πρὸς μεσημβρίαν δὲ πεδίον κολποειδὲς ὑπεστόρεσται, ἀγκῶσιν ἑκατέρωθεν οὐ λίαν ὑψηλοῖς περιειργόμενον. Διήκουσι δὲ οὗτοι μέχρι τῆς διιππευομένης ὁδοῦ, τὰς ἑκατέρωθεν ἀπὸ μεσημβρίας ἐπὶ τὴν ἄρκτον ἀνατεμνομένας ὑποδεχόμενοι τρίβους. Ἐν τούτῳ χωρία καὶ μικρὰ καὶ μεγάλα κατῴκισται τοῖς ἑκατέρωθεν ὄρεσι συνημμένα: παῤ αὐτὰ δὲ τοῦ ὑψηλοῦ ὅρους τὰ κράσπεδα, κώμη τίς ἐστι μεγίστη καὶ πολυάνθρωπος, τῇ δὲ ἐγχωρίῳ φωνῇ Τελεδᾶν αὐτὴν ὀνομάζουσιν. Ἄνω δὲ τῆς ὑπωρείας νάπη τίς ἐστιν οὐ λίαν προσάντης, ἀλλὰ μετρίως ἐπικλινὴς πρὸς τὸ πεδίον ἐκεῖνο καὶ νότον ἄνεμον ἀποβλέπουσα. Ἐν ταύτῃ φιλοσοφίας φροντιστήριον Ἀμμιανός τις ἐδείματο, ἀνὴρ πολλοῖς μὲν καὶ ἄλλοις ἀρετῆς εἴδεσι λάμπων, φρονήματι δὲ ὅτι μάλιστα μετρίῳ τοὺς ἄλλους ἐπλεονέκτει. Τεκμήριον δὲ, ἀποχρῶν γὰρ εἰς διδασκαλίαν οὐ τοῖς οἰκείοις μόνον θιασώταις, ἀλλὰ καὶ δὶς τοσούτοις ἐξαρκεῖν δυνάμενος, καὶ πολλάκις πρὸς τὸν μέγαν Εὐσ̔??ʼδιον

1341
ἔδραμε, συνεργὸν λαβεῖν ἱκετεύων, καὶ τῆς ὑπ̓ αὐτοῦ παγείσης παλαίστρας παιδοτρίβην τε καὶ διδάσκαλον.

Ἀφειστήκει δὲ σταδίους πέντε καὶ εἴκοσιν, ἐν οἰκήματι σμικρῷ τινι λίαν, οὐδὲ φωταγωγοὺς ἔχοντι καθειργμένος. Ἐποδήγησε δὲ αὑτὸν πρὸς ταύτην τὴν ἀρετὴν Μαριανὸς ὁ τούτου μὲν θεῖος, τοῦ δὲ Θεοῦ πιστὸς θεράπων. Ἀρκεῖ γὰρ τοσοῦτον εἰπεῖν, ἐπεὶ καὶ Μωσῆν τὸν μέγαν τῇ ἐπωνυμίᾳ ταύτῃ τετίμηκεν ὁ Δεσπότης. Οὗτος ὁ Μαριανὸς, τοῦ θείου γευσάμενος ἔρωτος, οὐκ ἠθέλησε μόνος τοῖς ἀγαθοῖς ἐντρυφᾷν, ἀλλὰ πολλοὺς μὲν καὶ ἄλλους συν̔??ʼραστὰς ἐποιήσατο, ἐθήρευσε δὲ καὶ τὸν μέγαν Εὐσέβιον, καὶ τὸν τούτου ἀδελφὸν, καὶ κατὰ τὸν βίον ὄντα γε ἀδελφόν. Οὐκ εὔλογον γὰρ ᾠήθη, τοὺς μὲν οὐδὲν αὐτῷ διαφέροντας ἀγρεῦσαι πρὸς ἀρετὴν, τοὺς δὲ ἀδελφιδοῦς ἀναγρεύτους καταλιπεῖν. Τούτους ἀμφοτέρους ἐν οἰκίσκῳ καθείρξας βραχεῖ, τὴν ἀγγελικὴν πολιτείαν ἐπαίδευσεν.

Ἀλλὰ τῷ μὲν ἀδελφῷ νόσος προσγενομένη τὸν δρόμον ἐκεῖνον διέκοψεν: ἠκολούθει δὲ τῇ νόσῳ καὶ ὁ θάνατος: ὀλίγας γὰρ μετὰ τὴν ἐκεῖθεν ἔξοδον διαβιώσας ἡμέρας, τοῦ βίου τὸ τέλος ἐδέξατο.

Διέμεινε δὲ ὁ μέγας Εὐσέβιος παρὰ πάντα τοῦ θείου τὸν βίον, οὔτε πρός τινα διαλεγόμενος, οὔτε τὸ φῶς θεώμενος, ἀλλὰ διηνεκῶς καθειργμένος. Καὶ μετὰ τὴν ἐκείνου δὲ τελευτὴν τοῦτον ἠσπάσατο τὸν βίον, ἕως ὁ θαυμάσιος ἐκεῖνος Ἀμμιανὸς πολλαῖς αὐτὸν καταθέλξας ἱκεσίαις ἀνέπεισεν: Εἰπὲ γάρ μοι, πρὸς αὐτὸν ἔφη, ὧ ἄριστε, τίνι νομίζων ἀρέσκειν τὸν ἐπίπονον τοῦτον καὶ αὐχμηρὸν μετελήλυθας βίον. Τοῦ δὲ τὸν Θεὸν, ὡς εἰκὸς ἦν, δήπουθεν εἰρηκότος. τὸν καὶ τῆς ἀρετῆς νομοθέτην καὶ διδάσκαλον: Οὐκοῦν, ἐπειδὴ τούτου ἐρᾷς, ὁ Ἀμμιανὸς ἔφη, ἐγώ σοι τρόπον ἐπιδείξω, δἰ οὗ καὶ τὸν ἔρωτα πλεῖον ἐξάψἑ??ʼς, καὶ τὸν ἐρώμενον θεραπεύσεις. Τὸ μὲν γὰρ πᾶσαν εἰς ἑαυτόν τινα περιστῆσαι τὴν ἐπιμέλειαν, οὐκ ἃν, ὡς οἶμαι, φιλαυτίας διαφύγοι γραφήν.

Ὁ γὰρ θεῖος νόμος ἀγαπᾷν τὸν πέλας ὡς ἑαυτὸν διαγορεύει: τὸ δὲ πολλοὺς εἰς κοινωνίαν ποῦ πλούτου λαβεῖν, τοῦ τῆς ἀγάπης ἐστὶ κατορθώματος ἴδιον. Ταύτην δὲ ὁ θεσπέσιος Παῦλος νόμου πλήρωμα προσηγόρευσε: βοᾷ δὲ καὶ πάλιν ὁ λόγος: Ὁ νόμος καὶ οἱ προφῆται ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦνται, ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Καὶ ὁ Κύριος δὲ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τῷ Πέτρῳ πλέον τῶν ἄλλων φιλεῖν αὐτὸν ὡμολογηκότι, ποιμαίνειν αὐτοῦ τὰ πρόβατα παρηγγύησε: τοῖς δὲ τοῦτο μὴ πεποιηκόσιν ἐγκαλῶν διὰ τοῦ προφήτου βοᾷ: Ὧ οἱ ποιμένες, μὴ ἑαυτοὺς οἱ ποιμένες βόσκουσιν, οὐχὶ τὰ πρόβατα νέμουσι; Τούτου χάριν καὶ τὸν μέγαν Ἠλίαν τοῦτον μετιόντα τὸν βίον ἐν μέσῳ στρέφεσθαι τῶν ἀσεβῶν ἐκέλευσε.

Καὶ τὸν δεύτερον Ἠλίαν, Ἰωάννην τὸν πάνυ, τὴν ἔρημον ἀσπαζόμενον, ταῖς τοῦ Ἰορδάνου παρέπεμψεν ὄχθαις, ἐκεῖ βαπτίζειν καὶ κηρύσσειν παρεγγυήσας.

Ἐπειδὴ τοίνυν καὶ σὺ θερμὸς ἐραστὴς εἷ τοῦ πεποιηκότος καὶ σεσωκότος Θεοῦ, πολλοὺς καὶ ἄλλους συγκατασκεύασον ἐραστάς. Τοῦτο γὰρ τῷ κοινῷ Δεσπότῃ λίαν ἐστὶ προσφιλές. Διὰ τοῦτο καὶ τὸν Ἰεζεκιὴλ

1344
προσηγόρευσε σκοπὸν, καὶ τοῖς ἁμαρτωλοῖς διαμαρτύρασθαι παρηγγύα: καὶ τὸν Ἰωνᾶν εἰς τὴν Νινευὶ ἐκέλευσε τρέχειν, καὶ μὴ βουλόμενον δεσμώτην παρέπεμψε. Ταῦτα καὶ τὰ τοιαῦτα λέγων τὸν θεῖον κατεκήλησεν ἅνδρα, καὶ τὴν ἐθελούσιον ἐκείνην διορύξας εἰρκτὴν, ἐξῆγέ τε καὶ ἀπῆγε, καὶ τῶν θιασωτῶν παρεδίδου τὴν ἐπιμέλειαν. Ἐγὼ δὲ οὐκ οἶδα πότερον πλέον θαυμάσω, τούτου τὴν μετριότητα, ἢ ἐκείνου τὴν εὐπείθειαν. Καὶ γὰρ οὗτος τὴν ἡγεμονίαν ἐδραπέτευε, καὶ τῶν ὑπηκόων εἶς εἶναι μᾶλλον ἐβούλετο, τῆς προστασίας τὸν κίνδυνον ὑφορώμενος. Καὶ ὁ μέγας Εὐσέβιος τὴν μετὰ πλειόνων διαγωγὴν ἀπεστρέφετο μὲν. εἶξε δὲ ὅμως, καὶ τοῖς τῆς ἀγάπης δικτύοις ἁλοὺς ἐδέχετο τῆς ποίμνης τὴν ἐπιμέλειαν, καὶ ἦγε τὸν χορὸν οὐ πολλῶν λόγων εἰς διδασκαλίαν δεόμενος. Ἤρκει γὰρ καὶ φαινόμενος ὀξὺν ἐργάζεσθαι πρὸς τὸν τῆς ἀρετῆς δρόμον καὶ τὸν ἅγαν νωθέστατον.

Φασὶ δὲ αὐτὸν οἱ τεθεαμένοι, ἐμβριθὲς ἀεὶ τὸ πρόσωπον ἐσχηκέναι, καὶ δέος ἱκανὸν ἐνθεῖναι τοῖς θεωμένοις. Τροφῆς δὲ αὐτὸς μὲν διὰ τριῶν καὶ τεττάρων ἁπήλαυεν ἡμερῶν: τοῖς δὲ συνοίκοις παρὰ μίαν μεταλαγχάνειν ἐκέλευε. Διηνεκῶς δὲ προσομιλεῖν τῷ Θεῷ παρηγγύα, καὶ μηδένα καιρὸν ταύτης ἄμοιρον τῆς ἐργασίας ἐᾷν: ἀλλὰ κοινῇ μὲν τὰς ὡρισμένας λειτουργίας ἐπιτελεῖν, τὰ δὲ ὲν μέσῳ τούτων τῆς ἡμέρας μόρια καθ̓ ἑαυτὸν ἕκαστον, ἤ ὑπὸ σκιῷ τινι δένδρου, ἢ παρά τινα πέτραν, ἢ ἔνθα ἄν τίς τινος ἡσυχίας ἀπολαύοι, ἢ ἑστῶτα, ἢ κείμενον ἐπ̓ ἐδάφους, ἀντιβολεῖν τὸν Δεσπότην, καὶ τὴν σωτηρίαν αἰτεῖν. Οὕτω δὲ τῶν τοῦ σώματος μορίων ἕκαστον, τὴν ἀρετὴν ἐξεπαίδευσεν, ὡς ἐκεῖνα δρᾷν, ἃ μόνος ὁ λογισμὸς ἐπιτρέπει. Ἵνα δὲ τοῦτο δῆλον ἅπασι καταστήσω, ἑνὸς τῶν κατ̓ αὐτὸν μνησθήσομαι διηγήματος.

Ἐπί τινος καθῆστο πέτρας αὐτός τε καὶ Ἀμμιανὸς ὁ θαυμάσιος, καὶ τῶν θείων Εὐαγγελίων τὴν ἱστορίαν ὁ μὲν ἀνεγίνωσκεν, ὁ δὲ τῶν ἀσαφεστέρων ἐδήλου τὴν ἔννοιαν. Γηπόνων δέ τινων ἐν τῷ ὑποκειμένῳ πεδίῳ νεουργούντων τὴν γῆν, ἐπὶ ταύτην εἱλκύσθη τὴν θεωρίαν ὁ μέγας Εὐσέβιος. Ἀμμιανοῦ δὲ τοῦ θεσπεσίου ἀνεγνωκότος τὸ εὐαγγελικὸν χωρίον, τὴν δὲ ἑρμηνείαν μαστεύοντος, ἀναλαβεῖν ἐκέλευσε τὴν ἀνάγνωσιν ὁ μέγας Εὐσέβιος. Τοῦ δὲ εἰρηκότος, ὅτι Τοῖς ἀροῦσιν ἐπιτερπόμενος οὐκ ἐπήκουσας, ὡς εἰκὸς, νομοθετεῖ τοῖς ὀφθαλμοῖς, μήτε ἐν τῷ πεδίῳ ἐκείνῳ θεωρῆσαί ποτε, μήτε τῷ οὐρανίῳ κάλλει, καὶ τῷ τῶν ἀστέρων ἑστιαθῆναι χορῷ, ἀλλ̓ ἀτραπῷ χρώμενος στενωτάτῃ, ἧς τὸ μέτρον σπιθαμῆς εἶναί φασιν, ἐπὶ τὸν εὐκτήριον οἶκον φερούσῃ, ἔξω ταύτης λοιπὸν βαδίσαι οὐκ ἠνέσχετο. Πλείονα δὲ ἤ τεσσαράκοντα ἔτη φασὶ μετὰ τοῦτον αὐτὸν διαβιῶναι τὸν νόμον. Ἵνα δὲ μετὰ τῆς γνώμης καὶ ἀνάγκη τις αὐτὸν ἐπὶ ταῦτα καθέλκῃ, ζώνῃ σιδηρᾷ τὴν ὀσφὺν καταδήσας, καὶ βαρύτατον κλοιὸν περιθεὶς τῷ τραχήλῳ, ἄλλῳ τινὶ σιδήρῳ τὴν ζώνην συνήρμοσε τῷ τοῦ τραχήλου κλοιῷ, ἴνα τούτῳ τῷ τρόπῳ καμπτόμενος εἰς γῆν κατακύπτειν διηνεκῶς ἀναγκάζηται. Τοιαύτας ἑαυτῶν τῆς τῶν γηπόνων ἐκείνων θεωρίας εἰσεπράξατο δίκας. Ταῦτα δέ με πολλοὶ μὲν καὶ ἄλλοι τῶν ἐκεῖνον ἱστορηκότων, καὶ τὰ κατ̓ αὐτὸν ἀκριβῶς ἐπισταμένων, ἐδίδαξαν: διηγήσατο δὲ τοῦτο αὐτὸ τὸ διήγημα ὁ πῥ??ʼβύτης ὁ

