Historia Religiosa

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Γαλάτας ἀκούομεν τοὺς ἐν τῇ Εὐρώπῃ τοὺς ἑσπερίους: ἴσμεν δὲ τοὺς ἐν τῇ Ἀσίᾳ, τοὺς ἐκείνων ἐκγόνους, οἴ παρὰ τὸν Εὔξεινον κατῳκίσθησαν Πόντον.

Ἐκ τούτων ὁ μακάριος καὶ τρὶς τοῦτο καὶ πολλάκις ἐβλάστησε Πέτρος. Ἑπτὰ δὲ, ὥς φασιν, ἐξ ὠδίνων ἔτη παρὰ τοῖ; γονεῦσι τραφεὶς, τὸν λοιπὸν ἅπαντα βίον ἐν τοῖς τῆς φιλοσοφίας διετέλεσεν ἄθλοις: τελευτῆσαι δὲ λέγεται ἔτη βιώσας ἐννέα καὶ ἐννενήκοντα. Τὸν τοίνυν δύο καὶ ἐννενήκοντα ἀγωνισάμενον ἔτη, καὶ διὰ πάσης ἡμέρας τε καὶ νυκτὸς νικηφόρον ὁδεύσαντα, τίς ἃν ἀξίως θαυμάσειε; ποία δ̓ ἃν ἀρκέσειε πρὸς διήγησιν γλῶττα, τῶν ὲν μειρακίῳ καὶ παιδίῳ, καὶ ἀνδρὶ τελείῳ, καὶ πρεσβύτῃ, καὶ γέροντι πονηθέντων κατορθωμάτων; Τίς ἄν ἐκείνου τὸν ἱδρῶτα μετρήσειε; τίς δ̓ ἃν τὰς ὲν τοσούτῳ χρόνῳ γενομένας ἀριθμήσειε πάλας; ποῖος δ̓ ἂν ἐφίκοιτο λόγος, ἢ τῶν ὐπ̓ αὐτοῦ καταβληθέντων σπερμάτων, ἢ τῶν συλλεγέντων δραγμάτων; Τίς οὕτως ὑψηλὸς τὴν διάνοιαν, ὡς κατιδεῖν ἀκριβῶς τὴν ἐκ τῆς καλῆς ἐμπορίας συναθροισθεῖσαν περιουσίαν; Οἶδα τῶν ἐκείν̔??ʼυ κατορθωμάτων τὸ πέλαγος, καὶ διὰ τοῦτο πελάζειν τῇ τῆς διηγήσεως ἱστορίᾳ δειμαίνω, ἴνα μὴ ὁ λόγος

1380
ὑποβρύχιος γένηται. Οὗ ἕνεκεν παρὰ τὴν ἠϊόνα βαδιοῦμαι, καὶ τὰ παρὰ τὴν ἤπειρον τοῦ πελάγους θαυμάσομαί τε καὶ διηγήσομαι: τὸν δὲ βυθὸν καταλείψω τῷ κατὰ τὴν θείαν Γραφὴν τὰ βάθη ἐρευνῶντι, καὶ τὰ ἀπόκρυφα γινώσκοντι.

Οὗτος τοίνυν ἐν Γαλατίᾳ τὸν πρῶτον ἤθλησε χρόνον.

Ἐκεῖθεν ἱστορίας εἵνεκα τὴν Παλαιστίνην κατέλαβεν, ἵνα τοὺς τὰ σωτήρια πάθη δεξαμένους θεασάμενος τόπους, ἐν αὐτοῖς τὸν σεσωκότα προσκυνήσῃ Θεόν: οὐχ ὡς τόπῳ περιγραφόμενον ʽἠπίστατο γὰρ αὐτοῦ τὸ τῆς φύσεως ἀπερίγραφον̓, ἀλλ̓ ἵνα καὶ τοὺς ὀφθαλμοὺς ἑστιάσῃ τῇ θεωρίᾳ τῶν ποθουμένων, καὶ μὴ μόνον τὸ τῆς ψυχῆς ὀπτικὸν, δίχα τῆς ὄψεως, τῆς πνευματικῆς διὰ τῆς πίστεως ἀπολαύῃ τρυφῆς.

