Historia Religiosa

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Παλλάδιος δὲ ὁ πολυθρύλλητος ὁμόχρονος τούτου γεγένηται, καὶ ὁμότροπος, καὶ συνήθης, καὶ γνώριμος.

Παῤ ἀλλήλους γάρ, ὥς φασι, φοιτῶντες τῆς παῤ ἀλλήλων ὠφελείας ἀπήλαυον, παραθήγοντες

1365
ἀλλήλους, καὶ εἰς ζῆλον τὸν θεῖον ἐγείροντες. Ἐν ʽ??ʼἰκίσκῳ δέ τινι καθεῖρκτο, κώμῃ μεγίστῃ καὶ πολυανθρώπῳ πελάζοντι: Ἴμμαι δὲ ὄνομα ταύτῃ. Περὶ μὲν γὰρ τῆς τοῦ ἀνδρὸς καρτερίας, ἀσιτίας τε καὶ ἀγρυπνίας, καὶ τῆς διηνεκοῦς προσευχῆς, περιττὸν ἡγοῦμαι διηγεῖσθαι. Τὸν γὰρ αὐτὸν εἷλκεν ἐν τούτοις τῷ θείῳ Συμεῶνι ἐκείνῳ ζυγόν. Τὸ δὲ θαῦμα, τὸ μέχρι καὶ τήμερον ᾀδόμενον, τὸ ὑπὸ τῆς ἐκείνου καὶ φωνῆς γενόμενον καὶ χειρὸς, προὖργον ἐνόμισα διηγήσασθαι.

Πανήγυρις εἰς τὴν προειρημένην συνηγείρετο κώμην, τοὺς πάντοθεν ἐμπόρους ἐπισπωμένη, καὶ πλῆθος ἀριθμοῦ κρεῖττον ἐφελκομένη. Ἐν ταύτῃ τις ἔμπορος, ἅπερ ἧκε φέρων ἀπεμπολήσας, καὶ τὸ χρυσίον συναθροίσας, νύκτωρ ἀπαίρειν ἐβούλετο.

Ἀνδροφόνος δέ τις, τὸ συλλεγὲν ἐκεῖνο θεασάμενος χρυσίον, οἴστρου τινὸς καὶ μανίας ἐμφορηθεὶς, τὸν μὲν ὕπνον τῶν βλεφάρων ἀπήλασε, τοῦ δὲ ἀνδρὸς ἐκείνου τὴν ἀποδημίαν ἐφύλαττε. Μετὰ δὲ ἀλεκτρυόνων ᾠδὰς, ὁ μὲν ἀπῆρε θαῤῥῶν: ὁ δὲ προλαβὼν καὶ τόπον τινὰ εἰς ἐνέδραν ἐπιτήδειον καταλαβὼν, ἐξαπιναίως τε προβαλὼν, ἐπήνεγκε τὴν πληγὴν, καὶ τὴν μιαιφονίαν ἐτόλμησε: προστίθησι δὲ καὶ ἕτερον τῷδε τῷ μύσει δυσσέβημα. Τὸ γὰρ χρυσίον λαβὼν, τὸ νεκρὸν ἐκεῖνο σῶμα παρὰ τὴν τοῦ μεγάλου Παλλαδίου προσέῤῥιψε θύραν. Ὡς δὲ ἡμέρα ἐγένετο, καὶ ἡ φήμη διέδραμε, καὶ ἡ πανήγυρις ἅπασα τὸ γεγενημένον ἐθρύλλει, συνέθεον ἅπαντες, καὶ τὴν θύραν διαῤῥήξαντες, εὐθύνας εἰσεπράττοντο τῆς σφαγῆς τὸν θεῖον Παλλάδιον: Εἷς δὲ τῶν τοῦτο δρώντων ἦν ὁ τὴν σφαγὴν αὐτουργήσας. Περιστοιχιζόμενος τοίνυν ὑπὸ τοσαύτης πληθύος ὁ θεσπέσιος ἄνθρωπος, εἰς τὸν οὐρανὸν ἰδὼν, καὶ τῇ διανοίᾳ τὸν οὐρανὸν ὑπερβὰς, ἱκέτευε τὸν Δεσπότην, τῆς συκοφαντίας διελέγξαι τὸ ψεῦδος, καὶ δήλην ἀποφῆναι τὴν κεκρυμμένην ἀλήθειαν.

Οὕτως εὐξάμενος, καὶ τῆς τοῦ κειμένου λαβόμενος δεξιᾶς, Εἰπὲ, ἔφη, ὦ νεανία, τίς σοι ταύτην ἐπήνεγκε τὴν πληγήν: δεῖξον τὸν τοῦ μύσους αὐθέντην, καὶ τὸν ἀθῶον ἀπόφηνον τῆς πονηρᾶς ταύτης συκοφαντίας ἐλεύθερον. Ἠκολούθει δὲ τῷ μὲν λόγῳ ὁ λόγος, τῇ δεξιᾷ δὲ ὁ ἄνθρωπος, καὶ καθήμενος περιεσκόπει μὲν τοὺς παρόντας, ὑπεδείκνυε δὲ τῷ δακτύλῳ τὸν ἀνδροφόνον. Βοὴ δὲ πάντων ἐγένετο, καὶ τὸ θαῦμα ἐκπληττομένων, καὶ τὴν γεγενημένην συκοφαντίαν ἐκθαμβουμένων. Ἀποδύσαντες δὲ τὸν μιαιφόνον ἐκεῖνον, καὶ τὴν μάχαιραν εὗρον ἔτι πεφοινιγμένην τῷ αἵματι, καὶ τὸ χρυσίον ἐκεῖνο τὸ τῆς σφαγῆς γεγενημένον πρόξενον. Ὁ δὲ θεῖος Παλλάδιος πάλαι ἀξιάγαστος ὤν, ἀξιαγαστότερος εἰκότως ἐντεῦθεν ἐγένετο. Ἱκανὸν γὰρ ἦν τὸ θαῦμα δεῖξαι τὴν παρὰ τῷ θεῷ τοῦ ἀνδρὸς παῤῥησίαν.

Καὶ Ἀβραάμη; δὲ ὁ θαυμάσιος τῆς αὐτῆς ἦν συμμορίας, ὅς τὸν μὲν καλούμενον Παράτομον ᾤκησε, πάντοσε δὲ τῆς ἀρετῆς τὰς μαρμαρυγὰς ἐξέπεμψε.

Μαρτυρεῖ δὲ τῇ λαμπρότητι τῆς ζωῆς τὰ μετά τελευτὴν ἐνεργούμενα θαύματα. Ἀναβλύζει γὰρ ἡ ἐκείνου θήκη μέχρι καὶ τήμερον παντοδαπὰς θεραπείας, καὶ μάρτυρες οἱ ταύτας ἐκεῖθεν ἀφθόνως διὰ τῆς πίστεως ἀρυόμενοι. Ἐμοὶ δὲ εἴη καὶ τῆς τούτων ἐπικουρίας τυχεῖν, τῇ τούτων μνήμῃ τὴν γλῶτταν καθαγιάσαντι.

1368

Ὅτι μὲν μία πάντων ἀνθρώπων ἡ φύσις, καὶ ῥᾴδιόν ἐστι τοῖς βουλομένοις φιλοσοφεῖν, εἴτε Ἕλληνες εἶεν, εἴτε βάρβαροι, πολλαχόθεν μὲν καὶ ἄλλοθεν καταμαθεῖν εὐπετὲς, ἀπόχρη δὲ καὶ μόνος Ἀφραάτης τοῦτο δηλῶσαι σαφῶς. Οὗτος γὰρ ἐν Πέρσαις τοῖς παρανομωτάτοις καὶ τεχθεὶς καὶ τραφεὶς, καὶ ἐκ τοιούτων γονέων βλαστήσας, καὶ τὰ ἐκείνων νόμιμα παιδευθεὶς, εἰς τοσαύτην ἤλασεν ἀρετὴν, ὡς ἀποκρύψαι καὶ τοὺς ἐξ εὐσεβῶν φύντας, καὶ τροφὴν εὐσεβῆ δεξαμένους παιδόθεν. Πρῶτον μὲν γὰρ τοῦ γένους καταφρονήσας ʽἐπίσημον δὲ ἦν τοῦτο καὶ λαμπρὸν̓, εἰς τὴν τοῦ Δεσπότου προσκύνησιν ἔδραμε, τοὺς προπάτορας μιμησάμενος μάγους: εἶτα τῶν ὁμοφύλων τὴν ἀσέβειαν βδελυξάμενος, τὴν ἀλλοδαπήν τῆς οἰκείας προείλετο, καὶ τὴν Ἔδεσσαν καταλαβὼν ʽπ̔όλις δὲ αὕτη μεγίστη καὶ πολυάνθρωπος, καὶ τῇ εὐσεβείᾳ διαφερόντως λαμπρυνομένἠ, ἔξω τῶν περιβόλων οἰκίδιον εὑρὼν, καὶ ἑαυτὸν καθείρξας, τῆς οἰκείας ἐπεμελεῖτο ψυχῆς: οἶά τις ἄριστος γεωργὸς προῤῥίζους τῶν παθῶν τάς ἀκάνθας ἐκτέμνων, καὶ τὸ θεῖον λήϊον ἐκκαθαίρων, καὶ τοὺς τῶν εὐαγγελικῶν σπερμάτων καρποὺς ὡρίμους τῷ Δεσπότῃ προσφέρων.

Ἐκεῖθεν δὲ καταλαμβάνει τὴν Ἀντιόχειαν, ὑπὸ τῆς αἱρετικῆς ζάλης χαλεπῶς κυκλουμένην, καὶ πρὸ τοῦ ἄστεος ἔν τινι καταχθεὶς φροντιστηρίῳ φιλοσοφίας, καὶ τῆς Ἑλλάδος φωνῆς μαθὼν ὀλίγα ἄττα ῥημάτια, εἷλκε μὲν ὅτι πλείστους εἰς τὴν τῶν θείων λογίων ἀκρόασιν: τῇ δὲ μιξοβαρβάρῳ κεχρημένος γλώττῃ, τὰς τῆς διανοίας ὠδῖνας προέφερεν, ἐκ τῆς τοῦ θείου Πνεύματος χάριτος τὰ τοιαῦτα δεχόμενος νάματα. Τίς γὰρ τῶν ἐπ̓ εὐγλωττίᾳ βρενθυομένων, καὶ τὰς ὀφρῦς συναγόντων, καὶ σοβαρῶς φθεγγομένων, καὶ ἐπὶ ταῖς τῶν συλλογισμῶν πάγαις νεανιευομένων, τῆς ἀπαιδεύτου καὶ βαρβάρου ρου φωνῆς ἐκείνης περιεγένετο πώποτε ; Λογισμοῖς μὲν γὰρ λογισμοὺς, θείοις δὲ λογίοις τοὺς τῶν φιλοσόφων κατηγωνίζετο λόγους, μετὰ τοῦ μεγάλου Παύλου βοῶν: Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ̓ οὐ τῇ γνώσει. Καὶ τοῦτον ἀεὶ διετέλει τὸν τρόπον κατὰ τὴν ἀποστολικὴν φωνήν: Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοὺ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Καὶ ἦν ἰδεῖν συνθέοντας, καὶ τοὺς ἐν τέλει καὶ ἀξιώματι, καὶ τοὺς ἔν τινι στρατείᾳ τεταγμένους, καὶ τοὺς ἀποχειροβιώτους. καὶ ἁπαξαπλῶς ἰδιώτας τε καὶ στρατιώτας, πεπαιδευμένους καὶ λόγων ἀμυήτους, πενίᾳ συζῶντας καὶ πλούτῳ κομῶντας, καὶ τοὺς μὲν σιγῇ δεχομένους τὰ προσφερομένα, τοὺς δὲ καὶ ἐρωτῶντας, καὶ πυνθανομένους, καὶ ἀφορμὰς τῷ λόγῳ παρέχοντας. Τοσοῦτον δὲ ἀναδεδεγμένος πόνον, σύνοικον λαβεῖν οὐκ ἠνέσχετο πώποτε, ἀλλὰ τὴν αὐτουργίαν τῆς παῤ ἑτέρων αὐτῷ προσφερομένης θεραπείας προείλετο: καὶ παρὰ τὴν αὔλειον θύραν τὰς συνουσίας ποιούμενος, αὐτὸς αὐτὸς ἀνεῴγνυ τοῖς εἰσιοῦσι, καὶ ἀπιόντας προύπεμπεν. Ἐδέξατο δὲ παρά τινος οὐδὲν πώποτε,

