Historia Religiosa

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Τοῖς προειρημένοις ἁγίοις προσθήσω καὶ τὸν μέγαν Εὐσέβιον, ὅς οὐ πρὸ πολλοῦ μὲν ἐτελεύτησε χρόνου, πάμπολλα δὲ ἔτη βεβιωκὼς, ἰσόμετρον τῷ χρόνῳ τὸν πόνον ὑπέμεινεν, ἰσόμετρον δὲ τῷ πόνῳ συνέλεξεν ἀρετὴν, πολλαπλάσιον δὲ τὸ ἐντεῦθεν ἀπενέγκατο κέρδος. Ὁ γὰρ Ἀγωνοθέτης τῇ φιλοτιμίᾳ τῶν ἀντιδόσεων ὑπερβαίνει τοὺς ἄθλους. Οὗτος τοίνυν ἄλλοις τὰ πρῶτα τὴν οἰκείαν καταπιστεύσας ἐπιμέλειαν, ἤγετο ᾗ ἃν ἐκεῖνοι ἦγον. Ἅνδρες γὰρ ἦσαν καὶ αὐτοὶ θεῖοι, καὶ τῆς ἀρετῆς ἀθληταί τε καὶ γυμνασταί. Χρόνον δέ τινα τούτοις συνδιατρίψας, καὶ εὖ καὶ καλῶς τῆς φιλοσοφίας τὴν ἐπιστήμην παραλαβὼν, τὸν μονῄρη βίον ἠσπάσατο, καί τινα ῥαχείαν ὅρους καταλαβὼν, ἐπίκειται δὲ αὐτῇ κώμη μεγίστη. Ἀσιχᾶν δὲ αὐτὴν ὀνομάζουσι, θριγκίῳ μόνῳ χρησάμενος, καὶ τοὺς λίθους οὐδὲ πηλῷ συναρμόσας, ὑπαίθριος τὸ λοιπὸν ταλαιπωρῶν διετέλεσε βίον, ἐσθῆτι μὲν δερματίνῃ καλυπτόμενος, ἐρεβίνθοις δὲ καὶ κυάμοις ὕδατι δευομένοις τρεφόμενος. Καὶ ἰσχάδων δὲ ἔστιν ὅτε μετελάμβανεν, ὑπερείδειν τοῦ σώματος τὴν ἀσθένειαν οὕτω πειρώμενος. Καὶ εἰς γῆρας δ̓ ἐλάσας βαθὺ, ὡς καὶ τῶν ὀδόντων τοὺς πλείους ἀποβαλἑ??ʼν, οὕτε τὴν τροφὴν οὔτε τὴν οἴκησιν ἤμειψεν: ἀλλὰ καὶ ἐν χειμῶνι πηγνύμενος, καὶ ἐν θέρει φλεγόμενος, ἔφερε καρτερῶς τὰς ἐναντίας τοῦ ἀέρος ποιότητας, ἐρικνωμένον ί. ἐῤῥυσω- μὲν ἔχων τὸ πρόσωπον, τεταριχευμένα δὲ ἅπαντα τὰ μέλη τοῦ σώματος. Οὕτω δὲ τοῖς πολλοῖς πόνοις τὸ σῶμα κατεδαπάνησεν, ὡς μηδὲ τὴν ζώνην ἐπὶ τῆς ἰξύος μένειν, ἀλλ̓ ἐπὶ τὰ κάτω χωρεῖν. Οὐ γὰρ ἦν ὅ τι κωλύσειε, κατηνάλωντο δὲ καὶ γλουτοὶ, καὶ ἰσχία, καὶ παρεῖχον τῇ ζώνῃ ῥᾳδίαν τὴν ἐπὶ τὰ κάτω φοράν. Τοιγάρτοι τῷ χιτῶνι τήν ζώνην προσέῤῥαψεν, οὕτω τὴν στάσιν αὐτῇ σοφισάμενος. Κομιδῆ δὲ αὐτὸν ἀπέκναιεν ἠ πρὸς τοὺς πολλοὺς ὁμιλία: τ̔??ʼν θείαν γὰρ διηνεκῶς φανταζόμενος θεωρίαν, ἕλκειν ἐκεῖθεν οὐκ ἐβούλετο τὴν διάνοιαν. Ἀλλ̓ ὅμως καὶ θερμὸν ἔχων οὕτω τὸν ἔρωτα, ὀλίγοις τῶν γνωρίμων ἀποφράττειν τὴν θύραν καὶ εἴσω διαβαίνειν ἐπέτρεπε: καὶ τὴν

1428
ἀπὸ τῶν θείων λογίων διδασκαλίαν προσφέρων, πάλιν ἀπιόντας ἐκέλευε τῇ θύρᾳ τὸν πηλὸν ἐπιθεῖναι.

Καὶ τὴν πρὸς τοὺς ὀλίγους δὲ συντυχίαν φυγεῖν ἅμεινον ἡγησάμενος, ἀπετείχισε τὴν εἴσοδον παντελῶς, τῇ θύρᾳ ἐκείνῃ λίθον μέγιστον συναρμόσας.

Διά τινος δὲ ὀρύγματος ὀλίγοις τῶν συνήθων διελέγετο μὲν, οὐχ ἑωρᾶτο δέ: οὕτω γὰρ ἐμεμηχάνητο: ἐκεῖθεν δὲ εἰσεδέχετο καὶ τὴν ὀλίγην ἐκείνην τροφήν.

Πάλιν δὲ τὴν πρὸς ἅπαντας ἀπαγορεύσας διάλεξιν, ἐμὲ μόνον τῆς γλυκείας ἐκείνης καὶ Θεῷ φίλης ἠξίου φωνῆς: καὶ ἀπιέναι βουλόμενον ἐπιπλεῖστον κατεῖχε περὶ τῶν οὐρανίων πραγμάτων διαλεγόμενος. Πολλῶν δὲ πρὸς αὐτὸν ἀφικνουμένων, καὶ τῆς εὐλογίας ἀπαιτούντων τὸ δῶρον, σφόδρα τοῦτον δυσχεράνας τὸν θόρυβον, οὔτε τὸ γῆρας εἰς νοῦν λαβὼν, οὔτε τὴν ἐπικειμένην ἀσθένειαν λογισάμενος, ὑπερβαίνει τὸ θριγκίον, οὐκ εὐεπίβατον ὄν οὐδὲ τοῖς μάλα σφριγῶσι: καὶ τὴν πελάζουσαν τῶν ἀσκητῶν καταλαβὼν συμμορίαν, θριγκίῳ πάλιν σμικρῷ παρὰ τὴν τοῦ τοίχου γωνίαν χρησάμενος, μετὰ τῶν συνήθων ἠγωνίζετο πόνων. Ὁ δὲ ταύτης προστατεύων τῆς ποίμνης, ἀνὴρ πάσης μεστὸς ὢν ἀρετῆς, ἰσχάσιν αὐτὸν ἔφη πεντεκαίδεκα χρησάμενον, τὰς ἑπτὰ τῆς ἁγίας νηστείας διελθεῖν ἑβδομάδας. Καὶ τοῦτον ἠγωνίσατο τὸν ἀγῶνα πλείονα μὲν ἣ ἐννενήκοντα ἔτη βεβιωκὼς, ἀσθενείᾳ δὲ δυσδιηγήτῳ τετρυχωμένος, ἀλλὰ τῆς ἀσθενείας ἦν κρείττων ἡ προθυμία, καὶ ὁ θεῖος πόθος εὐμαρῆ πάντα διεδείκνυ καὶ ῥᾴδια. Τούτοις καὶ οὗτος τοῖς ἱδρῶσι περιῤῥεόμενος, κατέλαβε τοῦ δρόμου τὴν νύσσαν, καὶ τὸν ἀγωνοθέτην ὁρῶν, καὶ τοὺς στεφάνους ποθῶν. Ἐγὼ δὲ τῆς πρεσβείας ἐκείνης τυχεῖν ἀξιῶ, ἧς ἔτι περιόντος ἀπήλαυον.

Ζῇν γὰρ αὐτὸν πιστεύω, καὶ καθαρωτέραν ἔχειν πρὸς τὸν Θεὸν παῤῥησίαν.

Ἀδικεῖν νομίσας τὴν ἀρετὴν, εἰ καὶ Σαλαμάνου τοῦ θαυμασίου τὸν βίον τοῖς δεομένοις μὴ γνωρίσαιμι, ἀλλ̓ ὑπὸ τῆς λήθης χωννυμένην περιίδοιμι, ἐν κεφαλαίῳ ποιήσομαι τὴν διήγησιν. Κώμη τίς ἐστι τοῦ Εὐφράτου ποταμοῦ πρὸς ἑσπέραν, αὐτῇ ἐπικειμένη τῇ ὄχθῃ, Καπερσανᾶ καλουμένη. Ἐκ ταύτης οὗτος ὁρμώμενος, καὶ τὸν ἡσύχιον ἀσπαζόμενος βίον, ἐν τῇ πέραν κώμῃ σμικρὸν οἰκίσκον εὑρὼν, καθεῖρξεν ἑαυτὸν, οὔτε θύραν, οὔτε θυρίδα καταλιπών. Ἅπαξ δὲ τοῦ ἔτους παρὰ τὴν γῆν ὀρύττων, παντὸς τοῦ ἔτους ὑπεδέχετο τὴν τροφὴν, οὐδενί ποτε ἀνθρώπῳ διαλεγόμενος. Καὶ τοῦτον τὸν τρόπον οὐκ ὀλίγον. ἀλλ̓ ὅτι μάλιστα πλεῖστον διετέλεσε χρόνον. Καὶ ὁ τῆς πόλεως δὲ ἀρχιερεὺς, ἧς ἦν ἡ κώμη, τὴν τοῦ ἀνδρὸς μαθὼν ἀρετὴν, ἀφίκετο τῆς ἱερωσύνης αὐτῷ δοῦναι τὸ δῶρον βουλόμενος: καὶ διαῤῥήξας τοῦ οἰκίσκου τι μέρος εἰσελήλυθἑ??ʼ καὶ τὴν χεῖρα ἐπέθηκε, καὶ τὴν εὐχὴν ἐπετέλεσε, καὶ πολλὰ μὲν πρὸς αὐτὸν ἔφη, καὶ τὴν ἐπιγενομένην ἐμήνυσε χάριν. Οὐδεμιᾶς δὲ φωνῆς ἀκούσας ἀπελήλυθεν, ἀνοικοδομηθῆναι κελεύσας τὸ ὄρυγμα. Ἄλλοτε δὲ πάλιν, οἱ τῆς κώμης ἐκείνης, ἀφ̓ ἧς ὥρμητο, νύκτωρ τοῦ ποταμοῦ τὸν πόρον διαπεράσαντες, καὶ τὸ οἴκημα διαῤῥήξαντες, λαβόντες αὐτὸν, οὕτε ἀντιτείνοντα, οὔτε κελεύοντα, εἰς τὴν οἰκείαν κώμην φοράδην ἐκόμισαν: καὶ τοιοῦτον ἕωθεν οἰκίσκον δειμάμενοι, παραυτίκα καθεῖρξαν. Ὁ δὲ ὁμοίως ὴσυχ̔??ʼαν ἦγεν, οὐδὲν πρὸς