Πεφύκασι γάρ πως οἱ φιλοστόργως περί τινα διακείμενοι, οὐκ ἀπὸ τῆς θέας αὐτοῦ μόνης θυμηδίαν καρποῦσθαι, ἀλλὰ καὶ τὴν οἰκίαν, καὶ ἐσθήματα, καὶ ὑποδήματα, μετὰ πάσης θεωρεῖν εὐφροσύνης. Τοῦτον ἔχουσα τὸν ἔρωτα περὶ τὸν νυμφίον ἡ ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων φερομένη νύμφη βοᾷ λέγουσα: Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ὁ ἀδελφιδοῦς μου ἀναμέσον τῶν υἱῶν. Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου. Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ ὁ θεῖος οὗτος πεποίηκεν ἄνθρωπος, τὸν αὐτὸν περὶ τὸν νυμφίον δεξάμενος ἔρωτα, καὶ τοῖς τῆς νύμφης χρησάμενος ῤήμασι: Τετρωμένη ἀγάπης ἐγώ. Ποθήσας δὲ καθάπερ τινὰ τοῦ νυμφίου θεωρῆσαι σκιὰν, τοὺς ἅπασιν ἀνθρώποις τὰς σωτηρίους πηγὰς ἀναβλύσαντας ἐπεζήτησε τόπους. Ἀπολαύσας τοιγαροῦν ὧν ἐπεπόθησε, κατήχθη μὲν εἰς τὴν Ἀντιόχειαν: θεασάμενος δὲ τῆς πόλεως τὸ φιλόθεον, τῆς πατρίδος τὴν ξένην προείλετο, πολίτας ἡγούμενος, οὐ τοὺς ὁμοφύλους καὶ συγγενεῖς, ἀλλὰ τοὺς ὁμογνώμονας, καὶ τῆς πίστεως κοινωνοὺς, καὶ τὸν αὐτὸν ἐφέλκοντας τῆς εὐσεβείας ζυγόν. Ταύτην δὲ τὴν διατριβὴν ἀγαπήσας, οὐ σκηνὴν ἐξέτεινεν, οὐ καλύβην ἐπήξατο, οὐκ οἰκίσκον ἀνήγειρεν, ἀλλ̓ἐν ἀλλοτρίῳ τάφῳ τὸν πάντα διετέλεσε χρόνον. Ὑπερῷον δὲ εἶχεν οὗτος, καὶ δρύφακτόν τινα προβεβλημένον, ᾧ κλίμαξ συνηρμοσμένη τοὺς ἀναβῆναι βουλομένους ἐδέχετο. Ἐν τούτῳ καθειργμένος ὅτι πλεῖστον διετέλεσε χρόνον, ὕδατι μὲν ψυχρῷ χρώμενος, ἅρτον δὲ μόνον σιτούμενος, καὶ ταῦτα οὐ καθ̓ ἑκάστην ἡμέραν, ἀλλὰ μίαν μὲν ἄσιτος διαμένων, τῇ δὲ ὑστεραίᾳ τούτων αὐτῶν μεταλαγχάνων. Ἐπειδὴ δέ τις ἀφίκετο κορυβαντιῶν καὶ μεμηνὼς, καὶ τῆς τοῦ πονηροῦ δαίμονος ἐνεργείας ἀνάπλεως, ἐκάθαρε μὲν αὐτὸν προσευξάμενος, καὶ τῆς διαβολικῆς ἐκείνης ἠλευθέρωσε βακχείας.

Ἀπιέναι δὲ μὴ βουλόμενον, ἀλλὰ τῆς θεραπείας ἐκείνης ἀντιδοῦναι τὴν διακονίαν καθικετεύσαντα, σύνοικον ἐποιήσατο. Οἶδα καὶ τοῦτον ἐγὼ, καὶ τοῦ θαύματος μέμνημαι, καὶ τὸν τῆς θεραπείας ἐθεασάμην μισθὸν, καὶ τῆς περὶ ἐμοῦ γενομένης αὐτοῖς ἀκήκοα διαλέξεως. Ὁ μὲν γὰρ Δανιὴλ ἔλεγε ʽτοῦτο γὰρ αὐτῷ ὄνομἀ, ὡς Τῆς καλῆς αὐτῷ διακονίας κοινωνήσω κἀγὼ. Ὁ δὲ θεσπέσιος ἐκεῖνος