1369
οὐκ ἄρτον, οὐκ ὄψον, οὐχ ἱμάτιον, ἀλλ̓ εἶς αὐτῷ μόνος τῶν γνωρίμων ἐχορήγει τὸν ἄρτον: εἰς δὲ γῆρας ἐλάσας βαθὺ, καὶ λαχάνου μετὰ ἡλίου δυσμὰς μετελάμβανε. Φασὶ δὲ Ἀνθέμιον, ὅς καὶ ὕπαρχος ἐς ὕστερον ἐγεγόνει, καὶ ὕπατος, ἡνίκα πρεσβευτὴς χειροτονηθεὶς τὴν εἰς Πέρσας ἀποδημίαν ἀνεστείλατο, χιτῶνα αὐτῷ κομίσαι παρὰ Πέρσαις ὑφασμένον, καὶ εἰπεῖν, ὅτι Ὦ Πάτερ, εἰδὼς ἑκάστῳ τῶν ἀνθρώπων τὴν οἰκείαν πατρίδα γλυκεῖαν, καὶ τοὺς ἐκεῖ φυομένους ἡδίστους καρποὺς, ἐκ τῆς πατρίδος σοι τοῦτον κεκόμικα τὸν χιτῶνα, καὶ ἱκετεύω σε μὲν τοῦτον λαβεῖν, ἐμὲ δέ τήν σὴν εὐλογίαν ἀντιλαβεῖν. Ὁ δὲ πρῶτον μὲν τοῦτον ἐν τῷ βάθρῳ θεῖναι προσέταξεν: εἶτα λόγων ἑτέρων μεταξὺ γενομένων, ἀθυμεῖν ἔλεγε διχῆ μεριζομένου τοῦ λογισμοῦ. Ἐκείνου δὲ τὴν αἰτίαν πυθομένου, Ἕνα, ἔφη, σύνοικον ἔχειν εἱλόμην ἀεὶ, καὶ νόμον ἐμαυτῷ τέθεικα τῶν δύο πάμπαν ἀρνηθῆναι τὸ συνοικέσιον. Ἑκκαίδεκα τοίνυν ἔτη μοί τινος συνοικήσαντος, καὶ θυμήρους ὄντος, ἀφίκετό τις φυλέτης ἐμοὶ, συνοικεῖν θέλων, καὶ τούτου τυχεῖν ἀξιῶν. Τοῦτό μοι μερίζει τὸν νοῦν: δύο μὲν γὰρ ἔχειν κατὰ ταυτὸν οὐκ ἀνέξομαι: τὸν γὰρ φυλέτην ὡς φυλέτην ἀσπάζομαι: τὸν δὲ πρότερον ὡς καταθύμιόν μοι γεγενημένον ἐκβαλεῖν καὶ ἀνιαρὸν ἡγοῦμαι καὶ ἄδικον. Ὁ δὲ, Εἰκότως, ἔφη, ὧ Πάτερ: οὐδὲ γὰρ ὅσιον, τὸν μὲν ἐπιπλεῖστον τεθεραπευκότα χρόνον, ὡς οὐκ ἐπιτήδειον ἀποπέμψασθαι, τὸν δὲ οὐδέπω πεῖραν τῶν οἰκείων δεδωκότα τρόπων διὰ μόνην εἰσδέξασθαι τὴν πατρίδα. Πρὸς ταῦτα ὁ θεῖος Ἀφραάτης, Οὐκοῦν, ἔφη, ὦ θαυμάσιε, τὸν χιτῶνα τοῦτον οὐ λήψομαι : δύο μὲν γὰρ ἔχειν οὐκ ἀνέξομαι: ἡδίων δὲ κατὰ τὴν ἐμὴν, καὶ κρείττων κατὰ τὴν σὴν ψῆφον ὁ τοσοῦτόν μοι διακονήσας χρόνον. Οὕτω κατασοφισάμενος τὸν Ἀνθέμιον, καὶ θαῦμα τῆς ἀγχινοίας παρεσχηκὼς, ἔπεισε μηδένα λοιπὸν αὐτῷ περὶ τοῦ χιτῶνος ἐκείνου λόγον προσενεγκεῖν.

Ἐγὼ δὲ ταῦτα διεξῆλθον, δύο κατὰ ταυτὸν ἐπιδεῖξαι βουλόμενος, καὶ ὅτι παῤ ἑνὸς ἐδέχετο μόνου τὴν ἀποχρῶσαν τῷ σώματι θεραπείαν, καὶ ὅτι τοσαύτης ἥν σοφίας ἀνάπλεως, ὡς παρασκευάσαι τὸν ἱκετεύοντα δέξασθαι ψηφίσασθαι τὸ μὴ δέξασθαι. Ἀλλὰ τὰ τοιαῦτα καταλιπὼν, τὰ μείζονα διηγήσομαι.

Ἰουλιανοῦ τοῦ θεομισοῦς δίκας τῆς ἀσεβείας ἐν τῇ βαρβάρῳ δεδωκότος, ὀλίγης μὲν γαλήνης ἀπήλαυσαν τῆς εὐσεβείας οἱ τρόφιμοι, Ἰωβιανοῦ τῆς Ῥωμαίων ἡγεμονίας δεξαμένου τοὺς οἴακας. Ἐπειδὴ δὲ καὶ οὗτος βραχὺν κομιδῇ βασιλεύσας χρόνον τοῦ βίου τὸ πέρας ἐδέξατο, Οὐάλης δέ τῆς Ἕω τὴν ἡγεμονίαν ἐδέξατο, καταιγῖδες πάλιν καὶ θύελλαι τὸ καθ̓ ἡμᾶς ἀνεῤῥίπιζον πέλαγος, καὶ κλύδων ἐγήγερτο χαλεπὸς, καὶ τρικυμίαι πάντοθεν τῷ σκάφει προσέβαλλον.

Χαλεπώτερον δὲ τὸν χειμῶνα ἡ τῶν κυβερνητῶν ἐρημία ἐποίει. Τούτους γὰρ ὁ κατὰ μόνης τῆς εὐσεβείας θρασὺς βασιλεὺς τὴν ὑπερορίαν οἰκεῖν κατηνάγκαζε.

Καὶ τοσαύτῃ παρανομίᾳ χρησάμενος, κόρον τῆς δυσσεβείας οὐκ ἐλάμβανε: ἀλλὰ πάντων τῶν εὐσεβῶν ἐσκεδάννυ τὸν σύλλογον, θηῥ??ʼς δίκην ἀγρίου τὸ ποίμνιον διασπάσασθαι φιλονεικῶν. Τούτου εἵνεκα ʽ??ʼὺ μόνον αὐτοὺς ἁπάσης ἐκκλησίας ʽ??ʼξηλασ̔??ʼν, ἀλλά

1372
καὶ ἐκ τῆς ὑπωρείας, καὶ ἐκ τῆς ὄχθης τοῦ ποταμοῦ, καὶ ἐκ τοῦ πολεμικοῦ γυμνασίου. Ταῦτα γὰρ ἅπαντα ἀμείβοντες διετέλεσαν τὰ χωρία, τῆς ὁπλιτικῆς χειρὸς γενόμενοι πάρεργον. Καὶ Σκύθαι μὲν, καὶ οἱ ἄλλοι βάρβαροι, τὴν Θρᾴκην ἅπασαν ἀπὸ τοῦ Ἴστρου μέχρι τῆς Προποντίδος ἀδεῶς ἐληΐζοντο: ὁ δὲ τούτων μὲν οὐδὲ τὴν ἀκοήν ἑστῶσι τοῖς ὠσὶ, τὸ δὴ λεγόμενον, ἠδύνατο δέχεσθαι, κατὰ δὲ τῶν ὁμοφύλων, καὶ ὑπηκόων, καὶ εὐσεβείᾳ λαμπρυνομένων, τοῖς ὅπλοις ἐκέχρητο. Ὁ δὲ θεῖος λεὼς, τῶν κακῶν ἐκείνων τὴν ἀωρίαν ὀλοφυρόμενος, τὴν Δαυῖτικὴν ἐκείνην ἔψαλλεν ᾠδήν: Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν, ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. Τὰ δὲ λοιπὰ τῆς ᾠδῆς οὐκέτι αὐτοῖς ἁρμόδια ἦν: οὐ γὰρ εἴασεν Ἀφραάτης, καὶ Φλαβιανὸς, καὶ Διόδωρος, ἐπὶ ταῖς ἰτέαις κρεμασθῆναι τὰ ὄργανα τῆς διδασκαλίας, οὐδὲ εἰπεῖν ἡνέσχοντο: Πῶς ᾅσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; ἀλλὰ καὶ ἐν ὄρεσι, καὶ ἐν πεδίοις, καὶ ἐν ἄστει, καὶ ἐν προαστείοις, καὶ ἐν οἰκίαις, καὶ ἐν ἀγοραῖς ᾖδον διηνεκῶς τὴν ᾠδὴν Κυρίου. Ἔμαθον γὰρ παρὰ τοῦ Δαβὶδ, ὅτι Τοῦ Κυρίου, ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Ἤκουσαν πάλιν τοῦ αὐτοῦ προφήτου λέγοντας: Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ἥκουσαν καὶ τοῦ θεσπεσίου παρεγγυῶντος Παύλου. Προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίας χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν. Καὶ αὐτὸς δὲ ὁ Δεσπότης, πρὸς τὴν Σαμαρεῖτιν διαλεγόμενος, σαφέστερον τοῦτο προείρηκεν: Ἀμὴν γὰρ, ἔφη, λέγω σοι, γύναι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ τόπῳ τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις, ἀλλ̓ ἐν παντὶ τόπῳ προσκυνήσουσι τῷ Πατρί. Ταῦτα πεπαιδευμένοι, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἀποστολικῶς εἰπεῖν, δημοσίᾳ καὶ κατ̓ οἴκους διαμαρτυρόμενοι διετέλουν, οἷόν τινες ἄριστοι στρατηγοὶ, τοὺς μὲν οἰκείους ὁπλίζοντες, τοὺς δὲ ἐναντίους κατακεντοῦντες.

