Historia Religiosa

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Ταύτην ἐζήλωσε τὴν πολιτείαν καὶ Ἰωάννης, ἀνὴρ πρὸς τοῖς ἄλλοις ἡμερότητι καὶ πραότητι λάμπων.

Ῥαχίαν δὲ τραχεῖαν καταλαβὼν, δυσχείμαρον καὶ προσάρκτιον, ἐν ἐκείνῃ τέως πέντε καὶ εἴκοσι διετέλεσεν ἔτη, τὰς ἐναντίας τοῦ ἀέρος δεχόμενος προσβολάς.

Τἄλλα δὲ πάντα, ἵνα μὴ καθ̓ ἕκαστον διεξέρχωμαι, τροφὴ, καὶ ἐσθὴς, καὶ τὰ τοῦ σιδήρου φορτία, τοῖς προειρημένοις ἐστὶ παραπλήσια. Οὕτω δέ ἐστι τῶν ἀνθρωπίνων ἀπάντων ὑπέρτερος, ὡς μηδεμίαν ἐκ τούτων καρποῦσθαι παραψυχήν. Καὶ τούτου τεκμήριον ἐναργὲς αὐτίκα παρέξομαι. Ἐπειδὴ γάρ τις τῶν σπουδαίων ἀμυγδάλην παῤ αὐτὴν ἐφύτευσε τὴν στιβάδα, εἶτα τῷ χρόνῳ δένδρον γινομένη, σκιάν τε αὐτῷ παρεῖχε, καὶ τὴν ὄψιν ʽ??ʼα, ἀποτμηθῆναι ἐκέλευσεν, ἵνα μηδὲ μιᾶς ἐκεῖθεν ἀπολαύῃ ψυχαγωγίας.

Τοῦτον ἠσπάσατο τὸν βίον καὶ Μωϋσῆς, ἐν ὑψηλῇ τινι κορυφῇ Ῥαμᾶς ὑπερκειμένῃ τῆς κώμης, ἀγωνιζόμενος: καὶ Ἀντίοχος, ἀνὴρ πρεσβύτης, ἐν ἐρημωτάτῳ τόπῳ τὸ θριγκίον δειμάμενος: καὶ Ἀντωνῖνος,

1457
ἐν γεγηρακότι σώματι τοῖς νέοις παραπλησίως ἀγωνιζόμενος. Καὶ ἔστιν αὐτοῖς ἐσθὴς ἡ αὐτὴ, καὶ τροφὴ, καὶ στάσις, καὶ προσευχὴ, καὶ παννύχιοι πόνοι, καὶ πανημέριοι: καὶ οὔτε χρόνου μῆκος, οὐ γῆρας, οὐκ ἀσθένεια φύσεως ἐλέγχει τὴν καρτερίαν, ἀλλ̓ ἀκμάζοντα ἐν ἑαυτοῖς ἔχουσι τὸν ἔρωτα τοῦ πονεῖν. Καὶ ἄλλους δὲ πλείστους ἀγωνιστὰς ἐν τοῖς ἡμετέροις μέρεσιν, ὄρεσί τε καὶ πεδίοις, ὁ τῆς ἀρετῆς ἀγωνοθέτης ἔχει Θεὸς, οὓς καὶ ἀριθμῆσαι μόνον οὐκ εὐπετὲς, μήτι γε δὴ ἑκάστου βίον συγγράψαι. Ἀρκοῦσαν τοίνυν ἐκ τούτων ὠφέλειαν τοῖς κερδάνειν βουλομένοις προτεθεικότες ἑφ̓ ἕτερον εἶδος διηγήσεως τρέψομαι, καὶ τῆς τούτων εὐλογίας μεταλαβεῖν ἀξιῶν.

Ζεβινᾶν ᾅδουσι μέχρι καὶ τήμερον οἱ τῆς ἐκείνου θέας ἠξιωμένοι. Φασὶ δὲ αὐτὸν εἰς γῆρας ἐλάσαντα βαθὺ, καὶ τοῖς αὐτοῖς πόνοις μέχρις αὐτῆς χρησάμενον τῆς τελευτῆς, μηδὲν τῶν τῆς νεότητος ἀμεῖψαι τῷ βαρυτάτῳ βιαζόμενον γήρᾳ. Ἐπλεονέκτει δὲ, ὡς ἔφασαν, τοὺς ἐπ̓ αὐτοῦ πάντας ἁνθρώπους τῇ τῆς προσευχῆς προσεδρίᾳ. Ἐν ταύτῃ γὰρ διημερεύων τε καὶ διανυκτερεύων, οὐ μόνον οὐκ ἐλάμβανε κόρον, ἀλλὰ καὶ θερμότερον τὸν πόθον εἰργάζετο.

Ἀλλὰ καὶ τοῖς πρὸς αὐτὸν δέ γε ἀφικνουμένοις ὀλίγα ἄττα διαλεγόμενος, κατάγειν ἐκ τῶν οὐρανῶν οὐκ ἠνείχετο τὴν δίάνοιαν: ἀλλ̓ εὐθὺς ἐκείνων ἀπαλλαττόμενος, ὡς μηδὲ πρὸς βραχὺ χωρισθεὶς τοῦ τῶν ὅλων θεοῦ, πάλιν τὴν ἱκετείαν προσέφερεν.

Ἐπειδὴ δὲ τὴν διηνεκῆ στάσιν τὸ γῆρας ἀλύπως φέρειν οὐκ εἴα, ἔρεισμα τούτῳ τὴν βακτηρίαν προσέφερε, καὶ ταύτῃ προσκλινόμενος ὕμνει τὸν Δεσπότην καὶ ηὔχετο. Φιλοξενίᾳ δὲ πρὸς τοῖς ἄλλοις κοσμούμενος ἀγαθοῖς, μένειν τὴν ἐσπέραν πολλοὺς τῶν ὡς αὐτὸν ἀφικνουμένων ἐκέλευεν. Οἱ δὲ τὴν παννύχιον αὐτοῦ δειμαίνοντες: στάσιν, ἀσχολίας τινὰς σκηπτόμενοι, τῶν πόνων σφᾶς αὐτοὺς ὑπεξῆγον.

Τοῦτον καὶ ὁ μέγας ἐκεῖνος ὑπερηγάσθη Μάρων, καὶ τοῖς φοιτῶσι πρὸς αὐτὸν ἅπασι παρηγγύα τρέχειν, καὶ τοῦ πρεσβύτου τὴν εὐλογίαν τρυγᾷν, πατέρα καὶ διδάσκαλον ὀνομάζων, καὶ πάσης ἀρχέτυπον ἀποκαλῶν ἀρετῆς. Τούτῳ κοινωνῆσαι καὶ ταφῆς παρεκάλεσεν: ἀλλ̓ οὐκ εἴασαν οἱ τὸ ἱερὸν ἐκεῖνο σῶμα διαρπάσαντες, καὶ εἰς τὸ προειρημένον χωρίον ἀποκομίσαντες. Ὁ δὲ θεσπέσιος Ζεβινᾶς προτελευτήσας, εἰς τὴν πελάζουσαν αὐτῷ κώμην ʽΚίττα δὲ αὕτη καλεῖταἰ, τῶν νομιζομένων ἀπήλαυσε, καὶ σηκὸν δὲ τῇ θήκῃ μέγιστον ᾠκοδόμησαν. Ἴασιν γὰρ ἀναβλύζει τοῖς μετὰ πίστεως προσιοῦσι παντοδαπήν.

Ἔχει δὲ νῦν καὶ μάρτυρας ὁμοροφίους, παρὰ Πέρσαις μὲν ἠγωνισμένους, ἐτησίοις δὲ πανηγύρεσι παῤ ἡμῶν τιμωμένους.

Τῆς τούτου διδασκαλίας ὁ μέγας ἀπήλαυσε Πολυχρόνιος: καὶ ὁ θειότατος δὲ Ἰάκωβος τοῦτον ἔφη πρῶτον τρίχινον αὐτῷ δεδωκέναι χιτῶνα. Ἐγὼ δὲ ἐκεῖνον μὴ θεασάμενος πώποτε ʽπρὸ γὰρ τῆς ἐμῆς ἀφίξεως τοῦ βίου προκατειλήφει τὸ τέρμἀ, ἐν Πολυχρονίῳ τούτῳ τῷ πάνυ τὴν τοῦ θείου Ζεβινᾶ φιλοσοφίαν ὁρῶ. Οὐ γὰρ οὕτως ὁ κηρὸς τοῦ δακτυλίου τὸν

1460
τύπον ἐκμάττεται, ὡς οὗτος ἐκείνου περιφέρει τοὺς χαρακτῆρας. Καὶ τοῦτο οἶδα σαφῶς, τὰ περὶ ἐκείνου διηγήματα τοῖς ὑπὸ τούτου γιγνομένοις παρατιθείς.

Ὁμοίως γὰρ τῷ θείῳ πυρπολεῖται πόθῳ, καὶ τῶν γηΐνων ἐστὶν ἁπάντων ὑπέρτερος: καὶ τῷ σώματι προσδεδεμένος, ὑπόπτερον ἔχει ψυχὴν, καὶ διαπερᾷ καὶ τὸν ἀέρα καὶ τὸν αἰθέρα, καὶ τῶν οὐρανῶν ὑψηλότερος γίνεται, καὶ τὴν θείαν διηνεκῶς θεωρίαν φαντάζεται.

Καὶ οὔ ποτε καθέλκειν ἐκεῖθεν ἀνέχεται τὴν διάνοιαν: ἀλλὰ καὶ προσδιαλεγόμενος τοῖς ἀφικνουμένοις, τὰ ἄνω περιπολεῖ. Τὴν δὲ παννύχιον αὐτοῦ ἀγρυπνίαν, καὶ στάσιν, ἐντεῦθεν μεμάθηκα. Ὁρῶν γὰρ αὐτὸν, καὶ γήρᾳ κατὰ ταυτὸν καὶ ἀσθενείᾳ παλαίοντα, καὶ θεραπείας οὐδὲ μιᾶς ἀπολαύοντα, ἔπεισα λιπαρήσας πολλάκις δύο συνοίκους λαβεῖν, καὶ τῆς παρὰ τούτων παραψυχῆς ἀπολαύειν. Ἐπειδὴ δὲ ἄνδρας ἀρετῇ λάμποντας ᾔτησε, καθ̓ ἑαυτοὺς ἐν ἑτέρῳ ἰδιάζοντας φροντιστηρίῳ, ἔπεισα τοὺς θαυμασίους ἐκείνους. πάντων προελέσθαι θείου ἀνθρώπου τὴν θεραπείαν. Οὗτοι βραχὺν αὐτῷ συγγενόμενοι χρόνον, φυγεῖν ἐπειράθησαν, τὴν παννύχιον στάσιν οὐκ ἐνεγκόντες.