1381
ʽ??ʼνὴρ οὐ συνωμολόγει τοῦτο γενέσθαι, τὸ περὶ ἐμὲ τῶν γεγεννηκότων λογιζόμενος φίλτρον. Πολλάκις δέ με τοῖς γόνασιν ἐπικαθίσας, σταφυλῇ με καὶ ἄρτῳ διέθρεψε. Πεῖραν γὰρ αὐτοῦ τῆς πνευματικῆς χάριτος ἡ μήτηρ δεξαμένη, ἅπαξ με τῆς ἑβδομάδος ἑκάστης τρυγᾷν ἐκείνην τὴν εὐλογίαν ἐκέλευε. Γέγονε δὲ αὐτῇ γνώριμος ἐξ αἰτίας τοιᾶσδε: Πάθος αὐτῇ θατέρῳ τῶν ὀφθαλμῶν ἐπισκῆψαν, κρεῖττον ἐφάνη ἰατρικῆς ἐπιστήμης: οὐδὲν γὰρ ἦν, ἣ τοῖς παλαιοῖς συγγεγραμμένον, ἣ τοῖς ὕστερον γενομένοις ἐξευρημένον, ὃ μὴ προσηνέχθη τῇ νόσῳ. Ἐπειδὴ δὲ ἤλεγξεν ἅπαντα, καὶ ἐδίδαξεν οὐδεμίαν ὄνησιν ἔχοντα, ἧκέ τις τῶν συνήθων τὸν θεῖον ἄνδρα μηνύουσα, καὶ τὸ γεγενημένον ὑπ̓ αὐτοῦ διδάσκουσα θαῦμα. Τὴν γὰρ ὁμόζυγα ἔλεγε τοῦ τηνικάδε τῆς Ἕω κατέχοντος τὰ πηδάλια ʽΠεργάμιος δὲ ἦν οὗτοσ̓, τῷ παθήματι τῷδε περιπεσοῦσαν, ἰάσασθαι αὐτὸν εὐχῇ καὶ σφραγῖδι χρησάμενον. Ἤκουσεν ἡ μήτηρ, καὶ παραυτίκα πρὸς τὸν θεῖον ἄνθρωπον ἔδραμε, Περικείμενα δὲ εἶχεν ἕρματα, καὶ περιδέραια, καὶ τἄλλα χρυσία, καὶ τὴν ποικίλην ἐσθῆτα τὴν ἐκ σηρικῶν νημάτων ὑφασμένην. Οὐδέπω γὰρ τῆς ἀρετῆς τῆς τελειοτέρας ἐγεύετο: ἤνθει δὲ καὶ τῷ χρόνῳ, καὶ τοῦ τῆς νεότητος ἠνείχετο κόσμου. Ἡ θεσπεσία τοίνυν κεφαλὴ τὰ τοιαῦτα θεασαμένη, τῆς φιλοκοσμίας πρότερον τὴν ἀῤῥωστίαν ἰάσατο, τοιοῖσδε λόγοις χρησάμενος: Εἰπέ μοι, ἔφη, τέκνον ʽτῇ γὰρ αὐτοῦ χρήσομαι φωνῇ, καὶ οὐκ ἀμείψω τῆς ἁγίας ἐκείνης γλώττης τὸ πρόσρημἀ, εἴ τις ζωγράφος, εὖ μάλα τὴν τέχνην ἠσκημένος, εἰκόνα τινὰ γράψειεν, ὡς νόμος ὑπαγορεύει τῆς τέχνης, καὶ ταύτην προθείη τοῖς βουλομένοις ὁρᾷν: ἀφικόμενος δέ τις ἕτερος, ἐκείνην μὲν τὴν τέχνην οὐκ ἀκριβῶς ἐπιστάμενος, σχεδιάζων δὲ πρὸς τὸ δοκοῦν ἅ ἀναγράψαι θελήσειεν: εἶτα μεμψάμενος τῇ τεχνικῇ ἐκείνῃ ζωγραφίᾳ, προσθείη μὲν ταῖς ὀφρύσι καὶ ταῖς βλεφαρίσι μακροτέρας γραμμὰς, λευκότερον δὲ τὸ πρόσωπον ἀποφήνειε, καὶ ταῖς παρειαῖς τοῦ ἐρυθροῦ χρώματος ἐπεμβάλοι, οὔ σοι δοκεῖ τὸν πρότερον εἰκότως ἀγανακτῆσαι ζωγράφον, ὡς τῆς τέχνης αὐτῷ λίαν ὑβρισμένης, καὶ προσθήκας ὧν οὐκ ἐδεῖτο ὑπὸ ἀμαθοῦς δεξιᾶς δεξαμένης; Οὐκοῦν, ἔφη, καὶ τὸν τῶν ἀπάντων Δημιουργὸν, καὶ τῆς ἡμετέρας φύσεως Πλάστην τε καὶ Ζωγράφον ἀγανακτεῖν πιστεύετε, ὅτι τῆς ἀῤῥήτου σοφίας ἐκείνης ἀμαθίαν κατηγορεῖτε. Οὐ γὰρ ἂν τὸ ἐρυθρὸν, καὶ λευκὸν, καὶ μέλαν ἐπεχέατε χρῶμα, εἰ μὴ ἐνδεῖν ὑμῖν ταύτης ἐνομίζετε τῆς προσθήκης: δεῖσθαι δὲ τούτων ὑπολαμβάνουσαι τὸ σῶμα, ἀσθένειαν καταψηφίζεσθε τοῦ ποιητοῦ. Προσήκει δὲ εἰδέναι, ὅτι σύμμετρον ἔχει τῇ βουλήσει τὴν δύναμιν. Πάντα γὰρ, ᾗ φησιν ὁ Δαβίδ, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησε: τὸ δὲ συνοῖσον ἅπασι προμηθούμενος, ὅσα λωβᾶται οὐ δίδωσι. Μὴ τοίνυν διαφθείρετε τοῦ Θεοῦ τὴν εἰκόνα, μηδὲ πειρᾶσθε προστιθέναι ἅπερ ὁ σοφὸς οὐκ ἔδωκε, μηδὲ τὸ νόθον τοῦτο ἐπινοεῖτε κάλλος, ὃ καὶ ταῖς σωφρονούσαις λυμαίνεται τοῖς ὁρῶσιν ἐπιβουλεῦον. Ἤκουσε τούτων ἡ πάντα
1384
ἀρίστη γυνὴ, καὶ παραυτίκα εἴσω τῆς τοῦ Πέτρου σαγήνης ἐγένετο. Τῷ γὰρ ὁμωνύμῳ παραπλησίως καὶ οὗτος ἡλίευε, καὶ τῶν ποδῶν ἁπτομένη, καὶ ποτνιωμένη τῷ ὀφθαλμῷ δοθῆναι τὴν θεραπείαν ἱκέτευεν. Ὁ δὲ ἄνθρωπος μὲν ἔλεγεν εἶναι καὶ τὴν αὐτὴν ἔχειν φύσιν αὐτῇ, πολὺν δὲ ἁμαρτημάτων φορυτὸν ἐπιφέρεσθαι, καὶ τούτου εἵνεκα τῆς πρὸ; τὸν Θεὸν παῤῥησίας ἀποστερεῖσθαι. Ὡς δὲ ἔκλαιεν ἡ μήτηρ, καὶ ἠντιβόλει, καὶ ἔφασκε μὴ καταλείψειν, εἰ μὴ τύχοι τῆς ἰατρείας, τὸν Θεὸν ἔφη τούτων εἶναι θεραπευτὴν, χορηγεῖν δὲ ἀεὶ τοῖς πιστεύουσι τὰς αἰτήσεις. ʽΔώσει τοίνυν, εἶπε, καὶ νῦν, οὐκ ἐμοὶ τὴν χάριν δωρούμενος, ἀλλὰ τὴν σὴν πίστιν θεώμενος.