Τὸν μὲν οὖν μέγαν Φλαβιανὸν, καὶ τὸν θεἴον Διόδωρον ὑποποιμαίνοντας τηνικάδε, καὶ τῆς δευτέρας ἠξιωμένους καθέδρας, ταῦτα δρᾷν ἅ προείρηκα, θαυμαστὸν μὲν καὶ εὐφημίας ἄξιον. Ἀλλ̓ ὅμως ταῦτα ἔπραττον στρατηγοὶ προβεβλημένοι, καὶ τοῖς στρατηγικοῖς ὑποκείμενοι νόμοις: ὁ δὲ σοφώτατος Ἀφραάτης ἐθελοντὴς ἐπὶ τούτους κατεπήδησε τοὺς ἀγῶνας. Ἡσυχίᾳ γὰρ συντεθραμμένος, καὶ καθ̓ ἑαυτὸν ζῇν προῃρημένος, καὶ ἔξω βελῶν, τὸ δὴ λεγόμενον, καθήμενος, τοῦ πολέμου τὸ σφοδρὸν θεασάμενος, τὴν οἰκείαν ἀσφάλειαν οὐκ ἠγάπησεν, ἀλλ̓ εἰς καιρὸν ἐῤῥῶσθαι τῇ ἡσυχίᾳ φράσας, πρόμαχος τῆς τῶν εὐσεβῶν ἐγένετο φάλαγγος, βάλλων μὲν καὶ βίῳ, καὶ λόγῳ, καὶ θαύμασι, βαλλόμενος δὲ οὐδέποτε. Καὶ δήποτε

1373
θεασάμενος αὐτὸν ὁ πάντα ἀνόητος βασιλεὺς εἰς τὸ πολεμικὸν ἐξιόντα γυμνάσιον ʽἐκεῖ γὰρ τότε συνέβη τοὺς τῆς Τριάδος συναθροίζεσθαι θιασώτασ̓, ὑπέδειξε δέ τις αὐτὸν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ βαδίζοντα ἐκ τῶν βασιλείων τῷ βασιλεῖ διακύπτοντι: ἤρετο ποῖ τὴν ὁρμὴν ἐπείγοιτο. Τοῦ δὲ εἰρηκότος, ὡς τὰς ὑπὲρ τῆς οἰκουμένης καὶ τῆς βασιλεία; ἄπεισι προσευχὰς ποιησόμενος, πάλιν ὁ βασιλεὺς ἀπεκρίνατο: Καὶ τί δήποτε, τὸν μονήρη βίον ἐπαγγελλόμενος, ἀδεῶς κατὰ τὴν ἀγορὰν βαδίζεις τὴν ἡσυχίαν καταλιπών; Ὁ δὲ ʽκαὶ γὰρ εἰώθει τὸν Δεσπότην μιμούμενος παραβολικῶς συλλογίζεσθαἰ, Εἰπέ μοι, ἔφη, ὦ βασιλεῦ, εἰ παρθένος ἐτύγχανον ἐν θαλάμῳ τινὶ κρυπτομένη, ἐθεασάμην δέ τινα πῦρ ἐμβάλλοντα τῇ τοῦ πατρὸς οἰκίᾳ, τί ἄν μοι συνεβούλευσας δράσαι ἐξαπτομένην θεωμένῃ τὴν φλόγα, καὶ τὴν οἰκίαν ἐμπιπραμένην ὁρώσῃ; ἔνδον καθῆσθαι, καὶ πυρπολουμένην τὴν οἰκίαν παρορᾷν; Ἀλλ̓ οὕτως ἃν ἐγενόμην κἀγὼ τῆς πυρκαϊᾶς παρανάλωμα. Εἰ δὲ λέγεις, ὅτι δραμεῖν ἔδει, καὶ ὕδωρ φέρειν, καὶ διαθέειν ἄνω καὶ κάτω, καὶ τὴν φλόγα σβεννύναι, μὴ μέμφου μοι, ὦ βασιλεῦ, τοῦτο αὐτὸ ποιοῦντι. Ὅ γὰρ ἂν συνεβούλευσας θαλαμευομένῃ παρθένῳ, τοῦτο δρᾷν ἀναγκάζομαι τὸν μονήρη βίον ἐπηγγελμένος. Εἰ δὲ μέμφῃ μοι τὴν ἡσυχίαν καταλιπόντι, ἐπιμέμφου σαυτῷ ταύτην εἰς τὸν θεῖον οἶκον ἐμβαλόντι τὴν φλόγα, καὶ μὴ ἐμοὶ σβεννύναι βιαζομένῳ. Ὅτι μὲν γὰρ δήπουθεν ἐπαμύνειν προσήκει οἴκῳ πατρῴῳ ἐμπιπραμένῳ, καὶ αὐτὸς ὡμολόγησας: ὅτι δὲ τῶν ἐπὶ γῆς πατέρων γνησιώτερος ὁ Θεὸς, παντί που δῆλον, καὶ τῷ παντελῶς ἀμυήτῳ τῶν θείων. Οὐδὲν τοίνυν ἀπὸ σκοποῦ, οὐδὲ τῆς ἐξαρχῆς προαιρέσεως ἐναντίον πράττομεν, ὦ βασιλεῦ, τοὺς τῆς εὐσεβείας τροφίμους συναθροίζοντές τε καὶ νέμοντες, καὶ τὴν θείαν αὐτοῖς προσφέροντες πόαν. Τούτων εἰρημένων, ὁ μὲν βασιλεὺς ἐπεψηφίζετο τῷ τῆς ἀπολογίας δικαίῳ συλλογισθείς.

Εἷς δέ τις τῶν οὔτε: εἰς ἄνδρας, οὔτε εἰς γυναῖκας τελούντων, ἀλλ̓ ἀφῃρημένων τὸ τῷ χρόνῳ γενέσθαι πατέρας, καὶ τούτου εἵνεκα εὔνοοι εἶναι βασιλεῖ νομιζόμενοι, καὶ τὴν προσηγορίαν ἐντεῦθεν καρπούμενοι, οὗτος ἄνωθεν τῷ θείῳ ἀνθρώπῳ λοιδορησάμενος, λαὶ θάνατον προσηπείλησεν: ἀλλ̓ οὐκ εἰς μακρὰν ἔτισε τῆς θρασύτητος δίκην. Τοῦ γὰρ βασιλέως βαλανείῳ τὸ σῶμα θεραπεῦσαι θελήσαντος, προῆλθε μὲν ὁ δείλαιος, ὡς τὴν πύελον ὀψόμενος, εἰ εὖ κεκερασμένη εἵη: πηρωθεὶς δὲ τὰς φρένας, τῇ τὸ ἄκρατον δεχομένῃ θερμὸν ὕδωρ ἐπεπήδησεν ἀσαμίνθῳ, καὶ οὐδενὸς ἔνδον παρόντος ʽμόνος γὰρ ὀψόμενος εἰ εὐτρεπὲς εἴη εἰσελήλυθἐ, διέμεινεν ἑψόμενος καὶ διαλυόμενος.

Χρόνου δὲ μεταξὺ τριβομένου, εἰσπέμπει ἄλλον ὁ βασιλεὺς ἐκεῖνον καλέσοντα, οὐδένα δὲ οὗτος ἐν οὐδενὶ τῶν οἴκων εὑρὼν, ἀπαγγέλλει τῷ βασιλεῖ.

Ἐκ τούτου πλείους εἰσέθεον τὰς πυέλους ἁπάσας διερευνώμενοι, καὶ τὸ τελευταῖον εἰς ἐκείνην ἀφικόμενοι, ὁρῶσιν αὐτὸν ἐῤῥιμμένον, καὶ τῆς ζωῆς ἐστερημένον.

Θορύβου δὲ γενομένου, καὶ πάντων ὀδυρομένων, οἱ μὲν τὸ θερμὸν ἐκεῖνο ἐξήντλησαν ὕδωρ, οἱ δὲ τὸ τρισάθλιον ἀνεκόμισαν σῶμα. Ἐντεῦθεν δέος ἐπιπίπτει τῷ βασιλεῖ, καὶ πᾶσι τοῖς κατὰ τῆς εὐσεβείας ὁπλιζομένοις. Φήμη δὲ διὰ πάσης ἠχεῖτο τῆς πόλεως, οἴας ἐκεῖνος ὁ ταλαίπωρος τῆς κατὰ Ἀφραάτου παροινία; ἔτισε δίκας, καὶ πάντες τὸν Ἀφραάτου δ̔??ʼετέλουν ὑμνοῦντες Θεόν. Τοῦτο τῶν ἐναντίων

1376
ἐπικειμένων ἐξοστρακισθῆναι τὸν τοῦ Θεοῦ ʽ??ʼνθρωπον διεκώλυσεν. Ἐκδειματωθεὶς γὰρ ὁ βασιλεὺς, τοὺς μὲν ταῦτα παραινοῦντας ἀπεστρέφετο, ἐν αἰδοῖ δὲ τὸν ἄνδρα εἶχεν. Ἔμαθε δὲ τὴν ἀρετὴν αὑτοῦ καὶ ἑτέρωθεν.

Ἵππος τις τῶν εὗ πεφυκότων, καὶ φέρειν εὗ μάλα δεδιδαγμένος. ἐπέραστος ἦν λίαν τῷ βασιλεῖ. Τούτῳ πάθος τι συμβὰν ἀνιαρῶς διετίθει τὸν βασιλέα: ἐπείχετο δὲ αὐτοῦ τῶν ὑγρῶν περιττωμάτων ἡ ἔκκρισις.

Πρὸς ταύτην ἐκαλοῦντο τὴν θεραπείαν οἱ ταύτην ἠσκημένοι τὴν τέχνην. Ἡττωμένης δὲ καὶ ταύτης, ἠνιᾶτο ὁ βασιλεὺς. καὶ ὠλοφύρετο ὁ τῶν ἵππων πεπιστευμένος τὴν ἐπιμέλειαν. Εὐσεβὴς δὲ ὢν, καὶ κατὰ τὴν πίστιν ἐῤῥωμένος, μεσούσης ἡμέρας καταλαμβάνει σὺν τῷ ἵππῳ τοῦ μεγάλου Ἀφραάτου τὸ καταγώγιον, καὶ τὸ πάθος εἰπὼν, καὶ τὴν πίστιν δηλώσας, ἱκέτευε προσευχῇ λῦσαι τὴν νόσον. Ὁ δὲ οὐδὲν μελλήσας, ἀλλὰ παραυτίκα τὸν Θεὸν ἱκετεύσας, ὕδωρ ἐκέλευσεν ἐκ τοῦ φρέατος ἀνιμήσασθαι, καὶ τούτῳ τοῦ σωτηρίου σταυροῦ τὸ σύμβολον ἐπιθεὶς, προσφέρειν τῷ ἵππῳ προσέταξεν. Ὁ δὲ παρὰ τὸ εἰωθὸς ἔπιεν. Εἶτα ἔλαιον τῇ ἐπικλήσει τῇ θείᾳ πληρώσας εὐλογίας, ἐπιχρίει τὴν τοῦ ἵππου γαστέρα, καὶ τῇ ἁφῇ τῆς χειρὸς εὐθὺς ἐλύθη τὸ πάθος, καὶ παραχρῆμα ἡ ἔκκρισις κατὰ φύσιν ἐγένετο. Γεγηθὼς τοίνυν ὁ ἄνθρωπος, τὸν ἵππον λαβὼν, ἐπὶ τὸν ἱππῶνα ἔτρεχε.