1345
μέγας Ἀκάκιος, οὗ καὶ πρόσθεν ἐν τοῖς ἄλλοις διηγήμασιν ἀπεμνημονεύσαμεν. Ἔφη δὲ καὶ ἔρεσθαι αὐτόν ποτε συγκεκυφότα θεασάμενος, ποίαν καρπούμενος ὄνησιν, οὔτ̓ εἰς οὐρανὸν βλέπειν ἀνέχεται, οὕτε τὸ πεδίον ἐκεῖνο τὸ ὑποκείμενον θεωρεῖν, οὔτε τῆς στενῆς ἔξω βαδίζειν ὁδοῦ: τοῦτον δὲ φάναι, ταῦτα τεχνάζειν πρὸς τὰ τοῦ πονηροῦ μηχανήματα δαίμονος. Ἵνα γὰρ, ἔφη, μὴ περὶ μεγάλων πολεμῇ, σωφροσύνην κλέπτειν πειρώμενος, καὶ δικαιοσύνην, καὶ τὸν θυμὸν ὁπλίζων, καὶ τὴν ἐπιθυμίαν ἐξάπτων, καὶ φλεγμαίνειν τῷ τύφῳ καὶ ἐξογκοῦσθαι παρασκευάζων, καὶ ἄλλα ὅσα κατὰ τῆς ἐμῆς τυρεύων ψυχῆς, εἰς τὰ σμικρὰ ταῦτα μεταφέρειν πειρῶμαι τὸν πόλεμον, ἔνθα καὶ νικήσας οὐ μεγάλα λωβᾶται, καὶ ἡττηθεὶς καταγελαστότερος γίνεται, ἅτε δὴ μήτε ἐν τοῖς μικροῖς περιγενέσθαι δυνάμενος. Ἐπειδὴ τοίνυν ἀκινδυνώτερον οἶδα τοῦτον τὸν πόλεμον: οὐ μεγάλα γὰρ ὁ ἐν τούτοις βαλλόμενος ζημιοῦται: ποία γὰρ βλάβη τὸ πεδίον ἰδεῖν, ἢ εἰς τὸν οὐρανὸν ἀνατεῖναι τὸ ὄμμα; εἰς τοῦτο αὐτὸν τῆς παρατάξεως τὸ εἶδος μεθίστημι: τῇδε γὰρ οὕτε ἀνελεῖν, οὔτε βαλεῖν δύναται. Ταῦτα γὰρ οὐκ ἔστι θανατηφόρα τὰ βέλη, τῶν σιδηρῶν ἐκείνων ἀκίδων ἀπηλλαγμένα. Ταῦτα ἀκηκοέναι ὁ μέγας ἔφη Ἀκάκιος, καὶ ἄγασθαι τῆς σοφίας, καὶ τὴν πολεμικὴν θαυμάσαι ἀνδρείαν αὐτοῦ καὶ ἐμπειρίαν. Οὖ χάριν ὡς ἀξιάγαστόν τε καὶ ἀξιομνημόνευτον τοῖς τοιάδε μανθάνειν ἐφιεμένοις καὶ τόδε προσέφερε τὸ διήγημα.

Τοῦτο τὸ κλέος αὐτοῦ πάντοθε διαθέον εἵλκυσεν ἅπαντας πρὸς αὐτὸν τοὺς τῆς ἀρετῆς ἐραστάς.

Ἀφίκοντο δὲ καὶ τοῦ θειοτάτου Ἰουλιανοῦ τοῦ πρεσβύτου, οὖ πρόσθεν τὸ διήγημα διεξήλθομεν, τῆς ἀρίστης ποίμνης οἱ κτίλοι. Ἐπειδὴ γὰρ ὁ θεσπέσιος ἐκεῖνος ἀνὴρ τοῦ βίου τὸ τέρμα καταλαβὼν εἰς τὴν ἄνω μετέβη ζωὴν, Ἰάκωβος ὁ Πέρσης, καὶ Ἀγρίππας, οἱ τῆς ἀγέλης ἐκείνης ἡγούμενοι, πρὸς τὸν μέγαν Εὐσέβιον ἔδραμον, τοῦ ἡγεμονεύειν τὸ καλῶς ἄγεσθαι ἄμεινον ἡγησάμενοι. Τοῦ δὲ Ἰακώβου, οὖ καὶ πρόσθεν ἤδη ἀπεμνημόνευτα ἐν κεφαλαίῳ τούτου δείξας τὴν ἀρετὴν, καὶ νῦν τῆς ἄκρας αὐτοῦ φιλοσοφίας τεκμήριον ἐναργὲς ἀποδείξω.

Ἐπειδὴ γὰρ ὁ θεῖος Εὐσέβιος τὴν ἐντεῦθεν ἐκδημίαν ποιούμενος, αὐτὸν τοῦ ποιμνίου παρηγγύησε προστατεύειν, καὶ παραιτούμενος τὴν κηδεμονίαν τοὺς τῆς ἐπιμελείας ἐκείνης ἐφιεμένους οὐκ ἔπειθεν, εἰς ἑτέραν ᾤχετο ποίμνην, νέμεσθαι μᾶλλον ἢ νέμειν αἱρούμενος, καὶ χρόνον πλεῖστον ἐπιζήσας, οὕτω τόνδε τὸν βίον κατέλυσε. Διαδέχεται τοίνυν τὴν ἡγεμονίαν ἐκείνην Ἀγρίππας, ἀνὴρ καὶ ἄλλοις πολλοῖς κομῶν ἀγαθοῖς, διαφερόντως δὲ τῇ τῆς ψυχῆς καθαρότητι, δἰ ἢν καὶ τοῦ θείου κάλλους τὴν φαντασίαν δεχόμενος, καὶ τῷ τοῦ ἔρωτος ἐκείνου πυρσῷ πυρπολούμενος δάκρυσι κατέβρεχε διηνεκέσι τὰς παρείας. Καὶ τούτου δὲ ἐπὶ χρόνῳ πολλῷ τὴν ἔκκριτον ἐκείνην καὶ θείαν ποίμνην ἐννόμως ποιμάναντος, εἶτα τὸν βίον ὑπεξελθόντος, Δαυΐδης ὁ θεῖος, οὗ κἀγὼ τῆς θέας

1348
ἀπήλαυσα, τὴν ἡγεμονίαν παρέλαβεν, ἀνὴρ νεκρώσας τῷ ὄντι, κατὰ τὸν θεῖον Ἀπόστολον, τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Τοσοῦτον γὰρ ἀπώνατο τῆς Εὐσεβίου τοῦ μεγάλου διδασκαλίας, ὡς πέντε καὶ τεσσαράκοντα ἔτη ἐν ἐκείνῳ τῷ φροντιστηρίῳ διαγαγεῖν, θυμοῦ δὲ χωρὶς καὶ ὀργῆς πάντα τοῦτον διαβιῶναι τὸν χρόνον: οὐδὲ γὰρ μετὰ τὴν ἡγεμονίαν ἐθεάσατό τις αὑτὸν πώποτε τοῦδε τοῦ πάθους ἡττώμενον: καὶ ταῦτα μυρίων, ὡς εἰκὸς, ἀναγκαζόντων. Ἅνδρες γὰρ πεντήκοντα καὶ ἑκατὸν ὑπὸ τῆς ἐκείνου δεξιᾶς ἐποιμαίνοντο, οἱ μὲν ἄκροι τὴν ἀρετὴν, καὶ τὴν ἐν οὐρανῷ πολιτείαν μιμούμενοι, οἱ δὲ ἄρτι πτεροφυήσαντες, καὶ τὴν γῆν ὑπερβάλλεσθαί τε καὶ ὑπερπέτεσθαι διδασκόμενοι. Ἀλλ̓ ὅμως καὶ τοσούτων τῶν τὰ θεῖα παιδευομένων, καί τι καὶ παραβαινόντων, ὡς εἰκὸς, οὐδὲ γὰρ τὸν ἄρτι φοιτῶντα κατορὰσώματος, θοῦν ἅπαντα ῥᾴδιον, ἔμενεν ἀκίνητος, οἷά τις ἀσώματος, ὁ θεῖος ἐκεῖνος ἀνὴρ, οὐδεμιᾶς αὐτὸν προφάσεως εἰς ὀργὴν ἐγειρούσης.

Τοῦτο δὲ οὐκ ἀκοῇ μόνον, ἀλλὰ καὶ πείρᾳ παρέλαβον.

Ἐπιθυμήσας γάρ ποτε τὴν ἀγέλην ἐκείνην θεάσασθαι, ἀφικόμην κοινωνοὺς ἔχων τῆς ἀποδημίας καὶ ἄλλους τὸν αὐτόν μοι βίον ἀσπαζομένους.

Ἅπαντα τοίνυν τῆς ἑβδομάδος τὸν κύκλον παρὰ τῷδε τῷ θείῳ διάγοντες, ἐθεώμεθα πρόσωπον οὐδεμίαν μεταβολὴν δεχόμενον, οὐδὲ νῦν μὲν διαχεόμενον, νῦν δὲ σκυθρωπότητι συναγόμενον, καὶ τὸ ὄμμα δέ γε ὡσαύτως οὐκ ἄλλοτε μὲν βλοσυρὸν, χαροποιὸν δὲ ἄλλοτε, ἀλλ̓ ἐπὶ τῆς αὐτῆς ἀεὶ τοὺς ὀφθαλμοὺς μένοντας εὐκοσμίας. Ἱκανοὶ δὲ καὶ οὗτοι τεκμηριῶσαι τῆς ψυχῆς τὴν γαλήνην. Ἀλλ̓ εἰκός τινας νομίσαι τοιοῦτον αὐτὸν ἑωρᾶσθαι μηδεμιᾶς παρακινούσης αἰτίας. Οὗ ἑ??ʼνεκα διηγήσασθαί τι τοιοῦτον συμβὰν ἐφ̓ ἡμῶν ἀναγκάζομαι. Καθῆστο παῤ ἡμᾶς ὁ θεῖος ἐκεῖνος ἀνὴρ, τοὺς περὶ φιλοσοφία; λόγους ἀνακινῶν, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὸ ἄκρον ἐπιζητῶν. Τοιούτων δὲ μεταξὺ γινομένων λόγων, Ὀλύμπιός τις, τὸ μὲν γένος ʽΡωμαῖος, τὸν δὲ τρόπον καὶ αὐτὸς ἀξιάγαστος, ἱερωσύνῃ τετιμημένος, καὶ τῆς ἡγεμονίας ἐκείνης τὰ δεύτερα περιέπων, ἧκε παῤ ἡμᾶς, τοῦ θείου Δαυΐδου καταβοῶν, καὶ λώβην κοινὴν τὴν ἐπιείκειαν ὀνομάζων ἐκείνην, καὶ λυμαίνεσθαι πᾶσιν αὐτοῦ τὴν πραότητα λέγων, καὶ ἄνοιαν ἀλλ̓ οὐκ ἐπιείκειαν τὴν ἄκραν ἐκείνην φιλοσοφίαν καλῶν. Ὁ δὲ, καθάπερ ἀδαμαντίνην ἔχων τὴν ψυχὴν, ἐδέχετο μὲν τοὺς λόγους, οὐκ ἐκεντεῖτο δὲ ὑπὸ τῶν κεντεῖν πεφυκότων: οὐδὲ μετεβάλλετο τὰ πρόσωπον, οὐδὲ τὴν προκειμένην ἠφίει διάλεξιν, ἀλλὰ μετὰ πραείας φωνῆς, καὶ λόγων τὴν τῆς ψυχῆς μηνυόντων αἰθρίαν, τὸν πρεσβύτην ἐκεῖνον ἀπέπεμψε, παρακαλῶν αὐτὸν ἐπιμεληθῆναι ὧν βούλεται. Ἐγὼ δὲ, ἔφη, τοῖς πρὸς ἡμᾶς ἀφιγμένοις, ὡς ὁρᾷς, διαλέγομαι, ἀναγκαίαν εἶναι νομίζων ταύτην τὴν θεραπείαν. Πῶς ἄν τις ἄμεινον ἐπιδείξοι τῆς ψυχῆς τὴν πραότητα; Τὸν γὰρ τὴν προστασίαν ἐκείνην πεπιστευμένον, τοιαύτην ὑπὸ τοῦ τὰ δευτερεῖα ἔχοντος δέξασθαι παροινίαν, μάλιστα δὲ ξένων παρόντων, καὶ τῆς λοιδορίας ἀκροωμένων, καὶ μηδεμίαν

1349
ἐκ τοῦ θυμοῦ ζάλην ὑπομεῖναι καὶ ταραχὴν, ποίαν ἀνδρίας καὶ καρτερίας ὑπερβολὴν καταλείπει; Ὁ μὲν οὗν θεῖος Ἀπόστολος, τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν ἐπεσκεμμένος, τῇ φύσει μετρεῖ τὴν νομοθεσίαν: Ὀργίζεσθε γὰρ, φησὶ, καὶ μὴ ἁμαρτάνετε: ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Τὰ μὲν γὰρ τοῦ θυμοῦ κινήματα τῆς φύσεως εἰδὼς, ἀλλ̓ οὐ τῆς γνώμης, ἐπίπονα λίαν, τάχα δὲ καὶ ἀδύνατα, νομοθετεῖν οὐκ ἀνέχεται: τῇ κινήσει δὲ τῆς φύσεως, καὶ τῇ ζάλῃ τοῦ θυμοῦ μέτρον τὴν ἡμέραν ὁρίζει, ἄγχειν κελεύων τῷ λογισμῷ, καὶ τῷ χαλινῷ πιέζειν, καὶ περαιτέρω προβαίνειν τῶν ὅρων μὴ συγχωρῶν. Ὁ δὲ θεῖος οὗτος ἀνὴρ ὑπὲρ τοὺς κειμένους ἠγωνίζετο νόμους, καὶ ὑπὲρ τὰ σκάμματα ἥλλετο, οὐ μέχρι τῆς ἑσπέρας κινεῖσθαι τῷ θυμῷ παραχωρῶν, ἀλλὰ μηδόλως ἐπιτρέπων κινεῖσθαι. Τοιαῦτα καὶ οὗτος τῆς Εὐσεβίου τοῦ μεγάλου συνουσίας ἀπώνατο.