Ἐπειδὴ δὲ τὸν θεῖον ἄνδρα ἱκέτευον τῇ τοῦ σώματος ἀσθενείᾳ μετρῆσαι τὸν πόνον, Οὐ μόνον, ἔφη αὐτοῖς, οὐ βιάζομαι διηνεκῶς κοινωνεῖν μοι τῆς στάσεως, ἀλλὰ κατακλίνεσθαι πολλάκις παρεγγυῶ. Οἱ δὲ, Καὶ πῶς ἂν δυναίμεθα, ἔλεγον, τοῦ ἐν πόνοις γεγηρακότος ἑστῶτος, καὶ τῆς τοῦ σώματος ἀσθενείας καταφρονοῦντος, κατακλίνεσθαι ἄνδρες καὶ ὑγιαίνοντες καὶ μεσοῦντες τῷ χρόνῳ; Ἀλλὰ τῆς μὲν σεβασμίας ἐμοὶ κεφαλῆς οὕτω τοὺς νυκτερινοὺς κατέμαθον πόνους. Οἱ δὲ ἄνδρες οὗτοι τοσαύτην τῷ χρόνῳ προσέλαβον ἀρετὴν, ὡς τὴν αὐτὴν τῷ μεγάλῳ τούτῳ μετιέναι φιλοσοφίαν. Καὶ ὁ μὲν Μωϋσῆς ʽτοῦτο γὰρ αὐτῷ ὄνομἀ μέχρι τοῦ παρόντος διέμεινε, πᾶσαν ὡς πατρὶ καὶ δεσπότῃ θεραπείαν προσφέρων, καὶ τὴν ἀστράπτουσαν ἐκ τῆς ἱερᾶς ἐκείνης ψυχῆς ἀρετὴν ἐκματτόμενος. Ὁ δὲ Δαμιανὸς ʽτοῦτο γὰρ ὄνομα τῷ ἑτέρᾠ. πόλιν τινὰ καταλαβὼν, οὑ πόῤῥω διακειμένην ʽΝιαρὰ δὲ ὄνομα ταύτᾐ, καὶ παρὰ τὰς ἄλως μικρόν τινα οἰκίσκον εὑρὼν, ἐν ἐκείνῳ διάγει, τὴν αὐτὴν μετιὼν τὴν πολιτείαν, ὡς τοὺς ἀκριβῶς τοῦτον κἀκεῖνον ἐπισταμένους, θεωμένους αὐτὸν, τὴν τοῦ μεγάλου Πολυχρονίου ψυχὴν ὑπολαμβάνειν ἐν ἑτέρῳ σώματι θεωρεῖν. Ἡ γὰρ αὐτὴ καὶ ἁπλότης, καὶ πραότης, καὶ μετριότης, καὶ τοῦ φθέγματος ἡμερότης, καὶ συνουσίας γλυκύτης, ἐγρήγορσίς τε τῆς ψυχῆς, καὶ τοῦ Θεοῦ κατανόησις, καὶ στάσις, καὶ πόνος, καὶ ἀγρυπνία, καὶ τροφὴ, καὶ ἡ κατὰ τὴν θείαν νομοθεσίαν ἀκτημοσύνη. Πλὴν γὰρ σπυρίδος μικρᾶς, τὸν βρεκτὸν ἐχούσης φακὸν, οὐδὲν ἔχει τὸ καταγώγιον. Τοσαύτην ὠφέλειαν ἐκ τῆς τοῦ μεγάλου Πολυχρονίου συνουσίας ἀπώνατο. Ἐγὼ δὲ τὸν μαθητὴν καταλιπὼν, ἐπὶ τὸν διδάσκαλον ἐπανήξω. Ἀπὸ γὰρ τῆς πηγῆς ὁ κρουνὸς ἔχει τὸ νᾶμα.

Οὗτος τοίνυν μετὰ τῶν ἅλλων παθῶν καὶ τὴν φιλοτιμίαν τῆς ψυχῆς ἀπελάσας, καὶ τῆς κενῆς δόξης τὴν τυραννίδα πατήσας, κατακρύπτειν ἀεὶ τοὺς πόνους ἐσπούδασε. Καὶ σίδηρον μὲν οὐκ ἠνέσχετο φορεῖν, δείσας μή τινα βλάβην ἐντεῦθεν ἀρύσηται, τύφου φλεγμονὴν τῆς ψυχῆς δεξαμένης. Δρυὸς δὲ ῥίζαν βαρυτάτην κομίσαι αὐτῷ τινα κελεύσας, ὡς εἰς ἑτέραν

1461
χρείαν δῆθεν δεόμενος, ταύτην καὶ νύκτωρ ἐπετίθη τοῖς ὤμοις, καὶ ἐπικειμένης προσηύχετο, καὶ μεθ̓ ἡμέραν ἀπολαύων σχολῆς. Ἀφικνουμένου δέ τινος, καὶ τὴν θύραν πατάσσοντος, ἕν τινι χωρίῳ ταύτην κατέκρυπτε. Ταύτην μοί τις ἀπέδειξε θεασάμενος: καὶ γνῶναι βουληθεὶς τὸ φορτίον ὁπόσον, μόλις ἀμφοτέραις ᾐώρησα ταῖς χερσίν. Ὁ δέ με θεασάμενος ἀφεῖναι ἐκέλευεν. Ἐγὼ δὲ ἀντελιπάρουν λαβεῖν, ἵνα κλέψω τοῦ πόνου τὴν πρόφασιν. Ὡς δὲ ἁνιώμενον εἶδον, παρεχώρησα τῷ πόθῳ τῆς νίκης. Ἐκ τούτων αὐτῷ τῶν πόνων ἐπανθεῖ καὶ θεόσδοτος χάρις, καὶ πολλὰ θαύματα ταῖς ἐκείνου προσευχαῖς ἐνεργεῖται.

Καὶ γὰρ ἡνίκα ὁ χαλεπὸς ἐκεῖνος αὐχμὸς τρύχων τοὺς ἀνθρώπους εἰς ἱκεσίαν διήγειρεν, ἀφίκετο πρὸς αὐτὸν ἱερέων πλῆθος: συνῆν δὲ τούτοις καὶ τῆς Ἀντιοχέων τις χώρας, κώμας πολλὰς ποιμαίνειν τεταγμένος.

Οὗτος τῶν παρόντων τοὺς γεραιτέρους ἱκέτευε, πεῖσαι τὸν ἄνδρα, ληκυθίῳ τινὶ ἐπιθεῖναι τὴν δεξιάν. Τῶν δὲ εἰρηκότων ὡς οὐκ ἀνέξεται, εὐχῆς μετὰ ταῦτα γινομένης, καὶ τῆς θεσπεσίας μοι κεφαλῆς προσευχομένης, ὄπισθεν ἐκεῖνος ἑστὼς προὔτεινε ταῖς δύο χερσὶ τὸ ληκύθιον. Τὸ δὲ ἀνέβλυσεν, ὡς δύο καὶ τρεῖς τῶν παρόντων ἐκτεῖναι τὰς χεῖρας, καὶ πεπληρωμένας ταύτας τοῦ ἐλαίου λαβεῖν. Ἀλλ̓ ὅμως καὶ τῆς θείας χάριτος ἀφεὶς τὰς ἀκτῖνας, καὶ παντοδαποῖς κατορθώμασι βρίθων, καὶ ὀσημέραι συλλέγων τῆς φιλοσοφίας τὸν πλοῦτον, οὕτως ἐστὶ τὸ φρόνημα μέτριος, ὡς ἑκάστου τῶν ὡς αὐτὸν ἀφικνουμένων ἄμφω τὼ πόδε περιπτύσσεσθαι, καὶ τὸ μέτωπον ἐπιτιθέναι τῇ γῇ, εἴτε στρατιώτης, εἴτε χειροτέχνης, εἴτε ἄγροικος εἴη. Διηγήσομαι δέ τι, καὶ τὴν ἁπλότητα καὶ τὴν μετριότητα αὐτοῦ διδάξαι δυνάμενον.

Ἀνήρ τις σπουδαῖος, τοῦδε τοῦ ἔθνους τὴν ἡγεμονίαν λαχὼν, καὶ τὴν Κῦρον καταλαβὼν, σὺν ἐμοὶ τῆς τῶν μεγάλων τούτων ἀθλητῶν ἀπολαῦσαι θεωρίας ἠθέλησε.

Τοὺς ἄλλους τοίνυν περινοστήσαντες, ἀφικόμεθα καὶ παρὰ τοῦτον, οὖ νῦν τὴν ἀρετὴν ἀφηγούμεθα.

Ἐμοῦ τοίνυν εἰρηκότος, ὡς ἡγεμών ἐστιν ὁ σὺν ἐμοὶ παραγενόμενος, καὶ τοῦ δικαίου φροντιστὴς, καὶ τῶν εὐσεβῶν ἐραστὴς, εὐθὺς ὁ θεσπέσιος ἄνθρωπος ἄμφω τὼ χεῖρε προτείνας, καὶ ἀμφοῖν τοῖν ποδοῖν λαβόμενος, Αἴτησίν τινα, ἔφη, ἐπαγγείλασθαί σοι θέλω. Τοῦ δὲ λίαν δυσχεράναντος, καὶ ἀνίστασθαι ἱκετεύοντος, καὶ ποιήσειν ὅ τι ἄν κελεύσειεν ὑπισχνουμένου ʽἐτόπαζε γὰρ αὐτὸν περί τινος τῶν ὑπηκόων παρακαλεῖν̓, ἔφη ὁ θεσπέσιος ἄνθρωπος: Οὐκοῦν ἐπειδήπερ ὑπέσχου, καὶ ὅρκῳ τὴν ὑπόσχεσιν ἐβεβαίωσας, σπουδαίως τὰς ὑπὲρ ἐμοῦ τῷ Θεῷ προσένεγκε προσευχάς. Ὁ δὲ τὰ μέτωπα τύπτων ἱκέτευε λῦσαι τὸν ὅρκον, ὡς οὐκ ἀξιόχρεως ὤν οὐδὲ τὰς ὑπὲρ αὑτοῦ ἱκετείας τῷ Δεσπότῃ προσφέρειν. Τὸν ἐν τοσούτῳ τοίνυν φιλοσοφίας ὕψει τοσαύτην ἔχοντα τοῦ φρονήματος μετριότητα, ποῖος ἄν λόγος εὐφημῆσαι πρὸς ἀξίαν ἀρκέσειε; Τούτου τὴν φιλοπονίαν οὐδὲ παντοδαπὰ προσπεσόντα διήλεγξε πάθη, ἀλλ̓ ὑπὸ νόσου π̔??ʼκίλης πολιορκούμενος, τῶν αὐτῶν πόνων ἀνέχεται.