Εἰ τοίνυν ταύτην ἔχεις ἀκραιφνῆ καὶ εἰλικρινῆ, καὶ πάσης ἀμφιβολίας ἀπηλλαγμένην, ἐῤῥῶσθαι καὶ ἰατροῖς φράσασα καὶ φαρμάκοις, τοῦτο δέξαι τὸ θεόσδοτον φάρμακον.ʼ Ταῦτ̓ εἰπὼν, ἐπέθηκε τὴν χεῖρα τῷ ὀφθαλμῷ, καὶ τοῦ σωτηρίου σταυροῦ τὸ σημεῖον τυπώσας, τὴν νόσον ἀπήλασεν. Ἐκεῖθεν εἰς τὴν οἰκίαν ἐπανελθοῦσα, καὶ τὸ φάρμακον ἀπονιψαμένη, καὶ τὸν ἐπείσακτον ἅπαντα ἁποῤῥίψασα κόσμον, κατὰ τοὺς ὑπὸ τοῦ ἰατροῦ τεθέντας νόμους ἐπολιτεύετο, οὔτε ποικίλην ἐσθῆτα περιβαλλομένη, οὔτε χρυσίοις ὡραϊζομένη: καὶ ταῦτα νέαν ἄγουσα τὴν ἡλικίαν κομιδῇ: τρίτον γὰρ καὶ εἰκοστὸν ἐκ γενετῆς ἦγεν ἔτος, μήτηρ οὐδέπω γενομένη: ἑπτὰ γὰρ ἄλλα ἐπιβιώσασα ἔτη, οὕτω τὰς ἐμὰς ὠδῖνας ἐδέξατο, ἃς καὶ πρώτας καὶ μόνας ἐδέξατο. Τοσοῦτον τῆς τοῦ μεγάλου Πέτρου διδασκαλίας ἀπώνατο: καὶ διπλῆν ἐδέξατο θεραπείαν, καὶ τῷ σώματι τὴν ἰατρείαν μαστεύουσα, καὶ τὴν τῆς ψυχῆς προσεκτήσατο εὐεξίαν.