Πολλοὺς δὲ καὶ ἄλλους ἐραστὰς τῆς φιλοσοφίας ταύτης καὶ ζηλωτὰς ἐπ̓ ἐκείνῃ τῇ καλύβῃ γεγενημένους τεθέαμαι, τοὺς μὲν ἐν ἀκμῇ τοῦ σώματος, τοὺς δὲ καὶ ἐν γήρᾳ βαθεῖ: πλείονα γὰρ ἢ ἐννενήκοντα ἔτη διαβιώσαντες ἄνθρωποι, τὸν ἐπίπονον βίον καταλιπεῖν οὐκ ἠθέλησαν, ἀλλὰ τοῖς τῆς νεότητος ἱδρῶσι διέπρεπον, παννύχιοι μὲν καὶ πανημέριοι τὸν Θεὸν ἀντιβολοῦντες, καὶ τὰς εὐαγεῖς ἐκείνας λειτουργίας ποιούμενοι, διὰ δύο δὲ ἡμερῶν τῶν εὐτελῶν ἐκείνων σιτίων μεταλαγχάνοντες. Καὶ ἵνα τοὺς ἄλλους καταλίπω, οὐ σιγῆς ὄντας ἀξίους, εὐφημίας δὲ καὶ ἐπαίνων παντοίων, ἀλλ̓ ἴνα μὴ πέρα τοῦ μέτρου μακρὸν ἐργάσωμαι τὸ διήγημα: ἐγένετό τις ἐν ἐκείνῳ τῷ θείῳ χωρίῳ, Ἀββᾶν δὲ αὐτὸν ὀνομάζουσιν, ὅς ἐκ μὲν τῆς Ἰσμαηλίτιδος ἐβλάστησε ῥίζης, οὐκ ἀπῳκίσθη δὲ τῆς Ἀβρααμιαίας κατὰ τὸν πρόγονον οἰκίας, ἀλλὰ τῆς πατρῴας κληρονομίας τῷ Ἰσαὰκ ἐκοινώνησε, μᾶλλον δὲ αὐτὴν ἥρπασε τῶν οὐρανῶν τὴν βασιλείαν: οὗτος εὐθὺς μὲν τῆς ἀσκητικῆς ταύτης ἥψατο πολιτείας, παρά τινι τηνικάδε τὴν ἔρημον οἰκοῦντι γυμναστῇ τῶν τοιούτων ἀρίστῳ: Μαρωσᾶς δὲ ἦν ὄνομα αὐτῷ. Μετὰ δὲ ταῦτα καὶ ἐκεῖνος, τὸ ἑτέρων ἡγεμονεύειν καταλιπὼν, εἰς ταύτην σὺν τῷ Ἀββᾷ τὴν ἀγέλην ἀφίκετο, καὶ χρόνον μὲν οὐ μικρὸν ἐπεβίω, λαμπρῶς δὲ ἀγωνισάμενος καὶ ἀοίδιμος γενόμενος ὑπεξῆλθε τὸν βίον. Ὁ δὲ ὀκτὼ μὲν ἤδη καὶ τριάκοντα ἐκεῖ διετέλεσεν ἔτη, ὡς ἔναγχος δὲ τοῦ πονεῖν ἀρξάμενος, οὕτως ἐφίεται τοῦ πονεῖν. Μέχρι γὰρ καὶ τήμερον ὑποδήμασι μὲν τοὺς πόδας οὐκ ἐκάλυψε πώποτε, τῇ σκιᾷ δὲ προσεδρεύων ἐν τῷ κρυμῷ, τὸν ἤλιον ἐν τῷ φλογμῷ καταδέχεται, καὶ ὡς ζεφύρου ἁ??ʼραν τὴν ἐκεῖθεν δέχεται φλόγα. Ἅπαντα δὲ τοῦτον τὸν χρόνον ὕδατος μεταλαχεῖν οὐκ ἠνέσχετο, οὐκ ἐκεῖνα ἐσθίων, ἃ τοῖς τὸ μὴ πίνειν ἐπιτηδεύουσι προσφέρεσθαι σύνηθες: ὑγροτέρων γὰρ οὗτοι σιτίων ἀπολαύειν εἰώθασιν: ἀλλὰ τῶν αὐτῶν τοῖς ἄλλοις ἀπολαύων σιτίων, ἐσθίων δὲ βραχέα, καὶ ὅσα βραχεῖαν ἐντίθησι δύναμιν, περιττὴν ἡγεῖται τὴν τοῦ ὕδατος

1352
χρείαν. Σιδήρῳ δὲ βαρεῖ τὴν ὀσφὺν ἐζωσμένος κάθηται μὲν ὀλιγάκις, τῆς δὲ νυκτὸς καὶ τῆς ἡμέρας τὸ πλέον ἑστηκὼς, ἢ ἐπὶ τῶν γονάτων κείμενος, τὴν τῆς εὐχῆς τῷ Δεσπότῃ λειτουργίαν προσφέρει, τῆς δὲ κατακλίσεως παντελῶς τὴν χρείαν ἠρνήθη. Οὐδεὶς γὰρ αὐτὸν κατακλιθέντα μέχρι καὶ τήμερον ἐθεάσατο πώποτε, ἀλλὰ καὶ τοῦ χοροῦ κορυφαῖος ἀποφανθεὶς, καὶ προστατεύειν λαχὼν, τοῦτον ἅπαντα φέρει προθύμως τὸν πόνον, ἀρχέτυπον ἑαυτὸν φιλοσοφίας τοῖς ὑπηκόοις πᾶσι προτιθείς. Τοιούτους νικηφόρους ἀγωνιστὰς ὁ θεῖος Εὐσέβιος ὁ τῶνδε τῶν ἀγώνων παιδοτρίβης καὶ γυμναστὴς παρέστησε τῷ Θεῷ. Καὶ ἄλλους δὲ πλείστους ἀποφήνας τοιούτους, ἑτέραις παλαίστραις διδασκάλους παρέπεμψεν, οἵ τὸ ὅρος ἅπαν ἐκεῖνο τὸ ἱερὸν τῶν θείων τούτων λειμώνων καὶ εὐωδῶν ἀνθέων ἐπλήρωσαν. Πρὸς ἔω γὰρ τῆς ἐξ ἀρχῆς παγείσης ἀσκητικῆς καλύβης, καὶ πρὸς ἐσπέραν καὶ μεσημβρίαν ἔστιν ἰδεῖν ταύτης τῆς φιλοσοφίας τὰ ἔκγονα, οἶόν τινας ἀστέρας περὶ σελήνην χορεύοντας, καὶ τοὺς μὲν τῇ Ἑλλάδι, ἄλλους δὲ τῇ ἐγχωρίῳ φωνῇ τὴν ποιητὴν ἀνυμνοῦντας, Ἀλλὰ γὰρ ἀδυνάτοις ἐπιχειρῶ, τὰ ὑπὸ τῆς θείας ἐκείνης κατορθωθέντα ψυχῆς ἅπαντα διεξελθεῖν ἐφιέμενος. Τοιγαροῦν τῷδε τῷ διηγήματι τὸ πέρας ἐπιθετέον, ἐφ̓ ἕτερον δὲ τρεπτέον, καὶ τὴν ἐκεῖθεν πάλιν ὠφέλειαν προστεθετέον, τῆς εὐλογίας τῶνδε μεγάλων ἀνδρῶν μεταλαχεῖν ἱκετεύοντα.

Κατὰ τὸν αὐτὸν χρόνον ἐγένετό τις Πούπλιος, καὶ τὸ εἶδος ἀξιοθέατος, καὶ τὴν ψυχὴν τῷ εἴδει συμβαίνουσαν ἔχων: μᾶλλον δὲ πολλῷ τοῦ σώματος θαυμαστοτέραν ἐπιδεικνύς. Οὗτος ἐκ βουλευτικῆς μὲν συμμορίας ὁρμώμενος, πόλιν δὲ ἔχων καθ̓. ἢν Ξέρξης ἐκεῖνος ὁ πολυθρύλλητος, ἐπὶ τὴν Ἑλλάδα στρατεύων, καὶ τὸν ποταμὸν Εὐφράτην διαβῆναι σπεύδων τῇ στρατιᾷ, πλῆθος νεῶν συναθροίσας, καὶ ταύτας ἀλλήλαις συζεύξας, καὶ τούτῳ τῷ τρόπῳ τὸν ποταμὸν γεφυρώσας, Ζεῦγμα τὸ χωρίον ὠνόμασε, καὶ τὴν ἀπὸ τοῦ πράγματος ἔδωκεν ἐπωνυμίαν τῇ πόλει.

Ἐντεῦθεν ὁρμώμενος, καὶ ἀπὸ τοιούτου γένους βεβλαστηκὼς, ʽ??ʼψηλόν τι χωρίον καταλαμβάνει, τοῦ ἄστεος οὐ πλείοσιν ἢ τριάκοντα σταδίους ἀφεστηκός.

Ἐν τούτῳ βραχύν τινα οἰκίσκον δειμάμενος, ἀπέδοτ̔??ʼ μὲν ἅπαντα, ὅσα πατρόθεν ἐδέξατο, οἰκίαν φημὶ, καὶ κτήματα, καὶ βοσκήματα, καὶ ἐσθήματα, σκεύη τε ἀργυρᾶ καὶ χαλκᾶ, καὶ εἶ τι ἕτερον μετὰ τούτων ἐτύγχανε. Διανείμας δὲ ταῦτα κατὰ τὸν θεῖον νόμον οἷς ἔδει, καὶ πάσης ἑαυτὸν φροντίδος γηΐνης ἐλευθερώσας, μίαν ἀντὶ πάντων ἐκείνην ἐδέξατο φροντίδα, τὴν τοῦ καλέσαντος θεραπείαν, καὶ ταύτην ἀνελίττων ὲν τῇ ψυχῇ διετήρει, νύκτωρ τε καὶ μεθ̓ ἡμέραν ʽ??ʼκοπούμενος, ὅπως ταύτην αὐξήσειε. Τούτου ἕνεκα ὁ πόνος αὐτῷ διηνεκῶς ηὔξετο, καὶ ἐπίτασιν καθ̓ ἑκάστην ἡμέραν ἐδέχετο, καὶ γλυκὺς ἦν, καὶ ἡδονῆς ἀνάπλεως, καὶ πόῤῤω τὸν κόρον ἐλαύνων. Οὐ γάρ τις αὐτὸν ἐθεάσατο πώποτε βραχὺ γοῦν μορίον ἡμέρας ἀναπαύλης μεταλαχόντα, ἀλλὰ τὴν μὲν ψαλμῳδίαν ἡ εὐχὴ, τὴν δὲ εὐχὴν ἡ ψαλμῳδία, ἀμφότερα δὲ ἡ τῶν θείων λογίων ἀνάγνωσις διεδέχετο: εἶτα ἡ τῶν ἀφικνουμένων ἐπιμέλεια ξένων: ἔπειτα ἄλλο τι τῶν ἀναγκαίων ἔργων ἐγίνετο. Ἐν τούτοις τὸν βίον ὁδεύων, καὶ ἀρχέτυπον ἀρετῆς τοῖς ζηλοῦν βουλομένοις προκείμενος, οἷά τις ʽ??ʼρνις εὐκέλαδος, πολλοὺς τῶν ὁμοφύλων εἰς τὰ σωτήρια ταῦτα συνήγειρε θήρατρα.

1353
Ἀλλὰ καὶ ἀρχὰς μὲν οὐδένα σύνοικον ἔχειν ἠνέσχετο: βραχεῖς δὲ οἰκίσκους ἀγχιθύρους οἰκοδομῶν, αὐτὸν καθ̓ ἑαυτὸν ἕκαστον τῶν συνιόντων διάγειν ἐκέλευε, συχνῶς ἐπισκοπῶν, καὶ τοὺς οἰκίσκους διερευνώμενος, μή τι πέρα τῆς χρείας ἀποκείμενον ἔχοιεν. Φασὶ δὲ αὐτὸν καὶ ζυγὰ ἐπιφερόμενον τὸν τῶν ἄρτων σταθμὸν πολυπραγμονεῖν ἀκριβῶς, καὶ εἴ ποτε εὕροι τοῦ ὡρισμένου πλείονα, δυσχεραίνειν, καὶ γαστριμάργους τοὺς τοῦτο ποιοῦντας ἀποκαλεῖν.

Ἐκέλευσε γὰρ μήτε ἐσθίοντας, μήτε πίνοντας ἀναμένειν τὸν κόρον, ἀλλὰ τοσούτων ἀπολαύειν, ὁπόσα τῷ σώματι παρέχειν ἀπόχρη τὴν ζωήν. Εἰ δέ ποτε καὶ τῶν πιτύρων ἀποκεκριμένον τὸ ἄλευρον ἐθεάσατο. ὡς Συβαριτικῆς τρυφῆς ἀπολαύουσι, τοῖς τοῦτο δεδρακόσιν ἐλοιδορεῖτο. Καὶ νύκτωρ δὲ ἐξαπιναίως παρὰ τὴν ἑκάστου θύραν ἀφικνούμενος, εἰ μέν τινα εὗρεν ἐγρηγορότα, καὶ τὸν Θεὸν ὑμνοῦντα. σιγῇ πάλιν ἀπεχώρει: εἰ δέ τινα ὕπνῳ κατεχόμενον ᾔσθετο, τῇ χειρὶ μὲν τὴν θύραν ἐπάτασσε, τῇ γλώττῃ δὲ τὸν κατακείμενον ἔβαλλεν, ὡς πλείονα ἢ ἔδει τῷ σώματι τὴν θεραπείαν προσφέροντα. Τοῦτον αὐτοῦ τὸν πόνον τῶν ὁμογνωμόνων τινὲς θεασάμενοι, ἕν πᾶσιν οἰκοδομῆσαι καταγώγιον εἰσηγήσαντο. Ἀκριβέστερον γὰρ ἔφασαν τούς τε νῦν δεσπαρμένους βιώσεσθαι, καὶ αὐτὸν τῆς πλείονος φροντίδος ἀπαλλαγήσεσθαι.