Πολλοῖς δὲ πολλάκις χρησάμενοι λόγοις, μόγις τουτονὶ τὸν οἰκίσκον ᾠκοδομησάμεθα, θάλπος ὀλίγον τῷ σώματι πάμπαν κατεψυγμένῳ μηχανησάμενοι. Τούτῳ

1464
πολλοὶ μὲν πολλάκις χρυσίον περιόντες προσήνεγκαν, κατέλιπον δὲ καὶ τελευτήσαντες: ἐδέξατο δὲ οὐδὲν παῤ οὐδενὸς οὐδὲ πώποτε: ἀλλ̓ αὐτοὺς οἰκονόμους γενέσθαι τῶν προσφερομένων ἐκέλευσε. Καὶ σισύραν δὲ αὐτῷ ὁ μέγας Ἰάκωβος ὑπό τινος αὐτῷ κομισθεῖσαν ἀπέστειλεν: ἀλλὰ καὶ ταύτην ἀντέπεμψε, στεγανωτέραν αὐτὴν καὶ εὐεργεστέραν ἰδών. Εὐτελέσι γὰρ λίαν καὶ εὐώνοις ἱματίοις κεχρημένος διετέλει.

Οὕτω δὲ τὴν πενίαν πάσης ἐρασμιωτέραν βασιλείας ἠγεῖτο, ὡς μηδὲ τὴν ἀναγκαίαν ἔχειν ἀεὶ τροφήν.

Οἶδα γὰρ πολλάκις ἀφικόμενος, καὶ εὐλογίαν αἰτήσας, καὶ μηδὲν ἕτερον εὑρὼν ἢ δύο μόνας ἰσχάδας.

Τούτου τὸ μέλι, καὶ τοῖς ὁρῶσι τριπόθητον, καὶ τοῖς ἀκούουσι λίαν ἐπέραστον. Οὐδένα γὰρ οἶδα ἀνθρώπων, οὐδὲ τῶν κομιδῇ φιλοσκωμμόνων τούτῳ μῶμον ἐπιτεθεικότα πώποτε. Ἀλλὰ πάντες ᾅδουσι καὶ εὐφημοῦσι, καὶ παῤ αὐτὸν φοιτῶντες οὐ θέλουσιν ἀπαλλάττεσθαι.

Ταύτης ἐστὶ τῆς συμμορίας καὶ Ἀσκληπιὸς ὁ θαυμάσιος, δέκα μὲν σταδίους ἀφεστηκὼς, τὴν αὐτὴν δὲ πολιτείαν ἐζηλωκώς. Καὶ τροφὴ γὰρ αὐτῷ ἡ αὐτὴ, καὶ ἐσθὴς, καὶ ἤθους μετριότης, καὶ φιλοξενία, καὶ φιλαδελφία, ἡμερότης τε καὶ πραότης, καὶ ἡ πρὸς τὸν Θεὸν ὁμιλία, καὶ ἡ ἀκροτάτη πενία: πρὸς τούτοις καὶ ἡ τῆς ἀρετῆς περιουσία, καὶ τῆς φιλοσοφίας ὁ πλοῦτος, καὶ τἄλλα πάντα, ὅσα περὶ τῆς ἱερᾶς ἐκείνης διεξήλθομεν κεφαλῆς. Φασὶ δὲ αὐτὸν, καὶ ἡνίκα τοῖς τὴν κώμην οἰκοῦσιν ἀδελφοῖς συγκατείλεκτο, τὸν ἀσκητικὸν καὶ κόσμιον ἀσπάσασθαι βίον, καὶ μηδεμίαν ἐκ τῆς τῶν πολλῶν ἐπιμιξίας λώβην ἑλκ̔??ʼσαι.

Ἐν ἑκατέρῳ τοίνυν διαπρέψας βίῳ, τῷ τε πολιτικῷ. καὶ ἐρημικῷ, διπλῶν εἰκότως καὶ τῶν στεφάνων ἀξιωθήσεται. Πολλοὶ δὲ καὶ ἄλλοι τὴν τούτου ἐζήλωσαν ἀρετὴν, καὶ πλήρης οὐχ ἡ ἡμετέρα μόνη, ἀλλὰ καὶ αἱ γειτονεύουσαι πόλεις καὶ κῶμαι, τῆς τοιᾶσδε φιλοσοφίας. Εἶς δὲ τούτων ἐστὶ καὶ ὁ θειότατος Ἰάκωβος, ἐν οἰκίσκῳ τινὶ καθειργμένος παρὰ κώμῃ Νιμουζᾶν καλουμένῃ: ὅς καὶ παῤ αὐτὸ ʽ??ʼν τοῦ βίου τὸ τέρμα ʽἐτῶν γάρ ἐστι πλειόνων ἦ ἐννενήκοντἀ, μόνος καθεῖρκται, διά τινος βραχέος ὀρύγματος ἑλικοειδῶς ὀρωρυγμένου τὰς ἀποκρίσεις ποιούμενος, οὐχ ὁρώμενος δὲ, καὶ οὔτε πυρὶ χρώμενος, οὔτε λυχνιαίου φωτὸς ἀπολαύων. Ἐμὲ δὲ δὶς τὴν θύραν ἀνοίξας ἔσω γενέσθαι προσέταξε, ταύτῃ με τιμήσας, καὶ ἤν ἔχει περὶ ἐμὲ στοργὴν ἐπιδείξας.

Οἱ μὲν οὖν ἔτι περιόντες τῶν παῤ ἐμοῦ λόγων οὐ δέονται. Δύνανται γὰρ, εἰ ἐθελήσωσιν, αὐτόπται τῆς τούτων γενέσθαι φιλοσοφίας. Τοῖς δ̓ ἐσομένοις, καὶ τῆς τούτων οὐ μεταλαγχάνουσι θέας, ἀρκεῖ καὶ ταῦτα εἰς ὠφέλειαν, τῆς τούτων φιλοσοφίας τὸν χαρακτῆρα δεικνύντα. Ἐνταῦθα τοίνυν καὶ τὸν περὶ τούτων συμπεράνας λόγον, καὶ τῆς εὐλογίας τὴν ἀντίδοσιν ἐπαγγείλας, ἐφ̓ ἕτερον διήγημα μεταβήσομαι.

Συμεώνην τὸν πάνυ, τὸ μέγα θαῦμα τῆς οἰκουμένης, ἴσασι μὲν ἄπαντες οἱ τῆς Ῥωμαίων ἡγεμονίας

1465
ὑπήκοοι: ἔγνωσαν δὲ καὶ Πέρσαι, καὶ Μῆδοι, καὶ Αἰθίοπες, καὶ πρὸς Σκύθας δὲ τοὺς Νομάδας ἡ φήμη διαδραμοῦσα, τὴν τοῦδε φιλοπονίαν καὶ φιλοσοφίαν ἐδίδαξεν. Ἐγὼ δὲ καὶ πάντας, ὡς ἔπος εἰπεῖν, ἀνθρώπους μάρτυρας ἔχων τῶν ὑπὲρ λόγον ἀγώνων, δέδοικα τὸ διήγημα, μὴ τοῖς ἐσομένοις μῦθος εἷναι δόξῃ, πάμπαν τῆς ἀληθείας γεγυμνωμένος.

Ὑψηλότερα γὰρ τῆς ἀνθρωπείας φύσεως τὰ γινόμενα. Φιλοῦσι δὲ οἱ ἄνθρωποι τῇ φύσει μετρεῖν τὰ λεγόμενα: εἰ δέ τι τῶν ταύτης ὄρων ἐπέκεινα λέγοιτο, ψευδὴς τοῖς τῶν θείων ἀμυήτοις ὁ λόγος νομίζεται. Ἐπειδὴ δὲ τῶν εὐσεβούντων γῆ καὶ θάλασσα πλήρης, τά τε θεῖα πεπαιδευμένων, καὶ τοῦ παναγίου Πνεύματος τὴν χάριν δεδιδαγμένων, τοῖς λεχθησομένοις οὐκ ἀπιστήσουσιν, ἀλλὰ καὶ μάλα πιστεύσουσι: προθύμως καὶ θαῤῥαλέως ποιήσομαι τὴν διήγησιν. Ἄρξομαι δ̓ ἐκεῖθεν, ὅθεν καὶ τῆς ἄνω κλήσεως ἠξιώθη.

Κώμη τίς ἐστιν ἐν μεθορίῳ τῆς ἡμετέρας καὶ τῆς Κιλίκων χώρας διακειμένη: Σισὰν δὲ αὐτὴν ὀνομάζουσιν.

Ἐκ ταύτης ὁρμώμενος, ποιμαίνειν τὸ πρῶτον ὑπὸ τῶν γεγεννηκότων ἐδιδάσκετο θρέμματα, ἵνα κατὰ τοῦτο τοῖς μεγάλοις ἀνδράσι συμφέρηται, Ἰακὼβ τῷ πατριάρχῃ, καὶ Ἰωσὴφ τῷ σώφρονι, καὶ Μωϋσῇ τῷ νομοθέτῃ, καὶ Δαυῒδ τῷ βασιλεῖ καὶ προφήτῃ, καὶ Μιχαίᾳ τῷ προφήτῃ, καὶ τοῖς κατ̓ ἐκείνους θεσπεσίοις ἀνδράσι. Νιφετοῦ δέ ποτε πολλοῦ γενομένου, καὶ τῶν προβάτων ἔνδον μένειν ἠναγκασμένων, ἀνακωχῆς ἀπολαύσας, εἰς τὸν θεῖον νεὼν μετὰ τῶν φυσάντων ἀφίκετο. Ταῦτα δὲ τῆς ἱερᾶς αὐτοῦ διηγουμένης ἀκήκοα γλώττης. Ἔφη τοίνυν τῆς εὐαγγελικῆς ἀκηκοέναι φωνῆς, μακαριζούσης μὲν τοὺς κλαίοντας καὶ πενθοῦντας, ἀθλίους δὲ τοὺς γελῶντας ἀποκαλούσης, καὶ ζηλωτοὺς ὀνομαζούσης τοὺς τὴν ψυχὴν καθαρὰν κεκτημένους, καὶ τἄλλα ὅσα τούτοις συνέζευκται. Εἶτα ἐρέσθαι τινὰ τῶν παρόντων, τί ἄν τις ποιήσας τούτων ἕκαστον κτήσαιτο: τὸν δὲ τὸν μοναδικὸν αὐτῷ βίον ὑπαγορεῦσαι, καὶ τὴν ἄκραν ἐκείνην ὑποδεῖξαι φιλοσοφίαν.