1429
μηδένα διαλεγόμενος. Μετ̓ ὀλίγας δὲ πάλιν ἡμέρας, οἱ τῆς ἀντιπέρα. κώμης, νύκτωρ ἐπελθόντες, καὶ τὸ οἴκημα διαῤῥήξαντες, πρὸς ἑαυτοὺς ἀπῆγον, οὐκ ἀντιλέγοντα, οὐδὲ μένειν βιαζόμενον, οὐδ̓ αὖ πάλιν προθύμως ἀπαίροντα. Οὕτω νεκρὸν ἑαυτὸν παντελῶς τῷ βίῳ κατέστησε, καὶ τὴν ἀποστολικὴν ἐκείνην φωνὴν ἀληθεύων ἐφθέγξατο: Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς: ὅ δὲ νῦν ζῶ ὲν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ δόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Τοιοῦτος καὶ οὗτος ἐγένετο. Ἀρκεῖ γὰρ καὶ ταῦτα δ̔??ʼδάξαι τὴν πᾶσαν τοῦ βίου προαίρεσιν. Ἐγὼ δὲ καὶ τὴν ἐντεῦθεν καρπωσάμενος εὐλογίαν, ἐπὶ τὴν τῶν ἄλλων διήγησιν μεταβήσομαι.

Ὁμήρου κώμη τίς ἐστι παῤ ἡμῖν καλουμένη: παρὰ ταύτην οἰκίδιον οἰκοδομήσας βραχὺ Μάρις ὁ θεσπέσιος, ἑπτὰ καὶ τριάκοντα ὲν αὐτῷ καθειργμένος διετέλεσεν ἔτη. Πολλὴν δὲ ἐκ τοῦ παρακειμένου ὅρους ὑπεδέξατο τὴν νοτίδα, καὶ λιβάδας τινὰς ὑδάτων ἀνέβλυζεν. Ὅση δὲ τοῖς σώμασιν ἐντεῦθεν ἐπιγίνεται βλάβη, ἴσασι καὶ ἀστοὶ καὶ χωρητικοί: καὶ γὰρ τοῖς ἀγροίκοις δῆλα τὰ παθήματα ἐντεῦθεν φυόμενα. Ἀλλ̓ ὅμως οὐδὲ ταῦτα ἔπεισε τὴν ἱερὰν ἐκείνην κεφαλὴν τὸν οἰκίσκον ἀμεῖψαι: ἀλλὰ διέμεινε καρτερῶν ἕως τὸν δρόμον ἐξήνυσε. Καὶ τὸν πρότερον δὲ βίον μετὰ τῶν τῆς ἀρετῆς διώδευσε πόνων. Ὅθεν καὶ τῷ σώματι τὴν ἀγνείαν καὶ τῇ ψυχῇ διετήρησε.

Καὶ τοῦτό μοι σαφῶς αὐτὸς κατεμήνυσεν, ἄφθορον αὐτῷ διαμεῖναι τὸ σῶμα διδάξας, καὶ οἷον ἀπὸ τῆς μητρῴας ἐξελήλυθε μήτρας. Καὶ ταῦτα πολλὰς μὲν μαρτύρων πανηγύρεις ἐπιτελέσας, ἡνίκα νέος ἐτύγχανεν, εὐφωνίᾳ δὲ καταθέλξας τοὺς δήμους. Ψάλλων γὰρ ἐπὶ πλεῖστον διετέλεσε χρόνον, ὥρᾳ τε σώματος λάμπων. Ἀλλ̓ ὅμως οὕτε τοῦ σώματος τὸ κάλλος, οὕτε τῆς φωνῆς ἡ λαμπρότης, οὐχ ἡ τῶν πολλῶν ἐπιμιξία, τὸ τῆς ψυχῆς ἐλυμήνατο κάλλος: ἀλλὰ τοῖς καθειργμένοις παραπλησίως βιοτεύων, τῆς οἰκείας ἐπεμελεῖτο ψυχῆς: ηὔξησε δὲ τὴν ἀρετὴν τοῖς τῆς καθείρξεως πόνοις. Τούτου πολλάκις τῆς συνουσίας ἀπήλαυσα. Ἀποφράττειν γάρ μοι τὴν θύραν ἐκέλευε: καὶ εἰσιόντα δὲ περιεπτύσσετο, καὶ μακροὺς περὶ φιλοσοφίας ἐξέτεινε λόγους.

Ἁπλότητι δὲ καὶ οὗτος διέλαμπε, καὶ τὰ ποικίλα ἤθη παντάπασιν ἐβδελύττετο: τὴν πενίαν δὲ ὑπὲρ τὴν ἄκραν εὐπορίαν ἠγάπησεν. Ἐννενήκοντα ἔτη βεβιωκὼς, τοῖς ἐξ αἰγείων τριχῶν κατεσκευασμένοις ἱματίοις ἐχρῆτο. Ἄρτος δὲ καὶ ἅλες ὀλίγοι τῆς τροφῆς αὐτῷ τὴν χρείαν ἐπλήρουν. Ποθήσας δὲ διὰ χρόνου μακροῦ τὴν πνευματικὴν καὶ μυστικὴν θυσίαν προσφερομένην ἰδεῖν, ᾔτησεν ἐκεῖ γενέσθαι τὴν τοῦ θείου δώρου προσκομιδήν. Ἐγὼ δὲ ἀσμένως ὑπήκουσα, καὶ τὰ ἱερὰ σκεύη κομισθῆναι παρασκευάσας, οὐ πόῤῥωθεν γὰρ ἦν τὸ χωρίον, καὶ ταῖς τῶν διακόνων χερσὶν ἀντὶ θυσιαστηρίου χρησάμενος,

1432
τὴν μυστικὴν καὶ θείαν καὶ σωτήριον θυσίαν προσήνεγκα.

Ὁ δὲ πάσης ἡδονῆς ἐνεφορεῖτο πνευματικῆς. καὶ αὐτὸν ὁρᾷν τὸν οὐρανὸν ὑπελάμβανε, καὶ ἔφασκεν οὐδέποτε εὐφροσύνης ἀπολελαυκέναι τοιαύτης.

Ἐγὼ δὲ θερμῶς λίαν ὑπ̓ αὐτοῦ φιληθεὶς, ἀδικήσειν ᾠήθην, εἰ μὴ καὶ τελευτήσαντι εὐφημήσαιμι: ἀδικήσειν δὲ τοὺς ἄλλους, εἰ μὴ τὴν ἀρίστην ταύτην τῆς παῤ αὐτοῦ τυχεῖν ἐπικουρίας ἀντιβολήσας,

Ἐπειδὴ τῶν ἀναῤῥηθέντων τῆς ἀρετῆς ἀθλητῶν τοὺς ἀγῶνας διεξήλθομεν, ὲν κεφαλαίῳ διηγησάμενοι καὶ τοὺς ἐν τῇ μελέτῃ πόνους, καὶ τοὺς ἐν τοῖς ἀγῶσιν ἱδρῶτας, καὶ τὰς λαμπροτάτας καὶ περιφανεστάτας νίκας, φέρε καὶ τῶν ἔτι περιόντων, καὶ μεγαλοπρεπῶς ἀγωνιζομένων, καὶ φιλονεικούντων νικῆσαι τοῖς ἱδρῶσι τοὺς προλαβόντας, τὴν πολιτείαν συγγράψωμεν, καὶ τοῖς ἐσομένοις καταλείψωμεν ὀνησιφόρον μνήμην. Ὥσπερ γὰρ τῶν πάλαι ποτὲ διαπρεψάντων ἁγίων ἡ πολιτεία τοῖς ἔπειτα μεγίστην ὠφέλειαν ἐκόμισεν, οὕτως ἀρχέτυπα τοῖς μεθ̓ ἡμᾶς τὰ τούτων γενήσεται διηγήματα. Ἀρχὴν τούτων ποιήσομαι τὸν μέγαν Ἰάκωβον: οὗτος γὰρ τῶν ἅλλων καὶ τῷ χρόνῳ, καὶ τῷ πόνῳ πρωτεύει, καὶ τοῦτον ζηλώσαντες, τὰ θαυμαστὰ καὶ παράδοξα δρῶσι. Συνέβη δὲ οὐκ οἷδ̓ ὅπως, καὶ τῶν ἀπελθόντων, καὶ τῶν ἔτι περιόντων, τοῦτο πρωτεῦσαι τὸ ὄνομα. Καὶ γὰρ καὶ τὴν ἐκείνων πολιτείαν διηγησάμενος, ἀρχὴν τὸν θεῖον ἐκεῖνον ἐποιησάμην Ἰάκωβον, ὃς τὴν Περσικὴν ἐκείνην στρατείαν ἐσκέδασε προσευχῇ, καὶ τῶν τοῦ ἄστεως περιβόλων καταπεσόντων, οὕτε τὴν πόλιν ἁλῶναι συνεχώρησε, καὶ τοὺς πολεμίους φυγεῖν κατηνάγκασεν, ἐμπίδας αὐτοῖς καταστρατεύσας, καὶ κώνωπας. Ὁ ἐκείνου τοίνυν ὁμότιμος, καὶ ὁμότροπος, τῆς τῶν ἔτι περιόντων ἀγωνιστῶν προτευέτω συμμορίας: οὐκ ἐπειδὴ τῆς προσηγορίας ἐστὶ κοινωνὸς, ἀλλ̓ ὅτι καὶ τὴν ἐκείνου ἐζήλωσεν ἀρετὴν, καὶ παράδειγμα φιλοσοφίας αὐτὸς τοῖς ἄλλοις ἐγένετο. Μάρωνι γὰρ ἐκείνῳ τῷ πάνυ συγγενόμενος, καὶ τῆς θείας αὐτοῦ διδασκαλίας μεταλαχὼν, τοῖς μείζοσι πόνοις ἀπέκρυψε τὸν διδάσκαλον.