Ἐδέξατο τὴν παραίνεσιν ὁ σοφώτατος, καὶ συναγείρας ἅπαντας, καὶ τοὺς μικροὺς ἐκείνους καταλύσας οἰκίσκους, ἕνα δὲ τοῖς συνειλεγμένοις δειμάμενος, κοινῇ τε πολιτεύεσθαι, καὶ παραθήγειν ἀλλήλους ἱκέτευε, καὶ τοῦτον μὲν τὴν ἐκείνου μιμεῖσθαι πραότητα, ἐκεῖνον δὲ τῷ τούτου ζήλῳ κεραννύναι τὸ πρᾶον, καὶ ἄλλον ἀγρυπνίας μεταδιδόντα, τοῦ τῆς νηστείας μεταλαμβάνειν μαθήματος. Οὕτω γὰρ παῤ ἀλλήλων, ἔφη, τὸ ἐνδέον λαμβάνοντες, τὴν τελεωτάτην κατορθώσομεν ἀρετήν. Καθάπερ γὰρ ἐν ταῖς πολιτικαῖς ἀγοραῖς, ὁ μὲν ἄρτων ἐστὶ πρατὴρ, ὁ δὲ λαχάνων. ὁ δὲ ἱματίων ἔμπορος. ἅλλος δὲ ὑποδημάτων δημιουργός: παῤ ἀλλήλων δὲ τὴν χρείαν ἐρανιζόμενοι θυμηρέστερον βιοτεύουσιν: ὁ μὲν γὰρ ἱμάτιον διδοὺς, ἀντιλαμβάνει ὑπόδημα, ὁ δὲ λάχανον ὠνούμενος ἀποδίδοται ἄρτον: ὁ??ʼτως ἡμᾶς ἀλλήλοις ἀντιδιδόναι προσήκει τῆς ἀρετῆς τὰ πολυτίμητα μόρια. Οὕτω τῶν ὁμογλώττων γυμναζομένων τε καὶ ἀγωνιζομένων, καὶ Ἑλλάδι φωνῇ τὸν Θεὸν ἀνυμνούντων, ἔλαβεν ἔρως ταυτησὶ τῆς πολιτείας καὶ τοὺς τῇ ἐγχωρίῳ κεχρημένους φωνῇ: καὶ συνδραμόντες τινὲς ἱκέτευον, καὶ τῆς ἀγέλης γενέσθαι. καὶ τῆς ἱερᾶς αὐτοῦ διδασκαλίας μεταλαχεῖν: ἐδέξατο δὲ τὴν αἴτησιν, τῆς Δεσποτικῆς μεμνημένος νομοθεσίας, ἢν τοῖς ἰεροῖς προσενήνοχεν ἀποστόλοις, Πορευθέντες, λέγων, μαθητεύσατε πάντα τὰ ἔθνη. Καὶ παῤ ἐκεῖνο τὸ καταγώγιον ἕτερον οἰκοδομήσας, ἐκεῖ τούτους διάγειν ἐκέλευε: νεών τινα θεῖον κατασκευάσας, εἰς ὃν καὶ τούτους κἀκείνους συνιέναι προσέταξεν ἀρχομένης τε καὶ ληγούσης ἡμέρας, ἵνα καὶ τὴν ἑσπερινὴν καὶ τὴν ἑωθινὴν ὑμνῳδίαν κοινῇ προσφέρωσι τῷ Θεῷ, διχῆ μὲν διῃρημένοι, καὶ τῇ οἰκείᾳ ἕκαστος κεχρημένος φωνῇ, ἐκ διαδοχῆς

1356
δὲ τὴν ᾠδὴν ἀναπέμποντες. Διέμεινε δὲ μέχρι καὶ τήμερον τόδε τῆς πολιτείας τὸ εἶδος: καὶ οὐδ̓ ὁ χρόνος ὁ ταῦτα καὶ τοιαῦτα ἀμείβειν φιλονεικῶν. οὐχ οἱ τὴν ἐκείνου κηδεμονίαν διαδεξάμενοι ἀνατρέψαι τι τῶν ὑπ̓ ἐκείνου τεθέντων ἀνεπείσθησαν ὅρων: καὶ ταῦτα οὐ δύο καὶ τριῶν, ἀλλὰ καὶ πλειόνων ταύ την τὴν ἡγεμονίαν διαδεξαμένων. Εὐθὺς μὲν γὰρ. ἐκείνου τὸν ἀγῶνα πεπληρωκότος, καὶ τόνδε τὸν βίον ὑπεξελθόντος, καὶ εἰς τὴν ἄλυπον ἐκείνην μεταβάντος ζωὴν, Θεότεκνος μὲν τῆς Ἑλλάδος φωνῆς.

Ἀφθόνιος δὲ τῆς Σύρας τὴν ἡγεμονίαν διεδέξαντο. ἀμφότεροι στῆλαί τινες ἔμψυχοι καὶ εἰκόνες τῆς ἐκείνου ἀρετῆς γενόμενοι. Οὐδεμίαν γὰρ οὔτε τοῖς συνοῦσιν, οὕτε τοῖς ἔξωθεν ἀφικνουμένοις αισθησιν λαβεῖν τῆς ἐκείνου τελευτῆς συνεχώρησαν, σφᾶς αὐτοὺς τῆς ἐκείνου πολιτείας ἐκμαγεῖα δεικνύντες. Ἀλλ̓ ὁ μὲν θεῖος Θεότεκνος οὐ πολὺν ἐπιβιώσας χρόνον.

Θεοδότῳ τὴν ἡγεμονίαν παρέδωκεν: ὁ δὲ Ἀφθόνιος ἐπὶ πλεῖστον διέμεινε τῆς ἀγέλης ἐπιμελούμενος, καὶ κατὰ τοὺς κειμένους νόμους ἰθύνων. Ὁ δὲ Θεόδοτος οὗτος ἀπὸ τῆς Ἀρμενίας ὁρμώμενος. τὴν ἀσκητικὴν ἐκείνην συμμορίαν θεασάμενος, τὰ μὶν πρῶτα μετὰ τῶν ὑπηκόων ἐτέτακτο, τῷ μεγάλῳ Θεοτέκνῳ κυβερνῶντι πειθόμενος. Ἐπειδὴ δὲ, ὡς ἔφην, ὁ μὲν ἐξεδήμησεν, αὐτὸς δὲ τὴν προστασίαν παρέλαβε, τοσούτοις ἐκόμασεν ἀγαθοῖς, ὡς ἀποκρύψαι μικροῦ δεῖν τοὺς προτέρους τῇ φήμῃ. Οὕτω γὰρ αὐτὸν ὁ θεῖος κατειργάσατο πόθος, καὶ τοσούτὁ??ʼς αὐτὸν καὶ τοιούτοις κατέτρωσε βέλεσιν, ὡς νύκτωρ καὶ μεθ̓ ἡμέραν τῆς κατανύξεως προχέειν τὰ δάκρυα: τοσαύτης δὲ πνευματικῆς χάριτος ἀνάπλεως ἦν. ὡς προσευχομένου σιγᾷν μὲν ἅπαντας τοὺς παρόντας, ἐπαΐειν δὲ μόνων τῶν ἱερῶν ἐκείνων ῥημάτων. προσευχὴν σπουδαίαν τὴν ἀκρόασιν ἡγουμένους. Τίς γὰρ οὕτως ἀδαμάντινος ἦν. ὡς ἐκείνων οὕτως προσφερομένων τῶν λόγων μὴ καταθελχθῆναι τὴν ψυχὴν, καὶ τὸ σκληρὸν ταύτης καὶ ἀπειθὲς καταμαλάξαι, καὶ πρὸς τὴν θείαν θεραπείαν μεταγαγεῖν; Οὕτω καθ̓ ἑκάστην ἡμέραν τὸν πλοῦτον αὔξων, καὶ τοὺς ἀσύλους θησαυροὺς πλήρεις τῶν τοιούτων ἀγαθῶν ἀποφαίνων, πέντε καὶ εἴκοσι ἔτη ποιμάνας τὸ ποίμνιον, προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, κατὰ τὴν θείαν Γραφὴν, τραφεὶς ὲν γήρει καλῷ, Θεοτέκνῳ ἀδελφιδῷ μὲν ὄντι τὸ γένος, ἀδελφῷ δὲ τὸν τρόπον, τὰς ἡνίας παραδούς. Καὶ ὁ θεῖος δὲ ἐκεῖνος Ἀφθόνιος πλείονα ἣ τεσσαράκοντα ἔτη τοῦ χοροῦ προστατεύσας, τῆς ἀρχιερωσύνης τὴν προεδρίαν ἐδέξατο, οὔτε τὴν ἀσκητικὴν ἐναλλάξας σισύραν. οὕτε τὸν ἐξ αἰγείων τριχῶν κατεσκευασμένον χιτῶνα: καὶ σιτίων ἀπήλαυεν, οἴων πρὸ τῆς προεδρίας ἀπήλαυε.

Καὶ ταύτην δὲ τὴν κηδεμονίαν ἀναδεξάμενος. οὐδὲν ἧττον τῆς ἀγέλης ἐκείνης ἐπεμελεῖτο: ἐκεῖ τὰς πλείους διατρίβων ἡμέρας, καὶ νῦν μὲν τῶν ζυγομαχούντων τὰς ἔριδας διαλύων, νῦν δὲ τῶν ὑφ̓ ὁτουοῦν ἀλγυνομένων ποιούμενος πρόνοιαν, ἄλλοτε δὲ τοῖς θιασώταις τὴν θείαν προσφέρων παραίνεσιν. Καὶ τούτων ἕκαστον ἔδρα, τὰ τῶν ὁμοσκήνων μεταξὺ περιῤῥάπτων ῥάκια, ἢ τὸν φακὸν ἐκκαθαίρων, ἣ τὸν σῖτον ἐκπλύνων, ἣ ἄλλο τι τῶν τοιούτων μεταχειρίζων.

1357
Οὕτω καὶ τὴν προεδρίαν κοσμήσας, καὶ τὴν ἀρετὴν ἐπαυξήσας, μετὰ τῶν ταύτης φορτίων τὸν θεῖον λιμένα κατέλαβε. Καὶ τί δεῖ λέγειν περὶ Θεοτέκνου. καὶ τοῦ μετ̓ ἐκεῖνον Γρηγορίου, τοῦ μὲν ὲν νεότητι πᾶν εἶδος φιλοσοφίας συνειληχότος, καὶ μετὰ τῆς προγονικῆς εὐκλείας ἀποδεδημηκότος, τοῦ δὲ ἔτι καὶ σήμερον ὲν γήρᾳ βαθεῖ, ὡς ὲν ἀκμάζοντι πονοῦντος τῷ σώματι.

Διέμεινε γὰρ παντελῶς τῆς ἀμπέλου τὸν καρπὸν παραιτούμενος, καὶ οὐδὲ ὄξους ἢ σταφίδων μεταλαμβάνων, οὐ γάλακτος, οὐκ ἄρτι ληφθέντος, οὐ πεπηγότος. Οὕτω γὰρ βιοῦν ὁ μέγας ἐνομοθέτησε Πούπλιος. Ἐλαίου δὲ κατὰ τὸν τῆς Πεντηκοστῆς καιρὸν τὴν χρείαν μανθάνοντες, καὶ πάλιν παραιτοῦνται αὐτοῦ τὴν μετάληψιν.

Τοιαῦτα καὶ περὶ τοῦ μεγάλου Πουπλίου μεμάθηκα, τὰ μὲν ἀκοῇ δεξάμενος, τὰ δὲ τοὺς ἐκείνου φοιτητὰς θεασάμενος καὶ τὸν διδάσκαλον, καὶ διὰ τῶν ἀθλητῶν τὸν παιδοτρίβην καταμαθών. Ἄδικον τοίνυν νομίσας καὶ βάσκανον, τοσαύτην ὠφέλειαν προδοῦναι σιγῇ. τοῖς ἀγνοοῦσι προστέθεικα τὸ διήγημα, καὶ αὐτοῖς τὴν ἐντεῦθεν ὠφέλειαν πραγματευόμενος, καὶ ἐμαυτῷ τὸ ἀπὸ τῆς μνήμης περιποιούμενος κέρδος. Ἥκουσα γὰρ τοῦ Δεσπότου λέγοντος: Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ὲν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς. Καὶ οἶδα σαφῶς, ὡς τοῖς ἀνθρώποις τὴν τούτων μνήμην προσενεγκὼν, τῆς ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων παῤ αὐτῶν ἀπολαύσομαι μνήμης.

Συμεώνην δὲ τὸν πρεσβύτην εἴ τις ἑκὼν παραλείποι, καὶ λήθῃ τῆς ἐκείνου φιλοσοφίας παραδοίη τὴν μνήμην, ἀδικίας ἂν εἰκότως καὶ βασκανίας οὐ φύγοι γραφὴν, ὡς μήτε ἐπαινεῖν ἐθέλων τὰ ἀξιέπαινα, μήτε τοῖς ὠφελεῖσθαι βουλομένοις εἰς μίμησιν ἀξιέραστα προτιθείς. Ἐγὼ δὲ οὐ φόβῳ τῆς κατηγορίας, ἀλλὰ πόθῳ τῆς εὐφημίας. τῆς τοῦδε πολιτείας ποιήσομαι τὴν διήγησιν. Οὗτος γὰρ πλεῖστον ὅτι μάλιστα διετέλεσε χρόνον τὸν ἐρημικὸν ἀσπαζόμενοι βίον, καὶ ἔν τινι βραχεῖ διαιτώμενος ἄντρῳ, παραψυχῆς μὲν ἀνθρωπίνης οὐδεμιᾶς ἀπήλαυε: μόνος γὰρ βιοτεύειν προείλετο, τῷ Θεῷ δὲ τῶν ὅλων ἐνδελεχῶς διελέγετο: τὰς ἐδωδίμους δὲ τῶν βοτανῶν ἐποιεῖτο τροφήν. Οὗτος ὁ πόνος αὐτῷ καὶ τὴν ἄνωθεν πλουσίαν ἐδωρήσατο χάριν, ὡς καὶ τοῖς ἀλκιμωτάτοις καὶ θρασυτάτοις ἐπιτάττειν θηρίοις. Καὶ τοῦτο δῆλον οὐ τοῖς εὐσεβέσι μόνοις, ἀλλὰ καὶ τοῖς ἀπίστοις Ἰουδαίοις ἐγένετο. Χρείας μὲν γάρ τινος ἕνεκα ἀπεδήμουν εἴς τι τῶν φρουρίων, τῶν ἔξω τῆς καθ̓ ἡμᾶς οἰκουμένης διακειμένων. Ὑετοῦ δὲ λάβρου γενομένου, καὶ λαίλαπος προσβαλούσης, διαμαρτάνουσι μὲν τῆς ὁδοῦ, τὰ πρόσω βλέπειν οὐ δυνάμενοι: ἀλῶνται δὲ κατὰ τὴν ἔρημον, οὕτε κώμην, οὕτε ἄντρον, οὕτε ὁδίτην εὑρίσκοντες, ἐν ἠπείρῳ δὲ μέσῃ τοῖς ναυτιλλομένοις παραπλήσιον κλυδωνιζόμενοι, καταλαμβάνουσιν οἶόν τινα λιμένα τοῦ θείου Συμεώνου τὸ σπήλαιον, καὶ θεωροῦσιν ἄνθρωπον αὐχμῶντα καὶ ῥυπῶντα, καὶ βραχύ τι σισύρας ἐπὶ τῶν ὤμων φέροντα.

Ὁ δὲ εἶδέ τε ὁμοῦ καὶ ἠσπάσατο. Καὶ γὰρ εὐπροσήγορος ἦν. καὶ τῆς ἀφίξεως ἤρετο τὴν αἰτίαν. Ὡς δὲ τὸ συμβὰν διηγήσαντο, καὶ τὴν ἐπὶ τὸ φρούριον ἄγουσαν ὁδὸν μαθεῖν ἱκέτευσαν, Μείνατε, ἔφη, καὶ παραυτίκα ὑμῖν ἀγωγοὺς δώσω, τὴν ποθουμένην ὀδὸν ἀποδείξοντας. Οἱ μὲν οὖν ἐπείθοντο, καὶ διανεπαύοντο: καθημένων δὲ αὐτῶν, ἀφίκοντο δύο λέοντες,

1360
οὐ βλοσυρὸν βλέποντες, ἀλλ̓ οἷόν τινα δεσπότην σαίνοντες, καὶ τὴν δουλείαν ὑποσημαίνοντες Τούτοις ἐκέλευσε διανεύων ξεναγωγῆσαι τοὺς ἄνδρας, καὶ εἰς ἐκείνην ἀπαγαγεῖν τὴν ὁδὸν, ἣν καταλιπόντες τὸν πλάνον ὑπέμειναν. Ἀλλὰ μηδεὶς μυθῶδες εἶναι τὸ διήγημα νομιζέτω, τοὺς κοινοὺς τῆς ʽ??ʼληθείας ἐχθροὺς μαρτυροῦντας ἔχων τῇ ἀληθείᾳ. Αὐτοὶ γὰρ οἱ τῆς εὐεργεσίας τετυχηκότες, τοῦτο ᾅδοντες διετέλεσαν.