Δεξάμενος τοίνυν τοῦ θείου λόγου τὰ σπέρματα, καὶ ταῖς βαθείαις τῆς ψυχῆς αὔλαξι ταῦτα καλῶς κατακρύψας, εἰς τὸν πελάζοντα τῶν ἁγίων μαρτύρων ἔφη δεδραμηκέναι σηκόν. Ἐν τούτῳ δὲ τῇ γῇ τὰ γόνατα καὶ τὸ μέτωπον προσερεῖσαί τε, καὶ ἱκετεῦσαι τὸν πάντας ἀνθρώπους σώζειν ἐθέλοντα, ποδηγῆσαι αὐτὸν πρὸς τὴν τελείαν τῆς εὐσεβείας ὀδόν. Ἐπὶ πολὺ δὲ τοῦτον διατρίψαντι τὸν τρόπον, ὕπνον μὲν αὐτῷ προσγενέσθαι τινὰ γλυκὺν, ὄναρ δὲ τοιόνδε θεάσασθαι: Ὀρύττειν, φησὶν, ἐδόκουν θεμέλια, εἶτά τινος ἑστῶτος ἀκούειν, ὡς ἔτι με βαθύνειν τὸ ὄρυγμα δεῖ: προστεθεικὼς τοίνυν ὡς ἐκέλευσε βάθος, πάλιν ἐπειρώμην διαναπαύεσθαι: ἀλλὰ καὶ αὖθίς μοι ὀρύττειν προσέταττε, καὶ μὴ λήγειν τοῦ πόνου. Τρὶς δέ μοι τοῦτο καὶ τετράκις παρεγγυήσας, τέλος ἀποχρώντως ἔχειν ἔφη τὸ βάθος, καὶ οἰκοδομεῖν ἀπόνως ἐκέλευσε τὸ λοιπὸν, ὡς τοῦ

1468
πόνου λωφήσαντος, καὶ τῆς οἰκοδομίας ἐσομένης εὐκόλως. Ταύτῃ τῇ προῤῥήσει τὰ πράγματα μαρτυρεῖ: πέρα γὰρ τῆς φύσεως τὰ γινόμενα. Ἐκεῖθεν ἀναστὰς ἀσκητῶν τινων γειτονευόντων κατέλαβε καταγώγιον. Δὐο δὲ αὐτοῖς συνδιαγαγὼν ἔτη, καὶ τῆς τελειοτέρας ἀρετῆς ἐρασθεὶς, Τελεδὰν ἐκείνην τὴν κώμην κατέλαβεν, ἧς καὶ πρόσθεν ἐμνήσθημεν, παῤ ἢν οἱ μεγάλοι καὶ θεῖοι ἄνδρες, Ἀμμιανὸς καὶ Εὐσέβιος, τὴν ἀσκητικὴν παλαίστραν ἐπήξαντο. Ἀλλ̓ οὐκ εἰς ταύτην ὁ θεσπέσιος Συμεώνης ἀφίκετο, ἀλλ̓ εἰς τὴν ἑτέραν τὴν ἐκ ταύτης βλαστήσασαν. Εὐσεβώνας γὰρ καὶ Ἀβιβίων, τῆς Εὐσεβίου τοῦ μεγάλου διδασκαλίας ἱκανῶς ἀπολαύσαντες, τόδε τὸ τῆς φιλοσοφίας ᾠκοδομήσαντο φροντιστήριον. Ὁμογνώμονες δὲ διὰ βίου καὶ ὁμότροποι γεγονότες, οἱονεὶ μίαν ψυχὴν ἐν δύο σώμασιν ἐπιδείξαντες, πολλοὺς ἔσχον τοῦ βίου συνεραστάς. Τούτων δὲ μετ̓ εὐκλείας ὑπεξελθόντων τὸν βίον, Ἡλιόδωρος ὁ θαυμάσιος τὴν τῶν συνοίκων ἡγεμονίαν ἐδέξατο: ὃς πέντε καὶ ἐξήκοντα ἔτη διαβιώσας, δύο καὶ ἐξήκοντα ἔνδον καθειργμένος διετέλεσεν ἔτη: τρία γὰρ ἔτη παρὰ τοῖς γεγεννηκόσι τραφεὶς, εἰς τὴν ἀγέλην εἰσελήλυθε ταύτην, οὐδὲν τῶν ἐν τῷ βίῳ γιγνομένων θεασάμενος πώποτε. Ἔφασκε δὲ, μηδ̓ αὐτὸ εἰδέναι τῶν χοίρων, ἢ τῶν ἀλεκτρυόνων, ἢ τῶν ἄλλων τῶν τοιούτων τὸ εἶδος. Τούτου κἀγὼ πολλάκις τῆς θέας ἀπήλαυσα, καὶ τῶν τρόπων ἐθαύμασα τὴν ἀπλότητα, καὶ ὑπερηγάσθην μάλα τὴν τῆς ψυχῆς καθαρότητα. Πρὸς τοῦτον ἀφικόμενος ὁ πένταθλος οὗτος τῆς εὐσεβείας ἀγωνιστὴς, δέκα μὲν διετέλεσεν ἀγωνιζόμενος ἔτη: ὀγδοήκοντα δὲ συναγωνιστὰς ἔχων, ὑπερηκόντισεν ἅπαντας: καὶ τῶν ἄλλων διὰ δύο ἡμερῶν ἀπολαυόντων τροφῆς, πᾶσαν ἄσιτος οὗτος τὴν ἑβδομάδα διέμεινε. Δυσχεραινόντων μὲν τῶν προστατευόντων, καὶ ζυγομαχούντων ἀεὶ, καὶ ἀταξίαν τὸ πρᾶγμα καλούντων, οὐ πειθόντων δὲ τοῖς λεγομένοις, οὐδὲ χαλινοῦν δυναμένων τὴν προθυμίαν.

Ἥκουσα δὲ αὐτοῦ ἐκείνου διηγουμένου καὶ τοῦ νῦν τῆς αὐτῆς ἀγέλης ἡγεμονεύοντος, ὡς σχοινίον ποτὲ ἀπὸ φοινίκων κατεσκευασμένον λαβὼν ʽτραχυτάτη δὲ αὕτη λίαν καὶ χερσὶ προσψαυούσαισ̓, διέζωσε τὴν ὀσφὺν, ὁ??ʼτ̓ ἔξωθεν περιθεὶς, ἀλλ̓ αὐτῷ προσφύσας τῷ δέρματι: καὶ οὕτω λίαν συνέσφιγξεν, ὡς ἅπαν ἐκεῖνο ἐν κύκλῳ τὸ μέρος ἑλκῶσαι, ᾧ περιέκειτο.

Ὡς δὲ πλείους ἣ δέκα ἡμέρας τοῦτον διετέλεσε τὸν τρόπον, καὶ τὸ ἕλκος χαλεπώτερον γιγνόμενον, αἵματος ἠφίει σταγόνας, ἤρετό τις αὐτὸν θεασάμενος, τίς ἡ αἰτία τοῦ αἵματος: τοῦ δὲ μηδὲν ἔχειν ἀνιαρὸν λέγοντος, βιασάμενος ὁ συναγωνιστὴς καὶ τὴν χεῖρα ἐνέβαλε, καὶ τὴν αἰτίαν κατέμαθε, καὶ ταύτην τῷ προστατεύοντι κατεμήνυσεν. Αὐτίκα τοίνυν καὶ ἐπιτιμῶν, καὶ παρακαλῶν, καὶ τοῦ πράγματος τὴν ὠμότητα διαβάλλων, μόλις ἐκεῖνον διέλυσε τὸν δεσμόν. Ἀλλ̓ οὐδ̓ οὕτως ἔπεισε θεραπείαν τινὰ ἐκείνῳ τῷ ἕλκει προσενεγκεῖν. Ἄλλα δὲ τοιἁ??ʼτα δρῶντα ὁρῶντες, ἀναχωρεῖν τῆς παλαίστρας ἐκείνης ἐκέλευον, ὡς ἃν μὴ τοῖς ἀσθενέστερον τὸ σῶμα

1469
διακειμένοις, καὶ ζηλοῦν τὰ ὑπὲρ δύναμιν πειρωμένοις, βλάβης αἴτιος γένοιτο. Ἐξελθὼν τοίνυν, καὶ τὰ ἐρημότερα τοῦ ὅρους καταλαβὼν, καὶ λάκκον τινὰ εὑρὼν ἄνυδρον, καὶ οὐ λίαν βαθὺν, καθῆκεν εἰς τοῦτον ἑαυτὸν, καὶ τῷ Θεῷ. τὴν ὑμνῳδίαν προσέφερε.

Πέντε δὲ διαγενομένων ἡμερῶν, μεταμεληθέντες οἱ τῆς παλαίστρας ἐκείνης ἡγεμόνες, δύο τινὰς ἐξέπεμψαν, ἐπιζητῆσαί τε αὐτὸν καὶ ἀγαγεῖν ἐπιτρέψαντες. Τοιγάρτοι τὸ ὅρος οὗτοι περινοστήσαντες, ἤροντό τινας ἐκεῖ θρέμματα νέμοντας, εἴ τινα ἐθεάσαντο τοιόνδε χρῶμα ἔχοντα, καὶ σχῆμα περικείμενον. Ὡς δὲ τὸν λάκκον οἱ ποιμένες ὑπέδειξαν. πολλὰ μὲν εὐθὺς κατεβόησαν: σχοινίον δὲ εὐθὺ κομίσαντες, σὺν πολλῷ αὐτὸν ἀνιμήσαντο πόνῳ.

Οὐ γὰρ τῇ καθόδῳ παραπλησίως ἡ ἄνοδός ἐστιν εὐπετής. Ὀλίγον τοίνυν παῤ ἐκείνοις διατρίψας χρόνον, εἰς Τελάνισσον ἀφίκετο κώμην, τῇ κορυφῇ ἐφ̓ ᾗ νῦν ἕστηκεν ὑποκειμένην. Ἐν ταύτῃ μικρὸν οἰκίσκον εὑρὼν, τρία καθειργμένος διετέλεσεν ἔτη.

Αὔξειν δὲ ἀεὶ τῆς ἀρετῆς τὸν πλοῦτον φιλονεικῶν, ἐπεθύμησε Μωϋσῇ καὶ Ἠλίᾳ τοῖς θείοις ἀνθρώποις παραπλησίως τεσσαράκοντα ἡμέρας ἄσιτος διαμεῖναι.

Καὶ πείθει τὸν θαυμάσιον Βάσσον, ὅς τηνικαῦτα πολλὰς περιώδευσε κώμας τοῖς κατὰ κώμην ἱερεῦσιν ἐπιστατῶν, μηδὲν ἔνδον μὲν καταλιπεῖν, πηλῷ δὲ καταχρῖσαι τὴν θύραν. Τοῦ δὲ καὶ τὴν δυσκολίαν τοῦ πράγματος ὑπαγορεύοντος, καὶ παραινοῦντος μὴ νομίζειν ἀρετὴν εἶναι τὸν βίαιον θάνατον: κατηγορία γὰρ αὕτη, καὶ μεγίστη. καὶ πρώτη: Ἀλλὰ σύ γε, ἔφη, ὦ Πάτερ, δέκα μοι ἄρτους καὶ στάμνον ὕδατος ἀπόθου, κἂν ἴδω τὸ σῶμα τροφῆς δεόμενον, μεταλήψομαι τούτων. Ἐγένετο ὡς ἐκέλευσε: καὶ τὰ μὲν ἀπετίθετο, ἡ θύρα δὲ τὸν πηλὸν ὑπεδέχετο.