Τοιαῦτα καὶ λέγων ἐκεῖνος ἐνήργει, καὶ προσευχόμενος ἴσχυεν.

Ἄλλοτε δὲ οἰκέτην ὀψοποιὸν ὑπό τινος πονηροῦ δαίμονος ἐνοχλούμενον ἀπαγαγοῦσα, τῆς παῤ αὐτοῦ τυχεῖν ἐπικουρίας ἱκέτευε. Προσευξάμενος δὲ ὁ θἑ??ʼ ἀνὴρ, ἐκέλευσε τῷ δαίμονι τῆς κατὰ τοῦ θείου ποιήματος ἐξουσίας τὴν αἰτίαν εἰπεῖν. Ὁ δὲ, καθάπερ τις ἀνδροφόνος ἣ τοιχωρύχος πρὸ δικαστικοῦ βήματος ἑστὼς, καὶ λέγειν ἃ δέδρακε προσταττόμενὁ??ʼ, οὕτως ἅπαντα διεξῄει, παρὰ τὸ εἰωθὸς ὑπὸ δέους ἀληθεύειν ἀναγκαζόμενος, καὶ ἔφασκεν ἐν Ἡλιουπόλει τὸν μὲν τοῦ οἰκέτου ἀῤῥωστῆσαι δεσπότην, τὴν δέ γε δέσποιναν τῷ ὁμόζυγι ἅτε δὴ ἀῤῥωστοῦντι παρακαθῆσθαι: τὰς δὲ παιδίσκας τῆς οἰκίας, ἱν ᾖ κατέμενον, τῶν ἐν Ἀντιοχείᾳ φιλοσοφούντων μοναχῶν διηγεῖσθαι τὸν βίον, καὶ ὅσην κατὰ δαιμὅ??ʼ ἔχουσι τὴν ἰσχύν. Εἶτα ταύτας, οἷα δὴ κόρας παιδιᾷ χαιρούσας, ὑποκρίνεσθαι τὰς δαιμονιώσας καὶ μεμηνυίας, αὑτὸν δὲ ἐκεῖνον τὸν οἰκέτην σισύραν περιβαλλόμενον, μοναχικῶς ἐξορκίζειν ἐκείνας. ʽΤούτων, φησὶν, ἐπιτελουμένων, παρὰ τὴν θύραν ἑστὼς, καὶ τοὺς ἀλαζονικοὺς περὶ τῶν μοναχῶν λόγους οὐκ ἐνεγκὼν, τῇ πείρᾳ μαθεῖν ἠβουλήθην, ἣν ἔχειν ἐκείνους ἐνεανιεύσαντο δύναμιν. Τούτου εἵνεκα τὰς παιδίσκας καταλιπὼν, εἰς τοῦτον ἐμαυτὸν εἰσέφρησα, μαθεῖν ἐθελήσας, ὅπως ὑπὸ τῶν μοναχῶν ἐξελαύνομαι.