Καὶ τοῦτό μοι οὗτος ὁ μέγας Ἰἅ??ʼωβος διηγήσατο, παρεῖναι φήσας αὐτοῖς τῷ θεσπεσίᾡ??ʼάρωνι διηγουμένοις τὸ θαῦμα. Ὁ τοίνυν Ἰουδαίοις τῇ τῶν Χριστιανῶν μαρτυροῦσι θαυματουργίᾳ διαπιστῶν, πῶς οὐκ ἃν εἰκότως ἀπιστότερος Ἰουδαίων κληθείη; Εἴπερ οἱ μὲν καὶ δυσμενεῖς ὄντες, ἡττῶνται ὅμως, καὶ ταῖς τῆς ἁληθείας ἀκτῖσι παραχωροῦσιν: οἱ δὲ εὔνοοι νομιζόμενοι καὶ τῆς πίστεως κοινωνοὶ. οὐδὲ τοῖς ἐχθροῖς τῇ δυνάμει τῆς χάριτος μαρτυροῦσι πιστεύουσιν.

Ἐκ τῶν τοιούτων δὲ θαυμάτων ὁ θεσπέσιος ἐκεῖνος ἄνθρωπος ἐπίσημος γεγονὼς, καὶ πολλοὺς τῶν γειτονευόντων βαρβάρων ἐπισπασάμενος ʽοἰκοῦσι δὲ τὴν ἔρημον ἐκείνην οἱ τὸν Ἰσμαὴλ σεμνυνόμενοι πρόγονον̓. ἡσυχίας ἐρῶν. καταλιπεῖν ἠναγκάσθη τὸ σπήλαιον, καὶ πολλὴν ἀνύσας ὁδὸν, ὅρος καταλαμβάνει τὸ καλούμενον Ἀμανὸν, καὶ τοῦτο πολλῆς πάλαι γέμον πολυθέου μανίας, τοῖς πολλοῖς καὶ παντοδαποῖς ἐγεώργησε θαύμασι, καὶ τὴν νῦν ὲν αὐτῷ πολιτευομένην εὐσέβειαν κατεφύτευσεν. Ἀλλὰ πάντα μὲν διηγεῖσθαι λίαν ἐπίπονον, ἐμοὶ δὲ τυχὸν καὶ ἀδύνατον.

Ἑνὸς τοίνυν μνησθεὶς, καὶ οἷόν τινα χαρακτῆρα τῆς ἀποστολικῆς αὐτοῦ καὶ προφητικῆς θαυματουργίας προθεὶς, καταλείπω τοῖς ἐντυγχάνουσιν ἐννοεῖν ἐντεῦθεν ἧς ἔλαβε χάριτος τὴν ἰσχύν: Θέρος ἦν, καὶ ἀμητὸς, καὶ τὰ δράγματα εἰς τὰς ἄλως μετεκομίζετο.

Ἀνὴρ δέ τις, τοῖς δικαίοις οὐκ ἀρκούμενος πόνοις, ἀλλὰ τῶν ἀλλοτρίων ἐφιέμενος, ὑφείλετο μὲν τῶν τοῦ πέλας δραγμάτων, αὔξειν δὲ τὸν οἰκεῖον διὰ τούτων ἐπειρᾶτο θημῶνα: ἀλλ̓ εὐθὺς τὴν κατὰ τῆς κλοπῆς τὸ Θεῖον ἐξέφερε ψῆφον: καὶ πρηστὴρ ἐπεφέρετο, καὶ ἡ ἅλως ἐνεπίμπρατο, καὶ ὁ δείλαιος ἐκεῖνος τὸν τοῦ Θεοῦ κατελάμβανεν ἄνθρωπον, οὐ πόῤῥω τῆς κώμης ἐσκηνωμένον: καὶ τὴν μὲν συμφορὰν διηγεῖτο, κρύπτειν δὲ τὴν κλοπὴν ἐπειρᾶτο. Ὡς δὲ τἀληθῆ λέγειν κελευσθεὶς ὡμολόγησε τὴν κλοπὴν ʽτὸ γὰρ πάθος καὶ ἑαυτοῦ κατηγορεῖν κατηνάγκασἐ, προσέταξεν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τῇ λύσει τῆς ἀδικίας λῦσαι τὴν τιμωρίαν. Σοῦ γὰρ, ἔφη, τὰ δράγματα ἐκεῖνα ʽ??ʼκτιννύοντος, τὸ θεήλατον ἐκεῖνο σβεσθήσεται πῦρ. Ἦν τοίνυν ἰδεῖν τὸν μὲν θέοντα, καὶ τῷ ἀδικηθέντι τοὺς κλαπέντας ἀστάχυας προσφέροντα, τὴν δὲ πυρὰν ἄνευ ὕδατος σβεννυμένην τῇ τοῦ θείου πρεσβύτου προσευχῇ καὶ πρεσβείᾳ. Τοῦτο οὐ μόνον τοὺς περιοίκους ἐνέπλησε δείματος, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν. τὴν Ἀντιόχου λέγω: ὑπὸ ταύτην γὰρ τὸ χωρίον ἐτέλει: θέειν ἐκεῖ κατηνάγκασε. καὶ τὸν μὲν ἀπαγγέλειν δαιμονικῆς λύττης ἀπαλλαγὴν. τὸν δὲ πυρετοῦ παῦλαν, τὸν δὲ ἄλλου τινὸς τῶν ἐνοχλούντων ἰατρείαν. Ὁ δὲ ἀφθόνως τῆς ἐνοικούσης χάριτος ἐχορήγει τὰ νάματα. Ἀλλὰ πάλιν τῆς ἡσυχίας ἐρῶν,

1361
τὸ Σίναιον ὅρος καταλαμβάνειν ἐπεθύμησε. Μαθόντες δὲ πολλοὶ τῶν ἀρίστων, καὶ τὴν αὐτὴν μετιόντες φιλοσοφίαν. συνέδραμον κοινωνῆσαι αὐτῷ τῆς ἀποδημίας ποθοῦντες. Πολλῶν τοίνυν ἡμερῶν ὁδὸν ἐξανύσαντες, ἐπειδὴ κατὰ τὴν Σοδομῖτιν ἐγένοντο ἔρημον, ὁρῶσι πόῤῥωθεν ἀπὸ βάθους χεῖρας ἀνδρὸς πρὸς ὕψος ἐκτεινομένας. Καὶ τὸ μὲν πρῶτον δαίμονος ἐξαπάτην ἐνόμιζον, προσευξάμενοι δὲ σπουδαιότερον, καὶ τὰ αὐτὰ θεασάμενοι, ὥρμησαν ἐπ̓ ἐκεῖνο τὸ χωρίον, καὶ βραχὺ μὲν ὄρυγμα θεωροῦσιν, ὁποῖα ποιεῖν πεφύκασιν αἱ ἀλώπεκες καταδύσεις ἑαυταῖς μηχανώμεναι, οὐδένα δὲ εἶδον ἐκεῖ προφαινόμενον.

Τοὺ κτύπου γὰρ τῶν ποδῶν αἰσθόμενος ὁ τὰς χεῖρας ἐκτεταμένας ἔχων, ἑ??ʼσω τῆς καταδύσεως κατεκρύβη.

Διακύψας δὲ ὁ πρεσβύτης, ἐλιπάρει μάλα πολλὰ ὀφθῆναι αὐτὸν, εἰ ἀνθρωπείαν ἔχει τὴν φύσιν, καὶ μὴ δαίμων τις ἀπατεὼν εἴη τοιαῦτα σχηματιζόμενος. Καὶ γὰρ ἡμεῖς, ἔφη, τὸν ἀσκητικὸν μετιόντες βίον, καὶ τῆς ἡσυχίας ἐρῶντες, ἀλώμεθα κατὰ τήνδε τὴν ἔρημον, ἐν τῷ Σινᾷ ὄρει τὸν τῶν ἁπάντων ἐπιθυμοῦντες προσκυνῆσαι Θεὸν, ἐν ᾧ Μωσῇ τῷ θεράποντι τὴν οἰκείαν ἐπιφάνειαν ποιησάμενος, ἔδωκε τῆς νομοθεσίας τὰς πλάκας: οὐχ ὅτι τὸ Θεῖον περιγεγράφθαι νομίζομεν ʽἀκούομεν γὰρ αὐτοῦ λέγοντος, ὅτι Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ. λέγει Κύριος: καὶ ὅτι κατέχει τὸν γῦρον τῆς γῆς. καὶ τοὺς ἐνοικοῦντας ὲν αὐτῇ ὡς ἀκρίδασ̓, ἀλλ̓ ἐπειδὴ τοῖς θερμῶς ἐρῶσιν οὐ μόνον οἱ ἐρώμενοι τριπόθητοι, ἀλλὰ καὶ οἱ τόποι ἐράσμιοι, οἱ τὴν τούτων παρουσίαν καὶ ὁμιλίαν δεξάμενοι. Ταῦτα καὶ τὰ τοιαῦτα λέγοντος τοῦ πρεσβύτου, ἀναδείκνυσιν ἑαυτὸν ἐκ τῆς καταδύσεως ὁ κεκρυμμένος ἄνθρωπος, καὶ ἦν ἄγριος μὲν ἰδεῖν, αὐχμηρὰν δὲ ἔχων τὴν κόμην, τὸ δὲ πρόσωπον ἐῤῥυτιδωμένον, κατεσκηλιτευμένα δὲ πάντα τὰ μέλη τοῦ σώματος, ῥάκιά τινα πενιχρὰ περιβεβλημένος φοινικίνοις βλαστοῖς συνεῤῥαμμένα.

Ἀσπασάμενος δὲ, καὶ τῆς εἰρήνης τὸ πρόσρημα δεδωκὼς, ἐπυνθάνετο τίνες τε εἶεν, καὶ πόθεν ἥκοιεν, καὶ ὅπου ἀπίοιεν. Οἱ δὲ καὶ πρὸς τὴν ἐρώτησιν ἀπεκρίναντο, καὶ ἀντεπύθοντο πόθεν τε ἐληλυθὼς εἴη, καὶ τί δήποτε ταύτην εἴλετο τὴν ζωήν. Ὁ δὲ, Ταύτην ἔσχον: κἀγὼ τὴν προθυμίαν, ἔφη, ἢν καὶ ὑμεῖς ἔχοντες ἀπίετε, κοινωνὸν δὲ τῆς ὁδοῦ ταύτης ἐπεποιήμην συνήθη τινὰ καὶ ὁμογνώμονα, καὶ τὸν αὐτόν μοι κεκτημένον σκοπὸν, ὅρκῳ δὲ ἀλλήλους ἐπεπείκειμεν, μηδὲ τῷ θανάτῳ χωρίσαι τὴν συνουσίαν.

Τοιγάρτοι κατὰ τὴν ἀποδημίαν ἐκεῖνον μὲν τῇδε συνέβη δέξασθαι τοῦ βίου τὸ πέρας: ἐγὼ δὲ τῷ ὅρκῳ πεπεδημένος ὤρυξά τε ὡς ἠδυνάμην, καὶ ταφῇ τὸ σῶμα παρέδωκα: παρὰ τοῦτο δὲ τὸ σῶμα τάφον ʽ?ʽ?ʼτερον ἐμαυτῷ κατορύξας, τῇδε περιμένω τοῦ βίου τὸ τέλος, καὶ τῷ Δεσπότῃ τὴν συνήθη λειτουργίαν προσφέρω. Τροφὴν δὲ ἔχω τοὺς φοίνικας, οὓς ἀδελφός μοί τις κομίζειν παρὰ τοῦ κηδεμόνος ἐτάχθη. Τούτων οὕτω λεγομένων, λέων πόῤῥωθεν ἀνεφάνη, ἀγωνίᾳ δὲ τῶν σὺν τῷ πρεσβύτῃ περιπεσόντων, αἰσ̔??ʼόμενος ὁ ὲπὶ τῆς καταδύσεως καθήμενος, ἀναστὰς

1364
τῷ λέοντι διένευσεν εἰς τὸ ἕτερον διαβῆναι μέρος.

Ὁ δὲ παραυτίκα ἐπείσθη τε καὶ ἧκε, φέρων τῶν φοινίκων τὸν βότρυν. Εἶτα πάλιν ἀπῆλθεν ἐπιτραπεὶς, καὶ πόῤῥωθεν τῶν ἀνδρῶν κατακλιθεὶς ἐκαθεύδησε.

Διανείμας τοίνυν τοὺς φοίνικας ἅπασι, προσευχῆς τε καὶ ψαλμῳδίας κοινωνήσας αὐτοῖς, καὶ μετὰ τὸ τέλος τῆς λειτουργίας ἕωθεν ἀσπασάμενος ἀπεπέμψατο καινὸν θέαμα τεθηπότας. Εἰ δέ τις ἀπιστεῖ τοῖς εἰρημένοις, τῆς Ἡλιοῦ τοῦ πάνυ πολιτείας, καὶ τῆς τῶν κοράκων διακονίας ἀναμνησθήτω, οἴ πρωῒ μὲν ἄρτον, δείλης δὲ κρέας αὐτῷ κομίζοντες διετέλεσαν.

