Historia Religiosa
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.
Κατὰ τὸν αὐτὸν χρόνον ἐγένετό τις Πούπλιος, καὶ τὸ εἶδος ἀξιοθέατος, καὶ τὴν ψυχὴν τῷ εἴδει συμβαίνουσαν ἔχων: μᾶλλον δὲ πολλῷ τοῦ σώματος θαυμαστοτέραν ἐπιδεικνύς. Οὗτος ἐκ βουλευτικῆς μὲν συμμορίας ὁρμώμενος, πόλιν δὲ ἔχων καθ̓. ἢν Ξέρξης ἐκεῖνος ὁ πολυθρύλλητος, ἐπὶ τὴν Ἑλλάδα στρατεύων, καὶ τὸν ποταμὸν Εὐφράτην διαβῆναι σπεύδων τῇ στρατιᾷ, πλῆθος νεῶν συναθροίσας, καὶ ταύτας ἀλλήλαις συζεύξας, καὶ τούτῳ τῷ τρόπῳ τὸν ποταμὸν γεφυρώσας, Ζεῦγμα τὸ χωρίον ὠνόμασε, καὶ τὴν ἀπὸ τοῦ πράγματος ἔδωκεν ἐπωνυμίαν τῇ πόλει.
Ἐντεῦθεν ὁρμώμενος, καὶ ἀπὸ τοιούτου γένους βεβλαστηκὼς, ʽ??ʼψηλόν τι χωρίον καταλαμβάνει, τοῦ ἄστεος οὐ πλείοσιν ἢ τριάκοντα σταδίους ἀφεστηκός.
Ἐν τούτῳ βραχύν τινα οἰκίσκον δειμάμενος, ἀπέδοτ̔??ʼ μὲν ἅπαντα, ὅσα πατρόθεν ἐδέξατο, οἰκίαν φημὶ, καὶ κτήματα, καὶ βοσκήματα, καὶ ἐσθήματα, σκεύη τε ἀργυρᾶ καὶ χαλκᾶ, καὶ εἶ τι ἕτερον μετὰ τούτων ἐτύγχανε. Διανείμας δὲ ταῦτα κατὰ τὸν θεῖον νόμον οἷς ἔδει, καὶ πάσης ἑαυτὸν φροντίδος γηΐνης ἐλευθερώσας, μίαν ἀντὶ πάντων ἐκείνην ἐδέξατο φροντίδα, τὴν τοῦ καλέσαντος θεραπείαν, καὶ ταύτην ἀνελίττων ὲν τῇ ψυχῇ διετήρει, νύκτωρ τε καὶ μεθ̓ ἡμέραν ʽ??ʼκοπούμενος, ὅπως ταύτην αὐξήσειε. Τούτου ἕνεκα ὁ πόνος αὐτῷ διηνεκῶς ηὔξετο, καὶ ἐπίτασιν καθ̓ ἑκάστην ἡμέραν ἐδέχετο, καὶ γλυκὺς ἦν, καὶ ἡδονῆς ἀνάπλεως, καὶ πόῤῤω τὸν κόρον ἐλαύνων. Οὐ γάρ τις αὐτὸν ἐθεάσατο πώποτε βραχὺ γοῦν μορίον ἡμέρας ἀναπαύλης μεταλαχόντα, ἀλλὰ τὴν μὲν ψαλμῳδίαν ἡ εὐχὴ, τὴν δὲ εὐχὴν ἡ ψαλμῳδία, ἀμφότερα δὲ ἡ τῶν θείων λογίων ἀνάγνωσις διεδέχετο: εἶτα ἡ τῶν ἀφικνουμένων ἐπιμέλεια ξένων: ἔπειτα ἄλλο τι τῶν ἀναγκαίων ἔργων ἐγίνετο. Ἐν τούτοις τὸν βίον ὁδεύων, καὶ ἀρχέτυπον ἀρετῆς τοῖς ζηλοῦν βουλομένοις προκείμενος, οἷά τις ʽ??ʼρνις εὐκέλαδος, πολλοὺς τῶν ὁμοφύλων εἰς τὰ σωτήρια ταῦτα συνήγειρε θήρατρα.