Ὁ μὲν γὰρ καὶ περίβολον εἶχε τῆς παλαιᾶς πλάνης τὸ τέμενος, καὶ σκηνὴν ἐκ δέῤῥεων τριχίνων ἐπήξατο, καὶ ταύτῃ χρώμενος, τὰς τοῦ ὑετοῦ καὶ νιφετοῦ διέφυγε προσβολάς. Οὗτος δὲ πᾶσι τούτοις ἐῤῥῶσθαι φράσας, καὶ σκηνῇ, καὶ καλύβῃ, καὶ περιβόλῳ, ὄροφον ἔχει τὸν οὐρανὸν, πάσας τοῦ ἀέρος τὰς ἐναντίας δεχόμενος προσβολάς. Καὶ νῦν μὲν ὑετῷ λαύρῳ κατακλυζόμενος, νῦν δὲ κρυμῷ καὶ νιφετῷ πηγνύμενος: ἄλλοτ̔??ʼ δὲ ταῖς ἀκτῖσι φλεγόμενός τε καὶ ἐμπιπράμενος, καὶ πρὸς ἅπαντα καρτερῶν καὶ ὡς ἐν ἀλλοτρίῳ ἀγωνιζόμενος σώματι, καὶ φιλονεικῶν τῇ προθυμίᾳ νικῆσαι τὴν τοῦ σώματος φύσιν. Θνητὸν γὰρ τοῦτο καὶ παθητὸν περικείμενος, ὡς ἐν ἀπαθεῖ πολιτεύεται, καὶ τὴν ἀσώματον ζωὴν ἐν σώματι μελετῶν, μετὰ τοῦ θεσπεσίου Παύλου βοᾷ: Ἐν σαρκὶ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα: τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλ

1433
δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμ̔??ʼτων: λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ: καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ἀλλὰ τούτους τοὺς ὑπὲρ φύσιν ἀγῶνας ἐν μείοσιν ἐμελέτησε πόνοις. Ἐν οἰκίσκῳ γάρ τινι βραχεῖ πρότερον ἑαυτὸν καθείρξας, καὶ τῶν ἔξωθεν θορύβων ἐλευθερώσας, καὶ τῇ τοῦ Θεοῦ μνήμῃ προσηλώσας τὸν νοῦν, οὕτω τὴν τῆς ἐντελοῦς ἀρετῆς ἐποιεῖτο μελέτην.

Γυμνασάμενος δὲ ἄριστα, καὶ τῶν ἀγαθῶν πόνων ἐθάδα τὴν ψυχὴν ἀποφήνας, τῶν μειζόνων κατετόλμησεν ἄθλων: καὶ τοῦτο τὸ ὅρος καταλαβὼν, ὃ τοῦδε τοῦ ἄστεως τριάκοντα σταδίοις ἀφέστηκεν, ἐπίσημον ἀπέφηνε καὶ σεβάσμιον, ἄσημον ὂν πάλαι καὶ ἄκαρπον παντελῶς. Τοσαύτην δὲ νῦν εὐλογίαν δεδέχθαι πεπίστευται, ὡς τὴν ἐπικειμένην δαπανᾶσθαι γῆν, τῶν πάντοθεν ἀφικνουμένων εἰς ὠφέλειαν ταύτην κομιζομένων. Ἐν τούτῳ διαιτώμενος, ὑπὸ τῶν παραγινομένων ἁπάντων θεωρεῖται: οὐκ ἄντρον ἔχων, ὡς ἔφην, οὐ σκηνὴν, οὐ καλύβην, οὐ θριγκίον, οὐχ αἱμασιὰν περιφράττουσαν: ἀλλὰ καὶ προσευχόμενος ὁρᾶται. καὶ διαναπαυόμενος, καὶ ἑστὼς, καὶ καθήμενος, καὶ ὑγιαίνων, καὶ ἀῤῥωστίᾳ τινὶ κατεχόμενος: ὡς διηνεκῶς ὑπὸ θεαταῖς ἀγωνίζεσθαι, καὶ τὰς ἀνάγκας τῆς φύσεως ἀποκρούεσθαι. Οὐδὲ γὰρ τοῖς ἄλλοις ἀνθρώποις, ἐν ἐλευθερίᾳ βραχείᾳ τεθραμμένοις, ξένων παρόντων, εὐπετὲς τὰς τῶν τὴν ἄκραν φιλοσοφίαν ἐξησκημένῳ.

Καὶ ταῦτα λέγω, οὐ παῤ ἄλλου τοῦτο μαθὼν, ἀλλ̓ αὐτὸς αὐτόπτης γεγενημένος. Πρὸ τεσσάρων γὰρ καὶ δέκα ἐνιαυτῶν, νόσος αὐτῷ χαλεπὴ προσπεσοῦσα, διέθηκεν ὡς ἦν εἰκὸς τὴν θνητὴν ἔχοντα φύσιν. Θέρος γὰρ ἦν ἀκμάζον, καὶ σφοδρότερον ἐξήπτετο τῆς ἀκτῖνος ἡ φλὸξ, τῶν μὲν ἀνέμων κεκοιμημένων, ἀκινήτου δὲ μένοντος τοῦ ἀέρος. Τὸ δὲ πάθος ἦν πλημμύρα χολῆς φερομένης ἐπὶ τὰ κάτω, καὶ δακνούσης τὸ ἔντερον, καὶ συνωθούσης, καὶ τρέχειν ἐπὶ τὰ ἔξω βιαζομένης. Τότε τὴν πολλὴν τοῦ ἀνδρὸς καρτερίαν ἐθεασάμην. Παμπόλλων γὰρ χωρίων συναθροισθέντων, ἁρπασομένων τὸ σῶμα τὸ νικηφόρον, καθῆστο διχόθεν βαλλόμενος. Ἡ μὲν γὰρ φύσις ἰέναι ἐπὶ τὴν ἔκκρισιν κατηνάγκαζεν: ἡ δὲ τῆς παρεστηκυίας πληθύος αἰδὼς μένειν ἐπὶ σχήματος ἐβιάζετο. Ἐγὼ δὲ τοῦτο γινώσκων, πολλὰς μὲν τοῖς συνελθοῦσι παραινέσεις προσήνεγκα, πολλὰς δὲ καὶ ἀπειλὰς, ἀπιέναι κελεύων. Ὕστερον δὲ καὶ τὰ τῆς ἱερωσύνης αὐτοῖς δεσμὰ περιτέθεικα, καὶ σὺν πόνῳ πολλῷ δείλης ὀψίας ἀπεπεμψάμην.

Ὁ δὲ θεῖος ἀνὴρ, οὐδὲ τούτων ἀπελθόντων, ἡττήθη τῆς φύσεως: ἀλλ̓ ἔμεινε καρτερῶν, ἕως νὺξ ἐπιγινομένη βαθεῖα πάντας ἀπελθεῖν οἴκαδε κατηνάγκασε.

Πάλιν δὲ τῇ ὑστεραίᾳ πρὸς αὐτὸν ἀφικόμενος, ὡς εἶδον φλογμὸν σφοδρότερον γεγενημένον, καὶ τὸν ἐπικείμενον αὐτῷ πυρετὸν τῷ ἔξωθεν πυρὶ τρεφόμενόν τε καὶ αὐξανόμενον, κεφαλαλγίαν σκηψάμενος δυσχεραίνειν ἔλεγον τῆς ἀκτῖνος τὴν προσβολὴν, καὶ παρεκάλουν βραχεῖάν μοί τινα παῤ αὐτῷ

1436
σχεδιάσαι σκιάν: καὶ ἐπειδὴ προσέταξε, καλάμους τρεῖς πήξαντες, καὶ δύο τούτοις περιθέντες σισύρας, ἐσοφισάμεθα τὴν σκιάν: κελεύοντος δέ μοι εἴσω ἰέναι: Αἰσχρὸν, ἔφην, ὦ πάτερ, ἐμὲ μὲν, καὶ νέον ὄντα, καὶ ἐῤῥωμένον, τῆσδε τῆς ψυχαγωγίας τυχεῖν: σὲ δὲ πυρετῷ κατεχόμενον λαύρῳ, καὶ τῆς τοιαύτης παραψυχῆς δεόμενον, ἕξω καθῆσθαι δεχόμενον τῆς ἡλιακῆς ἀκτῖνος τὴν προσβολήν. Εἰ τοίνυν, ἔφην, ἐθέλεις με τῆς σκιᾶς ἀπολαῦσαι, γενοῦ μοι κοινωνὸς τῆς βραχείας ταύτης σκηνῆς. Προσμεῖναι γάρ σοι βούλομαι μὲν, ὑπὸ δὲ τῆς ἀκτῖνος κωλύομαι. Εἶξε τοίνυν τούτων ἀκούσας τῶν λόγων, καὶ τὴν ἐμὴν θεραπείαν προείλετο. Ἐπεὶ δὲ κοινῇ τῆς σκιᾶς ἀπηλαύομεν, ἠρξάμην πάλιν ἑτέρου λόγου, καὶ ἔφην ὅτι δεῖ μοι κατακλίσεως, τοῦ ἰσχίου τὴν καθέδραν ἁλύπως μὴ φέροντος. Ἁλλὰ πάλιν ἠξίου μέν με κατακλίνεσθαι, ἀντήκουε δὲ, ὡς οὐ φορητὸν ἐμοὶ καθήμενον αὐτὸν ὁρῶντι προσκλίνεσθαι. Εἰ τοίνυν, ἔφην, ἐθέλεις με καὶ ταύτης ἐναπολαῦσαι τῆς ἀναπαύλης, κοινῇ προσκλιθῶμεν, ὦ πάτερ: οὐ γὰρ ἐρυθριάσω μόνος κατακλινόμενος. Τοιούτοις λόγοις αὐτοῦ τὴν καρτερίαν κατασοφισάμενος, τὴν ἀπὸ τῆς ἀνακλίσεως αὐτῷ παραψυχὴν εἰσενήνοχα: ἐπὶ δὲ τοῦ ἐδάφους ἐῤῥιμμένῳ προσέφερον λόγους χαρίεντας, ἐπὶ τὸ θυμηρέστερον τὴν ψυχὴν μεταφέρων.