Ῥᾴδιον δὲ τῷ Ποιητῇ τῶν ὅλων παντοδαποὺς πόρους εἰς τὴν τῶν οἰκείων θεραπείαν εὑρίσκειν. Οὕτω τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρία νυχθήμερα διεφύλαξε, καὶ τοὺς λέοντας ἐν τῷ λάκκῳ τεθηπέναι τὸν Δανιὴλ παρεσκεύασε, καὶ τὸ ἄψυχον πῦρ λογικῶς ἐνεργεῖν, καὶ τοὺς μὲν ἔνδον φωτίζειν, τοὺς δὲ ἔξω κατακαίειν πεποίηκεν. Ἀλλὰ περιττὸν ποιῶ περὶ τῆς θείας δυνάμεως ἀποδείξεις προσφέρων. Ἐπειδὴ τοίνυν τὸ ποθούμενον κατέλαβεν ὄρος, φασὶν ἐκεῖνον τὸν θαυμάσιον γέροντα ἐν ἐκείνῳ τῷ χωρίῳ, ἐν ᾧ τὸν Θεὸν Μωϋσῆς ἰδεῖν ἠξιώθη. εἶδεν δὲ ὡς δυνατὸν ἦν φύσει θνητῇ, κλῖναι τὰ γόνατα, καὶ μὴ πρότερον ἀναστῆναι, ἕως θείας ἐπήκουσε φωνῆς, τὴν Δεσποτικὴν αὐτῷ εὐμένειαν μηνυούσης. Ἐπειδὴ δὲ ἅπαντα τῆς ἑβδομάδος τὸν κύκλον οὕτω συγκεκυφὼς διετέλεσε, τροφῆς οὐδὲ βραχείας μεταλαχὼν, ἐκέλευσεν ἡ γενομένη φωνὴ καὶ τὰ προτεθέντα αὐτῷ λαβεῖν, καὶ προθύμως καταφαγεῖν: ἐκτείνας δὲ τὴν χεῖρα, καὶ τρία μῆλα εὑρὼν, καὶ τούτων ἐμφορηθεὶς ὡς ὁ δεδωκὼς παρηγγύησεν, ἰσχύος τε γέγονεν ἀπάσης ἀνάπλεως, καὶ μετὰ θυμηδείας τοὺς συνόντας, ὡς εἰκὸς ἦν, ἠσπάσατο. Γεγηθὼς τοίνυν καὶ γαννύμενος ἐπανῄει, ἄτε δὴ καὶ θείας ἐπακούσας φωνῆς. καὶ θεοσδότου πάλιν ἀπολαύσας τροφῆς. Ἐπανελθὼν δὲ καὶ δύο φιλοσοφίας ᾠκοδόμησε φροντιστήρια, ἔν μὲν εἰς τὴν ῥαχίαν τοῦ ὄρους περὶ οὖ προειρήκαμεν, θάτερον δέ κατ̓ αὐτὸ, παῤ αὐτὰ τῆς ὑπωρείας τὰ κράσπεδα: ἐν ἑκατέρῳ δὲ ἀθλητὰς ἀρετῆς συναθροίσας, καὶ τούτων κἀκείνων γυμναστὴς ἐγένετο καὶ παιδοτρίβης, καὶ τοῦ ἀντιπάλου καὶ πολεμίου διδάσκων τὰς προσβολὰς, καὶ τοῦ ἀγωνοθέτου τὴν εὔνοιαν ὑπισχνούμενος, καὶ θαῤῥεῖν παρακαλῶν καὶ φρονήματος ἐμφορῶν, καὶ πρὸς μὲν τοὺς ὁμοφυεῖς μετριάζειν κελεύων, πρὸς δὲ τὸν πολέμιον μεγαλοφροσύνῃ κεχρῆσθαι παρεγγυῶν. Τοιαῦτα διδάσκων, οὕτω βιοτεύων, τηλικαῦτα θαυματουργῶν, καὶ τάς παντοδαπάς μαρμαρυγὰς ἀφιεὶς, τῆς ἐπιπόνου ζωῆς τὸ τέλος ἐδέξατο, καὶ εἰς τὸν ἀγήρω καὶ ἄλυπον ἀπεδήμησε βίον, ἄσβεστον κλέος καταλιπὼν, καὶ μνήμην εἰσαεὶ διαμένουσαν. Τῆς τούτου δὲ εὐλογίας ἀπήλαυσε μὲν περιόντος ἡ μακαρία καὶ τρισμακαρία μου μήτηρ, καὶ πολλὰ τῶν τούτου μοι διηγημάτων πολλάκις προσήνεγκεν. Ἐγὼ δὲ τῆς νῦν δυναστείας αὐτοῦ καὶ πρεσβείας ἀπολαῦσαι ἀντιβολῶ, καὶ οἶδα ὡς τεύξομαι. Δώσει γὰρ πάντως τὴν αἴτησιν, τὴν τοῦ Δεσπότου φιλανθρωπίαν μιμούμενος.

Παλλάδιος δὲ ὁ πολυθρύλλητος ὁμόχρονος τούτου γεγένηται, καὶ ὁμότροπος, καὶ συνήθης, καὶ γνώριμος.

Παῤ ἀλλήλους γάρ, ὥς φασι, φοιτῶντες τῆς παῤ ἀλλήλων ὠφελείας ἀπήλαυον, παραθήγοντες

1365
ἀλλήλους, καὶ εἰς ζῆλον τὸν θεῖον ἐγείροντες. Ἐν ʽ??ʼἰκίσκῳ δέ τινι καθεῖρκτο, κώμῃ μεγίστῃ καὶ πολυανθρώπῳ πελάζοντι: Ἴμμαι δὲ ὄνομα ταύτῃ. Περὶ μὲν γὰρ τῆς τοῦ ἀνδρὸς καρτερίας, ἀσιτίας τε καὶ ἀγρυπνίας, καὶ τῆς διηνεκοῦς προσευχῆς, περιττὸν ἡγοῦμαι διηγεῖσθαι. Τὸν γὰρ αὐτὸν εἷλκεν ἐν τούτοις τῷ θείῳ Συμεῶνι ἐκείνῳ ζυγόν. Τὸ δὲ θαῦμα, τὸ μέχρι καὶ τήμερον ᾀδόμενον, τὸ ὑπὸ τῆς ἐκείνου καὶ φωνῆς γενόμενον καὶ χειρὸς, προὖργον ἐνόμισα διηγήσασθαι.

Πανήγυρις εἰς τὴν προειρημένην συνηγείρετο κώμην, τοὺς πάντοθεν ἐμπόρους ἐπισπωμένη, καὶ πλῆθος ἀριθμοῦ κρεῖττον ἐφελκομένη. Ἐν ταύτῃ τις ἔμπορος, ἅπερ ἧκε φέρων ἀπεμπολήσας, καὶ τὸ χρυσίον συναθροίσας, νύκτωρ ἀπαίρειν ἐβούλετο.

Ἀνδροφόνος δέ τις, τὸ συλλεγὲν ἐκεῖνο θεασάμενος χρυσίον, οἴστρου τινὸς καὶ μανίας ἐμφορηθεὶς, τὸν μὲν ὕπνον τῶν βλεφάρων ἀπήλασε, τοῦ δὲ ἀνδρὸς ἐκείνου τὴν ἀποδημίαν ἐφύλαττε. Μετὰ δὲ ἀλεκτρυόνων ᾠδὰς, ὁ μὲν ἀπῆρε θαῤῥῶν: ὁ δὲ προλαβὼν καὶ τόπον τινὰ εἰς ἐνέδραν ἐπιτήδειον καταλαβὼν, ἐξαπιναίως τε προβαλὼν, ἐπήνεγκε τὴν πληγὴν, καὶ τὴν μιαιφονίαν ἐτόλμησε: προστίθησι δὲ καὶ ἕτερον τῷδε τῷ μύσει δυσσέβημα. Τὸ γὰρ χρυσίον λαβὼν, τὸ νεκρὸν ἐκεῖνο σῶμα παρὰ τὴν τοῦ μεγάλου Παλλαδίου προσέῤῥιψε θύραν. Ὡς δὲ ἡμέρα ἐγένετο, καὶ ἡ φήμη διέδραμε, καὶ ἡ πανήγυρις ἅπασα τὸ γεγενημένον ἐθρύλλει, συνέθεον ἅπαντες, καὶ τὴν θύραν διαῤῥήξαντες, εὐθύνας εἰσεπράττοντο τῆς σφαγῆς τὸν θεῖον Παλλάδιον: Εἷς δὲ τῶν τοῦτο δρώντων ἦν ὁ τὴν σφαγὴν αὐτουργήσας. Περιστοιχιζόμενος τοίνυν ὑπὸ τοσαύτης πληθύος ὁ θεσπέσιος ἄνθρωπος, εἰς τὸν οὐρανὸν ἰδὼν, καὶ τῇ διανοίᾳ τὸν οὐρανὸν ὑπερβὰς, ἱκέτευε τὸν Δεσπότην, τῆς συκοφαντίας διελέγξαι τὸ ψεῦδος, καὶ δήλην ἀποφῆναι τὴν κεκρυμμένην ἀλήθειαν.

Οὕτως εὐξάμενος, καὶ τῆς τοῦ κειμένου λαβόμενος δεξιᾶς, Εἰπὲ, ἔφη, ὦ νεανία, τίς σοι ταύτην ἐπήνεγκε τὴν πληγήν: δεῖξον τὸν τοῦ μύσους αὐθέντην, καὶ τὸν ἀθῶον ἀπόφηνον τῆς πονηρᾶς ταύτης συκοφαντίας ἐλεύθερον. Ἠκολούθει δὲ τῷ μὲν λόγῳ ὁ λόγος, τῇ δεξιᾷ δὲ ὁ ἄνθρωπος, καὶ καθήμενος περιεσκόπει μὲν τοὺς παρόντας, ὑπεδείκνυε δὲ τῷ δακτύλῳ τὸν ἀνδροφόνον. Βοὴ δὲ πάντων ἐγένετο, καὶ τὸ θαῦμα ἐκπληττομένων, καὶ τὴν γεγενημένην συκοφαντίαν ἐκθαμβουμένων. Ἀποδύσαντες δὲ τὸν μιαιφόνον ἐκεῖνον, καὶ τὴν μάχαιραν εὗρον ἔτι πεφοινιγμένην τῷ αἵματι, καὶ τὸ χρυσίον ἐκεῖνο τὸ τῆς σφαγῆς γεγενημένον πρόξενον. Ὁ δὲ θεῖος Παλλάδιος πάλαι ἀξιάγαστος ὤν, ἀξιαγαστότερος εἰκότως ἐντεῦθεν ἐγένετο. Ἱκανὸν γὰρ ἦν τὸ θαῦμα δεῖξαι τὴν παρὰ τῷ θεῷ τοῦ ἀνδρὸς παῤῥησίαν.

Καὶ Ἀβραάμη; δὲ ὁ θαυμάσιος τῆς αὐτῆς ἦν συμμορίας, ὅς τὸν μὲν καλούμενον Παράτομον ᾤκησε, πάντοσε δὲ τῆς ἀρετῆς τὰς μαρμαρυγὰς ἐξέπεμψε.

Μαρτυρεῖ δὲ τῇ λαμπρότητι τῆς ζωῆς τὰ μετά τελευτὴν ἐνεργούμενα θαύματα. Ἀναβλύζει γὰρ ἡ ἐκείνου θήκη μέχρι καὶ τήμερον παντοδαπὰς θεραπείας, καὶ μάρτυρες οἱ ταύτας ἐκεῖθεν ἀφθόνως διὰ τῆς πίστεως ἀρυόμενοι. Ἐμοὶ δὲ εἴη καὶ τῆς τούτων ἐπικουρίας τυχεῖν, τῇ τούτων μνήμῃ τὴν γλῶτταν καθαγιάσαντι.

1368

Ὅτι μὲν μία πάντων ἀνθρώπων ἡ φύσις, καὶ ῥᾴδιόν ἐστι τοῖς βουλομένοις φιλοσοφεῖν, εἴτε Ἕλληνες εἶεν, εἴτε βάρβαροι, πολλαχόθεν μὲν καὶ ἄλλοθεν καταμαθεῖν εὐπετὲς, ἀπόχρη δὲ καὶ μόνος Ἀφραάτης τοῦτο δηλῶσαι σαφῶς. Οὗτος γὰρ ἐν Πέρσαις τοῖς παρανομωτάτοις καὶ τεχθεὶς καὶ τραφεὶς, καὶ ἐκ τοιούτων γονέων βλαστήσας, καὶ τὰ ἐκείνων νόμιμα παιδευθεὶς, εἰς τοσαύτην ἤλασεν ἀρετὴν, ὡς ἀποκρύψαι καὶ τοὺς ἐξ εὐσεβῶν φύντας, καὶ τροφὴν εὐσεβῆ δεξαμένους παιδόθεν. Πρῶτον μὲν γὰρ τοῦ γένους καταφρονήσας ʽἐπίσημον δὲ ἦν τοῦτο καὶ λαμπρὸν̓, εἰς τὴν τοῦ Δεσπότου προσκύνησιν ἔδραμε, τοὺς προπάτορας μιμησάμενος μάγους: εἶτα τῶν ὁμοφύλων τὴν ἀσέβειαν βδελυξάμενος, τὴν ἀλλοδαπήν τῆς οἰκείας προείλετο, καὶ τὴν Ἔδεσσαν καταλαβὼν ʽπ̔όλις δὲ αὕτη μεγίστη καὶ πολυάνθρωπος, καὶ τῇ εὐσεβείᾳ διαφερόντως λαμπρυνομένἠ, ἔξω τῶν περιβόλων οἰκίδιον εὑρὼν, καὶ ἑαυτὸν καθείρξας, τῆς οἰκείας ἐπεμελεῖτο ψυχῆς: οἶά τις ἄριστος γεωργὸς προῤῥίζους τῶν παθῶν τάς ἀκάνθας ἐκτέμνων, καὶ τὸ θεῖον λήϊον ἐκκαθαίρων, καὶ τοὺς τῶν εὐαγγελικῶν σπερμάτων καρποὺς ὡρίμους τῷ Δεσπότῃ προσφέρων.

Ἐκεῖθεν δὲ καταλαμβάνει τὴν Ἀντιόχειαν, ὑπὸ τῆς αἱρετικῆς ζάλης χαλεπῶς κυκλουμένην, καὶ πρὸ τοῦ ἄστεος ἔν τινι καταχθεὶς φροντιστηρίῳ φιλοσοφίας, καὶ τῆς Ἑλλάδος φωνῆς μαθὼν ὀλίγα ἄττα ῥημάτια, εἷλκε μὲν ὅτι πλείστους εἰς τὴν τῶν θείων λογίων ἀκρόασιν: τῇ δὲ μιξοβαρβάρῳ κεχρημένος γλώττῃ, τὰς τῆς διανοίας ὠδῖνας προέφερεν, ἐκ τῆς τοῦ θείου Πνεύματος χάριτος τὰ τοιαῦτα δεχόμενος νάματα. Τίς γὰρ τῶν ἐπ̓ εὐγλωττίᾳ βρενθυομένων, καὶ τὰς ὀφρῦς συναγόντων, καὶ σοβαρῶς φθεγγομένων, καὶ ἐπὶ ταῖς τῶν συλλογισμῶν πάγαις νεανιευομένων, τῆς ἀπαιδεύτου καὶ βαρβάρου ρου φωνῆς ἐκείνης περιεγένετο πώποτε ; Λογισμοῖς μὲν γὰρ λογισμοὺς, θείοις δὲ λογίοις τοὺς τῶν φιλοσόφων κατηγωνίζετο λόγους, μετὰ τοῦ μεγάλου Παύλου βοῶν: Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ̓ οὐ τῇ γνώσει. Καὶ τοῦτον ἀεὶ διετέλει τὸν τρόπον κατὰ τὴν ἀποστολικὴν φωνήν: Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοὺ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Καὶ ἦν ἰδεῖν συνθέοντας, καὶ τοὺς ἐν τέλει καὶ ἀξιώματι, καὶ τοὺς ἔν τινι στρατείᾳ τεταγμένους, καὶ τοὺς ἀποχειροβιώτους. καὶ ἁπαξαπλῶς ἰδιώτας τε καὶ στρατιώτας, πεπαιδευμένους καὶ λόγων ἀμυήτους, πενίᾳ συζῶντας καὶ πλούτῳ κομῶντας, καὶ τοὺς μὲν σιγῇ δεχομένους τὰ προσφερομένα, τοὺς δὲ καὶ ἐρωτῶντας, καὶ πυνθανομένους, καὶ ἀφορμὰς τῷ λόγῳ παρέχοντας. Τοσοῦτον δὲ ἀναδεδεγμένος πόνον, σύνοικον λαβεῖν οὐκ ἠνέσχετο πώποτε, ἀλλὰ τὴν αὐτουργίαν τῆς παῤ ἑτέρων αὐτῷ προσφερομένης θεραπείας προείλετο: καὶ παρὰ τὴν αὔλειον θύραν τὰς συνουσίας ποιούμενος, αὐτὸς αὐτὸς ἀνεῴγνυ τοῖς εἰσιοῦσι, καὶ ἀπιόντας προύπεμπεν. Ἐδέξατο δὲ παρά τινος οὐδὲν πώποτε,