Ἐκέλευσε γὰρ μήτε ἐσθίοντας, μήτε πίνοντας ἀναμένειν τὸν κόρον, ἀλλὰ τοσούτων ἀπολαύειν, ὁπόσα τῷ σώματι παρέχειν ἀπόχρη τὴν ζωήν. Εἰ δέ ποτε καὶ τῶν πιτύρων ἀποκεκριμένον τὸ ἄλευρον ἐθεάσατο. ὡς Συβαριτικῆς τρυφῆς ἀπολαύουσι, τοῖς τοῦτο δεδρακόσιν ἐλοιδορεῖτο. Καὶ νύκτωρ δὲ ἐξαπιναίως παρὰ τὴν ἑκάστου θύραν ἀφικνούμενος, εἰ μέν τινα εὗρεν ἐγρηγορότα, καὶ τὸν Θεὸν ὑμνοῦντα. σιγῇ πάλιν ἀπεχώρει: εἰ δέ τινα ὕπνῳ κατεχόμενον ᾔσθετο, τῇ χειρὶ μὲν τὴν θύραν ἐπάτασσε, τῇ γλώττῃ δὲ τὸν κατακείμενον ἔβαλλεν, ὡς πλείονα ἢ ἔδει τῷ σώματι τὴν θεραπείαν προσφέροντα. Τοῦτον αὐτοῦ τὸν πόνον τῶν ὁμογνωμόνων τινὲς θεασάμενοι, ἕν πᾶσιν οἰκοδομῆσαι καταγώγιον εἰσηγήσαντο. Ἀκριβέστερον γὰρ ἔφασαν τούς τε νῦν δεσπαρμένους βιώσεσθαι, καὶ αὐτὸν τῆς πλείονος φροντίδος ἀπαλλαγήσεσθαι.
Ἐδέξατο τὴν παραίνεσιν ὁ σοφώτατος, καὶ συναγείρας ἅπαντας, καὶ τοὺς μικροὺς ἐκείνους καταλύσας οἰκίσκους, ἕνα δὲ τοῖς συνειλεγμένοις δειμάμενος, κοινῇ τε πολιτεύεσθαι, καὶ παραθήγειν ἀλλήλους ἱκέτευε, καὶ τοῦτον μὲν τὴν ἐκείνου μιμεῖσθαι πραότητα, ἐκεῖνον δὲ τῷ τούτου ζήλῳ κεραννύναι τὸ πρᾶον, καὶ ἄλλον ἀγρυπνίας μεταδιδόντα, τοῦ τῆς νηστείας μεταλαμβάνειν μαθήματος. Οὕτω γὰρ παῤ ἀλλήλων, ἔφη, τὸ ἐνδέον λαμβάνοντες, τὴν τελεωτάτην κατορθώσομεν ἀρετήν. Καθάπερ γὰρ ἐν ταῖς πολιτικαῖς ἀγοραῖς, ὁ μὲν ἄρτων ἐστὶ πρατὴρ, ὁ δὲ λαχάνων. ὁ δὲ ἱματίων ἔμπορος. ἅλλος δὲ ὑποδημάτων δημιουργός: παῤ ἀλλήλων δὲ τὴν χρείαν ἐρανιζόμενοι θυμηρέστερον βιοτεύουσιν: ὁ μὲν γὰρ ἱμάτιον διδοὺς, ἀντιλαμβάνει ὑπόδημα, ὁ δὲ λάχανον ὠνούμενος ἀποδίδοται ἄρτον: ὁ??ʼτως ἡμᾶς ἀλλήλοις ἀντιδιδόναι προσήκει τῆς ἀρετῆς τὰ πολυτίμητα μόρια. Οὕτω τῶν ὁμογλώττων γυμναζομένων τε καὶ ἀγωνιζομένων, καὶ Ἑλλάδι φωνῇ τὸν Θεὸν ἀνυμνούντων, ἔλαβεν ἔρως ταυτησὶ τῆς πολιτείας καὶ τοὺς τῇ ἐγχωρίῳ κεχρημένους φωνῇ: καὶ συνδραμόντες τινὲς ἱκέτευον, καὶ τῆς ἀγέλης γενέσθαι. καὶ τῆς ἱερᾶς αὐτοῦ διδασκαλίας μεταλαχεῖν: ἐδέξατο δὲ τὴν αἴτησιν, τῆς Δεσποτικῆς