Δείλης δὲ ὀψίας ʽκατὰ τοῦτον γὰρ τὸν καιρὸν εἰώθει ὁ βασιλεὺς ἐπὶ τὸν ἱππῶνα φοιτᾷν̓ ἧκέ τε καὶ ἤρετο ὅπως ἔχει ὁ ἵππος. Τοῦ δὲ τὴν ὑγίειαν σημάναντος, καὶ τὸν ἵππον ἐξαγαγόντος, ἐῤῥωμένον τοῦτον ἰδὼν, καὶ γαυριῶντα, καὶ χρεμετίζοντα, καὶ τὸν αὐχένα σοβαρῶς ἀνατείνοντα, τῆς ὑγιείας ἐπυνθάνετο τὴν αἰτίαν. Ὡς δὲ πολλάκις εἰπεῖν ἀναβαλλόμενος ʽἐδεδίει γὰρ ὑποδεῖξαι τὸν ἰατρὸν, δυσμενῆ τὸν ἐρόμενον ἐπιστάμενοσ̓, ὀψέ ποτε τἀληθὲς εἰπεῖν ἐβιάσθη, καὶ τῆς θεραπείας τὸν τρόπον ἐδίδαξεν. Ἐκπλήττεται μὲν ὁ βασιλεὺς, καὶ ἀξιάγαστον εἷναι τὸν ἄνδρα καθομολογεῖ.

Οὐ μὴν τῆς προτέρας ἀπηλλάγη μανίας, ἀλλ̓ ἐπέμενε κατὰ τοῦ Μονογενοῦς λυττῶν, ἕως ὅτε βαρβαρικοῦ πυρὸς ἐγένετο παρανάλωμα, οὐδὲ ταφῆς ἵσα τοῖς οἰκέταις ἢ προσαίταις ἀξιωθείς. Ὁ δὲ θεῖος Ἀφραάτης, καὶ ὲν ἐκείνῃ τῇ ζάλῃ τὴν οἰκείαν ἔδειξεν ἀρετὴν καὶ γαλήνης γενομένης τὰ ἴσα δρῶν διετέλεσε. Καὶ ἄλλα δὲ μυρία εἰργάσατο θαύματα, ὦν ἑνὸς ἢ δύο μνησθήσομαι.

Γυνή τις τῶν εὐπατριδῶν, ἀκολάστῳ ἀνδρὶ συνέλκουσα τὸν τοῦ γάμου ζυγὸν, ἀφίκετο πρὸς τὸν μακάριον ἐκεῖνον ἄνθρωπον, τὴν οἰκείαν κωκύουσα συμφοράν.

Ἔφασκε γὰρ τὸν ἄνδρα παλλακίδι προσκείμενον γοητικῇ τινι μαγγανείᾳ καταγεγοητεῦσθαι, καὶ ἀπεχθάνεσθαι πρὸς αὐτὴν γάμου νόμῳ συνεζευγμένην.

Ἔλεγε δὲ ταῦτα ἡ γυνὴ πρὸ τῆς αὐλείου θύρας ἑστῶσα. Οὕτω γὰρ εἰώθει τὴν πρὸς τὸ θῆλυ ποιεῖσθαι διάλεξιν: εἴσω γὰρ τῆς θύρας οὐδεμίαν εἰσεδέξατο πώποτε. Τότε τοίνυν οἰκτείρας τὴν γυναῖκα ποτνιωμένην, εὐχῇ τῆς γοητείας ἀμαυροῖ τὴν ἐνέργειαν, καὶ ἐλαίου ληκύθιον ὑπ̓ αὐτῆς προσενεχθὲν τῇ θείᾳ ἐπικλήσει καθαγιάσας, χρίσασθαι τοῦτο προσέταξε. Ταύτας ἡ γυνὴ πληρώσασα τὰς ὑποθήκας, μετέθηκεν εἰς ἑαυτὴν τὸν τοῦ ὁμοζύγου ἔρωτα, καὶ πέπεικε προαιρεῖσθαι τῆς παρανόμου κοίτης τὴν

1377
ἔννομον. Φασὶ δέ ποτε καὶ ἀκρίδας ἐξαπιναίως προσβαλούσας τῇ γῇ, καὶ πυρὶ παραπλησίως ἅπαντα προσδαπανώσας, καὶ λήϊα, καὶ φυτὰ, καὶ ἕλη, καὶ ἄλση, καὶ λειμῶνας, ἧκέ τις παῤ αὐτὸν εὐσεβὴς ἀνὴρ, ἀντιβολῶν ἐπαμῦναι, ἕνα μὲν ἀγρὸν ἔχοντι, ἐκ τούτου δὲ καὶ ἑαυτὸν, καὶ γυναῖκα, καὶ παῖδας, καὶ οἰκείους τρέφοντι, καὶ πρὸς τούτοις τὴν βασιλικὴν εἰσφορὰν εἰσπραττομένῳ. Πάλιν τοίνυν ὁ τὴν Δεσποτικὴν φιλανθρωπίαν μιμούμενος, χόαν ὕδατος αὐτῷ προσενεχθῆναι προσέταξεν. Ὡς δὲ τὸν χόαν προσήνεγκεν ὁ τὴν εὐχὴν ἐπαγγέλλων, ἐπετίθει μὲν τούτῳ τὴν χεῖρα, ἰκέτευε δὲ τὸν Θεὸν δυνάμεως θείας ἐμφορηθῆναι τὸ νᾶμα. Εἶτα τὴν εὐχὴν συμπεράνας, παρηγγύησε τοῖς τοῦ χωρίου ὅροις ἐπιῤῥᾶναι τὸ ὕδωρ: πεποίηκε δὲ ὁ τοῦτο κομισάμενος ᾖ προσετάχθη, καὶ ἀντὶ ἕρκους ἀμάχου τε καὶ ἀσύλου ταῖς ἀρούραις ἐκείναις ἐγένετο. Μέχρι γὰρ τῶν ὅρων ἐκείνων ἕρπουσαί τε καὶ περιπετόμεναι στρατοπέδων δίκην αἰ ἀκρίδες, εἰς τοὐπίσω πάλιν ἐχώρουν, τὴν ἐπιτεθεῖσαν εὐλογίαν δειμαίνουσαι, καὶ ὥσπερ τινὶ χαλινῷ ἀγχόμεναι, καὶ ἐπὶ τὸ πρόσω χωρεῖν κωλυόμεναι. Καὶ τί δεῖ πάντα λέγειν τὰ ὑπὸ τῆς μακαρίας ἐκείνης ἐξειργασμένα ψυχῆς; Ἱκανὰ γὰρ καὶ ταῦτα τῆς ἐνοικούσης αὐτῷ χάριτος ἐπιδεῖξαι τὴν αἴγλην. Τούτου κἀγὼ θεατὴς ἐγενόμην, καὶ τῆς ἁγίας ἐκείνης δεξιᾶς τὴν εὐλογίαν ἐτρύγησα, μειράκιον μὲν ὢν ἔτι, τῇ δὲ μητρὶ κοινωνήσας τῆς πρὸς τὸν ἅνδρα πορείας. Καὶ αὐτὴν μὲν κατὰ τὸ εἰωθὸς ὑπανοίξας τὴν θύραν διαλέξεώς τε καὶ εὐλογίας ἠξίωσεν: ἐμὲ δὲ εἰσδεξάμενος ἔνδον, τοῦ τῆς προσευχῆς μοι μετέδωκε πλούτου. Ταύτης καὶ νῦν ἀπολαύσαιμι, ζῇν αὐτὸν πιστεύων, καὶ τοῖς ἀγγέλοις συγχορεύειν, καὶ πλείονι ἢ πάλαι πρὸς τὸν Θεὸν παῤῥησίᾳ κεχρῆσθαι. Τότε μὲν γὰρ αὕτη τῷ θνητῷ τοῦ σώματος ἐμετρεῖτο, ἴνα μὴ πρόφασις ἀπονοίας ἡ πλείων γένηται παῤῥησία. Νῦν δὲ τῶν παθῶν ἀποθέμενος τὸ φορτίον, ὡς νικηφόρος ἀθλητὴς πρὸς τὸν ἀγωνοθέτην παῤῥησιάζεται. Οὖ χάριν καὶ τῆς παῤ αὐτοῦ πρεσβείας ἱκετεύω τυχεῖν.

Γαλάτας ἀκούομεν τοὺς ἐν τῇ Εὐρώπῃ τοὺς ἑσπερίους: ἴσμεν δὲ τοὺς ἐν τῇ Ἀσίᾳ, τοὺς ἐκείνων ἐκγόνους, οἴ παρὰ τὸν Εὔξεινον κατῳκίσθησαν Πόντον.

Ἐκ τούτων ὁ μακάριος καὶ τρὶς τοῦτο καὶ πολλάκις ἐβλάστησε Πέτρος. Ἑπτὰ δὲ, ὥς φασιν, ἐξ ὠδίνων ἔτη παρὰ τοῖ; γονεῦσι τραφεὶς, τὸν λοιπὸν ἅπαντα βίον ἐν τοῖς τῆς φιλοσοφίας διετέλεσεν ἄθλοις: τελευτῆσαι δὲ λέγεται ἔτη βιώσας ἐννέα καὶ ἐννενήκοντα. Τὸν τοίνυν δύο καὶ ἐννενήκοντα ἀγωνισάμενον ἔτη, καὶ διὰ πάσης ἡμέρας τε καὶ νυκτὸς νικηφόρον ὁδεύσαντα, τίς ἃν ἀξίως θαυμάσειε; ποία δ̓ ἃν ἀρκέσειε πρὸς διήγησιν γλῶττα, τῶν ὲν μειρακίῳ καὶ παιδίῳ, καὶ ἀνδρὶ τελείῳ, καὶ πρεσβύτῃ, καὶ γέροντι πονηθέντων κατορθωμάτων; Τίς ἄν ἐκείνου τὸν ἱδρῶτα μετρήσειε; τίς δ̓ ἃν τὰς ὲν τοσούτῳ χρόνῳ γενομένας ἀριθμήσειε πάλας; ποῖος δ̓ ἂν ἐφίκοιτο λόγος, ἢ τῶν ὐπ̓ αὐτοῦ καταβληθέντων σπερμάτων, ἢ τῶν συλλεγέντων δραγμάτων; Τίς οὕτως ὑψηλὸς τὴν διάνοιαν, ὡς κατιδεῖν ἀκριβῶς τὴν ἐκ τῆς καλῆς ἐμπορίας συναθροισθεῖσαν περιουσίαν; Οἶδα τῶν ἐκείν̔??ʼυ κατορθωμάτων τὸ πέλαγος, καὶ διὰ τοῦτο πελάζειν τῇ τῆς διηγήσεως ἱστορίᾳ δειμαίνω, ἴνα μὴ ὁ λόγος

1380
ὑποβρύχιος γένηται. Οὗ ἕνεκεν παρὰ τὴν ἠϊόνα βαδιοῦμαι, καὶ τὰ παρὰ τὴν ἤπειρον τοῦ πελάγους θαυμάσομαί τε καὶ διηγήσομαι: τὸν δὲ βυθὸν καταλείψω τῷ κατὰ τὴν θείαν Γραφὴν τὰ βάθη ἐρευνῶντι, καὶ τὰ ἀπόκρυφα γινώσκοντι.

Οὗτος τοίνυν ἐν Γαλατίᾳ τὸν πρῶτον ἤθλησε χρόνον.

Ἐκεῖθεν ἱστορίας εἵνεκα τὴν Παλαιστίνην κατέλαβεν, ἵνα τοὺς τὰ σωτήρια πάθη δεξαμένους θεασάμενος τόπους, ἐν αὐτοῖς τὸν σεσωκότα προσκυνήσῃ Θεόν: οὐχ ὡς τόπῳ περιγραφόμενον ʽἠπίστατο γὰρ αὐτοῦ τὸ τῆς φύσεως ἀπερίγραφον̓, ἀλλ̓ ἵνα καὶ τοὺς ὀφθαλμοὺς ἑστιάσῃ τῇ θεωρίᾳ τῶν ποθουμένων, καὶ μὴ μόνον τὸ τῆς ψυχῆς ὀπτικὸν, δίχα τῆς ὄψεως, τῆς πνευματικῆς διὰ τῆς πίστεως ἀπολαύῃ τρυφῆς.