Εἴσω δὲ τοῦ ἱματίου τὴν χεῖρα βαλὼν, ἐπειρώμην μετρίως ἀποτρίβειν τὰ νῶτα, τότε τοῦ σιδήρου τὸ πολὺ φορτίον ἐθεασάμην, ὃ καὶ τὴν ὀσφὺν ἐδέσμει, καὶ τὸν αὐχένα. Καὶ ἕτεραι δὲ ἀλύσεις ἀπὸ τοῦ περὶ τὸν αὐχένα κύκλου, δύο μὲν ἔμπροσθεν, δύο δὲ ὄπισθεν, εἰς τὸν κάτω κύκλον ἐγκάρσιαι διήκουσαι, καὶ τοῦ Χ στοιχείου τὸ σχῆμα ποιοῦσαι, ἔμπροσθέν τε καὶ ὄπισθεν, τοὺς δύο κύκλους ἀλλήλοις συνέδεον: καὶ ἑτέρους δὲ αἰ χεῖρες ἔνδον περὶ τοὺς ἀγκῶνας εἶχον τοιούτους δεσμούς. Τὸ πολυτάλαντον οὖν τοῦτο θεασάμενος φορτίον, ἱκέτευον ἐπικουρῆσαι τῷ σώματι κάμνοντι, καὶ φέρειν οὐ δυναμένῳ κατὰ ταὐτὸν, καὶ τὰ ἐθελούσια φορτία, καὶ τὴν ἀκούσιον ἀῤῥωστίαν. Νῦν μὲν γὰρ, ἔφην, ὦ πάτερ, ὁ πυρετὸς τὰ τοῦ σιδήρου ποεῖ: ὅταν δὲ οὗτος λωφήσῃ, τηνικαῦτα τῷ σώματι τὸν ἐκ σιδήρου πάλιν ἐπιθήσομεν φόρτον. Εἶξε καὶ εἰς τοῦτο πολλαῖς τοιαύταις καταθελχθεὶς ἐπῳδαῖς. Ἀλλὰ τότε μὲν ὀλίγας ἀῤῥωστήσας ἡμέρας, ῥᾳδίως ἐῤῥάῖσε.

Χρόνῳ δὲ ὕστερον χαλεπωτέρᾳ περιέπ̔??ʼσε νόσῳ.

Πολλῶν δὲ πολλαχόθεν συνεληλυθότων, ὡς ἁρπασόμενοι τὸ σῶμα, πυθ̔??ʼμενοι οἱ τοῦ ἄστεως συνέδραμον ἅπαντες, καὶ στρατιῶται, καὶ ἰδιῶται, οἱ μὲν τὴν πολεμικὴν ἀναλαβόντες σκευὴν, οἱ δὲ ὅπλοις τοῖς προστυχοῦσι χρησάμενοι: καὶ συσπειραθέντες ἐμάχοντο, καὶ βέλη ἀφιέντες, οὐχ ὡς πλήξοντες. ἀλλ̓ ὡς φοβήσοντες μόνον: καὶ οὕτω τοὺς περιοίκους ἐξελάσαντες, τῇ κλίνῃ τὸν πένταθλον ἀγωνιστὴν ἐπιθέντες, τῶν γινομένων οὐδαμῶς αἰσθανόμενον, οὐδὲ γὰρ τῆς κόμης αὐτοῦ τιλλομένης ὑπὸ τῶν ἀγροίκων ἐπῄσθετο, ἐπὶ τὴν πόλιν ἵεσαν: εἰς δὲ τὸν προφητικὸν ἀφικόμενοι σηκὸν, εἰς τὸ τὁ??ʼῳ πελάζον φροντιστήριον τὴν κλίνην ἀπέθεντο. Ἧκε δέ τις εἰς τὴν Βέῤῥοιαν, ἐκεῖ γὰρ ʽ??ʼν ἐτύγχανον, τὰ γεγενημένα

1437
σημαίνων, καὶ τῆς τελευτῆς κομίζων τὴν ἀγγελίαν. Τοιγάρτοι παραυτίκα δραμὼν, καὶ τὴν νύκτα πᾶσαν εἰς ὁδοιπορίαν καταναλώσας, κατέλαβον μετὰ τὴν ἔω τὸν θεῖον ἄνθρωπον, οὕτε φθεγγόμενον, οὕτε τινὰ τῶν παρόντων ἐπιγινώσκειν δυνάμενον: ὡς δέ γε προσεῖπον, καὶ τὸν μέγαν Ἀκάκιον προσφθέγγεσθαι αὐτὸν ἔφην, ἀνέῳξε παραχρῆμα τοὺς ὀφθαλμοὺς, καὶ ὅπως ἔχω ἤρετο, καὶ πότε εἴην ἐληλυθὼς ἐπυνθάνετο: ἐμοῦ δὲ πρὸς ταῦτα ἀποκριναμένου, πάλιν τοὺς ὀφθαλμοὺς ἔμυσε. Τριῶν δὲ διελθουσῶν ἡμερῶν, ἤρετο ὅποι εἴη: μαθὼν δὲ λίαν ἤχθετο, καὶ ἠξίου παραυτίκα εἰς τὸ ὅρος ἀποκομίζεσθαι.

Θεραπεύειν δὲ αὐτὸν διὰ πάντων ἐθέλων, εὐθὺς τὴν κλίνην παρηγγύησα φέρειν, καὶ εἰς τὸ ποθούμενον χωρίον ἀποκομίζειν. Τότε τῆς σεβασμίας ἐμοὶ κεφαλῆς τὸ ἀφιλότιμον εἶδον. Τῇ γὰρ ὑστεραίᾳ πτισάνης αὐτῷ χυλὸν προσενήνοχα καταψύξας: θερμοῦ γὰρ οὐδενὸς μεταλαγχάνειν ἠνείχετο, παντελῶς τοῦ πυρὸς τὴν χρείαν ἀπαρνησάμενος.

Ἐπεὶ δὲ μεταλαμβάνειν οὐκ ἤθελε: Πᾶσιν ἡμῖν, ἔφην, ὦ πάτερ, μετάδος φειδοῦς: κοινὴν γὰρ σωτηρίαν τὴν σὴν ὑγιείαν ἡγούμεθα. Οὐ γὰρ μόνον ὠφελείας ἀρχέτυπον πρόκεισαι, ἀλλὰ καὶ προσευχόμενος ἐπαμύνεις, καὶ τὴν θείαν ἡμῖν εὐμένειαν προξενεῖς.

Εἰ δέ σε ἀποκναίει τὸ ἄηθες, καὶ τοῦτο, ἔφην. ὧ πάτερ, καρτέρησον: εἶδος γὰρ καὶ τοῦτο φιλοσοφίας.

Ὥσπερ γὰρ ὑγιαίνων τροφῆς ἐφιέμενος ἐνίκας τῇ καρτερίᾳ τὴν ἔφεσιν: οὕτω νῦν ἥκιστα ὀρεγόμενος, τὴν τῆς μεταλήψεως καρτερίαν ἐπίδειξαι. Ταῦτά μοι λέγοντι συμπαρῆν καὶ ὁ τοῦ Θεοῦ ἄνθρωπος Πολυχρόνιος, ὃς τῷ λόγῳ συναγωνιζόμενος, αὐτὸς πρῶτος μεταλαμβάνειν ἤθελε τῆς τροφῆς, καὶ ταῦτα ὄρθρου ὄντος, ὃς πολλάκις δἰ ἑπτὰ ἡμερῶν τὸ σῶμα διέτρεφεν. Ἡττηθεὶς τοίνυν τῷ λόγῳ, μίαν τοῦ χυλοῦ μεμυκόσι τοῖς ὀφθαλμοῖς παρεπέμψατο κύλικα, ὅπερ ποιεῖν ἐπὶ τῶν πικρῶν ποτίμων εἰώθαμεν. Ἐπειδὴ δὲ καὶ τοὺς πόδας, τὸ βαδίζειν ἐξ ἀτονίας ἀπολέσαντας, ὕδατι βρέξαι πεπείκαμεν, προῦργον νομίζω καὶ ταύτην αὐτοῦ τὴν φιλοσοφίαν γυμνῶσαι. Παρέκειτο μὲν γὰρ πλησίον ὁ σκύφος: ἐπειράθη δέ τις τῶν διακονούντων φορμῷ τινι τοῦτον συγκαλύψαι, ὡς μὴ δῆλος εἴη τοῖς παῤ αὐτὸν ἀφικνουμένοις.

Ὁ δέ: Τί καλύπτεις, ἔφη, τὸν σκύφον; Τοῦ δὲ εἰρηκότος: Ὡς μὴ παράκοιτο τοῖς ἀφικνουμένοις εἰς θεωρίαν. —Ἄπαγε, ἔφη, ὦ παῖ, μὴ κρύπτε ἀνθρώποις τὰ τῷ Θεῷ τῶν ὅλων δεδηλωμένα. Ἐκείνῳ γὰρ ζῇν μόνῳ βουλόμενος, τῆς ἀνθρωπίνης οὐ πεφρόντικα δόξης. Τί γὰρ ὄφελος, εἰ οὗτοι μέν μοι πλείονα συγγνοῖεν ἄσκησιν, ὁ δὲ Θεὸς μείονα; τοῦ γὰρ ὑπὲρ τῶν πόνων μισθοῦ οὐχ οὗτοι δοτῆρες, ἀλλ̓ ὁ Θεὸς χορηγός. Τίς τοίνυν οὐκ ἃν ὑπεραγασθείη καὶ τοὺς λόγους, καὶ τὸν τοὺς λόγους γεννήσαντα νοῦν, οὕτω δόξης ἀνθρωπίνης γεγενημένον ὑπέρτερον; Τοιοῦτόν τι καὶ ἄλλοτε γεγενημένον μεμάθηκα.

Ἐσπέρα ἦν, καὶ ἑσπέρα βαθεῖα, καὶ τῆς τροφῆς ὁ καιρός. Λαβὼν τοίνυν τὸ παρακείμενον ὄστρακον, τοῦ βραχέντος φακοῦ μετελάμβανε: ταύτην γὰρ εἶχε τὴν τροφήν. Ἧκε δέ τις ἀπὸ τοῦ ἄστεως, εἴσπραξίν τινα στρατιωτικὴν ἐμπεπιστευμένος. Ὁ δὲ καὶ πόῤῥωθεν

1440
αὐτὸν θεασάμενος, οὐκ ἀπέθετο τὸν φακὸν. ἀλλὰ συνήθως παρεπέμπετο τροφήν. Δαίμονος δὲ φαντασίαν ὑπολαβὼν, λόγοις βάλλων ἀπήλαυνεν ὡς πολέμιον: καὶ δεικνὺς ὡς οὑ δέδιε, μεταξὺ τῷ στόματι προσέφερε τὸν φακόν. Ἱκέτευε δέ γε ὁ ταῖς λοιδορίαις βαλλόμενος, καὶ ἄνθρωπος ἔφασκεν εἶναι, καὶ ὡς ὅρκῳ τινὶ προσληφθεὶς πρὸ ἐσπέρας ἀπαίρειν τῆς πόλεως, κατὰ τοῦτον ἀφίκοιτο τὸν καιρόν. Ὁ δέ: Θάρσει, ἔφη, καὶ μὴ δείσῃς, ἀλλὰ προσευξάμενος ἄπιθι. Γενοῦ δέ μοι καὶ σύσσιτος, καὶ τῆς τροφῆς μοι κοινώνησον. Καὶ ἅμα ταῦτα λέγων, ἐπλήρου τ̔??ʼν δεξιὰν, καὶ τοῦ φακοῦ μετεδίδου. Οὕτω τῆς κενῆς δόξης τὸ πάθος μετὰ τῶν ἅλλων τῆς διανοίας ἀπήλασε. Περὶ δέ γε καρτερίας περιττὸν καὶ λέγειν, μαρτυρούσης τῆς ὄψεως. Τρεῖς γὰρ πολλάκις ἡμέρα καὶ τοσαύτας νύκτας χιόνος κατενεχθείσης, οὕτω κατεχώσθη πρηνὴς κείμενος, καὶ τὸν Θεὸν ἱκετεύων, ὡς μηδὲ βραχύ τι τῶν περικειμένων αὐτῷ ῥακίων ὁρᾶσθαι. Πολλάκις δὲ καὶ ἄμαις χρώμενοι καὶ μακέλλαις οἱ γειτονεύοντες, καὶ τούτῳ τῷ τρόπῳ τὴν περικειμένην ἀποσύροντες χιόνα, ἀνασπῶσί τε καὶ ἐγείρουσι κείμενον.