μεμνημένος νομοθεσίας, ἢν τοῖς ἰεροῖς προσενήνοχεν ἀποστόλοις, Πορευθέντες, λέγων, μαθητεύσατε πάντα τὰ ἔθνη. Καὶ παῤ ἐκεῖνο τὸ καταγώγιον ἕτερον οἰκοδομήσας, ἐκεῖ τούτους διάγειν ἐκέλευε: νεών τινα θεῖον κατασκευάσας, εἰς ὃν καὶ τούτους κἀκείνους συνιέναι προσέταξεν ἀρχομένης τε καὶ ληγούσης ἡμέρας, ἵνα καὶ τὴν ἑσπερινὴν καὶ τὴν ἑωθινὴν ὑμνῳδίαν κοινῇ προσφέρωσι τῷ Θεῷ, διχῆ μὲν διῃρημένοι, καὶ τῇ οἰκείᾳ ἕκαστος κεχρημένος φωνῇ, ἐκ διαδοχῆς
Ἀφθόνιος δὲ τῆς Σύρας τὴν ἡγεμονίαν διεδέξαντο. ἀμφότεροι στῆλαί τινες ἔμψυχοι καὶ εἰκόνες τῆς ἐκείνου ἀρετῆς γενόμενοι. Οὐδεμίαν γὰρ οὔτε τοῖς συνοῦσιν, οὕτε τοῖς ἔξωθεν ἀφικνουμένοις αισθησιν λαβεῖν τῆς ἐκείνου τελευτῆς συνεχώρησαν, σφᾶς αὐτοὺς τῆς ἐκείνου πολιτείας ἐκμαγεῖα δεικνύντες. Ἀλλ̓ ὁ μὲν θεῖος Θεότεκνος οὐ πολὺν ἐπιβιώσας χρόνον.
Θεοδότῳ τὴν ἡγεμονίαν παρέδωκεν: ὁ δὲ Ἀφθόνιος ἐπὶ πλεῖστον διέμεινε τῆς ἀγέλης ἐπιμελούμενος, καὶ κατὰ τοὺς κειμένους νόμους ἰθύνων. Ὁ δὲ Θεόδοτος οὗτος ἀπὸ τῆς Ἀρμενίας ὁρμώμενος. τὴν ἀσκητικὴν ἐκείνην συμμορίαν θεασάμενος, τὰ μὶν πρῶτα μετὰ τῶν ὑπηκόων ἐτέτακτο, τῷ μεγάλῳ Θεοτέκνῳ κυβερνῶντι πειθόμενος. Ἐπειδὴ δὲ, ὡς ἔφην, ὁ μὲν ἐξεδήμησεν, αὐτὸς δὲ τὴν προστασίαν παρέλαβε, τοσούτοις ἐκόμασεν ἀγαθοῖς, ὡς ἀποκρύψαι μικροῦ δεῖν τοὺς προτέρους τῇ φήμῃ. Οὕτω γὰρ αὐτὸν ὁ θεῖος κατειργάσατο πόθος, καὶ τοσούτὁ??ʼς αὐτὸν καὶ τοιούτοις κατέτρωσε βέλεσιν, ὡς νύκτωρ καὶ μεθ̓ ἡμέραν τῆς κατανύξεως προχέειν τὰ δάκρυα: τοσαύτης δὲ πνευματικῆς χάριτος ἀνάπλεως ἦν. ὡς προσευχομένου σιγᾷν μὲν ἅπαντας τοὺς παρόντας, ἐπαΐειν δὲ μόνων τῶν ἱερῶν ἐκείνων ῥημάτων. προσευχὴν σπουδαίαν τὴν ἀκρόασιν ἡγουμένους. Τίς γὰρ οὕτως ἀδαμάντινος ἦν. ὡς ἐκείνων οὕτως προσφερομένων τῶν λόγων μὴ καταθελχθῆναι τὴν ψυχὴν, καὶ τὸ σκληρὸν ταύτης καὶ ἀπειθὲς καταμαλάξαι, καὶ πρὸς τὴν θείαν θεραπείαν μεταγαγεῖν; Οὕτω καθ̓ ἑκάστην ἡμέραν τὸν πλοῦτον αὔξων, καὶ τοὺς ἀσύλους θησαυροὺς πλήρεις τῶν τοιούτων ἀγαθῶν ἀποφαίνων, πέντε καὶ εἴκοσι