Μετὰ δὲ τὸ τέλος τῶν ἡμερῶν, ἧκε μὲν ὁ θαυμάσιος ἐκεῖνος καὶ τοῦ Θεοῦ ἄνθρωπος Βάσσος, τὸν δὲ πηλὸν ἀφελὼν, καὶ τῆς θύρας εἴσω γενόμενος, εὗρε μὲν τῶν ἄρτων τὸν ἀριθμὸν, εὗρε δὲ πλήρη καὶ τὸν στάμνον τοῦ ὕδατος, αὐτὸν δὲ ἄπνουν ἐῤῥιμμἕ??ʼον, καὶ οὔτε φθέγγεσθαι, οὔτε κινεῖσθαι δυνάμενον.

Σπογγιὰν τοίνυν αἰτήσας καὶ ταύτῃ τὸ στόμα διαβρέξας καὶ ἀποκλύσας, προσήνεγκεν αὐτῷ τῶν θείων μυστηρίων τὰ σύμβολα. Καὶ οὕτως διὰ τούτων ἀναῤῥωσθεὶς ἀνέστησέ τε ἑαυτὸν, καὶ τροφῆς μετρίας μετέλαβε, θριδακίνας, καὶ σέρεις, καὶ τὰ τούτοις παραπλήσια, κατὰ βραχὺ διαμασσώμενος, καὶ τῇ γαστρὶ παραπέμπων. Ὑπεραγασθεὶς τοίνυν ὁ μέγας ἐκεῖνος Βάσσος, τὴν οἰκείαν ἀγέλην κατέλαβε, τὸ μέγα τοῦτο διηγούμενος θαῦμα. Πλείοσι γὰρ ἣ διακοσίοις θιασώταις ἐχρῆτο, μήτε κτῆνος ἔχειν, μήτε μύλην ἐπιτρέψας, μήτε χρυσίον προσφερόμενον ὑποδέχεσθαι, μήτε τινὰ ἔξω τῆς θύρας ἰέναι, ἤ τι τῶν ἀναγκαίων ὠνησόμενον, ἤ τινα τῶν γνωρίμων ὀψόμενον: ἀλλ̓ ἔνδον διάγειν, καὶ τὴν ἀπὸ τῆς θείας χάριτος πεμπομένην τροφὴν ὑποδέχεσθαι. Τοῦτον μέχρι καὶ τήμερον τὸν νόμον οἱ θιασῶται φυλάττουσι, καὶ πλείους γενόμενοι τἀς δοθείσας οὐ παρέβησαν ἐντολάς. Ἐγὼ δὲ ἐπὶ τὸν μέγαν διαβήσομαι Συμεώνην.

Ἐξ ἐκείνου τοίνυν μέχρι καὶ τήμερον ʽὀκτὼ δὲ καὶ εἵκοσι διελήλυθεν ἔτἠ, τὰς τεσσαράκοντα ἄσιτος διαμένει ἡμέρας: ὁ δὲ χρόνος καὶ ἡ μελέτη τοῦ πόνου τὸ πλέον ἐσύλησεν. Εἰώθει μὲν γὰρ τὰς πρώτας

1472
ἡμέρας ἑστάναι, καὶ τὸν Θεὸν ἀνυμνεῖν. Εἶτα τοῦ σώματος διὰ τὴν ἀπαστίαν φέρειν οὐκ ἔτι τὴν στάσιν ἰσχύοντος, καθῆσθαι λοιπὸν, καὶ τὴν θείαν λειτουργίαν ἐπιτελεῖν: τὰς δὲ τελευταίας ἡμέρας καὶ προσκλίνεσθαι. Δαπανωμένης γὰρ κατὰ βραχὺ τῆς ἰσχύος, καὶ ἀποσβεννυμένης, κεῖσθαι ἡμιθανὴς ἠναγκάζετο.

Ἐπεὶ δὲ ἐπὶ τοῦ κίονος ἔστη, κατιέναι μὲν οὐκ ἠνείχετο, ἐμηχανήσατο δὲ τὴν στάσιν ἑτέρως.

Δοκὸν γάρ τινα προσδήσας τῷ κίονι, καὶ σχοινίοις πάλιν ἑαυτὸν τῇ δοκῷ προσαρμόσας, τὰς τεσσαράκοντα οὕτω διετέλεσεν ἡμέρας. Μετὰ δὲ ταῦτα πλείονος λοιπὸν τῆς ἄνωθεν χάριτος ἀπολαύσας, οὐδὲ ταύτης ἐδεήθη τῆς βοηθείας, ἀλλ̓ ἔστηκε τὰς τεσσαράκοντα ἡμέρας, σιτίων μὲν οὐκ ἀπολαύων, προθυμίᾳ δὲ καὶ θείᾳ ῥωννύμενος χάριτι. Τρία τοίνυν, ὡς ἔφην, ἐν ἐκείνῳ τῷ οἰκίσκῳ διατελέσας ἔτη, τὴν πολυθρύλλητον ταύτην κατέλαβε κορυφὴν, θριγκίον ἐν κύκλῳ γενέσθαι παρεγγυήσας, ἄλυσίν τε ἐκ σιδήρου πήχεων εἴκοσι κατασκευάσας, καὶ ταύτης θατέραν μὲν ἀρχὴν πέτρᾳ μεγίστῃ προσηλώσας, θατέραν δὲ τῷ δεξιῷ ποδὶ προσαρμόσας, ὡς ἃν μηδὲ βουλόμενος ἔξω τῶν ὄρων ἐκείνων ἀπίοι, διῆγεν ἔνδον, διηνεκῶς τὸν οὐρανὸν φανταζόμενος, καὶ τὰ ἄνω τῶν οὐρανῶν θεωρεῖν βιαζόμενος. Οὐ γὰρ ἐκώλυε τῆς διανοίας τὴν πτῆσιν ὁ τοῦ σιδήρου δεσμός.

Ἐπειδὴ δὲ Μελέτιος ὁ θαυμάσιος, ἐπισκοπεῖν τηνικαῦτα τῆς Ἀντιόχου πόλεως τεταγμένος τὴν χώραν, ἀνὴρ φρονήσει καὶ συνέσει λάμπων, καὶ ἀγχινοίᾳ κεκοσμημένος, περιττὸν ἔφη τὸν σίδηρον, ἀρκούσης τῆς γνώμης λογικὰ τῷ σώματι περιθεῖναι δεσμά: εἶξε μὲν, καὶ τὴν παραίνεσιν εὐπειθῶς εἰσεδέξατο: χαλκέα δὲ κληθῆναι κελεύσας, λῦσαι προσέταξε τὸν δεσμόν. Ἐπειδὴ δὲ καὶ δέρμα τῷ σκέλει προσήρμοστο, ὡς ʽ??ʼν μὴ λωβηθείη ὑπὸ τοῦ σιδήρου τὸ σῶμα, καὶ ἕδει καὶ τοῦτο ʽσυνεῤῥαμμένον γὰρ ἦν̓, διαῤῥαγῆναι, πλείους ἢ εἴκοσι μεγίστους ἔφασαν κόρεις ἐν ἐκείνῳ κατιδεῖν ἐμφωλεύοντας: καὶ τοῦτο ἔφη ὁ θαυμάσιος τεθεᾶσθαι Μελέτιος. Ἐγὼ δὲ ἀπεμνημόνευσα, τὴν πολλὴν τοῦ ἀνδρὸς κἀντεῦθεν καρτερίαν ἐπιδεικνύς. Πιλῆσαι γὰρ τῇ χειρὶ τὸ δέρμα, καὶ διαφθεῖραι πάντας δυνάμενος ῥᾳδίως, τῶν ἀνιαρῶν δηγμάτων ἠνείχετο καρτερῶν, ἐν τοῖς μικροῖς τὴν τῶν μειζόνων ἀγώνων ἀσπαζόμενος γυμνασίαν.

Τῆς τοίνυν φήμης πάντοσε διαθεούσης, συνέθεον ἅπαντες, οὐχ οἱ γειτονεύοντες μόνον, ἀλλὰ καὶ οἱ πολλῶν ἡμερῶν ἀφεστηκότες ὀδόν: οἱ μὲν παρειμένους τὸ σῶμα προσφέροντες, οἱ δὲ ἀῤῥώστοις ὑγείαν αἰτοῦντες, οἱ δὲ πατέρας γενέσθαι παρακαλοῦντες, καὶ ὅ παρὰ τῆς φύσεως οὐκ ἔλαβον, ἱκέτευον δἰ ἐκείνου λαβεῖν. Λαμβάνοντες δὲ, καὶ τῶν αἰτήσεων ἀπολαύοντες, μετ̓ εὐφροσύνης μὲν ἐπανῄεσαν: κηρύττοντες δὲ τὰς εὐεργεσίας ὧν ἔτυχον, πολλαπλασίους τῶν αὐτῶν δεησομένους ἐξέπεμπον. Οὕτω δὲ πάντων πανταχόθεν ἀφικνουμένων, καὶ πάσης ὁδοῦ ποταμὸν μιμουμένης, πέλαγος ἀνθρώπων ἔστιν ἰδεῖν ἐν ἐκείνῳ συνιστάμενον τῷ χωρίῳ τοὺς πανταχόθεν δεχόμενον ποταμούς. Οὐ γὰρ μόνον οἱ τὴν καθ̓ ἡμᾶς οἰκουμένην οἰκοῦντες συῤῥέουσιν, ἀλλὰ καὶ Ἰσμαηλῖται, καὶ Πέρσαι, καὶ Ἀρμένιοι οἱ τούτων

1473
ὑποχείριοι, καὶ Ἴβηρες, καὶ Ὀμηρῖται, καὶ οἱ ἐκείνων ἐνδότεροι. Ἀφίκοντο δὲ πολλοὶ τὰς τῆς Ἐσπέρας οἰκοῦντες ἐσχατιὰς, Σπάνοι τε καὶ Βρεττανοὶ, καὶ Γαλάται, οἱ τὸ μέσον τούτων κατέχοντες. Περὶ γὰρ Ἰταλίας περιττὸν καὶ λέγειν. Φασὶ γὰρ οὕτως ἕν Ῥώμῃ τῇ μεγίστῃ πολυθρύλλητον γενέσθαι τὸν ἅνδρα, ὡς ἐν ἅπασι τοῖς τῶν ἐργαστηρίων προπυλαίοις εἰκόνας αὐτῷ βραχείας ἀναστῆσαι, φυλακήν τινα σφίσιν αὐτοῖς καὶ ἀσφάλειαν ἐντεῦθεν πορίζοντας.

Ἐπειδὴ τοίνυν ἀριθμοῦ κρείττους οἱ ἀφικνούμενοι, προσψαύειν δὲ ἅπαντες ἐπεχείρουν, καί τινα εὐλογίαν ἀπὸ τῶν δερματίνων ἐκείνων ἱματίων τρυγᾷν: πρῶτον μὲν τῆς τιμῆς τὸ ὑπερβάλλον ἄτοπον εἶναι νομίζων, ἔπειτα καὶ τοῦ πράγματος τὸ ἐπίπονον δυσχεραίνων, τὴν ἐπὶ τοῦ κίονος ἐμηχανήσατο στάσιν.