Πεφύκασι γάρ πως οἱ φιλοστόργως περί τινα διακείμενοι, οὐκ ἀπὸ τῆς θέας αὐτοῦ μόνης θυμηδίαν καρποῦσθαι, ἀλλὰ καὶ τὴν οἰκίαν, καὶ ἐσθήματα, καὶ ὑποδήματα, μετὰ πάσης θεωρεῖν εὐφροσύνης. Τοῦτον ἔχουσα τὸν ἔρωτα περὶ τὸν νυμφίον ἡ ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων φερομένη νύμφη βοᾷ λέγουσα: Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ὁ ἀδελφιδοῦς μου ἀναμέσον τῶν υἱῶν. Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου. Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ ὁ θεῖος οὗτος πεποίηκεν ἄνθρωπος, τὸν αὐτὸν περὶ τὸν νυμφίον δεξάμενος ἔρωτα, καὶ τοῖς τῆς νύμφης χρησάμενος ῤήμασι: Τετρωμένη ἀγάπης ἐγώ. Ποθήσας δὲ καθάπερ τινὰ τοῦ νυμφίου θεωρῆσαι σκιὰν, τοὺς ἅπασιν ἀνθρώποις τὰς σωτηρίους πηγὰς ἀναβλύσαντας ἐπεζήτησε τόπους. Ἀπολαύσας τοιγαροῦν ὧν ἐπεπόθησε, κατήχθη μὲν εἰς τὴν Ἀντιόχειαν: θεασάμενος δὲ τῆς πόλεως τὸ φιλόθεον, τῆς πατρίδος τὴν ξένην προείλετο, πολίτας ἡγούμενος, οὐ τοὺς ὁμοφύλους καὶ συγγενεῖς, ἀλλὰ τοὺς ὁμογνώμονας, καὶ τῆς πίστεως κοινωνοὺς, καὶ τὸν αὐτὸν ἐφέλκοντας τῆς εὐσεβείας ζυγόν. Ταύτην δὲ τὴν διατριβὴν ἀγαπήσας, οὐ σκηνὴν ἐξέτεινεν, οὐ καλύβην ἐπήξατο, οὐκ οἰκίσκον ἀνήγειρεν, ἀλλ̓ἐν ἀλλοτρίῳ τάφῳ τὸν πάντα διετέλεσε χρόνον. Ὑπερῷον δὲ εἶχεν οὗτος, καὶ δρύφακτόν τινα προβεβλημένον, ᾧ κλίμαξ συνηρμοσμένη τοὺς ἀναβῆναι βουλομένους ἐδέχετο. Ἐν τούτῳ καθειργμένος ὅτι πλεῖστον διετέλεσε χρόνον, ὕδατι μὲν ψυχρῷ χρώμενος, ἅρτον δὲ μόνον σιτούμενος, καὶ ταῦτα οὐ καθ̓ ἑκάστην ἡμέραν, ἀλλὰ μίαν μὲν ἄσιτος διαμένων, τῇ δὲ ὑστεραίᾳ τούτων αὐτῶν μεταλαγχάνων. Ἐπειδὴ δέ τις ἀφίκετο κορυβαντιῶν καὶ μεμηνὼς, καὶ τῆς τοῦ πονηροῦ δαίμονος ἐνεργείας ἀνάπλεως, ἐκάθαρε μὲν αὐτὸν προσευξάμενος, καὶ τῆς διαβολικῆς ἐκείνης ἠλευθέρωσε βακχείας.

Ἀπιέναι δὲ μὴ βουλόμενον, ἀλλὰ τῆς θεραπείας ἐκείνης ἀντιδοῦναι τὴν διακονίαν καθικετεύσαντα, σύνοικον ἐποιήσατο. Οἶδα καὶ τοῦτον ἐγὼ, καὶ τοῦ θαύματος μέμνημαι, καὶ τὸν τῆς θεραπείας ἐθεασάμην μισθὸν, καὶ τῆς περὶ ἐμοῦ γενομένης αὐτοῖς ἀκήκοα διαλέξεως. Ὁ μὲν γὰρ Δανιὴλ ἔλεγε ʽτοῦτο γὰρ αὐτῷ ὄνομἀ, ὡς Τῆς καλῆς αὐτῷ διακονίας κοινωνήσω κἀγὼ. Ὁ δὲ θεσπέσιος ἐκεῖνος

1381
ʽ??ʼνὴρ οὐ συνωμολόγει τοῦτο γενέσθαι, τὸ περὶ ἐμὲ τῶν γεγεννηκότων λογιζόμενος φίλτρον. Πολλάκις δέ με τοῖς γόνασιν ἐπικαθίσας, σταφυλῇ με καὶ ἄρτῳ διέθρεψε. Πεῖραν γὰρ αὐτοῦ τῆς πνευματικῆς χάριτος ἡ μήτηρ δεξαμένη, ἅπαξ με τῆς ἑβδομάδος ἑκάστης τρυγᾷν ἐκείνην τὴν εὐλογίαν ἐκέλευε. Γέγονε δὲ αὐτῇ γνώριμος ἐξ αἰτίας τοιᾶσδε: Πάθος αὐτῇ θατέρῳ τῶν ὀφθαλμῶν ἐπισκῆψαν, κρεῖττον ἐφάνη ἰατρικῆς ἐπιστήμης: οὐδὲν γὰρ ἦν, ἣ τοῖς παλαιοῖς συγγεγραμμένον, ἣ τοῖς ὕστερον γενομένοις ἐξευρημένον, ὃ μὴ προσηνέχθη τῇ νόσῳ. Ἐπειδὴ δὲ ἤλεγξεν ἅπαντα, καὶ ἐδίδαξεν οὐδεμίαν ὄνησιν ἔχοντα, ἧκέ τις τῶν συνήθων τὸν θεῖον ἄνδρα μηνύουσα, καὶ τὸ γεγενημένον ὑπ̓ αὐτοῦ διδάσκουσα θαῦμα. Τὴν γὰρ ὁμόζυγα ἔλεγε τοῦ τηνικάδε τῆς Ἕω κατέχοντος τὰ πηδάλια ʽΠεργάμιος δὲ ἦν οὗτοσ̓, τῷ παθήματι τῷδε περιπεσοῦσαν, ἰάσασθαι αὐτὸν εὐχῇ καὶ σφραγῖδι χρησάμενον. Ἤκουσεν ἡ μήτηρ, καὶ παραυτίκα πρὸς τὸν θεῖον ἄνθρωπον ἔδραμε, Περικείμενα δὲ εἶχεν ἕρματα, καὶ περιδέραια, καὶ τἄλλα χρυσία, καὶ τὴν ποικίλην ἐσθῆτα τὴν ἐκ σηρικῶν νημάτων ὑφασμένην. Οὐδέπω γὰρ τῆς ἀρετῆς τῆς τελειοτέρας ἐγεύετο: ἤνθει δὲ καὶ τῷ χρόνῳ, καὶ τοῦ τῆς νεότητος ἠνείχετο κόσμου. Ἡ θεσπεσία τοίνυν κεφαλὴ τὰ τοιαῦτα θεασαμένη, τῆς φιλοκοσμίας πρότερον τὴν ἀῤῥωστίαν ἰάσατο, τοιοῖσδε λόγοις χρησάμενος: Εἰπέ μοι, ἔφη, τέκνον ʽτῇ γὰρ αὐτοῦ χρήσομαι φωνῇ, καὶ οὐκ ἀμείψω τῆς ἁγίας ἐκείνης γλώττης τὸ πρόσρημἀ, εἴ τις ζωγράφος, εὖ μάλα τὴν τέχνην ἠσκημένος, εἰκόνα τινὰ γράψειεν, ὡς νόμος ὑπαγορεύει τῆς τέχνης, καὶ ταύτην προθείη τοῖς βουλομένοις ὁρᾷν: ἀφικόμενος δέ τις ἕτερος, ἐκείνην μὲν τὴν τέχνην οὐκ ἀκριβῶς ἐπιστάμενος, σχεδιάζων δὲ πρὸς τὸ δοκοῦν ἅ ἀναγράψαι θελήσειεν: εἶτα μεμψάμενος τῇ τεχνικῇ ἐκείνῃ ζωγραφίᾳ, προσθείη μὲν ταῖς ὀφρύσι καὶ ταῖς βλεφαρίσι μακροτέρας γραμμὰς, λευκότερον δὲ τὸ πρόσωπον ἀποφήνειε, καὶ ταῖς παρειαῖς τοῦ ἐρυθροῦ χρώματος ἐπεμβάλοι, οὔ σοι δοκεῖ τὸν πρότερον εἰκότως ἀγανακτῆσαι ζωγράφον, ὡς τῆς τέχνης αὐτῷ λίαν ὑβρισμένης, καὶ προσθήκας ὧν οὐκ ἐδεῖτο ὑπὸ ἀμαθοῦς δεξιᾶς δεξαμένης; Οὐκοῦν, ἔφη, καὶ τὸν τῶν ἀπάντων Δημιουργὸν, καὶ τῆς ἡμετέρας φύσεως Πλάστην τε καὶ Ζωγράφον ἀγανακτεῖν πιστεύετε, ὅτι τῆς ἀῤῥήτου σοφίας ἐκείνης ἀμαθίαν κατηγορεῖτε. Οὐ γὰρ ἂν τὸ ἐρυθρὸν, καὶ λευκὸν, καὶ μέλαν ἐπεχέατε χρῶμα, εἰ μὴ ἐνδεῖν ὑμῖν ταύτης ἐνομίζετε τῆς προσθήκης: δεῖσθαι δὲ τούτων ὑπολαμβάνουσαι τὸ σῶμα, ἀσθένειαν καταψηφίζεσθε τοῦ ποιητοῦ. Προσήκει δὲ εἰδέναι, ὅτι σύμμετρον ἔχει τῇ βουλήσει τὴν δύναμιν. Πάντα γὰρ, ᾗ φησιν ὁ Δαβίδ, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησε: τὸ δὲ συνοῖσον ἅπασι προμηθούμενος, ὅσα λωβᾶται οὐ δίδωσι. Μὴ τοίνυν διαφθείρετε τοῦ Θεοῦ τὴν εἰκόνα, μηδὲ πειρᾶσθε προστιθέναι ἅπερ ὁ σοφὸς οὐκ ἔδωκε, μηδὲ τὸ νόθον τοῦτο ἐπινοεῖτε κάλλος, ὃ καὶ ταῖς σωφρονούσαις λυμαίνεται τοῖς ὁρῶσιν ἐπιβουλεῦον. Ἤκουσε τούτων ἡ πάντα
1384
ἀρίστη γυνὴ, καὶ παραυτίκα εἴσω τῆς τοῦ Πέτρου σαγήνης ἐγένετο. Τῷ γὰρ ὁμωνύμῳ παραπλησίως καὶ οὗτος ἡλίευε, καὶ τῶν ποδῶν ἁπτομένη, καὶ ποτνιωμένη τῷ ὀφθαλμῷ δοθῆναι τὴν θεραπείαν ἱκέτευεν. Ὁ δὲ ἄνθρωπος μὲν ἔλεγεν εἶναι καὶ τὴν αὐτὴν ἔχειν φύσιν αὐτῇ, πολὺν δὲ ἁμαρτημάτων φορυτὸν ἐπιφέρεσθαι, καὶ τούτου εἵνεκα τῆς πρὸ; τὸν Θεὸν παῤῥησίας ἀποστερεῖσθαι. Ὡς δὲ ἔκλαιεν ἡ μήτηρ, καὶ ἠντιβόλει, καὶ ἔφασκε μὴ καταλείψειν, εἰ μὴ τύχοι τῆς ἰατρείας, τὸν Θεὸν ἔφη τούτων εἶναι θεραπευτὴν, χορηγεῖν δὲ ἀεὶ τοῖς πιστεύουσι τὰς αἰτήσεις. ʽΔώσει τοίνυν, εἶπε, καὶ νῦν, οὐκ ἐμοὶ τὴν χάριν δωρούμενος, ἀλλὰ τὴν σὴν πίστιν θεώμενος.