Ἐκ τούτων τῶν πόνων τὰ τῆς θείας χάριτος ἐδρέψατο δῶρα, ὧν πάντες μεταλαγχάνουσιν οἱ βουλόμενοι.

Τῇ γὰρ ἐκείνου εὐλογίᾳ, πολλοὶ μὲν ἐσβέσθησάν τε καὶ σβεννύονται πυρετοί: πολλοὶ δὲ ἠπίαλοι ἐλώφησάν τε, καὶ παντελῶς ὑπεχώρησαν: πολλοὶ δὲ φεύγειν ἠναγκάσθησαν δαίμονες: καὶ τὸ ὕδωρ τὸ ὑπὸ τῆς ἐκείνου δεξιᾶς εὐλογούμενον ἀλεξίκακον φάρμακον γίνεται. Τίς ἀγνοεῖ τοῦ τεθνηκότος παιδίου τὴν δ̔??ʼα τῆς τούτου προσευχῆς γενομένην ἀνάστασιν; Ἐν γὰρ τοῖς τῆς πόλεως προαστείοις οἱ τούτου εἰσὶ γεννήτορες, οἳ πολλῶν μὲν παιδῶν ἐγένοντο πατέρες, πάντας δὲ ἀώρους τῷ τάφῳ παρέπεμψαν. Ὅτε τοίνυν τοῦτο τὸ τελευταῖον ἐγεννήθη παιδίον, ἔδραμεν ὁ πατήρ πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον, μακρᾶς αὐτῷ ζωῆς μεταλαχεῖν ἱκετεύων, καὶ ὑπισχνούμενος τῷ Θεῷ ἀναθήσειν, εἰ ζήσειε. Τέσσαρα τοίνυν ἔτη διαβιῶσαν, ἐδέξατο τοῦ βίου τὸ τέλος. Ἀπῆν δὲ ὁ πατήρ: ἀφικόμενος δὲ ἐξαίφνης, ὁρᾷ τοῦτο λοιπὸν ἐκφερόμενον, καὶ ἁρπάσας ἀπὸ τῆς κλίνης: Προσήκει, ἔφη, πληρῶσαί με τὴν ὑπόσχεσιν, καὶ τῷ τοῦ Θεοῦ ἀνθρώπῳ καὶ τεθνεὸς ἀποδοῦναι. Καὶ ἀπεκόμισεν ὡς προείρηκε, καὶ τέθηκε πρὸ τῶν ἀγίων ἐκείνων ποδῶν. λέγων ἐκεῖνα ἃ καὶ τοῖς οἰκείοις εἰρήκει. Ὁ δὲ θεῖος ἄνθρωπος προτεθεικὼς τὸ παιδίον, καὶ τὰ γόνατα κλίνας, ἔκειτο πρηνὴς, τὸν ζωῆς καὶ θανάτου Δεσπότην παρακαλῶν. Δείλης δὲ ὀψίας ἀφῆκε τὸ παιδίον φωνὴν, καὶ τὸν πατέρα ἐκάλεσεν. Οὕτως αἰσθόμενος ὁ θεσπέσιος ἐκεῖνος ἀνὴρ, ὡς τὴν ἱκετείαν ὁ Δεσπότης ἐδέξατο, καὶ τὴν ζωὴν ἐχορήγησεν, ἀνέστη. καὶ προσκυνήσας τὸν ποιοῦντα τὸ θέλημα τῶν φοβουμένων αὐτὸν, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούοντα, συνεπέρανε τὴν ἱκετείαν. καὶ τῷ φύσαντι τὸ παιδίον ἀπέδωκε. Τοῦτο κἀγὼ ἐθεασάμην, καὶ τοῦ πατρὸς τὸ θαῦμα διηγησαμένου ἀκήκοα, καὶ πολλοῖς προσήνεγκα τὸ διήγημα ἀποστολικὸν, εἰδὼς καὶ πολλῆς ὠφελείας τοῖς ἀκουσομένοις ἐσόμενον πρόξενον.

Κἀγὼ δὲ πολλάκις τῆς τούτου ἐπικουρίας ἀπήλαυσα: μιᾶς δὲ, ἢ δύο μνησθήσομαι, λίαν ἡγούμενος ἄγνωμον εἶναι, σιγῇ παραδοῦναι καὶ μὴ διδάξαι τῆς εὐεργεσίας τὰ εἴδη.

Μαρκίων ὁ βδελυρὸς πολλὰς ἀσεβείας ἀκάνθας εἰς τὴν χώραν τῆς Κύῤῥου κατέσπειρε πόλεως. Ταύτας ἀνασπᾷν προῤῥίζους πειρώμενος, πάντα κάλων, τὸ λεγόμενον, ἐκίνουν, καὶ πάσῃ μηχανῇ χρώμενος διετέλουν.

Οἱ δὲ τῆς δἰ ἐμοῦ θεραπείας ἀπολἁ??ʼ.

1441
ἀντὶ τοῦ ἀγαπᾷν με, προφητικῶς εἰπεῖν, ἐνδιέβαλλόν με, καὶ ἔθεντο κατ̓ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου: καὶ γοητικαῖς χρώμενοι μαγγανείαις, καὶ δαίμοσι πονηροῖς συνεργοῖς κεχρημένοι, ἀοράτως πολεμεῖν ἐπειρῶντο.

Καί ποτε νύκτωρ ἧκέ τις βοῶν ἀλιτήριος δαίμων, καὶ τῇ Σύρᾳ κεχρημένος φωνῇ: Τί πολεμεῖς, ὁ δεῖνα, Μαρκίωνι; τί δήποτε δὲ τὴν πρὸς τοῦτον ἀναδέδεξαι μάχην; τί σοι λυπηρὸν εἰργάσατο πώποτε; Λῦσον τὸν πόλεμον, κατάπαυσον τὴν δυσμένειαν: ἢ τῇ πείρᾳ μαθήσει ὅσον καλὸν ἡσυχία. Εὖ ἴσθι γὰρ, ὡς πάλαι ἅν σε κατηκόντισα, εἰ μὴ. τὸν τῶν μαρτύρων χορὸν σὺν Ἰακώβῳ φρουροῦντά σε ἑώρων. Ἤκουσα τούτων ἐγὼ, καί τινι τῶν γνωρίμων πλησίον καθεύδοντι: Ἀκούεις, ἔφην, ὁ δεῖνα, τῶν λεγομένων; Ὁ δέ: Πάντων, εἶπεν, ἐπήκουσα: καὶ διαναστῆναι βουλόμενος, καὶ διακύψαι, καὶ γνῶναι τίς ὁ φθεγγόμενος, σοῦ χάριν ἡσυχίαν ἦγον, καθεύδειν σε τοπάσας. Ἀναστάντες τοίνυν, ἄμφω τε διεκύπτομεν, καὶ οὐδένα οὔτε κινούμενον, οὔτε φθεγγόμενον ἠκούομεν: τῶν δὲ ῥημάτων ἐκείνων καὶ οἱ ἄλλοι ἡμῶν ἐπήκουσαν σύνοικοι. Συνῆκα τοίνυν, ὡς χορὸν μὲν μαρτύρων ἔλεγε τὸ τοῦ ἐλαίου τῶν μαρτύρων ληκύθιον, ὃ παρὰ πολλῶν μαρτύρων συνειλεγμένην ἔχον τὴν εὐλογίαν, παρὰ τὴν ἐμὴν ἐξήρτητο κλίνην: καὶ τῇ κεφαλῇ δέ μου ὑπέκειτο τοῦ μεγάλου Ἰακώβου τὸ παλαιὸν περιβόλαιον, παντὸς ἕρκους ἀδαμαντίνου ἰσχυρότερόν μοι γεγενημένον. Καὶ ἡνίκα δὲ τῇ μεγίστη τούτων κώμῃ προσβάλλειν ἔμελλον, εἶτα πολλά τινα ὲν μέσῳ γινόμενα τὴν ἔξοδον διεκώλυεν, ἔπεμψα παρὰ τὸν ἐμὸν Ἠσαΐαν, τῆς θείας συμμαχίας ἀντιβολῶν ἀπολαῦσαι. Ὁ δὲ: Θάῤῥει, ἔλεγε: πάντα γὰρ ἐκεῖνα δίκην ἀραχνῶν διαλέλυται τὰ κωλύματα: καὶ τοῦτό με νύκτωρ ἐδίδαξεν ὁ Θεὸς, οὐκ ὄναρ σκιαγραφήσας, ἀλλ̓ ὕπαρ ἐπιδείξας. Ἑώρων γὰρ, ἔλεγε, τῆς ὑμνῳδίας ἀρξάμενος, κατ̓ ἐκεῖνο τὸ μέρος, ὲν ᾧ τὰ χωρία ἐκεῖνα διάκειται, ὄφιν τινὰ πυροειδῆ, ἀπὸ τῆς ἐσπέρας ἐπὶ τὴν ἔω ἑρπύζοντα, καὶ διὰ μέσου τοῦ ἀέρος φερόμενον. Τρεῖς δὲ εὐχὰς ἐξανύσας, πάλιν ἐθεασάμην ἐπικαμφθέντα, καὶ τὸ κυκλοτερὲς ἐπιδείξαντα σχῆμα, καὶ τῇ κεφαλῇ συναφθεῖσαν τὴν κέρκον. Ὀκτὼ δὲ πάλιν προσευχὰς συμπεράνας, ἐθεασάμην διχῇ τμηθέντα, καὶ εἰς καπνὸν διαλυθέντα. Ταῦτα αὐτὸς μὲν οὕτω προεῖδεν: ἡμεῖς δὲ ἐθεασάμεθα συνομολογοῦσαν τῇ προῤῥήσει τὴν ἔκβασιν.

