Historia Religiosa
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.
Παλλάδιος δὲ ὁ πολυθρύλλητος ὁμόχρονος τούτου γεγένηται, καὶ ὁμότροπος, καὶ συνήθης, καὶ γνώριμος.
Παῤ ἀλλήλους γάρ, ὥς φασι, φοιτῶντες τῆς παῤ ἀλλήλων ὠφελείας ἀπήλαυον, παραθήγοντες
Πανήγυρις εἰς τὴν προειρημένην συνηγείρετο κώμην, τοὺς πάντοθεν ἐμπόρους ἐπισπωμένη, καὶ πλῆθος ἀριθμοῦ κρεῖττον ἐφελκομένη. Ἐν ταύτῃ τις ἔμπορος, ἅπερ ἧκε φέρων ἀπεμπολήσας, καὶ τὸ χρυσίον συναθροίσας, νύκτωρ ἀπαίρειν ἐβούλετο.
Ἀνδροφόνος δέ τις, τὸ συλλεγὲν ἐκεῖνο θεασάμενος χρυσίον, οἴστρου τινὸς καὶ μανίας ἐμφορηθεὶς, τὸν μὲν ὕπνον τῶν βλεφάρων ἀπήλασε, τοῦ δὲ ἀνδρὸς ἐκείνου τὴν ἀποδημίαν ἐφύλαττε. Μετὰ δὲ ἀλεκτρυόνων ᾠδὰς, ὁ μὲν ἀπῆρε θαῤῥῶν: ὁ δὲ προλαβὼν καὶ τόπον τινὰ εἰς ἐνέδραν ἐπιτήδειον καταλαβὼν, ἐξαπιναίως τε προβαλὼν, ἐπήνεγκε τὴν πληγὴν, καὶ τὴν μιαιφονίαν ἐτόλμησε: προστίθησι δὲ καὶ ἕτερον τῷδε τῷ μύσει δυσσέβημα. Τὸ γὰρ χρυσίον λαβὼν, τὸ νεκρὸν ἐκεῖνο σῶμα παρὰ τὴν τοῦ μεγάλου Παλλαδίου προσέῤῥιψε θύραν. Ὡς δὲ ἡμέρα ἐγένετο, καὶ ἡ φήμη διέδραμε, καὶ ἡ πανήγυρις ἅπασα τὸ γεγενημένον ἐθρύλλει, συνέθεον ἅπαντες, καὶ τὴν θύραν διαῤῥήξαντες, εὐθύνας εἰσεπράττοντο τῆς σφαγῆς τὸν θεῖον Παλλάδιον: Εἷς δὲ τῶν τοῦτο δρώντων ἦν ὁ τὴν σφαγὴν αὐτουργήσας. Περιστοιχιζόμενος τοίνυν ὑπὸ τοσαύτης πληθύος ὁ θεσπέσιος ἄνθρωπος, εἰς τὸν οὐρανὸν ἰδὼν, καὶ τῇ διανοίᾳ τὸν οὐρανὸν ὑπερβὰς, ἱκέτευε τὸν Δεσπότην, τῆς συκοφαντίας διελέγξαι τὸ ψεῦδος, καὶ δήλην ἀποφῆναι τὴν κεκρυμμένην ἀλήθειαν.
Οὕτως εὐξάμενος, καὶ τῆς τοῦ κειμένου λαβόμενος δεξιᾶς, Εἰπὲ, ἔφη, ὦ νεανία, τίς σοι ταύτην ἐπήνεγκε τὴν πληγήν: δεῖξον τὸν τοῦ μύσους αὐθέντην, καὶ τὸν ἀθῶον ἀπόφηνον τῆς πονηρᾶς ταύτης συκοφαντίας ἐλεύθερον. Ἠκολούθει δὲ τῷ μὲν λόγῳ ὁ λόγος, τῇ δεξιᾷ δὲ ὁ ἄνθρωπος, καὶ καθήμενος περιεσκόπει μὲν τοὺς παρόντας, ὑπεδείκνυε δὲ τῷ δακτύλῳ τὸν ἀνδροφόνον. Βοὴ δὲ πάντων ἐγένετο, καὶ τὸ θαῦμα ἐκπληττομένων, καὶ τὴν γεγενημένην συκοφαντίαν ἐκθαμβουμένων. Ἀποδύσαντες δὲ τὸν μιαιφόνον ἐκεῖνον, καὶ τὴν μάχαιραν εὗρον ἔτι πεφοινιγμένην τῷ αἵματι, καὶ τὸ χρυσίον ἐκεῖνο τὸ τῆς σφαγῆς γεγενημένον πρόξενον. Ὁ δὲ θεῖος Παλλάδιος πάλαι ἀξιάγαστος ὤν, ἀξιαγαστότερος εἰκότως ἐντεῦθεν ἐγένετο. Ἱκανὸν γὰρ ἦν τὸ θαῦμα δεῖξαι τὴν παρὰ τῷ θεῷ τοῦ ἀνδρὸς παῤῥησίαν.
Καὶ Ἀβραάμη; δὲ ὁ θαυμάσιος τῆς αὐτῆς ἦν συμμορίας, ὅς τὸν μὲν καλούμενον Παράτομον ᾤκησε, πάντοσε δὲ τῆς ἀρετῆς τὰς μαρμαρυγὰς ἐξέπεμψε.
Μαρτυρεῖ δὲ τῇ λαμπρότητι τῆς ζωῆς τὰ μετά τελευτὴν ἐνεργούμενα θαύματα. Ἀναβλύζει γὰρ ἡ ἐκείνου θήκη μέχρι καὶ τήμερον παντοδαπὰς θεραπείας, καὶ μάρτυρες οἱ ταύτας ἐκεῖθεν ἀφθόνως διὰ τῆς πίστεως ἀρυόμενοι. Ἐμοὶ δὲ εἴη καὶ τῆς τούτων ἐπικουρίας τυχεῖν, τῇ τούτων μνήμῃ τὴν γλῶτταν καθαγιάσαντι.