Καὶ νῦν, ἔφη, μεμάθηκα, καὶ πείρας ἑτέρας οὐ δέομαι: παραυτίκα δὲ σοῦ κελεύοντος ἔξειμι.ʼ Ταῦτα λέγων ἐδραπέτευε, καὶ τῆς ἐλευθερίας ὁ οἰκέτης ἀπήλαυε. Καὶ ἕτερον δὲ ἄγροικον τῆς μητρὸς μὲν ἡ μήτηρ, ἐμὴ δὲ τιτθὴ, δαιμονῶντα προσαγαγοῦσα ἐπαμῦναι παρεκάλει τὸν τῆς κακίας ἀντίπαλον. Ὁ δὲ πάλιν ἐπυνθάνετο, πόθεν τε εἴη, καὶ παρὰ τίνος ἔλαβε τὴν κατὰ τοῦ θείου ποιήματος ἐξουσίαν, Ὡς

1385
δὲ σιγῶν ἐκεῖνος εἱστήκει τὴν ἀπόκρισιν μὴ ποιούμενος, τὰ γόνατα κλίνας προσηύχετο, καὶ τὸν Θεὸν ἠντιβόλει δεῖξαι τῷ ἀλιτηρίῳ τῶν οἰκείων θεραπόντων τὴν δύναμιν. Καὶ πάλιν ἀνίστατο, καὶ πάλιν ἐκεῖνος ἀντιτείνων ἐσίγα, καὶ ταῦτα μέχρις ἐννάτης ἐγίνετο. Ἐπειδὴ δὲ θερμοτέραν καὶ σπουδαιοτέραν τῷ Δεσπότῃ προσενήνοχε προσευχὴν, ἀναστὰς ἔλεγε πρὸς τὸν ἀλιτήριον: ʽΟὔ σοι ἐπιτάττει Πέτρος, ἀλλ̓ ὁ Πέτρου Θεός: ἀπόκριναι τοίνυν ὑπὸ τῆς ἐκείνου δυνάμεως καταναγκαζόμενος.ʼ ᾘδέσθη, καίπερ ἀναίσχυντος ὣν, ὁ ἀλάστωρ τὴν τοῦ ἁγίου ἐπιείκειαν, καὶ φωνῇ μεγίστῃ χρησάμενος ἐβόα, ὡς τῷ ὄρει μὲν τῷ Ἀμανῷ σχολάζοι: ʽΤοῦτον δὲ κατὰ τὴν ὀδὸν θεασάμενος ὕδωρ ἀπό τινος πηγῆς ἀρυόμενόν τε καὶ πίνοντα, ἠθέλησα οἰκητήριον οἰκεῖον ποιήσασθαι. — Ἀλλ̓ ἔξιθι, ἔλεγεν ὁ τοῦ Θεοῦ ἄνθρωπος, τοῦ σταυρωθέντος ὑπὲρ τῆς οἰκουμένης τοῦτό σοι παρεγγυῶντος.ʼ Ἤκουεν ἐκεῖνος, καὶ ἔφευγε, καὶ τῆς λύττης ἐλεύθερος ἀπεδίδοτο τῇ τιτθῇ ὁ γεωργός.

Καὶ ἕτερα δὲ μυρία τῆς μακαρίας ἐκείνης ψυχῆς τοιαῦτα ἔχων διηγήματα, παραλείψω τὰ πλεῖστα, τῶν πολλῶν δεδιὼς τὴν ἀσθένειαν: εἰς σφᾶς γὰρ ἀφορῶντες, ταῖς τῶν θείων ἀνδρῶν ἀπιστοῦσι θαυματουργίαις.

Ἕν δὲ ἢ δύο διηγησάμενος, ἐφ̓ ἕτερον ἀγωνιστὴν μεταβήσομαι.

Ἦν τις ἀκόλαστος, στρατηγὸς ἐν τοῖς ἄνω χρόνοις.