Πρῶτον μὲν ἓξ πήχεων τμηθῆναι κελεύσας, εἶτα δύο καὶ δέκα, μετὰ δὲ ταῦτα δύο καὶ εἴκοσι, νῦν δὲ ἓξ καὶ τριάκοντα: ἀναπτῆναι γὰρ εἰς οὐρανὸν ἐφίεται, καὶ τῆς ἐπιγείου ταύτης ἀπαλλαγῆναι διατριβῆς. Ἐγὼ δὲ οὐδὲ τῆς θεἰας ἅνευ οἰκονομίας ταύτην πιστεύω γενέσθαι τὴν στάσιν. Οὗπερ εἵνεκα τοὺς μεμψιμοίρους παρακαλῶ χαλινῶσαι τὴν γλῶτταν, καὶ μὴ ἐπιτρέπειν ὡς ἔτυχε φέρεσθαι: σκοπεῖν δὲ, ὡς πολλάκις τοιαῦτα ὁ Δεσπότης τῶν ῥᾳθυμοτέρων ἕνεκεν ὠφελείας ἐμηχανήσατο. Καὶ γὰρ τὸν Ἡσαΐαν γυμνὸν καὶ ἀνυπόδητον βαδίσαι προσέταξε: καὶ τὸν Ἱερεμίαν περίζωσμα τῇ ὀσφὕ??ʼ περιθεῖναι, καὶ οὕτω τοῖς ἀπειθέσι προσφέρειν τὴν προφητείαν: καὶ ἄλλοτε δὲ κλοιοὺς ξυλίνους καὶ σιδηροῦς μετὰ ταῦτα τῷ τραχήλῳ περιβαλεῖν: καὶ τῷ Ὠσηὲ γυναῖκα πόρνην λαβεῖν, καὶ αὖθις ἀγαπῆσαι γυναῖκα πονηρὰν καὶ μοιχαλίδα: καὶ τῷ Ἰεζεκιὴλ, ἐπὶ τοῦ δεξιοῦ πλευροῦ τεσσαράκοντα κατακλιθῆναι ἡμέρας, καὶ ἐπὶ τοῦ εὐωνύμου πεντήκοντα καὶ ἑκατόν: καὶ πάλιν, διορῦξαι τοῖχον, καὶ φεύγοντα ἐξελθεῖν, καὶ αἰχμαλωσίαν ἐν ἑαυτῷ διαγράψαι: καὶ ἄλλοτε δὲ ξίφος εἰς ἀκμὴν παραθῆξαι, καὶ ξύρασθαι τούτῳ τὴν κεφαλὴν, καὶ τετραχῆ τὰς τρίχας διελεῖν, καὶ ἀπονεῖμαι τὰς μὲν εἰς τόδε, τὰς δὲ εἰς τόδε, ἵνα μὴ ἅπαντα καταλέγω.

Γίνεσθαι δὲ τούτων ἕκαστον προσέταττε τῶν ὅλων ὁ πρύτανις, τοὺς λόγῳ μὴ πειθομένους, μηδὲ τῆς προφητείας ἐπαῒειν ἀνεχομένους, τῷ τῆς θεωρίας παραδόξῳ συλλέγων, καὶ τῶν θεσπισμάτων ἀκούειν παρασκευάζων. Τίς γὰρ οὐκ ἂν ἐξεπλάγη θεῖον ἄνθρωπον γυμνὸν βαδίζοντα θεωρῶν; Τίς οὐκ ἂν τὴν αἰτίαν τοῦ γιγνομένου μαθεῖν ἐπόθησε; Τίς δὲ οὐκ ἂν ἤρετο: Τί δήποτε πόρνῃ συνοικεῖν ὁ προφήτης ἀνέχεται; Καθάπερ τοίνυν ἐκείνων ἕκαστον ὁ τῶν ὅλων Θεὸς γενέσθαι προσέταξε, τῆς τῶν ῥᾳστώνῃ συζώντων προμηθούμενος ὠφελείας: οὕτω καὶ τὸ καινὸν τοῦτο καὶ παράδοξον ἐπρυτάνευσε θέαμα, τῷ ξένῳ πάντας ἕλκων εἰς θεωρίαν, καὶ πιθανὴν τοῖς ἀφικνουμένοις παρασκευάζων τὴν προσφερομένην παραίνεσιν. Τὸ γὰρ καινὸν τοῦ θεάματος ἐνέχυρον ἀξιόχρεων γίνεται τοῦ διδάγματος: καὶ ὁ εἰς θεωρίαν ἀφικνούμενος τὰ θεῖα παιδευθεὶς ἐπανέρχεται. Καὶ

1476
ὥσπερ οἱ βασιλεύειν τῶν ἀνθρώπων λαχόντες, ἀμείβουσι κατά τινα χρόνου περίοδον τὰς τῶν νομισμάτων εἰκόνας, ποτὲ μὲν λεόντων ἐκτυποῦντες ἰνδάλματα, ποτὲ δὲ ἀστέρων καὶ ἀγγέλων: ἄλλοτε τῷ ξένῳ χαρακτῆρι τιμιώτερον ἀποφαίνειν πειρώμενοι τὸν χρυσόν: οὕτως ὁ τῶν ὅλων Παμβασιλεὺς, οἶόν τινας χαρακτῆρας, τὰς καινὰς ταύτας καὶ παντοδαπὰς πολιτείας τῇ εὐσεβείᾳ περιτιθεὶς, οὐ μόνον τῶν τροφίμων τῆς πίστεως, ἀλλὰ καὶ τῶν τὴν ἀπιστίαν νοσούντων, εἰς εὐφημίαν τὰς γλώττας κινεῖ. Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὐ λόγοι μάρτυρες. ἀλλ̓ ἡ τῶν πραγμάτων βοή. Τοὺς γὰρ Ἰσμαηλίτας. πολλὰς μυριάδας τῷ ζόφῳ τῆς ἀσεβείας δουλευούσας. ἡ ἐπὶ τοῦ κίονος ἐφώτισε στάσις. Ὥσπερ γὰρ ἐπί τινος λυχνίας τεθεὶς ὁ φανώτατος οὗτος λύχνος, ἡλίου δίκην πάντοσε τὰς ἀκτῖνας ἐξέπεμψε: καὶ ἔστιν ἰδεῖν καὶ Ἴβηρας, ὡς ἔφην, καὶ Ἀρμενίους, καὶ Πέρσας ἀφικνουμένους, καὶ τοῦ θείου βαπτίσματος ἀπολαύοντας. Ἰσμαηλῖται δὲ κατὰ συμμορίας ἀφικνούμενοι, διακόσιοι κατὰ ταυτὸν, καὶ τριακόσιοι, ἔστι δ̓ ὅτε καὶ χίλιοι, ἀρνοῦνται μὲν τὴν πατρῴαν ἐξαπάτην μετὰ βοῆς, τὰ δὲ ὑπ̓ ἐκείνων σεβασθέντα εἴδωλα πρὸ τοὺ μεγάλου ἐκείνου φωστῆρος συντρίβοντες, καὶ τοῖς τῆς Ἀφροδίτης ὀργίοις ἀποταττόμενοι ʽταύτης γὰρ ἀνέκαθεν τῆς δαίμονος κατεδέξαντο τὴν λατρείαν̓, τῶν θείων ἀπολαύουσι μυστηρίων: νόμους παρὰ τῆς ἱερᾶς ἐκείνης δεχόμενοι γλώσσης, καὶ τοῖς ἔθεσι τοῖς πατρῴοις χαίρειν φράζοντες, τῶν τε ὄνων τῶν ἀγρίων, τῶν τε καμήλων τὴν ἐδωδήν ἀπαρνούμενοι. Καὶ τούτων αὐτόπτης ἐγενόμην ἐγὼ, καὶ ἀκήκοα, καὶ τὴν πατρῴαν ἀσέβειαν ἀρνουμένων, καὶ τῇ εὐαγγελικῇ διδασκαλίᾳ συντιθεμένων. Καὶ κίνδυνον δὲ ἅπαξ ὑπέμεινα μέγιστον.

Αὐτὸς μὲν γὰρ αὐτοῖς προσελθεῖν ἐκέλευσε. καὶ παῤ ἐμοῦ τὴν ἱερατικὴν εὐλογίαν λαβεῖν. μέγιστον φήσας αὐτοὺς ἐντεῦθεν καρπώσασθαι κέρδος: βαρβαρικώτερον δὲ συνδραμόντες ἐκεῖνοι, οἱ μὲν ἔμπροσθεν εἷλκον, οἱ δὲ ὄπισθεν, ἄλλοι ἐκ πλαγίων: οἱ δὲ ἀφεστῶτες, τῶν ἄλλων ἐπιβαίνοντες, καὶ τὰς χεῖρας προτείνοντες, οἱ μὲν τὸ γένειον εἷλκον, οἱ δὲ τῶν ἱματίων ἐπελαμβάνοντο. Κὰν ἀπεπνίγην ὑπὸ τῆς ἐκείνων θερμοτέρας προσόδου, εἰ μὴ βοῇ χρησάμενος ἁπεσκέδασεν ἅπαντας.

Τοιαύτην ὁ ὑπὸ τῶν φιλοσκωμμόνων σκωπτόμενος κίων ὠφέλειαν ἀνέβλυσε, καὶ τοσαύτην ἀκτῖνα θεογνωσίας ταῖς τῶν βαρβάρων διανοίαις κατέπεμψεν.

Οἶδα δὲ καὶ ἄλλο ὑπὸ τούτων τοιόνδε γεγενημένον: Ἱκέτευε μία φυλὴ τὸν θεῖον ἅνθρωπον, εὐχήν τινα καὶ εὐλογίαν ἐκπέμψαι τῷ σφετέρῳ φυλάρχῳ: ἄλλη δὲ φυλὴ παροῦσα ἀντέλεγε, μὴ δεῖν ἐκείνῳ τὴν εὐλογίαν ἐκπεμφθῆναι λέγουσα, ἀλλὰ τῷ ἑαυτῆς ἡγεμόνι: τὸν μὲν γὰρ ἀδικώτατον εἶναι, τὸν δὲ ἀδικίας ἀλλότριον. Μακρᾶς δὲ φιλονεικίας γενομένης. καὶ διαμάχης βαρβαρικῆς, τὸ τελευταῖον κατ̓ ἀλλήλων ἐχώρησαν. Ἐγὼ δὲ πολλοῖς χρησάμενος λόγοις. ἡσυχίαν ἔχειν παρῄνουν, ὡς ἃν ἀποχρῶντος τοῦ θείου ἀνδρὸς καὶ τούτῳ κἀκείνῳ μεταδοῦναι τῆς εὐλογίας.

Ἀλλὰ καὶ οὗτοι ἔλεγον, μὴ δεῖν ἐκεῖνον ταύτης τυχεῖν, κἀκεῖνοι ταύτης ἀποστερεῖν ἐπειρῶντο τὸν ἕτερον. Ἀπειλήσας δὲ αὐτοῖς ἄνωθεν, καὶ κύνας καλέσας, μόγις τὴν φιλονεικίαν κατέσβεσε. Ταῦτα δὲ

1477
ἔφην, ἐπιδεῖξαι αὐτῶν τῆς διανοίας θελήσας τὴν πίστιν.