1369
οὐκ ἄρτον, οὐκ ὄψον, οὐχ ἱμάτιον, ἀλλ̓ εἶς αὐτῷ μόνος τῶν γνωρίμων ἐχορήγει τὸν ἄρτον: εἰς δὲ γῆρας ἐλάσας βαθὺ, καὶ λαχάνου μετὰ ἡλίου δυσμὰς μετελάμβανε. Φασὶ δὲ Ἀνθέμιον, ὅς καὶ ὕπαρχος ἐς ὕστερον ἐγεγόνει, καὶ ὕπατος, ἡνίκα πρεσβευτὴς χειροτονηθεὶς τὴν εἰς Πέρσας ἀποδημίαν ἀνεστείλατο, χιτῶνα αὐτῷ κομίσαι παρὰ Πέρσαις ὑφασμένον, καὶ εἰπεῖν, ὅτι Ὦ Πάτερ, εἰδὼς ἑκάστῳ τῶν ἀνθρώπων τὴν οἰκείαν πατρίδα γλυκεῖαν, καὶ τοὺς ἐκεῖ φυομένους ἡδίστους καρποὺς, ἐκ τῆς πατρίδος σοι τοῦτον κεκόμικα τὸν χιτῶνα, καὶ ἱκετεύω σε μὲν τοῦτον λαβεῖν, ἐμὲ δέ τήν σὴν εὐλογίαν ἀντιλαβεῖν. Ὁ δὲ πρῶτον μὲν τοῦτον ἐν τῷ βάθρῳ θεῖναι προσέταξεν: εἶτα λόγων ἑτέρων μεταξὺ γενομένων, ἀθυμεῖν ἔλεγε διχῆ μεριζομένου τοῦ λογισμοῦ. Ἐκείνου δὲ τὴν αἰτίαν πυθομένου, Ἕνα, ἔφη, σύνοικον ἔχειν εἱλόμην ἀεὶ, καὶ νόμον ἐμαυτῷ τέθεικα τῶν δύο πάμπαν ἀρνηθῆναι τὸ συνοικέσιον. Ἑκκαίδεκα τοίνυν ἔτη μοί τινος συνοικήσαντος, καὶ θυμήρους ὄντος, ἀφίκετό τις φυλέτης ἐμοὶ, συνοικεῖν θέλων, καὶ τούτου τυχεῖν ἀξιῶν. Τοῦτό μοι μερίζει τὸν νοῦν: δύο μὲν γὰρ ἔχειν κατὰ ταυτὸν οὐκ ἀνέξομαι: τὸν γὰρ φυλέτην ὡς φυλέτην ἀσπάζομαι: τὸν δὲ πρότερον ὡς καταθύμιόν μοι γεγενημένον ἐκβαλεῖν καὶ ἀνιαρὸν ἡγοῦμαι καὶ ἄδικον. Ὁ δὲ, Εἰκότως, ἔφη, ὧ Πάτερ: οὐδὲ γὰρ ὅσιον, τὸν μὲν ἐπιπλεῖστον τεθεραπευκότα χρόνον, ὡς οὐκ ἐπιτήδειον ἀποπέμψασθαι, τὸν δὲ οὐδέπω πεῖραν τῶν οἰκείων δεδωκότα τρόπων διὰ μόνην εἰσδέξασθαι τὴν πατρίδα. Πρὸς ταῦτα ὁ θεῖος Ἀφραάτης, Οὐκοῦν, ἔφη, ὦ θαυμάσιε, τὸν χιτῶνα τοῦτον οὐ λήψομαι : δύο μὲν γὰρ ἔχειν οὐκ ἀνέξομαι: ἡδίων δὲ κατὰ τὴν ἐμὴν, καὶ κρείττων κατὰ τὴν σὴν ψῆφον ὁ τοσοῦτόν μοι διακονήσας χρόνον. Οὕτω κατασοφισάμενος τὸν Ἀνθέμιον, καὶ θαῦμα τῆς ἀγχινοίας παρεσχηκὼς, ἔπεισε μηδένα λοιπὸν αὐτῷ περὶ τοῦ χιτῶνος ἐκείνου λόγον προσενεγκεῖν.

Ἐγὼ δὲ ταῦτα διεξῆλθον, δύο κατὰ ταυτὸν ἐπιδεῖξαι βουλόμενος, καὶ ὅτι παῤ ἑνὸς ἐδέχετο μόνου τὴν ἀποχρῶσαν τῷ σώματι θεραπείαν, καὶ ὅτι τοσαύτης ἥν σοφίας ἀνάπλεως, ὡς παρασκευάσαι τὸν ἱκετεύοντα δέξασθαι ψηφίσασθαι τὸ μὴ δέξασθαι. Ἀλλὰ τὰ τοιαῦτα καταλιπὼν, τὰ μείζονα διηγήσομαι.

Ἰουλιανοῦ τοῦ θεομισοῦς δίκας τῆς ἀσεβείας ἐν τῇ βαρβάρῳ δεδωκότος, ὀλίγης μὲν γαλήνης ἀπήλαυσαν τῆς εὐσεβείας οἱ τρόφιμοι, Ἰωβιανοῦ τῆς Ῥωμαίων ἡγεμονίας δεξαμένου τοὺς οἴακας. Ἐπειδὴ δὲ καὶ οὗτος βραχὺν κομιδῇ βασιλεύσας χρόνον τοῦ βίου τὸ πέρας ἐδέξατο, Οὐάλης δέ τῆς Ἕω τὴν ἡγεμονίαν ἐδέξατο, καταιγῖδες πάλιν καὶ θύελλαι τὸ καθ̓ ἡμᾶς ἀνεῤῥίπιζον πέλαγος, καὶ κλύδων ἐγήγερτο χαλεπὸς, καὶ τρικυμίαι πάντοθεν τῷ σκάφει προσέβαλλον.

Χαλεπώτερον δὲ τὸν χειμῶνα ἡ τῶν κυβερνητῶν ἐρημία ἐποίει. Τούτους γὰρ ὁ κατὰ μόνης τῆς εὐσεβείας θρασὺς βασιλεὺς τὴν ὑπερορίαν οἰκεῖν κατηνάγκαζε.

Καὶ τοσαύτῃ παρανομίᾳ χρησάμενος, κόρον τῆς δυσσεβείας οὐκ ἐλάμβανε: ἀλλὰ πάντων τῶν εὐσεβῶν ἐσκεδάννυ τὸν σύλλογον, θηῥ??ʼς δίκην ἀγρίου τὸ ποίμνιον διασπάσασθαι φιλονεικῶν. Τούτου εἵνεκα ʽ??ʼὺ μόνον αὐτοὺς ἁπάσης ἐκκλησίας ʽ??ʼξηλασ̔??ʼν, ἀλλά

1372
καὶ ἐκ τῆς ὑπωρείας, καὶ ἐκ τῆς ὄχθης τοῦ ποταμοῦ, καὶ ἐκ τοῦ πολεμικοῦ γυμνασίου. Ταῦτα γὰρ ἅπαντα ἀμείβοντες διετέλεσαν τὰ χωρία, τῆς ὁπλιτικῆς χειρὸς γενόμενοι πάρεργον. Καὶ Σκύθαι μὲν, καὶ οἱ ἄλλοι βάρβαροι, τὴν Θρᾴκην ἅπασαν ἀπὸ τοῦ Ἴστρου μέχρι τῆς Προποντίδος ἀδεῶς ἐληΐζοντο: ὁ δὲ τούτων μὲν οὐδὲ τὴν ἀκοήν ἑστῶσι τοῖς ὠσὶ, τὸ δὴ λεγόμενον, ἠδύνατο δέχεσθαι, κατὰ δὲ τῶν ὁμοφύλων, καὶ ὑπηκόων, καὶ εὐσεβείᾳ λαμπρυνομένων, τοῖς ὅπλοις ἐκέχρητο. Ὁ δὲ θεῖος λεὼς, τῶν κακῶν ἐκείνων τὴν ἀωρίαν ὀλοφυρόμενος, τὴν Δαυῖτικὴν ἐκείνην ἔψαλλεν ᾠδήν: Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν, ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. Τὰ δὲ λοιπὰ τῆς ᾠδῆς οὐκέτι αὐτοῖς ἁρμόδια ἦν: οὐ γὰρ εἴασεν Ἀφραάτης, καὶ Φλαβιανὸς, καὶ Διόδωρος, ἐπὶ ταῖς ἰτέαις κρεμασθῆναι τὰ ὄργανα τῆς διδασκαλίας, οὐδὲ εἰπεῖν ἡνέσχοντο: Πῶς ᾅσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; ἀλλὰ καὶ ἐν ὄρεσι, καὶ ἐν πεδίοις, καὶ ἐν ἄστει, καὶ ἐν προαστείοις, καὶ ἐν οἰκίαις, καὶ ἐν ἀγοραῖς ᾖδον διηνεκῶς τὴν ᾠδὴν Κυρίου. Ἔμαθον γὰρ παρὰ τοῦ Δαβὶδ, ὅτι Τοῦ Κυρίου, ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Ἤκουσαν πάλιν τοῦ αὐτοῦ προφήτου λέγοντας: Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ἥκουσαν καὶ τοῦ θεσπεσίου παρεγγυῶντος Παύλου. Προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίας χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν. Καὶ αὐτὸς δὲ ὁ Δεσπότης, πρὸς τὴν Σαμαρεῖτιν διαλεγόμενος, σαφέστερον τοῦτο προείρηκεν: Ἀμὴν γὰρ, ἔφη, λέγω σοι, γύναι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ τόπῳ τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις, ἀλλ̓ ἐν παντὶ τόπῳ προσκυνήσουσι τῷ Πατρί. Ταῦτα πεπαιδευμένοι, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἀποστολικῶς εἰπεῖν, δημοσίᾳ καὶ κατ̓ οἴκους διαμαρτυρόμενοι διετέλουν, οἷόν τινες ἄριστοι στρατηγοὶ, τοὺς μὲν οἰκείους ὁπλίζοντες, τοὺς δὲ ἐναντίους κατακεντοῦντες.

Τὸν μὲν οὖν μέγαν Φλαβιανὸν, καὶ τὸν θεἴον Διόδωρον ὑποποιμαίνοντας τηνικάδε, καὶ τῆς δευτέρας ἠξιωμένους καθέδρας, ταῦτα δρᾷν ἅ προείρηκα, θαυμαστὸν μὲν καὶ εὐφημίας ἄξιον. Ἀλλ̓ ὅμως ταῦτα ἔπραττον στρατηγοὶ προβεβλημένοι, καὶ τοῖς στρατηγικοῖς ὑποκείμενοι νόμοις: ὁ δὲ σοφώτατος Ἀφραάτης ἐθελοντὴς ἐπὶ τούτους κατεπήδησε τοὺς ἀγῶνας. Ἡσυχίᾳ γὰρ συντεθραμμένος, καὶ καθ̓ ἑαυτὸν ζῇν προῃρημένος, καὶ ἔξω βελῶν, τὸ δὴ λεγόμενον, καθήμενος, τοῦ πολέμου τὸ σφοδρὸν θεασάμενος, τὴν οἰκείαν ἀσφάλειαν οὐκ ἠγάπησεν, ἀλλ̓ εἰς καιρὸν ἐῤῥῶσθαι τῇ ἡσυχίᾳ φράσας, πρόμαχος τῆς τῶν εὐσεβῶν ἐγένετο φάλαγγος, βάλλων μὲν καὶ βίῳ, καὶ λόγῳ, καὶ θαύμασι, βαλλόμενος δὲ οὐδέποτε. Καὶ δήποτε

1373
θεασάμενος αὐτὸν ὁ πάντα ἀνόητος βασιλεὺς εἰς τὸ πολεμικὸν ἐξιόντα γυμνάσιον ʽἐκεῖ γὰρ τότε συνέβη τοὺς τῆς Τριάδος συναθροίζεσθαι θιασώτασ̓, ὑπέδειξε δέ τις αὐτὸν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ βαδίζοντα ἐκ τῶν βασιλείων τῷ βασιλεῖ διακύπτοντι: ἤρετο ποῖ τὴν ὁρμὴν ἐπείγοιτο. Τοῦ δὲ εἰρηκότος, ὡς τὰς ὑπὲρ τῆς οἰκουμένης καὶ τῆς βασιλεία; ἄπεισι προσευχὰς ποιησόμενος, πάλιν ὁ βασιλεὺς ἀπεκρίνατο: Καὶ τί δήποτε, τὸν μονήρη βίον ἐπαγγελλόμενος, ἀδεῶς κατὰ τὴν ἀγορὰν βαδίζεις τὴν ἡσυχίαν καταλιπών; Ὁ δὲ ʽκαὶ γὰρ εἰώθει τὸν Δεσπότην μιμούμενος παραβολικῶς συλλογίζεσθαἰ, Εἰπέ μοι, ἔφη, ὦ βασιλεῦ, εἰ παρθένος ἐτύγχανον ἐν θαλάμῳ τινὶ κρυπτομένη, ἐθεασάμην δέ τινα πῦρ ἐμβάλλοντα τῇ τοῦ πατρὸς οἰκίᾳ, τί ἄν μοι συνεβούλευσας δράσαι ἐξαπτομένην θεωμένῃ τὴν φλόγα, καὶ τὴν οἰκίαν ἐμπιπραμένην ὁρώσῃ; ἔνδον καθῆσθαι, καὶ πυρπολουμένην τὴν οἰκίαν παρορᾷν; Ἀλλ̓ οὕτως ἃν ἐγενόμην κἀγὼ τῆς πυρκαϊᾶς παρανάλωμα. Εἰ δὲ λέγεις, ὅτι δραμεῖν ἔδει, καὶ ὕδωρ φέρειν, καὶ διαθέειν ἄνω καὶ κάτω, καὶ τὴν φλόγα σβεννύναι, μὴ μέμφου μοι, ὦ βασιλεῦ, τοῦτο αὐτὸ ποιοῦντι. Ὅ γὰρ ἂν συνεβούλευσας θαλαμευομένῃ παρθένῳ, τοῦτο δρᾷν ἀναγκάζομαι τὸν μονήρη βίον ἐπηγγελμένος. Εἰ δὲ μέμφῃ μοι τὴν ἡσυχίαν καταλιπόντι, ἐπιμέμφου σαυτῷ ταύτην εἰς τὸν θεῖον οἶκον ἐμβαλόντι τὴν φλόγα, καὶ μὴ ἐμοὶ σβεννύναι βιαζομένῳ. Ὅτι μὲν γὰρ δήπουθεν ἐπαμύνειν προσήκει οἴκῳ πατρῴῳ ἐμπιπραμένῳ, καὶ αὐτὸς ὡμολόγησας: ὅτι δὲ τῶν ἐπὶ γῆς πατέρων γνησιώτερος ὁ Θεὸς, παντί που δῆλον, καὶ τῷ παντελῶς ἀμυήτῳ τῶν θείων. Οὐδὲν τοίνυν ἀπὸ σκοποῦ, οὐδὲ τῆς ἐξαρχῆς προαιρέσεως ἐναντίον πράττομεν, ὦ βασιλεῦ, τοὺς τῆς εὐσεβείας τροφίμους συναθροίζοντές τε καὶ νέμοντες, καὶ τὴν θείαν αὐτοῖς προσφέροντες πόαν. Τούτων εἰρημένων, ὁ μὲν βασιλεὺς ἐπεψηφίζετο τῷ τῆς ἀπολογίας δικαίῳ συλλογισθείς.