Εἰ τοίνυν ταύτην ἔχεις ἀκραιφνῆ καὶ εἰλικρινῆ, καὶ πάσης ἀμφιβολίας ἀπηλλαγμένην, ἐῤῥῶσθαι καὶ ἰατροῖς φράσασα καὶ φαρμάκοις, τοῦτο δέξαι τὸ θεόσδοτον φάρμακον.ʼ Ταῦτ̓ εἰπὼν, ἐπέθηκε τὴν χεῖρα τῷ ὀφθαλμῷ, καὶ τοῦ σωτηρίου σταυροῦ τὸ σημεῖον τυπώσας, τὴν νόσον ἀπήλασεν. Ἐκεῖθεν εἰς τὴν οἰκίαν ἐπανελθοῦσα, καὶ τὸ φάρμακον ἀπονιψαμένη, καὶ τὸν ἐπείσακτον ἅπαντα ἁποῤῥίψασα κόσμον, κατὰ τοὺς ὑπὸ τοῦ ἰατροῦ τεθέντας νόμους ἐπολιτεύετο, οὔτε ποικίλην ἐσθῆτα περιβαλλομένη, οὔτε χρυσίοις ὡραϊζομένη: καὶ ταῦτα νέαν ἄγουσα τὴν ἡλικίαν κομιδῇ: τρίτον γὰρ καὶ εἰκοστὸν ἐκ γενετῆς ἦγεν ἔτος, μήτηρ οὐδέπω γενομένη: ἑπτὰ γὰρ ἄλλα ἐπιβιώσασα ἔτη, οὕτω τὰς ἐμὰς ὠδῖνας ἐδέξατο, ἃς καὶ πρώτας καὶ μόνας ἐδέξατο. Τοσοῦτον τῆς τοῦ μεγάλου Πέτρου διδασκαλίας ἀπώνατο: καὶ διπλῆν ἐδέξατο θεραπείαν, καὶ τῷ σώματι τὴν ἰατρείαν μαστεύουσα, καὶ τὴν τῆς ψυχῆς προσεκτήσατο εὐεξίαν.

Τοιαῦτα καὶ λέγων ἐκεῖνος ἐνήργει, καὶ προσευχόμενος ἴσχυεν.

Ἄλλοτε δὲ οἰκέτην ὀψοποιὸν ὑπό τινος πονηροῦ δαίμονος ἐνοχλούμενον ἀπαγαγοῦσα, τῆς παῤ αὐτοῦ τυχεῖν ἐπικουρίας ἱκέτευε. Προσευξάμενος δὲ ὁ θἑ??ʼ ἀνὴρ, ἐκέλευσε τῷ δαίμονι τῆς κατὰ τοῦ θείου ποιήματος ἐξουσίας τὴν αἰτίαν εἰπεῖν. Ὁ δὲ, καθάπερ τις ἀνδροφόνος ἣ τοιχωρύχος πρὸ δικαστικοῦ βήματος ἑστὼς, καὶ λέγειν ἃ δέδρακε προσταττόμενὁ??ʼ, οὕτως ἅπαντα διεξῄει, παρὰ τὸ εἰωθὸς ὑπὸ δέους ἀληθεύειν ἀναγκαζόμενος, καὶ ἔφασκεν ἐν Ἡλιουπόλει τὸν μὲν τοῦ οἰκέτου ἀῤῥωστῆσαι δεσπότην, τὴν δέ γε δέσποιναν τῷ ὁμόζυγι ἅτε δὴ ἀῤῥωστοῦντι παρακαθῆσθαι: τὰς δὲ παιδίσκας τῆς οἰκίας, ἱν ᾖ κατέμενον, τῶν ἐν Ἀντιοχείᾳ φιλοσοφούντων μοναχῶν διηγεῖσθαι τὸν βίον, καὶ ὅσην κατὰ δαιμὅ??ʼ ἔχουσι τὴν ἰσχύν. Εἶτα ταύτας, οἷα δὴ κόρας παιδιᾷ χαιρούσας, ὑποκρίνεσθαι τὰς δαιμονιώσας καὶ μεμηνυίας, αὑτὸν δὲ ἐκεῖνον τὸν οἰκέτην σισύραν περιβαλλόμενον, μοναχικῶς ἐξορκίζειν ἐκείνας. ʽΤούτων, φησὶν, ἐπιτελουμένων, παρὰ τὴν θύραν ἑστὼς, καὶ τοὺς ἀλαζονικοὺς περὶ τῶν μοναχῶν λόγους οὐκ ἐνεγκὼν, τῇ πείρᾳ μαθεῖν ἠβουλήθην, ἣν ἔχειν ἐκείνους ἐνεανιεύσαντο δύναμιν. Τούτου εἵνεκα τὰς παιδίσκας καταλιπὼν, εἰς τοῦτον ἐμαυτὸν εἰσέφρησα, μαθεῖν ἐθελήσας, ὅπως ὑπὸ τῶν μοναχῶν ἐξελαύνομαι.

Καὶ νῦν, ἔφη, μεμάθηκα, καὶ πείρας ἑτέρας οὐ δέομαι: παραυτίκα δὲ σοῦ κελεύοντος ἔξειμι.ʼ Ταῦτα λέγων ἐδραπέτευε, καὶ τῆς ἐλευθερίας ὁ οἰκέτης ἀπήλαυε. Καὶ ἕτερον δὲ ἄγροικον τῆς μητρὸς μὲν ἡ μήτηρ, ἐμὴ δὲ τιτθὴ, δαιμονῶντα προσαγαγοῦσα ἐπαμῦναι παρεκάλει τὸν τῆς κακίας ἀντίπαλον. Ὁ δὲ πάλιν ἐπυνθάνετο, πόθεν τε εἴη, καὶ παρὰ τίνος ἔλαβε τὴν κατὰ τοῦ θείου ποιήματος ἐξουσίαν, Ὡς

1385
δὲ σιγῶν ἐκεῖνος εἱστήκει τὴν ἀπόκρισιν μὴ ποιούμενος, τὰ γόνατα κλίνας προσηύχετο, καὶ τὸν Θεὸν ἠντιβόλει δεῖξαι τῷ ἀλιτηρίῳ τῶν οἰκείων θεραπόντων τὴν δύναμιν. Καὶ πάλιν ἀνίστατο, καὶ πάλιν ἐκεῖνος ἀντιτείνων ἐσίγα, καὶ ταῦτα μέχρις ἐννάτης ἐγίνετο. Ἐπειδὴ δὲ θερμοτέραν καὶ σπουδαιοτέραν τῷ Δεσπότῃ προσενήνοχε προσευχὴν, ἀναστὰς ἔλεγε πρὸς τὸν ἀλιτήριον: ʽΟὔ σοι ἐπιτάττει Πέτρος, ἀλλ̓ ὁ Πέτρου Θεός: ἀπόκριναι τοίνυν ὑπὸ τῆς ἐκείνου δυνάμεως καταναγκαζόμενος.ʼ ᾘδέσθη, καίπερ ἀναίσχυντος ὣν, ὁ ἀλάστωρ τὴν τοῦ ἁγίου ἐπιείκειαν, καὶ φωνῇ μεγίστῃ χρησάμενος ἐβόα, ὡς τῷ ὄρει μὲν τῷ Ἀμανῷ σχολάζοι: ʽΤοῦτον δὲ κατὰ τὴν ὀδὸν θεασάμενος ὕδωρ ἀπό τινος πηγῆς ἀρυόμενόν τε καὶ πίνοντα, ἠθέλησα οἰκητήριον οἰκεῖον ποιήσασθαι. — Ἀλλ̓ ἔξιθι, ἔλεγεν ὁ τοῦ Θεοῦ ἄνθρωπος, τοῦ σταυρωθέντος ὑπὲρ τῆς οἰκουμένης τοῦτό σοι παρεγγυῶντος.ʼ Ἤκουεν ἐκεῖνος, καὶ ἔφευγε, καὶ τῆς λύττης ἐλεύθερος ἀπεδίδοτο τῇ τιτθῇ ὁ γεωργός.

Καὶ ἕτερα δὲ μυρία τῆς μακαρίας ἐκείνης ψυχῆς τοιαῦτα ἔχων διηγήματα, παραλείψω τὰ πλεῖστα, τῶν πολλῶν δεδιὼς τὴν ἀσθένειαν: εἰς σφᾶς γὰρ ἀφορῶντες, ταῖς τῶν θείων ἀνδρῶν ἀπιστοῦσι θαυματουργίαις.

Ἕν δὲ ἢ δύο διηγησάμενος, ἐφ̓ ἕτερον ἀγωνιστὴν μεταβήσομαι.

Ἦν τις ἀκόλαστος, στρατηγὸς ἐν τοῖς ἄνω χρόνοις.

Κόρη τοίνυν τις ἀπειρόγαμος, ὥραν ἔχουσα γάμου, ὑπὸ τὴν τούτου δεσποτείαν τελοῦσα, τὴν μητέρα καταλιποῦσα, καὶ τοὺς οἰκείους, εἰς γυναικονῖτιν κατ̔??ʼῳυγε συμμορίαν ἔχουσαν ἀθλητῶν. Ἀγωνίζονται γὰρ καὶ γυναῖκες τοῖς ἀνδράσι παραπλησίως, καὶ εἰς τὸ τῆς ἀρετῆς καταβαίνουσι στάδιον. Ταύτης μαθὼν ὁ στρατηγὸς τὴν φυγὴν, ἐμαστίγου τὴν μητέρα καὶ ἐκρεμάννυ: καὶ οὐ πρότερον ἀφῆκε δεσμῶν, ἕως τὸ τῶν εὐσεβῶν γυναικῶν ὑπέδειξε καταγώγιον. Τῇ λύττῃ τοίνυν τῇ οἰκείᾳ χρησάμενος, ἥρπασεν ἐκεῖθεν τὴν κόρην, καὶ εἰς τὴν οἰκείαν οἰκίαν ἐπανήγαγε: καὶ ἤλπισεν ὁ δείλαιος τὴν οἰκείαν κορέσειν ἀκολασίαν. Ἀλλ̓ ὁ τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς ἐτάσας περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραὰμ, καὶ ἀνέπαφον φυλάξας τὴν σώφρονα, καὶ τοὺς Σοδομίτας πατάξας ἀορασίᾳ, ἐμπαροινεῖν ὡς ξένοις τοῖς ἀσωμάτοις ἐπιχειρήσαντας, οὗτος καὶ τούτου τὸ ὀπτικὸν ἀορασίᾳ βαλὼν, ἐκ μέσου τῶν δικτύων τὸ θήραμα διαφυγεῖν παρεσκεύασε: καὶ εἰς τὸν θάλαμον αὐτὸς μὲν εἰσῄει, ἐκείνη δὲ ἔνδον διαφυλαττομένη παραυτίκα ἐξῄει καὶ φροῦδος ἦν, καὶ τὸ τριπόθητον αὐτῇ κατέλαβε καταγώγιον. Οὕτω μαθὼν ὁ ἀνόητος, ὡς τῆς τὸν θεῖον μνηστῆρα προελομένης οὐ περιέσται, ἡσυχίαν ἄγειν ἠναγκάζετο, οὐκέτι τὴν ἁλοῦσαν καὶ θείᾳ δυνάμει διαφυγοῦσαν ἐπιζητῶν.