Κόρη τοίνυν τις ἀπειρόγαμος, ὥραν ἔχουσα γάμου, ὑπὸ τὴν τούτου δεσποτείαν τελοῦσα, τὴν μητέρα καταλιποῦσα, καὶ τοὺς οἰκείους, εἰς γυναικονῖτιν κατ̔??ʼῳυγε συμμορίαν ἔχουσαν ἀθλητῶν. Ἀγωνίζονται γὰρ καὶ γυναῖκες τοῖς ἀνδράσι παραπλησίως, καὶ εἰς τὸ τῆς ἀρετῆς καταβαίνουσι στάδιον. Ταύτης μαθὼν ὁ στρατηγὸς τὴν φυγὴν, ἐμαστίγου τὴν μητέρα καὶ ἐκρεμάννυ: καὶ οὐ πρότερον ἀφῆκε δεσμῶν, ἕως τὸ τῶν εὐσεβῶν γυναικῶν ὑπέδειξε καταγώγιον. Τῇ λύττῃ τοίνυν τῇ οἰκείᾳ χρησάμενος, ἥρπασεν ἐκεῖθεν τὴν κόρην, καὶ εἰς τὴν οἰκείαν οἰκίαν ἐπανήγαγε: καὶ ἤλπισεν ὁ δείλαιος τὴν οἰκείαν κορέσειν ἀκολασίαν. Ἀλλ̓ ὁ τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς ἐτάσας περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραὰμ, καὶ ἀνέπαφον φυλάξας τὴν σώφρονα, καὶ τοὺς Σοδομίτας πατάξας ἀορασίᾳ, ἐμπαροινεῖν ὡς ξένοις τοῖς ἀσωμάτοις ἐπιχειρήσαντας, οὗτος καὶ τούτου τὸ ὀπτικὸν ἀορασίᾳ βαλὼν, ἐκ μέσου τῶν δικτύων τὸ θήραμα διαφυγεῖν παρεσκεύασε: καὶ εἰς τὸν θάλαμον αὐτὸς μὲν εἰσῄει, ἐκείνη δὲ ἔνδον διαφυλαττομένη παραυτίκα ἐξῄει καὶ φροῦδος ἦν, καὶ τὸ τριπόθητον αὐτῇ κατέλαβε καταγώγιον. Οὕτω μαθὼν ὁ ἀνόητος, ὡς τῆς τὸν θεῖον μνηστῆρα προελομένης οὐ περιέσται, ἡσυχίαν ἄγειν ἠναγκάζετο, οὐκέτι τὴν ἁλοῦσαν καὶ θείᾳ δυνάμει διαφυγοῦσαν ἐπιζητῶν.

Αὕτη χρόνου διελθόντος παθήματι περιέπεσε χαλεπῷ: καρκ̔??ʼνος δὲ τὸ πάθος ἦν: τῷ δὲ μαστῷ ἐξογκουμένῳ καὶ ἡ ὀδύνη συνηύξετο. Ἀλλὰ τὸν μέγαν ἐκάλει Πέτρον ἐν τῇ τῆς ὀδύνης ἀκμῇ, καὶ ἔφασκεν εὐθὺς τῆς ἱερᾶς ἐκείνης φωνῆς εἰς τὰ ὦτα βαλλομένης, πᾶσαν ἐκείνην τὴν ὀδύνην κοιμίζεσθαι, καὶ μηδὲ βραχεῖαν αἴσθησιν ἐκεῖθεν ἀνιαρὰν ὑποδέχεσθαι. Τούτου χάριν αὐτὸν καὶ συχνότερον μεταπεμπομένη ψυχαγωγίας ʽ??ʼπήλαυεν. Ἅπαντα γὰρ ἔλεγε τὸν τῆς ἐκείνου παρουσίας καιρὸν παντελῶς τὰς ἀλγηδόνας ἀφίστασθαι.

1388
Ἀλλ̓ ἐκείνην μὲν οὕτως ἀγωνισαμένην μετὰ τῶν ἐπινικίων ἐπαίνων τοῦδε τοῦ βίου προέπεμψε. Πάλιν δὲ τὴν μητέρα τὴν ἐμὴν, μετὰ τὰς ἐμὰς ὠδῖνας παῤ αὐτοῦ γενομένην τοῦ θανάτου τἀς πύλας, ὑπὸ τῆς τιτθῆς λιπαρηθεὶς ἀφικόμενος, ἐξήρπασε τῶν τοῦ θανάτου χειρῶν. Ἔκειτο γὰρ, ὥς φασιν, ἀπειρηκότων μὲν τῶν ἰατρῶν, τῶν δὲ οἰκείων ὀλοφυρομένων, καὶ προσδεχομένων τὸ τέλος, μεμυκότας ἔχουσα τοὺς ὀφθαλμοὺς, λάβρῳ πυρετῷ κατεχομένη, οὐδένα τῶν συνήθων ἐπιγινώσκουσα. Ὡς δὲ ἧκεν ὁ τῆς ἀποστολικῆς καὶ προσηγορίας ἠξιωμένος καὶ χάριτος, καὶ, ʽΕἰρήνη σοι, τεκνίον,ʼ ἐφθέγξατο ʽτοῦτο γὰρ ἦν αὐτῷ πρόσρημἀ, παραυτίκα λέγεται καὶ τὰ βλέφαρα ἀναπτύξαι, καὶ ἀτενὲς εἰς αὐτὸν ἰδεῖν, καὶ τῆς εὐλογίας τὸν καρπὸν ἐπαγγεῖλαι.