Οὐ γὰρ ἂν οὕτω κατ̓ ἀλλήλων ἐμάνησαν, εἰ μὴ μεγίστην ἔχειν δύναμιν τοῦ θεσπεσίου ἀνθρώπου τὴν εὐλογίαν ἐπίστευον. Εἶδον δὲ καὶ ἄλλοτε θαῦμα γεγενημένον ἀοίδιμον. Εἰσελθὼν γάρ τις ʽΣαρακηνῶν δὲ καὶ οὗτος φύλαρχος ἦν̓, τὴν θείαν ἱκέτευσε κεφαλὴν, ἐπαμῦναι ἀνδρὶ κατὰ τὴν ὁδὸν παρεθέντι τὰ μέλη τοῦ σώματος. Ἔλεγε δὲ τοῦτο κατὰ τὴν Καλλίνικον ʽφρούριον δὲ αὕτη μέγιστον̓ ὑπομεμενηκέναι τὸ πάθος. Κομισθέντα τοίνυν εἰς μέσον ἀρνηθῆναι ἐκέλευσε τὴν τῶν προγόνων ἀσέβειαν. Ἐπειδὴ δὲ ἅσμενος κατεδέξατο, καὶ ὑπήκουσε, καὶ τὸ κελευσθὲν ἐξεπλήρωσεν. ἤρετο εἰ πιστεύει τῷ Πατρὶ, καὶ τῷ μονογενεῖ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι. Τοῦ δὲ πιστεύειν ὁμολογήσαντος, Ταύταις, ἔφη, ταῖς προσηγορίαις πιστεύων, ἀνάστηθι. Ὡς δὲ ἀνέστη, προσέταξεν ἐπ̓ ὤμων φέρειν τὸν φύλαρχον μέχρις αὐτῆς τῆς κλίνης. Μέγιστον δὲ εἶχε σῶμα. Καὶ ὁ μὲν λαβὼν παραυτίκα ᾤχετο: Οἱ δὲ παρόντες εἰς ὑμνῳδίαν τοῦ Θεοῦ τὰς γλώσσας ἐκίνησαν. Τοῦτο δὲ προσέταξε τὸν Δεσπότην μιμούμενος: ὅς τῷ παραλύτῳ φέρειν τὴν κλίνην ἐκέλευσεν. Ἀλλὰ μηδεὶς τυραννίδα καλείτω τὴν μίμησιν. Αὐτοῦ γάρ ἐστι φωνή: Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Καὶ ταύτης δὲ τῆς ἐπαγγελίας τὸ τέλος ἐθεασάμεθα. Τῆς γὰρ τοῦ Κυρίου σκιᾶς οὐδαμοῦ θαῦμα ἐργασαμένης, ἡ τοῦ μεγάλου Πέτρου σκιὰ, καὶ θάνατον ἔλυσε, καὶ νόσους ἐξήλασε, καὶ δαίμονας ἐφυγάδευσεν. Ἀλλ̓ ὁ Δεσπότης καὶ ταῦτα διὰ τῶν δούλων ἐνήργει τὰ θαύματα: καὶ νῦν δὲ ὡσαύτως, τῇ τούτου κεχρημένος προσηγορίᾳ τὰ μυρία ὁ θεῖος Συμεώνης ἐργάζεται θαύματα. Συνέβη γὰρ καὶ ἕτερον θαῦμα γενέσθαι ὑπὸ τούτου τοῦ προτέρου μηδαμῶς ἐλαττούμενον.

Τῶν γὰρ εἰς τὸ σωτήριον ὄνομα τοῦ Δεσπότου Χριστοῦ πεπιστευκότων τις, Ἰσμαηλίτης οὐκ ἄσημος, εὐχὴν ἐποιήσατο πρὸς τὸν Θεὸν ὑπ̓ αὐτῷ μάρτυρι, καὶ ὑπόσχεσιν. Ἡ δὲ ὑπόσχεσις ἦν, πάσης ἀφέξεσθαι τοῦ λοιποῦ μέχρι τέλους ἐμψύχου τροφῆς.

Ταύτην οὐκ ὁ??ʼδ̓ ὅπως χρόνῳ τινὶ τὴν ἐπαγγελίαν παραδραμὼν, ὄρνιν καταθύσας ἐσθίειν ἐτόλμησε.

Τοῦ δὲ Θεοῦ αὐτὸν δἰ ἐλέγχου πρὸς ἐπιστροφὴν ἐνεγκεῖν ἐθελήσαντος, καὶ τὸν ἑαυτοῦ τιμῆσαι θεράποντα μάρτυρα τῆς παραβαθείσης γενόμενον ὑποσχέσεως, εἰς λίθου φύσιν ἡ σὰρξ τῆς ὄρνιθος μετεβάλλετο, ὥστε μηδὲ βουλόμενον δύνασθαι λοιπὸν ἐσθίειν αὐτόν.

Πῶς γὰρ οἷόν τε ἦν. ἀπὸ πετρωθέντος οὗπερ εἰς βρῶσιν ἐπείληπτο σώματος ἐσθίειν δύνασθαι; Ταύτῃ καταπλαγεὶς ὁ βάρβαρος τῇ παραδόξῳ θέᾳ, σὺν πολλῷ τάχει τὸν ὅσιον κατελάμβανε, τὸ κεκρυμμένον εἰς φῶς προσφέρων ἁμάρτημα, καὶ τὴν παράβασιν ἀνακηρύττων πᾶσι, καὶ τοῦ πταίσματος ἐκ Θεοῦ συγγνώμην αἰτούμενος: καὶ τὸν ἅγιον εἰς ἐπικουρίαν καλῶν, ὡς ἃν ταῖς παντοδυνάμοις αὐτοῦ εὐχαῖς τῶν δεσμῶν αὐτὸν τῆς ἁμαρτίας ἑλκύσειε. Πολλοὶ δὲ τοῦ θαύματος αὐτόπται γεγόνασι, τὸ πρὸς τῷ στήθει μέρος ἐξ ὀστέου καὶ λίθου συγκείμενον ψηλαφήσαντες.

1480
Ἐγὼ δὲ οὐ μόνον τῶν θαυμάτων αὐτόπτης. ἀλλὰ καὶ τῆς τῶν γενησομένων προῤῥήσεως ἐγενόμην ἀκροατής. Καὶ γὰρ τὸν γενόμενον αὐχμὸν, καὶ τὴν πολλὴν ἐκείνην τοῦ ἔτους ἀκαρπίαν, καὶ τὸν ἀκολουθήσαντα λιμὸν, ὁμοῦ τε καὶ λοιμὸν, πρὸ δύο εἶπεν ἐνιαυτῶν, ῥάβδον εἰρηκὼς τεθεᾶσθαι τοῖς ἀνθρώποις ἐπιφερομένην, καὶ τὰς δἰ αὐτῆς προμηνύουσαν μάστιγας. Καὶ ἄλλοτε δὲ τῆς καλουμένης κάμπης τὴν προσβολὴν προεδήλωσε, καὶ ὡς οὐδὲν μέγα λυμανεῖται, τῆς θείας φιλανθρωπίας ἀκολουθούσης τῇ τιμωρίᾳ. Τριάκοντα δὲ διελθουσῶν ἡμερῶν, ἐπέστη μὲν πλῆθος ἄπειρον, ὡς καὶ διατεμεῖν τὴν ἀκτῖνα, καὶ σχεδιάσαι σκιάν: καὶ τοῦτο ἀκριβῶς ἐθεασάμεθα πάντες. Μόνον δὲ τὸν τῶν ἀλόγων χιλὸν ἐλυμήνατο, οὐδὲ μίαν λώβην τῇ τῶν ἀνθρώπων προσενεγκοῦσα τροφῇ. Καὶ ἐμοὶ δὲ ὑπό τινος πολεμουμένῳ, πρὸ πεντεκαίδεκα ἐμήνυσεν ἡμερῶν τὴν τοῦ πολεμίου κατάλυσιν, καὶ τῇ πείρᾳ τῆς προῤῥήσεως τὴν ἀλήθειαν ἔμαθον. Καὶ ἄλλα δὲ τοιαῦτα πάμπολλα ἐπιστάμενος παρήσω, φεύγων τοῦ λόγου τὸ μῆκος. Ἀπόχρη δὲ καὶ ταῦτα δεῖξαι τῆς διανοίας αὐτοῦ τὴν πνευματικὴν θεωρίαν.

Τούτῳ πολὺ τὸ κλέος καὶ παρὰ τῷ Περσῶν βασιλεῖ.

Ὡς γὰρ οἱ πρὸς ἐκεῖνον ἀφικόμενοι διηγήσαντο πρέσβεις, ἐπιμελῶς ἐπυνθάνετο, τίς τε εἴη τοῦ ἀνδρὸς ὁ βίος, καὶ ποῖα τὰ θαύματα. Τὴν δὲ ὁμόζυγα τούτου φασὶ καὶ ἔλαιον αἰτῆσαι τῆς τούτου εὐλογίας ἠξιωμένον. καὶ ὡς μέγιστον δῶρον κομίσασθαι. Καὶ οἱ περὶ βασιλέα δὲ πάντες ὑπὸ τῆς φήμης βαλλόμενοι, καὶ πολλὰς παρὰ τῶν μάγων κατ̓ αὐτοῦ συκοφαντίας δεχόμενοι, καὶ ἀκριβῶς ἐπυνθάνοντο, καὶ διδασκόμενοι θεῖον ἄνδρα ὠνόμαζον. Ὁ δὲ λοιπὸς ὅμιλος τοῖς ὀρεωκόμοις προσιόντες, καὶ καθικέταις, καὶ στρατιώταις, καὶ χρήματα προσέφερον, καὶ τῆς τοῦ ἐλαίου εὐλογίας μετασχεῖν ἱκέτευον. Ἡ δὲ τῶν Ἰσμαηλιτῶν βασίλισσα, στερίφη οὖσα καὶ παίδων ἐφιεμένη, πρῶτον μέν τινας τῶν ἀξιωτάτων ἀποστείλασα, γενέσθαι μήτηρ ἱκέτευσεν. Ἐπειδὴ δὲ ἔτυχε τῆς αἰτήσεως, καὶ ἔσχεν ὡς ἐπόθησε, τὸν γεννηθέντα λαβοῦσα βασιλέα, πρὸς τὸν θεῖον πρεσβύτην ἔδραμε: καὶ ἐπειδὴ γυναιξὶν οὐκ ἑ??ʼσιτὸν ἦν, πρὸς αὐτὸν πέμψασα τὸ βρέφος, τῆς παῤ αὐτοῦ τυχεῖν εὐλογίας ἱκέτευε: Σὸν γὰρ, ἔφη, τόδε τὸ δράγμα.