Ἔωθεν μὲν γὰρ, ὑπὸ τοῦ ἀρχεκάκου ὄφεως στρατηγούμενοι, οἱ πάλαι μὲν τῆς Μαρκίωνος συμμορίας, νῦν δὲ τῆς ἀποστολικῆς γενόμενοι φάλαγγος, γυμνὰ ἡμῖν ἀπὸ τῆς ἐσπέρας ὁρμῶντες τὰ ξίφη ἐδείκνυον.

Περὶ δὲ τρίτην ὥραν τῆς ἡμέρας συσπειραθέντες, τῆς οἰκείας ἐφρόντιζον φυλακῆς, καθάπερ ὁ ὄφις τῇ κέρκῳ τὴν κεφαλὴν συνεκάλυπτεν. Ὀγδόῃ δὲ ὥρᾳ σκεδασθέντες, χώραν ἡμῖν ἔδωκαν τῆς εἰς τὴν κώμην εἰσόδου: καὶ παραυτίκα εὕρομεν ὄφιν ἐξ ὕλης χαλκοῦ πεποιημένον, καὶ ὑπ̓ ἐκείνων προσκυνούμενον.

Τὸν γὰρ κατὰ τοῦ Δημιουργοῦ καὶ Ποιητοῦ τῶν ὅλων προφανῶς ἀναδεξάμενον πόλεμον, τὸν

1444
ἐπάρατον ὄφιν, ὡς ἐκείνου πολέμιον, θεραπἑ??ʼειν ἐσπούδαζον. Ἐπειδὴ δὲ εἰς τὴν τῶν θείων ἀποκαλύψεων εἰσῆλθεν ὁ λόγος διήγησιν, φέρε ἃ παρὰ τῆς ἀψευδοῦς ἐκείνης ἀκήκοα διηγήσομαι γλώσσης.

Διηγήσατο δὲ οὐ φιλοτιμούμενος, πόῤῥω γὰρ καὶ τούτου τοῦ πάθους ἡ θεία ψυχὴ, ἀλλά τινος χρείας βιασαμένης εἰπεῖν ἃ κρύπτειν ἠβούλετο. Ἱκέτευον αὐτὸν ἀντιβολῆσαι τὸν τῶν ὅλων Θεὸν, καθαρόν μοι ζιζανίων ἀποφῆναι τὸ λήϊον, καὶ τῶν αἱρετικῶν σπερμάτων πάμπαν ἐλευθερῶσαι. Ἠνία γάρ με κομιδῇ ἡ τοῦ βδελυροῦ Μαρκίωνος ἐπὶ πλεῖστον διακρατήσασα πλάνη. Ἔφη τοίνυν λιπαρούμενος: Ὁ??ʼτ̓ ἐμοῦ, οὔτε ἄλλου δεῖ σοι πρὸς αὐτὸν πρεσβευτοῦ. Ἔχεις γὰρ Ἰωάννην τὸν πάνυ, τὴν τοῦ Λόγου φωνὴν, τῶ Δεσπότου τὸν πρόδρομον, ταύτην ὑπὲρ σοῦ τὴν ἱκετείαν διὰ παντὸς προσκομίζοντα. Ἐμοῦ δὲ λέγοντος, ὡς καὶ ταῖς τούτου πιστεύω προσευχαῖς, καὶ ταῖς τῶν ἄλλων ἁγίων ἀποστόλων καὶ προφητῶν, ʽ??ʼν ἔναγχος ἡμῖν τὰ λείψανα ἐκεκόμιστο, Θάῤῥει, ἔφη, ὡς Ἰωάννην ἔχεις τὸν Βαπτιστήν. Ἀλλ̓ οὐδὲ οὕτω σιγὴν ἔχειν ἠνειχόμην: πολλῷ δὲ πλέον ἐπεκείμην πυνθανόμενος, καὶ μαθεῖν ἐφιέμενος, τί δὴ τούτου μᾶλλον ἐμνήσθη. Ὁ δέ: Περιπτύξασθαι, ἔφη, ἐβουλόμην αὐτοῦ τὰ ἐπέραστα λείψανα. Ἐπειδὴ δὲ ἔλεγον: Οὐκ οἴσω ταῦτα, εἰ μὴ ἐρεῖν ὑπόσχοιτο ἃ θεασάμενος εἴη, αὐτὸς μὲν ὑπέσχετο: ἐγὼ δὲ τῇ ὑστεραίᾳ ἐκόμισα τὰ ποθούμενα, καὶ πάντας πόῤῥω κελεύσας γενέσθαι, ἐμοὶ μόνῳ διηγήσαιο Ἡνίκα, ἔφη, τοὺς πολιούχους τούτους ἀπὸ τῆς Φοινίκης καὶ τῆς Παλαιστίνης ἀφικομένους, μετα τῆς Δαυιτικῆς ὑπεδέξω χορείας ἔννοιά μοί τις γέγονεν, εἰ τῷ ὄντι ταῦτα Ἰωάννου τοῦ πάνυ λείψανα καὶ μὴ ἄλλου τοῦ μάρτυρος ὁμωνύμου. Μετὰ μίαν τοίνυν ἡμέραν, ἐγὼ μὲν ἐπὶ τὴν ὑμνῳδίαν ἀνέστην νύκτωρ: ὁρῶ δέ τινα λευχειμονοῦντα, καὶ, Ἀδελφὲ Ἰάκωβε, λέγοντα, εἰπὲ, τί δήποτε ἀφικομένοις ἡμίν οὐχ ὑπήντησας; Ἐμοῦ δὲ ἐρομένου, τίνες ποτε εἶεν. ἀπεκρίνατο λέγων: Οἱ ἀπὸ Φοινίκης καὶ Παλαιστίνης τῇ προτεραίᾳ ἐληλυθότες: καὶ πάντων ἡμᾶς ὑποδεξαμένων προθύμως, καὶ τοῦ ποιμένος, καὶ τοῦ λαοῦ, καὶ ἀστῶν, καὶ χωρητικῶν, σὺ μόνος οὐκ ἐκοινώνησας τῆς τιμῆς. ᾘνίττετο δὲ τὴν γενομένην ἀμφιβολίαν. Εἰπεῖν τοίνυν ἔφη πρὸς ταῦτα, ʽ??ʼ Καὶ ἀπόντων ὑμῶν τε καὶ τῶν ἄλλων ἁπάντων προσκυνῶ τῷ Θεῷ. Πάλιν δὲ τῇ ὑστεραίᾳ κατὰ τὸν αὐτὸν καιρὸν, αὐτὸς ἑκεῖνος ἐπιφανείς: Ὄρα ἔφῃ ἀδελφὲ Ἰάκωβε, τὸν ἐκεῖθεν ἑστῶτα, οὖ ἡ μὲν ἐσθὴς χιόνι κατὰ τὴν χροιὰν ἀπείκασται, κλίβανος δὲ αὑτοῦ πυρὸς πρόκειται. Ἐμοῦ δὲ τὰς ὄψεις ἐκεῖσε μεταθέντος, καὶ τὸν Βαπτιστὴν Ἰωάννην ὑποτοπάσαντος, καὶ γὰρ τὴν στολὴν περιβέβλητο, καὶ τὴν χεῖρα ὡς βαπτίζων προέτεινε: Αὐτός ἐστιν, ἴφη, ὃν ὑπέλαβες εἶναι: καὶ ἄλλοτε δὲ Ἡνίκα, ἔφη, εἰς τὴν πρώτην νύκτωρ ἀπῄεις κώμην, παιδεύσων ὡς στασιαστὰς, σπουδαιοτέραν τῷ Θεῷ προσενεγκεῖν εὐχὴν παρεγγυήσας, ἄγρυπνος διετέλεσα τὸν Δεσπότην ἀντιβολῶν. Εἶτα φωνῆς ἀκήκοα λεγούσ̔??ʼς: Μηδὲν δείσῃς, Ἰάκωβε: ὁ γὰρ μέγας Ἰωάννης ὁ Βαπτιστὴς παννύχιον ἀντιβολεῖ τὸν τῶν ὅλων θεόν:

1445
πολὺς γὰρ ἂν ἐγεγόνει φόνος, εἰ μὴ ταῖς ἐκείνου πρεσβείαις ἐσβέσθη τοῦ διαβόλου τὸ θράσος. Ταῦτά μοι διηγησάμενος, παρεγγύησε μόνον εἰδέναι, καὶ μὴ λαβεῖν ἄλλους συνίστορας. Ἐγὼ δὲ ὠφελείας ἕνεκεν, οὐ μόνον πολλοῖς προσήνεγκα τὸ διήγημα, ἀλλὰ καὶ συγγραφῇ παραδίδωμι. Καὶ Ἰωσὴφ δὲ τὸν πατριάρχην θεάσασθαι ἔφη, καὶ τὴν κεφαλὴν πολιὸν καὶ τὸ γένειον, καὶ ἐν γήρᾳ τῆς ὥρας ἀφιέντα τὴν αἴγλην, καὶ ἐν ἀρετῆς ἀκρότητι ἔσχατον ἑαυτὸν τῶν ἁγίων ὀνομάζοντα. Ἐμοῦ γὰρ φησὶ, πρῶτον λέγοντος τῶν τῆς θήκης αὐτῷ κοινωνούντων, αὐτὸς ἑαυτὸν ἔσχατον ὠνόμαζε. Διηγήσατο δέ μοι καὶ τὰς γεγενημένας αὐτῷ ὑπὸ τῶν πονηρῶν δαιμόνων παντοδαπὰς προσβολάς. Εὐθὺς μὲν γὰρ, ἔλεγε, ταύτης μοι τῆς πολιτείας ἀρξαμένῳ γυμνὸς ἑωρᾶτό τις, Αἰθίοπος ἔχων τὸ εἶδος, πῦρ ἐκ τῶν ὀφθαλμῶν ἀφιείς. Ἐγὼ δὲ ὁρῶν, δέους τε ἐνεπιμλάμην, καὶ εἰς εὐχὴν ἐτρεπόμην, καὶ μεταλαβεῖν οὐκ ἠνειχόμην τῆς τροφῆς: κατ̓ ἐκεῖνον γὰρ ἐπεφαίνετο τὸν καιρόν. Ὡς δὲ ἑπτὰ, καὶ ὀκτὼ, καὶ δέκα διῆλθον ἡμέραι, καὶ ἄσιτος διετέλουν, τέλος τῆς πονηρᾶς ἐφόδου καταφρονήσας, καθήμενος τῆς τροφῆς μετελάμβανον. Ὁ δὲ ταύτην μου τὴν μεγαλοφροσύνην οὐκ ἐνεγκὼν, ῥάβδῳ παίειν ἠπείλει. Ἐγὼ δὲ, ἔφη, ἔλεγον: Εἰ μὲν ἐπιτέτραψαι παρὰ τοῦ τῶν ὅλων Δεσπότου, παῖε, καὶ δέξομαι μεθ̓ ἡδονῆς τὴν πληγὴν, ὡς ὑπ̓ ἐκείνου: παιόμενος: εἰ δὲ μὴ ἐπετράπης, οὐ παίσεις, κἂν μυριάκις λυττήσῃς. Τούτων ἀκούσας ἐδραπέτευσε τότε: ἀλλὰ πάλιν κρύβδην διετέλει λυττῶν. Τὸ γὰρ δίς μοι τῆς ἑβδομάδος κάτωθεν κομιζόμενον ὕδωρ, ἁπαντῶν τῷ κομίζοντι, καὶ τὸ ἐμὸν εἶδος μιμούμενος, ἐλάμβανε, καὶ ἀπιέναι κελεύων ἐκεῖνον ἐξέχει τὸ νᾶμα. Καὶ τοῦτο οὐ δὶς μόνον, ἀλλὰ καὶ τρὶς ποιήσας, τὸ τοῦ δίψους μοι ἐπεστράτευσε πάθος. Σφόδρα δὲ ἀνιαθεὶς, ἠρόμην τὸν εἰωθότα κομίζειν: Τί δή ποτε πέντε καὶ δέκα διελθουσῶν ἡμερῶν οὐκ ἐκόμισας ὕδωρ; Ὁ δὲ τρὶς ἔλεγε καὶ τετράκις κεκομικέναι, καί με τοῦτο δεδέχθαι. Καὶ ποῦ τοῦτο, ἔφην, ἐγὼ παρὰ σοῦ φέροντος ἐδεξάμην; Ὡς δὲ τὸν τόπον ὑπέδειξε: Κᾶν μυριάκις, ἔφην, ἐκεῖ με θεάσῃ παραγινόμενον, μὴ δῷς τὸ ἀγγεῖον, ἕως εἰς τοῦτον ἀφίκῃ τὸν τόπον. Οὕτω καὶ ταύτην αὐτοῦ τὴν ἐπιβουλὴν διαλύσας, αὗθις ἑτέρας ἐπειράθη. Βοῇ γὰρ νύκτωρ χρησάμενος ἔφη, ὅτι Σὲ τοσαύτης δυσωδίας ἐμπλήσω, καὶ τοσαύτην δύσκλειαν κατασκευάσω, ὡς μηδένα σε μηδαμόθεν θεάσασθαι ἄνθρωπον. Ἐγὼ δὲ, ἔφη, πρὸς ταῦτα ἀπεκρινάμην, ὅτι Σοι χάριν ὁμολογήσω: ἄκων γὰρ εὐεργετήσεις τὸν δυσμενῆ, πλέον ἐντρυφᾷν τῇ τοῦ Θεοῦ μνήμῃ παρασκευάζων. Σχολῆς γὰρ πλείονος ἀπολαύων, ἔργον σχήσω διηνεκὲς τοῦ θείου κάλλους τὴν φαντασίαν. Ὀλίγων τοίνυν διελθουσῶν ἡμερῶν, μεσούσης ἡμέρας τὴν εἰωθυῖαν λειτουργίαν ἐπιτελῶν, ὁρῶ, ἔφη, δύο ἐκ τοῦ ὅρους κατιούσας γυναῖκας.

Ἐγὼ δὲ τὸ ἄηθες δυσχεράνας, καὶ λίθοις βαλεῖν ἐπιχειρήσας, τῆς τοῦ ἀλάστορος ἀπειλῆς ἐμνήσθην, καὶ ταύτην ὑπέλαβον εἶναι τὴν δύσκλειαν. Ἕφθην τοίνυν βοήσας, ὡς εἰ καὶ τοῖς ὤμοις ἐπικαθίσαιεν, οὐ βαλῶ τοῖς λίθοις, οὐ διώξω, μόνῃ δὲ χρήσομαι τῇ προσευχῆ. Ταῦτα ἔφην, αἱ δὲ φρουδοι ἐγἕ??ʼοντο, καὶ τῷ

1448
λόγῳ συνεπληροῦτο τῆς θέας ἡ φαντασία. Μετὰ ταῦτα πάλιν: Νύκτωρ ἐγὼ μὲν, ἔφη, προσηυχόμην, ὀχήματος δὲ κτύπος ἐφέρετο, καὶ ἡνιόχου βοὴ, καὶ ἵππων χρεμετιζόντων: ἐμὲ δὲ τοῦ πράγματος τὸ καινὸν ἐθορύβησεν.

Ἐνενόουν γὰρ ὡς οὔτε ἄρχων ἐπεδήμει τότε τῇ πόλει, οὔτε ὀχήμασιν ἡ ὁδὸς ἦν, οὔτε ὁ καιρὸς τοῖς ὀχήμασιν ἐπιτήδειος. Ἐμοῦ δὲ ταῦτα λογιζομένου, θόρυβός τις πλήθους ἠκούετο προσπελάζοντος: καί τινες ἐβόων ἡγούμενοι ῥαβδοφόροι, συρίττοντες, καὶ ἀπελαύνοντες ἐκ τοῦ μέσου τοὺς πλείους, καὶ εὐτρεπῆ ποιοῦντες τῷ ἡγουμένῳ τὴν πάροδον. Ὡς δὲ σφόδρα μοι πελάζειν ἔδοξε, εἷπον, ἔφη: Τίς εἷ; καὶ πόθεν ἥκεις; καὶ τίνος δεόμενος κατὰ τοῦτον ἐλήλυθας τὸν καιρόν; μέχρι τίνος παίζεις, ὦ ταλαίπωρε, καὶ τῆς θείας μακροθυμίας καταφρονεῖς; Τοῦτο ἐγὼ μὲν ἔλεγον πρὸς ἔω τετραμμένος, καὶ τῷ Θεῷ τὴν ἱκετείαν προσφέρων. ὁ δὲ ὦσε μὲν, καταβαλεῖν δὲ οὐκ ἴσχυσεν: ἡ γὰρ θεία χάρις ἀντέσχεν, καὶ παραυτίκα φροῦδα πάντα ἐγένοντο. Ἔλεγε δὲ καὶ κατὰ τὸν τῶν ἀλιτηρίων ἐκείνων λῃστῶν καιρὸν, ὅτε ἐξ Ἰσαυρίας ὁρμώμενοι τῆς ἔω τὰ πλεῖστα ἐμπρήσαντες ἐληΐσαντο, δεδιέναι σφόδρα, οὐ τὴν σφαγὴν, οὐ γὰρ οὕτω φιλοσώματος ἦν, ἀλλὰ τὸν ἀνδραποδισμὸν, καὶ τὴν αἰχμαλωσίαν, καὶ τῆς ἀσεβείας καὶ παρανομίας τὴν θεωρίαν. Τούτου τοῦ δέους αἰσθόμενος ὁ διάβολος: ἤκουσε γὰρ αὐτοῦ πολλάκις πρὸς τοὺς γνωρίμους ἐκφήναντος: μιμεῖται νύκτωρ ὀλολογὴν γυναικῶν. Ἐγὼ δὲ, ἔφη, ἀκούειν ἐδόκουν ὡς ἥκοιεν οἱ πολέμιοι, καὶ ὡς πῦρ ταῖς κώμαις ἐμβάλλοιεν. Εὐθὺς τοίνυν διχῆ τῆς κεφαλῆς διακρίνας τὰς κώμας, καὶ τὰς μὲν ἐκ δεξιῶν, τὰς δὲ ἐξ εὐωνύμων διὰ τῶν ὤμων ἐπὶ τὸ στῆθος μετενεγκὼν, εὐτρεπῆ πρὸς τὴν τοῦ ξίφους τομὴν τὸν αὐχένα ἐποίουν, ἵνα σύντομον δεξάμενος τὴν πληγὴν, τῆς ἀπευκτῆς ἐκείνης ἀπαλλαγῶ θεωρίας.

Οὕτω πᾶσαν ἐκείνην διατελέσας τὴν νύκτα, καὶ διηνεκῶς τὴν ἐκείνων ἔφοδον προσδεχόμενος, ἐπειδὴ ἡμέρα ἐγένετο, καὶ ἧκόν τινες, ἐπυθόμην τί περὶ τῶν Ἰσαύρων εἶεν ἀκηκοότες: οἱ δὲ ἔλεγον, μηδὲν ἐν ταύταις ἐγνωκέναι ταῖς ἡμέραις. Καὶ οὕτω, φησὶν, ἐπέγνων διαβολικὴν κἀκείνην εἶναι τὴν φαντασίαν.

Ἄλλοτε δὲ, ἔφη, νέῳ σφριγῶντι ἀπεικασθεὶς, ὤρᾳ λάμποντι, καὶ κόμῃ ξανθῇ κεκοσμημένῳ, προσῄει μειδιῶν ἅμα καὶ παίζων: ἐγὼ δὲ, ἔφη, τῷ θυμῷ καθοπλισθεὶς ἐξήλαυνον λοιδορούμενος. Ὁ δὲ ἐπέμενεν ἑταιρικὸν βλέπων, καὶ τῷ τε μειδιάματι, τῷ τε φθέγματι, ἡδονὴν ἀναβλύζων. Τότε τοίνυν πλέον τὸν θυμὸν παραθήξας: Πῶς ἰσχύεις, ἔλεγον, πᾶσαν τὴν οἰκουμένην περινοστεῖν, καὶ πᾶσι τοιαύτας προσφέρειν ἐπιβουλάς; Ὁ δὲ ἔλεγε μὴ μόνος εἶναι, ἀλλὰ πλῆθος δαιμόνων κατὰ πᾶσαν ἐσκεδάσθαι τὴν οἰκουμένην, τοιαῦτα παιζόντων ὁμοῦ καὶ σπουδαζόντων.