Αὕτη χρόνου διελθόντος παθήματι περιέπεσε χαλεπῷ: καρκ̔??ʼνος δὲ τὸ πάθος ἦν: τῷ δὲ μαστῷ ἐξογκουμένῳ καὶ ἡ ὀδύνη συνηύξετο. Ἀλλὰ τὸν μέγαν ἐκάλει Πέτρον ἐν τῇ τῆς ὀδύνης ἀκμῇ, καὶ ἔφασκεν εὐθὺς τῆς ἱερᾶς ἐκείνης φωνῆς εἰς τὰ ὦτα βαλλομένης, πᾶσαν ἐκείνην τὴν ὀδύνην κοιμίζεσθαι, καὶ μηδὲ βραχεῖαν αἴσθησιν ἐκεῖθεν ἀνιαρὰν ὑποδέχεσθαι. Τούτου χάριν αὐτὸν καὶ συχνότερον μεταπεμπομένη ψυχαγωγίας ʽ??ʼπήλαυεν. Ἅπαντα γὰρ ἔλεγε τὸν τῆς ἐκείνου παρουσίας καιρὸν παντελῶς τὰς ἀλγηδόνας ἀφίστασθαι.

1388
Ἀλλ̓ ἐκείνην μὲν οὕτως ἀγωνισαμένην μετὰ τῶν ἐπινικίων ἐπαίνων τοῦδε τοῦ βίου προέπεμψε. Πάλιν δὲ τὴν μητέρα τὴν ἐμὴν, μετὰ τὰς ἐμὰς ὠδῖνας παῤ αὐτοῦ γενομένην τοῦ θανάτου τἀς πύλας, ὑπὸ τῆς τιτθῆς λιπαρηθεὶς ἀφικόμενος, ἐξήρπασε τῶν τοῦ θανάτου χειρῶν. Ἔκειτο γὰρ, ὥς φασιν, ἀπειρηκότων μὲν τῶν ἰατρῶν, τῶν δὲ οἰκείων ὀλοφυρομένων, καὶ προσδεχομένων τὸ τέλος, μεμυκότας ἔχουσα τοὺς ὀφθαλμοὺς, λάβρῳ πυρετῷ κατεχομένη, οὐδένα τῶν συνήθων ἐπιγινώσκουσα. Ὡς δὲ ἧκεν ὁ τῆς ἀποστολικῆς καὶ προσηγορίας ἠξιωμένος καὶ χάριτος, καὶ, ʽΕἰρήνη σοι, τεκνίον,ʼ ἐφθέγξατο ʽτοῦτο γὰρ ἦν αὐτῷ πρόσρημἀ, παραυτίκα λέγεται καὶ τὰ βλέφαρα ἀναπτύξαι, καὶ ἀτενὲς εἰς αὐτὸν ἰδεῖν, καὶ τῆς εὐλογίας τὸν καρπὸν ἐπαγγεῖλαι.

Ὡς δὲ ἀνολώλυξε τῶν γυναικῶν ὁ χορὸς, ʽἀθυμία γὰρ καὶ εὐθυμία κατὰ ταυτὸν ἐκράθησαν̓, καὶ τὴν βοὴν ἐκείνην εἰργάσαντο, παρεγγυᾷ ὁ θεῖος ἅνθρωπος κοινωνῆσαι αὐτῷ τῆς προσευχῆς ἁπάσας: οὕτω γὰρ ἔλεγε καὶ τὴν Ταβίθαν τῆς σωτηρίας τετυχηκέναι: τῶν μὲν χηρῶν ὀδυρομένων, τοῦ δὲ μεγάλου Πέτρου τὰ ἐκείνων δάκρυα προσφέροντος τῷ Θεῷ.

Ἱκέτευον ὡς ἐκέλευσε, καὶ ἐλάμβανον ὡς προείρηκε.

Τέλος γὰρ τῆς εὐχῆς δεξαμένης, τέλος καὶ ἡ νόσος ἐδέχετο, καὶ ἱδρὼς πάντοθεν ἐξαίφνης ἔῤῥει, καὶ τὸ πῦρ ἐκεῖνο ἐσβέννυτο, καὶ τὰ τῆς ὑγείας ἀνεφαίνετο σημεῖα. Τοιαῦτα καὶ ἐν τοῖς ἡμετέροις χρόνοις διὰ τῶν ἰδίων αὐτοῦ θεραπόντων ὁ Δεσπότης θαυματουργεῖ.

Τούτου καὶ ὁ χρὼς τῶν ἱματίων τῷ θειοτάτῳ Παύλῳ παραπλησίως ἐνήργει: καὶ τοῦτο οὐχ ὑπερβολῇ τινι χρώμενος τέθεικα, ἀλλὰ τὴν ἀλήθειαν συνομολογοῦσαν ἔχων. Τὴν γὰρ οἰκείαν ζώνην διχῆ τεμὼν ʽπλατεῖα δὲ ἦν καὶ μακρὰ, ἀπὸ λίνου παχέος πεπλεγμένἠ, τῷ μὲν ἡμίσει ταύτης τὴν οἰκείαν ὀσφὺν, τῷ ἑτέρῳ δὲ διέζωσε τὴν ἐμήν. Ταύτην πολλάκις μὲν ἐμοὶ νοσοῦντι ἐπιθεῖσα ἡ μήτηρ, πολλάκις δὲ τῷ πατρὶ, τὴν νόσον ἀπήλασε: καὶ αὑτὴ δὲ τούτῳ τῷ φαρμάκῳ πρὸς ὑγείαν ἐχρήσατο. Πολλοὶ δὲ καὶ τῶν γνωρίμων τοῦτο μεμαθηκότες συνεχῶς εἰς ἐπικουρίαν τῶν νοσούντων τὴν ζώνην ἐλάμβανον: καὶ πανταχοῦ τῆς ἐκείνου χάριτος ἐδίδασκε τὴν ἐνέργειαν.

Οὕτω τις αὐτὴν λαβὼν τοὺς δεδωκότας ἐστέρησεν, ἀγνώμων περὶ τοὺς εὐεργέτας γενόμενος: τοῦτον τὸν τρόπον ἐκείνης τῆς δωρεᾶς ἐγυμνώθημεν.

Οὕτω λάμψας, καὶ τὴν Ἀντιόχου ταῖς ἀκτῖσι φωτίσας, ἔξω τῶν ἀγώνων ἐγένετο, τὸν ἀποκείμενον τοῖς νικηφόροις στέφανον ἀναμένων. Ἐγὼ δὲ ἧς περιόντος ἀπήλαυσα εὐλογίας, ταύτης καὶ νῦν ἀπολαῦσαι καθικετεύσας, πέρας ἐπιθήσω καὶ τῷδε τῷ διηγήματι.

Ῥῶσός ἐστι Κιλίκισσα πόλις, ἐν δεξιᾷ εἰσπλέοντι τὸν Κιλίκιον κόλπον. Ταύτης πρὸς ἕω καὶ μεσημβρίαν, ὄρος ἐστὶν ὑψηλὸν, ἀμφιλαφὲς, καὶ κατάσκιον: τρέφει δὲ καὶ θῆρας ἐν ταῖς λόχμαις ἀγρίους. Ἐν τούτῳ νάπην εὑρών τινα, πρὸς θάλασσαν ἀποκλίνουσαν, ὁ μέγας καὶ πολυθρύλλητος Θεοδόσιος, βραχύν

1389
τινα οἰκίσκον οἰκοδομήσας, μόνος τὴν εὐαγγελικὴν ἠσπάζετο πολιτείαν. Ἀνὴρ ἐκ τῆς Ἀντιόχου μὲν ὁρμώμενος, ἐπίσημος δὲ ὢν ἀπὸ τῆς τοῦ γένους λαμπρότητος: ἀλλ̓ ὅμως καὶ οἰκίαν, καὶ συγγένειαν, καὶ τἄλλα πάντα καταλιπὼν, τὸν πολυτίμητον εὐαγγελικῶς εἰπεῖν ἐπρίατο μαργαρίτην. Περὶ μὲν οὗν ἀπαστίας, καὶ χαμευνίας, καὶ τῆς ἐκ τριχῶν ἀμπεχόνης, περιττόν ἐστι λέγειν τοῖς τοὺς ἐκείνου θιασώτας καὶ φοιτητὰς θεωμένοις, καὶ ταύτην ἐν αὐτοῖς ὁρῶσι τὴν πολιτείαν. Διαφερόντως δὲ ὅμως ταῦτα ἐκεῖνος μετῄει, ἄτε δὴ παράδειγμα ἑαυτὸν προτιθεὶς τοῖς εἰσαγομένοις. Προσετίθει δὲ τούτοις τὸ ἐκ σιδήρου φορτίον αὐχένι, καὶ ὀσφύϊ, καὶ ἀμφοῖν ταῖν χεροῖν.

Καὶ κόμην δὲ ἔφερεν αὐχμηρὰν, καὶ μέχρις αὐτῶν διήκουσαν τῶν ποδῶν, καὶ περαιτέρω προβαίνουσαν, καὶ τούτου χάριν τῇ ἰξύϊ προσδεδεμένην.

Προσευχῇ δὲ καὶ ὑμνῳδίᾳ διηνεκῶς χρώμενος, ἐπιθυμίαν, καὶ θυμὸν, καὶ τῦφον, καὶ τἄλλα τὰ ἄγρια τῆς ψυχῆς κατεκοίμιζε θηρία: πόνοις δὲ πόνους ἐπαύξων ἀεὶ, καὶ τὴν χειρῶν ἐργασίαν μετῄει, νῦν μὲν τὰς καλουμένας ῥιπίδας ὑφαίνων καὶ σπυρίδας, νῦν δὲ μικρὰς ἀρούρας ἐν τῇ νάπῃ κατασκευάζων, καὶ σπέρματα καταβάλλων, καὶ τὴν ἀποχρῶσαν ἐκεῖθεν συλλέγων τροφήν. Ἐπειδὴ δὲ τοῦ χρόνου προϊόντος πάντοθεν αὐτοῦ τὸ κλέος διέτρεχε, συνέθεον πολλοὶ πολλαχόθεν, κοινωνῆσαι αὐτῷ καὶ οἰκήσεως, καὶ πόνων, καὶ πολιτείας ἐπιθυμοῦντες: καὶ τούτους ὑποδεχόμενος, ἐπὶ τοῦτον ἐποδήγει τὸν βίον: καὶ ἦν ἰδεῖν, τοὺς μὲν ἱστία, τοὺς δὲ δέῤῥεις τριχίνας ὑφαίνοντας, τοὺς δὲ τὰς ῥιπίδας ἢ τὰς σπυρίδας διαπλέκοντας, ἄλλους δὲ τὴν γηπονίαν ἀναδεδεγμένους. Καὶ ἐπειδὴ παραθαλάσσιον ἧν τὸ χωρίον, καὶ πορθμεῖον ὕστερον κατασκευάσας, τούτῳ εἰς τὴν τῶν ἀγωγίμων ἐκέχρητο χρείαν, ἐκκομίζων τῶν συνοίκων τὰ ἔργα, καὶ εἰσκομίζων τὰ δέοντα. Τῆς ἀποστολικῆς γὰρ μεμνημένος φωνῆς, τῆς λεγούσης: Νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, εἰς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν: καὶ, Αἱ χεῖρες αὗται ἐμοὶ καὶ τοῖς σὺν ἐμοὶ ἐπήρκεσαν: αὐτός τε εἰργάζετο, καὶ τοὺς ὁμοσκήνους παρῄνει τοῖς κατὰ ψυχὴν πόνοις καὶ τοὺς σωματικοὺς συνεισφέρειν ἱδρῶτας.