Ἐγὼ μὲν γὰρ μετὰ δακρύων τὸ τῆς εὐχῆς προσενήνοχα σπέρμα: σὺ δὲ τὸ σπέρμα πεποίηκας δράγμα, τῆς θείας χάριτος διὰ προσευχῆς ἑλκύσας τὸν ὑετόν. Ἀλλὰ μέχρι πότε φιλονεικῶ μετρῆσαι τοῦ Ἀτλαντικοῦ πελάγους τὸ βάθος; Ὥσπερ γὰρ ἐκεῖνα τοῖς ἀνθρώποις ἀμέτρητα, οὕτως ὑπερβαίνει διήγησιν τὰ καθ̓ ἡμέραν ὐπ̓ ἐκείνου γινόμενα. Ἐγὼ δὲ αὐτοῦ πρὸ τούτων ἁπάντων τὴν καρτερίαν θαυμάζω. Νύκτωρ γὰρ καὶ μεθ̓ ἡμέραν ἕστηκεν ὑπὸ πάντων ὁρώμενος.

Τὰς θύρας γὰρ ἀφελὼν, καὶ τοῦ περιβόλου

1481
μέρος οὐκ ἐλάχιστον καταλύσας, πρόκειται πᾶσι θέαμα καινὸν καὶ παράδοξον: νῦν μὲν ἑστὼς μέχρι πολλοῦ, νῦν δὲ θαμὰ κατακαμπτόμενος, καὶ τῷ Θεῷ προσφέρων προσκύνησιν. Πολλοὶ δὲ καὶ ἀριθμοῦσι τῶν ἐστώτων ταυτασὶ τὰς προσκυνήσεις. Ἅπαξ δέ τις τῶν σὺν ἐμοὶ χιλίας καὶ διακοσίας πρὸς τέτταρσι καὶ τεσσαράκοντα ἀριθμήσας, εἶτα ὀκλάσας, ἀφῆκε τὴν ψῆφον. Κατακύπτων δὲ ἀεὶ τοῖς τῶν ποδῶν δακτύλοις προσπελάζει τὸ μέτωπον. Ἅπαξ δὲ τῆς ἑβδομάδος τροφὴν ἡ γαστὴρ ὑποδεχομένη, καὶ ταύτην βραχεῖαν, εὐπετῶς ἐπικάμπτεσθαι τῷ νώτῳ παραχωρεῖ.

Φασὶ δὲ ἀπὸ τῆς στάσεως καὶ χρόνιον ἕλκος ἐν θατέρῳ γενέσθαι ποδὶ, καὶ διηνεκῶς πλεῖστον ἰχῶρα ἐκεῖθεν ἐκκρίνεσθαι. Ἀλλ̓ ὅμως οὐδὲν τουτωνὶ τῶν παθῶν τὴν φιλοσοφίαν ἐξήλεγξεν: ἀλλὰ φέρει γενναίως, καὶ τὰ ἐκούσια, καὶ τὰ ἀκούσια καὶ τούτων κἀκείνων τῇ προθυμίᾳ περιγενόμενος. Τοῦτο δὲ τὸ ἕλκος ὑποδεῖξαί τινι ἠναγκάσθη ποτέ: διηγήσομαι δὲ καὶ τὴν αἰτίαν. Ἀφίκετό τις ἀπὸ Ῥαβαίνης, ἀνὴρ σπουδαῖος, καὶ τῇ τοῦ Χριστοῦ διακονίᾳ τετιμημένος. Οὗτος τὴν κορυφὴν ἐκείνην καταλαβών: Εἰπέ μοι, ἔφη, πρὸς τῆς ἀληθείας αὐτῆς, τῆς τῶν ἀνθρώπων γένος ἐπιστρεψάσης, ἄνθρωπος εἶ, ἢ ἀσώματος φύσις; Δυσχερανάντων δὲ πρὸς τὴν ἐρώτησιν τῶν παρόντων, σιγὴν μὲν ἄγειν ἐκέλευσε πάντας: πρὸς ἐκεῖνον δὲ ἔφη: Τί δή ποτε ταύτην τὴν πεῦσιν προσήνεγκας; Τοῦ δὲ εἰρηκότοσ̓ Ὡς πάντων ἀκούω θρυλλούντων, ὡς οὕτε ἐσθίεις, οὔτε καθεύδεις: ἀνθρώπων δὲ ἑκάτερον ἴδιον: οὐ γὰρ ἄν τις ταύτην ἔχων τὴν φύσιν, τροφῆς δίχα καὶ ὕπνου διαβιώσειεν: ἐπιτεθεῖναι μὲν τῷ κίονι κλίμακα προσέταξεν, ἀναβῆναί τε ἐκεῖνον ἐκέλευσε, καὶ πρῶτον μὲν τὰς χεῖρας καταμαθεῖν, εἶτα ἔσω τοῦ δερματίνου περιβολαίου τὴν χεῖρα βαλεῖν, καὶ ἰδεῖν μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὸ χαλεπώτατον ἕλκος. Ἰδὼν δὲ καὶ θαυμάσας ὁ ἄνθρωπος τὴν τοῦ ἕλκους ὑπερβολὴν, καὶ παῤ αὐτοῦ μαθὼν ὡς ἀπολαύει τροφῆς, κατελήλυθεν ἐκεῖθεν, πρὸς ἐμὲ δὲ ἀφικόμενος διηγήσατο πάντα. Ἐν δὲ ταῖς δημοτελέσι πανηγύρεσι καὶ ἄλλην ἐπιδείκνυται καρτερίαν. Μετὰ γὰρ ἡλίου δυσμὰς ἕως ἂν οὗτος πάλιν εἰς τὸν ἑῷον ὁρίζοντα γένηται, τὰς χεῖρας ἀνατείνων εἰς οὐρανὸν παννύχιον ἕστηκεν, οὕτε ὕπνῳ θελγόμενος, οὕτε ὐπὸ πόνου νικώμενος.

Ἐν τοσούτοις δὲ πόνοις, καὶ κατορθωμάτων ὄγκῳ, καὶ πλήθει θαυμάτων, οὕτως ἐστὶ τὸ φρόνημα μέτριος; ὡς πάντων ἀνθρώπων κατὰ τὴν ἀξίαν ὕστατος.

Πρὸς δὲ τῷ μετρίῳ φρονήματι, καὶ εὐπρόσοδος λίαν ἐστὶ, καὶ γλυκὺς, καὶ ἐπίχαρις, καὶ πρὸς ἕκαστον τῶν διαλεγομένων ἀποκρινόμενος, εἴτε χειροτέχνης, εἴτε προσαίτης, εἴτε ἄγροικος εἵη. Ἔλαβε δὲ καὶ τῆς διδασκαλίας παρὰ τοῦ μεγαλοδώρου Δεσπότου τὸ δῶρον: καὶ δὶς ἑκάστης ἡμέρας τὰς παραινέσεις ποιούμενος, ἐπικλύζει τῶν ἀκουόντων τὰς ἀκοὰς, ἐπὶ χάριτος μάλα διαλεγόμενος, καὶ τὰ τοῦ θείου Πνεύματος προσφέρων παιδεύματα, καὶ ἀνανεύειν εἰς οὐρανὸν, καὶ πέτασθαι παρεγγυῶν,

1484
καὶ τῆς γῆς ἀπαλλάττεσθαι, καὶ τὴν προσδοκωμένην φαντάζεσθαι βασιλείαν, καὶ τῆς γεέννης δεδιέναι τὴν ἀπειλὴν, καταφρονεῖν τε τῶν γηΐνων, καὶ προσμένειν τὰ μέλλοντα. Ἔστι δὲ αὐτὸν ἰδεῖν καὶ δικάζοντα, καὶ ὀρθὰς καὶ δικαίας τὰς ψήφους ἐκφέροντα.

Ταῦτα δὲ καὶ τὰ τοιαῦτα μετὰ τὴν ἐννάτην διαπράττεται ὥραν. Τὴν γὰρ νύκτα ἅπασαν, καὶ τὴν ἡμέραν μέχρις ἐννάτης διατελεῖ προσευχόμενος.

Μετὰ δὲ τὴν ἐννάτην, πρῶτον μὲν τὴν θείαν διδασκαλίαν τοῖς παροῦσι προσφέρει, εἶτα τὴν ἑκάστου δεξάμενος αἴτησιν, καί τινας ἰάσεις ἐργασάμενος, τῶν ἀμφισβητούντων διαλύει τὰς ἔριδας.

Περὶ δὲ ἡλίου δυσμὰς, τῆς πρὸς τὸν Θεὸν λοιπὸν διαλέξεως ἄρχεται. Ἀλλ̓ ἐν τούτοις ὣν, καὶ ταῦτα ἅπαντα δρῶν, οὐδὲ τῆς τῶν ἀγίων Ἐκκλησιῶν ἀμελεῖ προμηθείας: νῦν μὲν Ἑλληνικῇ δυσσεβείᾳ μαχόμενος, νῦν δὲ τὴν Ἰουδαίων καταλύων θρασύτητα, ἄλλοτε δὲ τὰς τῶν αἱρετικῶν συμμορίας σκεδαννύς: καί ποτε μὲν βασιλεῖ περὶ τούτων ἐπιστέλλων, ποτὲ δὲ τοὺς ἄρχοντας εἰς τὸν Θεοῦ ζῆλον ἐγείρων, ἄλλοτε δὲ καὶ αὐτοῖς τῶν Ἐκκλησιῶν ποιμέσι πλείονα ποιεῖσθαι τῶν ποιμνίων παρεγγυῶν τὴν ἐπιμέλειαν.

Ταῦτα δὲ διεξελθὼν, ἀπὸ ψεκάδος δεῖξαι τὸν ὑετὸν πειραθεὶς, καὶ τῷ λιχανῷ δακτύλῳ τοὺς ἐντυγχάνοντας τῷ συγγράμματι τῆς γλυκύτητος ἀπογεύων τοῦ μέλιτος. Τὰ δὲ παρὰ πάντων ᾀδόμενα τούτων ἐστὶ πολλαπλάσια. Ἀλλ̓ όὐ πάντα ἔγωγε συγγράφειν ἐπήγγελμαι, ἀλλὰ δἰ ὀλίγων τῆς ἑκάστου πολιτείας ἐπιδεῖξαι τὸν χαρακτῆρα. Συγγράψουσι δὲ, ὡς εἰκὸς, καὶ ἄλλοι τουτωνὶ πολλῷ πλείονα: εἰ δὲ καὶ ἐπιβιῴη. καὶ μείζονα τυχὸν προσθήσουσι θαύματα. Ἐγὼ δὲ καὶ αὐτὸν ταῖς οἰκείαις προσευχαῖς βοηθούμενον, τοῖς ἀγαθοῖς τούτοις πόνοις ἐπιμεῖναι καὶ ποθῶ, καὶ τὸν Θεὸν ἱκετεύω, κόσμον ὄντα κοινόν, καὶ τῆς εὐσεβείας ἀγλάϊσμα, καὶ τὸν ἐμαυτοῦ ῥυθμηθῆναι βίον, καὶ πρὸς τὴν εὐαγγελικὴν πολιτείαν κατευθυνθῆναι.