Εἷς δέ τις τῶν οὔτε: εἰς ἄνδρας, οὔτε εἰς γυναῖκας τελούντων, ἀλλ̓ ἀφῃρημένων τὸ τῷ χρόνῳ γενέσθαι πατέρας, καὶ τούτου εἵνεκα εὔνοοι εἶναι βασιλεῖ νομιζόμενοι, καὶ τὴν προσηγορίαν ἐντεῦθεν καρπούμενοι, οὗτος ἄνωθεν τῷ θείῳ ἀνθρώπῳ λοιδορησάμενος, λαὶ θάνατον προσηπείλησεν: ἀλλ̓ οὐκ εἰς μακρὰν ἔτισε τῆς θρασύτητος δίκην. Τοῦ γὰρ βασιλέως βαλανείῳ τὸ σῶμα θεραπεῦσαι θελήσαντος, προῆλθε μὲν ὁ δείλαιος, ὡς τὴν πύελον ὀψόμενος, εἰ εὖ κεκερασμένη εἵη: πηρωθεὶς δὲ τὰς φρένας, τῇ τὸ ἄκρατον δεχομένῃ θερμὸν ὕδωρ ἐπεπήδησεν ἀσαμίνθῳ, καὶ οὐδενὸς ἔνδον παρόντος ʽμόνος γὰρ ὀψόμενος εἰ εὐτρεπὲς εἴη εἰσελήλυθἐ, διέμεινεν ἑψόμενος καὶ διαλυόμενος.

Χρόνου δὲ μεταξὺ τριβομένου, εἰσπέμπει ἄλλον ὁ βασιλεὺς ἐκεῖνον καλέσοντα, οὐδένα δὲ οὗτος ἐν οὐδενὶ τῶν οἴκων εὑρὼν, ἀπαγγέλλει τῷ βασιλεῖ.

Ἐκ τούτου πλείους εἰσέθεον τὰς πυέλους ἁπάσας διερευνώμενοι, καὶ τὸ τελευταῖον εἰς ἐκείνην ἀφικόμενοι, ὁρῶσιν αὐτὸν ἐῤῥιμμένον, καὶ τῆς ζωῆς ἐστερημένον.

Θορύβου δὲ γενομένου, καὶ πάντων ὀδυρομένων, οἱ μὲν τὸ θερμὸν ἐκεῖνο ἐξήντλησαν ὕδωρ, οἱ δὲ τὸ τρισάθλιον ἀνεκόμισαν σῶμα. Ἐντεῦθεν δέος ἐπιπίπτει τῷ βασιλεῖ, καὶ πᾶσι τοῖς κατὰ τῆς εὐσεβείας ὁπλιζομένοις. Φήμη δὲ διὰ πάσης ἠχεῖτο τῆς πόλεως, οἴας ἐκεῖνος ὁ ταλαίπωρος τῆς κατὰ Ἀφραάτου παροινία; ἔτισε δίκας, καὶ πάντες τὸν Ἀφραάτου δ̔??ʼετέλουν ὑμνοῦντες Θεόν. Τοῦτο τῶν ἐναντίων

1376
ἐπικειμένων ἐξοστρακισθῆναι τὸν τοῦ Θεοῦ ʽ??ʼνθρωπον διεκώλυσεν. Ἐκδειματωθεὶς γὰρ ὁ βασιλεὺς, τοὺς μὲν ταῦτα παραινοῦντας ἀπεστρέφετο, ἐν αἰδοῖ δὲ τὸν ἄνδρα εἶχεν. Ἔμαθε δὲ τὴν ἀρετὴν αὑτοῦ καὶ ἑτέρωθεν.

Ἵππος τις τῶν εὗ πεφυκότων, καὶ φέρειν εὗ μάλα δεδιδαγμένος. ἐπέραστος ἦν λίαν τῷ βασιλεῖ. Τούτῳ πάθος τι συμβὰν ἀνιαρῶς διετίθει τὸν βασιλέα: ἐπείχετο δὲ αὐτοῦ τῶν ὑγρῶν περιττωμάτων ἡ ἔκκρισις.

Πρὸς ταύτην ἐκαλοῦντο τὴν θεραπείαν οἱ ταύτην ἠσκημένοι τὴν τέχνην. Ἡττωμένης δὲ καὶ ταύτης, ἠνιᾶτο ὁ βασιλεὺς. καὶ ὠλοφύρετο ὁ τῶν ἵππων πεπιστευμένος τὴν ἐπιμέλειαν. Εὐσεβὴς δὲ ὢν, καὶ κατὰ τὴν πίστιν ἐῤῥωμένος, μεσούσης ἡμέρας καταλαμβάνει σὺν τῷ ἵππῳ τοῦ μεγάλου Ἀφραάτου τὸ καταγώγιον, καὶ τὸ πάθος εἰπὼν, καὶ τὴν πίστιν δηλώσας, ἱκέτευε προσευχῇ λῦσαι τὴν νόσον. Ὁ δὲ οὐδὲν μελλήσας, ἀλλὰ παραυτίκα τὸν Θεὸν ἱκετεύσας, ὕδωρ ἐκέλευσεν ἐκ τοῦ φρέατος ἀνιμήσασθαι, καὶ τούτῳ τοῦ σωτηρίου σταυροῦ τὸ σύμβολον ἐπιθεὶς, προσφέρειν τῷ ἵππῳ προσέταξεν. Ὁ δὲ παρὰ τὸ εἰωθὸς ἔπιεν. Εἶτα ἔλαιον τῇ ἐπικλήσει τῇ θείᾳ πληρώσας εὐλογίας, ἐπιχρίει τὴν τοῦ ἵππου γαστέρα, καὶ τῇ ἁφῇ τῆς χειρὸς εὐθὺς ἐλύθη τὸ πάθος, καὶ παραχρῆμα ἡ ἔκκρισις κατὰ φύσιν ἐγένετο. Γεγηθὼς τοίνυν ὁ ἄνθρωπος, τὸν ἵππον λαβὼν, ἐπὶ τὸν ἱππῶνα ἔτρεχε.

Δείλης δὲ ὀψίας ʽκατὰ τοῦτον γὰρ τὸν καιρὸν εἰώθει ὁ βασιλεὺς ἐπὶ τὸν ἱππῶνα φοιτᾷν̓ ἧκέ τε καὶ ἤρετο ὅπως ἔχει ὁ ἵππος. Τοῦ δὲ τὴν ὑγίειαν σημάναντος, καὶ τὸν ἵππον ἐξαγαγόντος, ἐῤῥωμένον τοῦτον ἰδὼν, καὶ γαυριῶντα, καὶ χρεμετίζοντα, καὶ τὸν αὐχένα σοβαρῶς ἀνατείνοντα, τῆς ὑγιείας ἐπυνθάνετο τὴν αἰτίαν. Ὡς δὲ πολλάκις εἰπεῖν ἀναβαλλόμενος ʽἐδεδίει γὰρ ὑποδεῖξαι τὸν ἰατρὸν, δυσμενῆ τὸν ἐρόμενον ἐπιστάμενοσ̓, ὀψέ ποτε τἀληθὲς εἰπεῖν ἐβιάσθη, καὶ τῆς θεραπείας τὸν τρόπον ἐδίδαξεν. Ἐκπλήττεται μὲν ὁ βασιλεὺς, καὶ ἀξιάγαστον εἷναι τὸν ἄνδρα καθομολογεῖ.

Οὐ μὴν τῆς προτέρας ἀπηλλάγη μανίας, ἀλλ̓ ἐπέμενε κατὰ τοῦ Μονογενοῦς λυττῶν, ἕως ὅτε βαρβαρικοῦ πυρὸς ἐγένετο παρανάλωμα, οὐδὲ ταφῆς ἵσα τοῖς οἰκέταις ἢ προσαίταις ἀξιωθείς. Ὁ δὲ θεῖος Ἀφραάτης, καὶ ὲν ἐκείνῃ τῇ ζάλῃ τὴν οἰκείαν ἔδειξεν ἀρετὴν καὶ γαλήνης γενομένης τὰ ἴσα δρῶν διετέλεσε. Καὶ ἄλλα δὲ μυρία εἰργάσατο θαύματα, ὦν ἑνὸς ἢ δύο μνησθήσομαι.

Γυνή τις τῶν εὐπατριδῶν, ἀκολάστῳ ἀνδρὶ συνέλκουσα τὸν τοῦ γάμου ζυγὸν, ἀφίκετο πρὸς τὸν μακάριον ἐκεῖνον ἄνθρωπον, τὴν οἰκείαν κωκύουσα συμφοράν.

Ἔφασκε γὰρ τὸν ἄνδρα παλλακίδι προσκείμενον γοητικῇ τινι μαγγανείᾳ καταγεγοητεῦσθαι, καὶ ἀπεχθάνεσθαι πρὸς αὐτὴν γάμου νόμῳ συνεζευγμένην.

Ἔλεγε δὲ ταῦτα ἡ γυνὴ πρὸ τῆς αὐλείου θύρας ἑστῶσα. Οὕτω γὰρ εἰώθει τὴν πρὸς τὸ θῆλυ ποιεῖσθαι διάλεξιν: εἴσω γὰρ τῆς θύρας οὐδεμίαν εἰσεδέξατο πώποτε. Τότε τοίνυν οἰκτείρας τὴν γυναῖκα ποτνιωμένην, εὐχῇ τῆς γοητείας ἀμαυροῖ τὴν ἐνέργειαν, καὶ ἐλαίου ληκύθιον ὑπ̓ αὐτῆς προσενεχθὲν τῇ θείᾳ ἐπικλήσει καθαγιάσας, χρίσασθαι τοῦτο προσέταξε. Ταύτας ἡ γυνὴ πληρώσασα τὰς ὑποθήκας, μετέθηκεν εἰς ἑαυτὴν τὸν τοῦ ὁμοζύγου ἔρωτα, καὶ πέπεικε προαιρεῖσθαι τῆς παρανόμου κοίτης τὴν

1377
ἔννομον. Φασὶ δέ ποτε καὶ ἀκρίδας ἐξαπιναίως προσβαλούσας τῇ γῇ, καὶ πυρὶ παραπλησίως ἅπαντα προσδαπανώσας, καὶ λήϊα, καὶ φυτὰ, καὶ ἕλη, καὶ ἄλση, καὶ λειμῶνας, ἧκέ τις παῤ αὐτὸν εὐσεβὴς ἀνὴρ, ἀντιβολῶν ἐπαμῦναι, ἕνα μὲν ἀγρὸν ἔχοντι, ἐκ τούτου δὲ καὶ ἑαυτὸν, καὶ γυναῖκα, καὶ παῖδας, καὶ οἰκείους τρέφοντι, καὶ πρὸς τούτοις τὴν βασιλικὴν εἰσφορὰν εἰσπραττομένῳ. Πάλιν τοίνυν ὁ τὴν Δεσποτικὴν φιλανθρωπίαν μιμούμενος, χόαν ὕδατος αὐτῷ προσενεχθῆναι προσέταξεν. Ὡς δὲ τὸν χόαν προσήνεγκεν ὁ τὴν εὐχὴν ἐπαγγέλλων, ἐπετίθει μὲν τούτῳ τὴν χεῖρα, ἰκέτευε δὲ τὸν Θεὸν δυνάμεως θείας ἐμφορηθῆναι τὸ νᾶμα. Εἶτα τὴν εὐχὴν συμπεράνας, παρηγγύησε τοῖς τοῦ χωρίου ὅροις ἐπιῤῥᾶναι τὸ ὕδωρ: πεποίηκε δὲ ὁ τοῦτο κομισάμενος ᾖ προσετάχθη, καὶ ἀντὶ ἕρκους ἀμάχου τε καὶ ἀσύλου ταῖς ἀρούραις ἐκείναις ἐγένετο. Μέχρι γὰρ τῶν ὅρων ἐκείνων ἕρπουσαί τε καὶ περιπετόμεναι στρατοπέδων δίκην αἰ ἀκρίδες, εἰς τοὐπίσω πάλιν ἐχώρουν, τὴν ἐπιτεθεῖσαν εὐλογίαν δειμαίνουσαι, καὶ ὥσπερ τινὶ χαλινῷ ἀγχόμεναι, καὶ ἐπὶ τὸ πρόσω χωρεῖν κωλυόμεναι. Καὶ τί δεῖ πάντα λέγειν τὰ ὑπὸ τῆς μακαρίας ἐκείνης ἐξειργασμένα ψυχῆς; Ἱκανὰ γὰρ καὶ ταῦτα τῆς ἐνοικούσης αὐτῷ χάριτος ἐπιδεῖξαι τὴν αἴγλην. Τούτου κἀγὼ θεατὴς ἐγενόμην, καὶ τῆς ἁγίας ἐκείνης δεξιᾶς τὴν εὐλογίαν ἐτρύγησα, μειράκιον μὲν ὢν ἔτι, τῇ δὲ μητρὶ κοινωνήσας τῆς πρὸς τὸν ἅνδρα πορείας. Καὶ αὐτὴν μὲν κατὰ τὸ εἰωθὸς ὑπανοίξας τὴν θύραν διαλέξεώς τε καὶ εὐλογίας ἠξίωσεν: ἐμὲ δὲ εἰσδεξάμενος ἔνδον, τοῦ τῆς προσευχῆς μοι μετέδωκε πλούτου. Ταύτης καὶ νῦν ἀπολαύσαιμι, ζῇν αὐτὸν πιστεύων, καὶ τοῖς ἀγγέλοις συγχορεύειν, καὶ πλείονι ἢ πάλαι πρὸς τὸν Θεὸν παῤῥησίᾳ κεχρῆσθαι. Τότε μὲν γὰρ αὕτη τῷ θνητῷ τοῦ σώματος ἐμετρεῖτο, ἴνα μὴ πρόφασις ἀπονοίας ἡ πλείων γένηται παῤῥησία. Νῦν δὲ τῶν παθῶν ἀποθέμενος τὸ φορτίον, ὡς νικηφόρος ἀθλητὴς πρὸς τὸν ἀγωνοθέτην παῤῥησιάζεται. Οὖ χάριν καὶ τῆς παῤ αὐτοῦ πρεσβείας ἱκετεύω τυχεῖν.