Καὶ γὰρ ἄτοπον, τοὺς μὲν ὲν βίῳ στρεφομένους, καὶ παιδία καὶ γυναῖκας ταλαιπωρουμένους καὶ πονοῦντας ἀποτρέφειν, καὶ πρὸς τούτοις καὶ φόρους εἰσφέρειν, καὶ δασμοὺς ἀπαιτεῖσθαι, καὶ τῷ Θεῷ προσφέρειν τὰς ἀπαρχὰς, καὶ τῶν προσαιτῶν εἰς δύναμιν θεραπεύειν τὴν ἔνδειαν: ἡμᾶς δὲ τὴν ἀναγκαίαν ἐκ τῶν πόνων μὴ πορίζεσθαι χρείαν: καὶ ταῦτα εὐτελεῖ μὲν τροφῇ καὶ βραχείᾳ, εὐτελεῖ δὲ ἐσθῆτι χρωμένους: ἀλλὰ καθῆσθαι εἴσω τὰς χεῖρας ἔχοντας, καὶ τῶν ἀλλοτρίων χειρῶν καρπουμένους. Ταῦτα καὶ τὰ τοιαῦτα λέγων, ἐπὶ τὴν ἐργασίαν προέτρεπε: τὰς μὲν πανταχοῦ νενομισμένας θείας λειτουργίας ἐπιτελῶν εἰς καιρόν: τὸν δὲ μεταξὺ χρόνον ἀπονέμων τῇ ἐργασίᾳ. Οὐχ ἥκιστα δὲ τῆς τῶν ξένων ἐπεμελεῖτο θεραπείας: ἀνδράσι πραότητι καὶ φρονήματος μετριότητι κεκοσμημένοις, καὶ τὴν περὶ τὸν πέλας κεκτημένοις ἀγάπην, ταύτην ἐγχειρίσας τὴν πρόνοιαν.

1392
Ἐπεσκόπει δὲ αὐτὸς ἅπαντα διερευνώμενος, εἰ κατὰ τοὺς κειμένους ἕκαστον ἐπιτελοῖτο νόμους, Οὕτω δὲ πολυθρύλλητος ἐγένετο, ὡς τοὺς ναυτιλλομένους, καὶ πλείοσιν ἤ χιλίοις ἀφεστῶτας σταδίοις, τὸν Θεοδοσίου καλεῖν ἐγ τοῖς κινδύνοις Θεὸν, καὶ τῇ Θεοδοσίου προσηγορίᾳ κατακοιμίζειν τῆς θαλάσσης τὴν ζάλην. Τοῦτον ᾐδέσθησαν καὶ πολέμιοι θρασεῖς καὶ ἀνήμεροι, οἱ τῆς ἕω τὸ πλεῖστον ληϊσάμενοί τε καὶ ἐξανδραποδισάμενοι. Τίς γὰρ τῶν τὴν καθ̓ ἡμἇ??ʼ οἰκουμένην οἰκούντων ἀνήκοος τῶν κατ̓ ἐκεῖνον τὸν καιρὸν συμβεβηκότων κακῶν, ὑπὸ τῶν πάλαι μὲν Σολύμων, νυνὶ δὲ Ἰσαύρων ὀνομαζομένων; Ἀλλ̓ ὅμως μὴ πόλεως, μὴ κώμης ἐκεῖνοι φεισάμενοι, ἀλλ̓ ἁπάσας ὅσας ἑλεῖν ἠδυνήθησαν ληϊσάμενοι καὶ πυρὶ παραδόντες, ἐκείνην τὴν φιλοσοφίαν ᾐδέσθησαν, καὶ ἄρτους μόνους αἰτήσαντες, καὶ εὐχὰς ἐπαγγείλαντες, ἀλώβητον τὸ ἀσκητικὸν ἐκεῖνο κατέλιπον καταγώγιον, καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς πεποιήκασι. Δείσαντες δ̓ ὅμως τῶν Ἐκκλησιῶν οἱ πρόεδροι, μὴ χρημάτων ἔρωτα τοῖς βαρβάροις ὁ διάβολος ἐμβαλὼν, δορυάλωτον γενέσθαι παρασκευάσῃ τὸν μέγαν ἐκεῖνον φωστῆρα: καὶ γὰρ ἦν εἰκὸς λύτρα πάμπολλα πανταχόθεν ὑπὲρ αὐτοῦ παρὰ πάντων τῶν τὰ θεῖα τιμώντων πεμφθήσεσθαι αὐτοῖς: παρακαλέσαντες πείθουσι τὴν Ἀντιόχειαν καταλαβεῖν. Ἤδη γὰρ δύο τῶν Ἐκκλησιῶν προέδρους αἰχμαλώτους εἰλήφασι, καὶ θεραπείας μὲν ἁπάσης ἠξίωσαν. Τετρακισχιλίους δὲ καὶ μυρίους ὑπὲρ ἀμφοτέρων δεξάμενοι χρυσοῦς, οὕτως ἐπέτρεψαν ἐπανελθεῖν ὅποι βούλοιντο. Ἐπειδὴ δὲ εἰς τὴν Ἀντιόχειαν ἀφίκετο, ᾤκησε μὲν καταγώγιον τῷ ποταμῷ παρακείμενον: πάντας δὲ πρὸς ἑαυτὸν εἵλκυσε τοὺς τὰ τοιαῦτα τρυγᾷν ἐπισταμένους.

Ὑπὸ δὲ τῆς τοῦ λόγου ῥύμης ἑλκόμενος, παρῆκα διηγήσασθαι θαῦμα, ὑπὸ τοῦ θεσπεσίου τούτου γενόμενον.

Ὅ τάχα τοῖς πολλοῖς καὶ ἄπιστον εἶναι δόξει, διαμένει μέντοιγε μαρτυροῦν τῷ λόγῳ μέχρι καὶ νῦν, καὶ δεικνῦον οἴας ἔτυχεν ὁ θαυμάσιος οὗτος ἀνὴρ παρὰ τῷ Θεῷ χάριτός τε καὶ παῤῥησίας. Κρημνώδης τις πέτρα ὑπέρκειται τοῦ φροντιστηρίου, οὗπερ αὐτὸς ἐδείματο, ἄνικμος δὲ καὶ ξηρὰ παντελῶς ὑπῆρχε τὸ πρότερον. Ἐν ταύτῃ ὑδραγώγιον ἐποίησεν ἀπὸ τῆς κορυφῆς ἐπὶ τὸ μοναστήριον φερόμενον, ὥσπερ ὑπὸ χεῖρα ἔχων τὴν τῶν ὑδάτων φοράν.

Πεποιθήσεως δὲ γέμων εἰς Θεὸν, καὶ θαῤῥῶν, ὡς εἰκὸς, εὐμενῆ τὸν Δεσπότην κεκτημένος, καὶ πίστιν ἔχων ἀδίστακτον, νυκτὸς διεγερθεὶς, ἄνεισιν ἐπὶ τὴν ἄκραν τοῦ ὑδραγωγοῦ, πρὶν τοὺς θιασώτας ἐπὶ τὰς συνήθεις εὐχὰς διαναστῆναι. Καὶ διὰ προσευχῶν τὸν Θεὸν ἱκετεύσας, θαῤῥῶν τῷ ποιοῦντι τὸ θέλημα τῶν φοβουμένων αὐτὸν, τῇ ῥάβδῳ, ἐν ᾖ σκηριπτόμενος ἐτύγχανεν, ἔτυψε τὴν πέτραν: ἡ δὲ ῥαγεῖσα ὕδωρ: ποταμηδὸν ἀνέβλυσε: ναὶ εἴσω τοῦ μοναστηρίου διὰ τοῦ ὑδραγωγοῦ γενόμενον, καὶ εἰς πᾶσαν χρείαν πλουσίως χορηγοῦν, εἰς τὴν παρακἑ??ʼμένην θάλασσαν ἐκκρίνεται. Καὶ δείκνυται μέχρι δεῦρο, τοῦ μεγάλου Θεοδοσίου ἡ Μωσαϊκὴ χάρις ἐνεργοῦσα. Ἀπόχρη δὲ καὶ τοῦτο μόνον δεῖξαι τοῦ ἀνδρὸς τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν. Ὀλίγον δὲ ἐν Ἀντιοχείᾳ ἐπιβιώσας χρόνον, πρὸς τὴν ἀγγελικήν μετέστη χορείαν. Διὰ δὲ μέσου τοῦ ἄστεος τὸ σῶμα τὸ ἱερὸν ἐφέρετο, οἶόν τισι στεφάνοις χρυσοῖς τῷ σιδήρῳ ἐκείνῳ ʽ??ʼραϊζόμενον, πάντων ἡγουμένων, καὶ τῶν

1393
τὰς μεγάλας ἀρχὰς πεπιστευμένων. Ἔρις δὲ ἦν περὶ τὴν κλίνην, καὶ διαμάχη φέρειν ταύτην ἁπάντων ἐπειγομένων, καὶ τῆς ἐντεῦθεν εὐλογίας ἐφιεμένων.

Οὕτω φερόμενος, εἰς τὸν τῶν ἁγίων μαρτύρων σηκὸν κατατίθεται, Ἰουλιανοῦ τοῦ νικηφόρου τῆς εὐσεβείας ἀγωνιστοῦ ὁμόσκηνός τε καὶ ὁμοῤῥόφιος γεγονώς. Θήκη δὲ αὐτὸν ὑπεδέξατο, ἣ καὶ τὸν θεσπέσιον καὶ μακάριον Ἀφραάτην. Τὴν δὲ τῆς ἀγέλης ἡγεμονίαν Ἑλλάδιος ὁ θαυμάσιος διεδέξατο: ὅς ἐξήκοντα μὲν ἐν ἐκείνοις τοῖς πόνοις διετέλεσεν ἔτη, εἶτα τὴν Κιλίκων θεόθεν ἐδέξατο προεδρίαν: οὔτε τὴν φιλοσοφίαν τὴν προτέραν καταλιπὼν, καὶ τοῖς πόνοις ἐκείνοις τοὺς τῆς ἀρχιερωσύνης ἱδρῶτας ὁσημέραι προστιθείς. Τούτου καὶ Ῥώμυλος ὁ μακάριος ἀκροατὴς γεγονὼς, ἀγέλης μεγίστης ἡγεμὼν ἀπεφάνθη: καὶ διέμεινέ τε καὶ ὁ ἐκείνου χορὸς εἰς δεῦρο τῆς αὐτῆς πολιτείας ἐχόμενος. Παράκειται δὲ τῷ φροντιστηρίῳ κώμη, Μαρατὼ Συριστὶ καλουμένη Ἐγὼ δὲ τοῦδε τοῦ διηγήματος τοῦτο ποιησάμενος πέρας, ʽ??ʼκετεύω καὶ τῆς ἐντεῦθεν μετασχεῖν εὐλογίας.