ἔτη ποιμάνας τὸ ποίμνιον, προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, κατὰ τὴν θείαν Γραφὴν, τραφεὶς ὲν γήρει καλῷ, Θεοτέκνῳ ἀδελφιδῷ μὲν ὄντι τὸ γένος, ἀδελφῷ δὲ τὸν τρόπον, τὰς ἡνίας παραδούς. Καὶ ὁ θεῖος δὲ ἐκεῖνος Ἀφθόνιος πλείονα ἣ τεσσαράκοντα ἔτη τοῦ χοροῦ προστατεύσας, τῆς ἀρχιερωσύνης τὴν προεδρίαν ἐδέξατο, οὔτε τὴν ἀσκητικὴν ἐναλλάξας σισύραν. οὕτε τὸν ἐξ αἰγείων τριχῶν κατεσκευασμένον χιτῶνα: καὶ σιτίων ἀπήλαυεν, οἴων πρὸ τῆς προεδρίας ἀπήλαυε.
Καὶ ταύτην δὲ τὴν κηδεμονίαν ἀναδεξάμενος. οὐδὲν ἧττον τῆς ἀγέλης ἐκείνης ἐπεμελεῖτο: ἐκεῖ τὰς πλείους διατρίβων ἡμέρας, καὶ νῦν μὲν τῶν ζυγομαχούντων τὰς ἔριδας διαλύων, νῦν δὲ τῶν ὑφ̓ ὁτουοῦν ἀλγυνομένων ποιούμενος πρόνοιαν, ἄλλοτε δὲ τοῖς θιασώταις τὴν θείαν προσφέρων παραίνεσιν. Καὶ τούτων ἕκαστον ἔδρα, τὰ τῶν ὁμοσκήνων μεταξὺ περιῤῥάπτων ῥάκια, ἢ τὸν φακὸν ἐκκαθαίρων, ἣ τὸν σῖτον ἐκπλύνων, ἣ ἄλλο τι τῶν τοιούτων μεταχειρίζων.
Διέμεινε γὰρ παντελῶς τῆς ἀμπέλου τὸν καρπὸν παραιτούμενος, καὶ οὐδὲ ὄξους ἢ σταφίδων μεταλαμβάνων, οὐ γάλακτος, οὐκ ἄρτι ληφθέντος, οὐ πεπηγότος. Οὕτω γὰρ βιοῦν ὁ μέγας ἐνομοθέτησε Πούπλιος. Ἐλαίου δὲ κατὰ τὸν τῆς Πεντηκοστῆς καιρὸν τὴν χρείαν μανθάνοντες, καὶ πάλιν παραιτοῦνται αὐτοῦ τὴν μετάληψιν.
Τοιαῦτα καὶ περὶ τοῦ μεγάλου Πουπλίου μεμάθηκα, τὰ μὲν ἀκοῇ δεξάμενος, τὰ δὲ τοὺς ἐκείνου φοιτητὰς θεασάμενος καὶ τὸν διδάσκαλον, καὶ διὰ τῶν ἀθλητῶν τὸν παιδοτρίβην καταμαθών. Ἄδικον τοίνυν νομίσας καὶ βάσκανον, τοσαύτην ὠφέλειαν προδοῦναι σιγῇ. τοῖς ἀγνοοῦσι προστέθεικα τὸ διήγημα, καὶ αὐτοῖς τὴν ἐντεῦθεν ὠφέλειαν πραγματευόμενος, καὶ ἐμαυτῷ τὸ ἀπὸ τῆς μνήμης περιποιούμενος κέρδος. Ἥκουσα γὰρ τοῦ Δεσπότου λέγοντος: Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ὲν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς. Καὶ οἶδα σαφῶς, ὡς τοῖς ἀνθρώποις τὴν τούτων μνήμην προσενεγκὼν, τῆς ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων παῤ αὐτῶν ἀπολαύσομαι μνήμης.