Ὡς δὲ ἀνολώλυξε τῶν γυναικῶν ὁ χορὸς, ʽἀθυμία γὰρ καὶ εὐθυμία κατὰ ταυτὸν ἐκράθησαν̓, καὶ τὴν βοὴν ἐκείνην εἰργάσαντο, παρεγγυᾷ ὁ θεῖος ἅνθρωπος κοινωνῆσαι αὐτῷ τῆς προσευχῆς ἁπάσας: οὕτω γὰρ ἔλεγε καὶ τὴν Ταβίθαν τῆς σωτηρίας τετυχηκέναι: τῶν μὲν χηρῶν ὀδυρομένων, τοῦ δὲ μεγάλου Πέτρου τὰ ἐκείνων δάκρυα προσφέροντος τῷ Θεῷ.

Ἱκέτευον ὡς ἐκέλευσε, καὶ ἐλάμβανον ὡς προείρηκε.

Τέλος γὰρ τῆς εὐχῆς δεξαμένης, τέλος καὶ ἡ νόσος ἐδέχετο, καὶ ἱδρὼς πάντοθεν ἐξαίφνης ἔῤῥει, καὶ τὸ πῦρ ἐκεῖνο ἐσβέννυτο, καὶ τὰ τῆς ὑγείας ἀνεφαίνετο σημεῖα. Τοιαῦτα καὶ ἐν τοῖς ἡμετέροις χρόνοις διὰ τῶν ἰδίων αὐτοῦ θεραπόντων ὁ Δεσπότης θαυματουργεῖ.

Τούτου καὶ ὁ χρὼς τῶν ἱματίων τῷ θειοτάτῳ Παύλῳ παραπλησίως ἐνήργει: καὶ τοῦτο οὐχ ὑπερβολῇ τινι χρώμενος τέθεικα, ἀλλὰ τὴν ἀλήθειαν συνομολογοῦσαν ἔχων. Τὴν γὰρ οἰκείαν ζώνην διχῆ τεμὼν ʽπλατεῖα δὲ ἦν καὶ μακρὰ, ἀπὸ λίνου παχέος πεπλεγμένἠ, τῷ μὲν ἡμίσει ταύτης τὴν οἰκείαν ὀσφὺν, τῷ ἑτέρῳ δὲ διέζωσε τὴν ἐμήν. Ταύτην πολλάκις μὲν ἐμοὶ νοσοῦντι ἐπιθεῖσα ἡ μήτηρ, πολλάκις δὲ τῷ πατρὶ, τὴν νόσον ἀπήλασε: καὶ αὑτὴ δὲ τούτῳ τῷ φαρμάκῳ πρὸς ὑγείαν ἐχρήσατο. Πολλοὶ δὲ καὶ τῶν γνωρίμων τοῦτο μεμαθηκότες συνεχῶς εἰς ἐπικουρίαν τῶν νοσούντων τὴν ζώνην ἐλάμβανον: καὶ πανταχοῦ τῆς ἐκείνου χάριτος ἐδίδασκε τὴν ἐνέργειαν.

Οὕτω τις αὐτὴν λαβὼν τοὺς δεδωκότας ἐστέρησεν, ἀγνώμων περὶ τοὺς εὐεργέτας γενόμενος: τοῦτον τὸν τρόπον ἐκείνης τῆς δωρεᾶς ἐγυμνώθημεν.

Οὕτω λάμψας, καὶ τὴν Ἀντιόχου ταῖς ἀκτῖσι φωτίσας, ἔξω τῶν ἀγώνων ἐγένετο, τὸν ἀποκείμενον τοῖς νικηφόροις στέφανον ἀναμένων. Ἐγὼ δὲ ἧς περιόντος ἀπήλαυσα εὐλογίας, ταύτης καὶ νῦν ἀπολαῦσαι καθικετεύσας, πέρας ἐπιθήσω καὶ τῷδε τῷ διηγήματι.