Τῇ γὰρ δοκούσῃ παιδιᾷ σπουδάζουσι πᾶσαν ἀφανίσαι τῶν ἀνθρώπων τὴν φύσιν. Ἀλλά γε σὺ ἄπιθι, ἔφην, τοῦ Χριστοῦ σοι κελεύοντος, τοῦ λεγεῶνα ὅλην διὰ τῶν χοίρων: τῷ βυθῷ παραπέμψαντος. Ἤκουεν ἄμα καὶ ἔφευγεν, οὔτε τῆς Δεσποτικῆς προσηγορίας τὴν δύναμιν φέρων, οὔτε τῆς οἰκετικῆς φιλοσοφίας τήν αἴγλην βλέπειν δυνάμενος. Καὶ ἄλλα δὲ πλείονα εἰδὼς τούτων διηγήματα, συγγράφειν, οὐ βούλομαι,

1449
μη τοῖς ἀσθενεστέροις τὸ πλῆθος ἀπιστίας γένηται πρόφασις. Τοῖς μὲν γὰρ ὁρῶσι τὸν θεῖον ἄνθρωπον οὐδὲν τοιοῦτον λεγόμενον ἀπίθανον καταφαίνεται, τῆς ὁρωμένης ἀρετῆς βεβαιούσης τὰ λεγόμενα.

Ἐπειδὴ δὲ καὶ εἰς τοὺς ὕστερον ἐσομένους τὸ τοῦ διηγήματος διαβήσεται σύγγραμμα, ἀπιστότερα δὲ τοῖς πολλοῖς τὰ ὧτα τῶν ὀφθαλμῶν, τῇ ἀσθενείᾳ τῶν ἀκουόντων μετρήσομεν τὴν διήγησιν. Τούτῳ τοίνυν ᾠκοδόμησαν μὲν καὶ ἄλλοι σηκὸν μέγιστον ὲν τῇ πελαζούσῃ κώμῃ, οὐ πολλοῖς ἀφεστῶτα σταδίοις: κατεσκεύασα δὲ κἀγὼ θήκην ὲν τῷ τῶν ἀποστόλων καλλινίκων σηκῷ. Ἀλλὰ τοῦτο μαθὼν ὁ θεῖος ἄνθρωπος, πολλά με πολλάκις ἐλιπάρησεν, ἐν ἐκείνῳ τῷ ὄρει ταφῇ παραδοῦναι τὸ σῶμα. Ἐγὼ δὲ εἶπον πολλάκις, ὡς οὐ προσήκει τὸν τῆς παρούσης ζωῆς ἀμελήσαντα, ταφῆς ποιήσασθαι πρόνοιαν. Ὡς δὲ τοῦτο αὐτῷ καταθύμιον εἶδον, ἐπένευσά τε, καὶ συνεθέμην, καὶ τὴν λάρνακα τμηθῆναί τε, καὶ κομισθῆναι ἄνω πεποίηκα. Ἐπεὶ δὲ τὸν λίθον ὑπὸ τῆς πάχνης φθειρόμενον εἶδον, μικρὸν οἰκίσκον ἐπέτρεψα γενέσθαι τῇ λάρνακι. Ἐπεὶ δὲ ἐκέλευσε, καὶ τὴν οἰκοδομὴν συμπεράναντες, τὸν ὄροφον ἐπεθήκαμεν, Οὐκ ἀνέξομαι, ἔφη, τοῦτον Ἰακώβου καλεῖσθαι τάφον, ἀλλὰ βούλομαι τῶν καλλινίκων μαρτύρων τοῦτον γενέσθαι σηκὸν, ἐμὲ δὲ οἷά τινα μέτοικον εἰς ἑτέραν κεῖσθαι θήκην, παροικεῖν αὐτοῖς ἠξιωμένον. Καὶ ταῦτα οὐ μόνον εἶπεν, ἀλλὰ καὶ ἔδρασε. Καὶ πολλοὺς μὲν προφήτας, πολλοὺς δὲ ἀποστόλους, πλείστους δὲ ὅτι μάρτυρας, πανταχόθεν συναγαγὼν, ἐν μιᾷ τέθεικε λάρνακι, τῷ τῶν ἁγίων δήμῳ συνοικεῖν ἐθελήσας, καὶ σὺν αὐτοῖς ἀναστῆναι, καὶ τῆς θεωρίας ἀξιωθῆναι ποθήσας. Ἱκανὸν δὲ τοῦτο τεκμηριῶσα, τὴν τοῦ φρονήματος μετριότητα. Ὁ γὰρ τοσοῦτον πλοῦτον συνειλοχὼς, ὡς ἐσχάτῃ πενίᾳ συζῶν, τῇ τῶν εὐπόρων συμμορίᾳ παροικεῖν ἐπεθύμησεν.

Ὁποῖοι μὲν οὗν τῆς σεβασμίας ἐμοὶ κεφαλῆς οἱ πόνοι, καὶ οἱ ἀγῶνες ἡλίκοι, καὶ ὅσης θεόθεν ἀπέλαυσε χάριτος, καὶ ὅσας νίκας νενίκηκε, καὶ οἵοις στεφὰνοις κατακεκόσμηται, ἀπόχρη καὶ ταῦτα διδάξαι.

Ἐπειδὴ δέ τινες δυσκολίαν ἤθους ἐπαιτιῶνται, καὶ δυσχεραίνουσι τὸ φιλέρημον καὶ ἡσύχιον, ὀλίγα περὶ τούτων εἰπὼν, πέρας ἐπιθήσω τῷ διηγήματι: Πρόκειται πᾶσιν, ὡς ἔφην, εἰς θεωρίαν, οὔτε θριγκίῳ πεφραγμένος, οὔτε καλύβῃ τινὶ ἢ σκηνῇ καλυπτόμενος.

Ἕκαστος δὲ τῶν ἀφικνουμένων, ὑπ̓ οὐδενὸς ἑρκίου κωλυόμενος, εὐθὺς παραγινόμενος προσδιαλέγεσθαι βούλεται. Τοῖς δὲ ἄλλοις ταυτησὶ τῆς φιλοσοφίας ἐρασταῖς καὶ θριγκία καὶ θύραι εἰσὶ, καὶ ἡσυχίας ἀπόλαυσις, καὶ ἀνοίγνυσιν ἐθελήσας ὁ καθειργμένος, καὶ ἀναβάλλεται ὅσον βούλεται, καὶ τῆς θείας ἐμφορεῖται θεωρίας ὅσον ἐθέλει. Ἐνταῦθα δὲ τούτων οὐδέν. Διὸ μάλιστα δυσχεραίνει τοὺς παῤ αὐτὸν τῆς προσευχῆς τὸν καιρὸν ἐνοχλοῦντας. Κἂν μὲν κελεύσαντος εὐθὺς ἀπίοιεν, πάλιν ἔχεται τῆς προσευχῆς. Εἰ δὲ ἐπιμένοιεν ὀχλοῦντες, καὶ ἅπαξ καὶ δὶς παρεγγυήσας μὴ πείσειε, τηνικαῦτα δυσχεράνας ἐπιτιμῶν ἀποπέμπεται. Ἐμοὶ δὲ περὶ τούτου πρὸς αὐτὸν γεγένηνται λόγοι: καί τινας ἔφην ἀσχάλλειν ἐξελαθέντας, καὶ εὐλογίας μὴ μετασχόντας: καὶ ὅτι πρέπον εἴη, τοὺς τούτου χάριν ἀφικνουμένους, καὶ πολλῶν ἡμερῶν ὁδὸν ἐξανύοντας, μὴ

1452
ἀχθομένους ἐπανιέναι, ἀλλὰ θυμηδίας ἐμφορουμένους, καὶ τοῖς τῆς σῆς φιλοσοφίας διηγήμασιν ἑστιῶντας τοὺς ἀγνοοῦντας. Ὁ δὲ, Οὐκ ἄλλου χάριν, ἔφη, ἀλλ̓ ἐμαυτοῦ τὸ ὅρος κατείληφα. Καὶ πολλὰ λίαν ἁμαρτημάτων περικείμενος ἕλκη, πολλῆς δέομαι θεραπείας. Καὶ τούτου εἵνεκα τὸν ἡμέτερον ἱκετεύω Δεσπότην, ὀρέξαι μοι τὰ τῆς κακίας ἀλεξιφάρμακα.

Πῶς τοίνυν οὐκ ἄτοπον, καὶ λίαν ἀνόητον, διακόψαι μὲν τὸν τῆς ἱκετείας εἱρμὸν, μεταξὺ δὲ διάλεξιν πρὸς ἀνθρώπους ποιήσασθαι; Εἰ γὰρ οἰκέτης ἀνθρώπου ὁμοφυοῦς ἐτύγχανον, ἐν δὲ τῷ τῆς δεσποτικῆς διακονίας καιρῷ, καταλιπὼν τὸ προσενεγκεῖν εἰς καιρὸν ἢ σιτία ἢ ποτὰ, πρός τινα τῶν ὁμοδούλων ἐποιησάμην διάλεξιν, πόσας οὐκ ἂν δικαίως ἐδεξάμην πληγάς; Εἰ δὲ καὶ ἄρχοντι προσελθὼν, καὶ ἣν ὑπομένω παρά τινος διηγούμενος ἀδικίαν, διέκοψα μὲν ἐν μέσῳ τὴν διάλεξιν, ἄλλους δὲ λόγους τινὰς πρός τινας τῶν παρόντων ἐποιησάμην, οὔ σοι δοκεῖ δυσχερᾶναι τὸν δικαστὴν, καὶ τῆς μὲν ἐπικουρίας ἀποστερῆσαι, προσθεῖναι δὲ καὶ μάστιγας, καὶ τῶν κιγκλίδων ἀπελάσαι; Πῶς τοίνυν ὅσιον, δεσπότῃ μὲν τὸν οἰκέτην, καὶ δικαστῇ τὸν ἱκέτην, προσηκόντως προσφέρεσθαι: ἐμὲ δὲ τῷ Θεῷ, τῷ καὶ αἰωνίῳ Δεσπότῃ, καὶ δικαστῇ δικαιοτάτῳ, καὶ βασιλεῖ τῶν ἁπάντων προσιόντα, μηδὲ τούτοις παραπλησίως ποιεῖσθαι τὴν πρόσοδον, ἀλλὰ μεταξὺ προσευχόμενον πρὸς τοὺς ὁμοδούλους τρέπεσθαι, καὶ μακρὰν ποιεῖσθαι διάλεξιν; Ταῦτα καὶ ἤκουσα, καὶ πρὸς τοὺς δυσχεράναντας διεπόρθμευσα. Καὶ εὖ μοι καὶ καλῶς εἰρηκέναι δοκεῖ. Πρὸς γὰρ αὗ τοῖς εἰρημένοις. καὶ ἴδιον τῶν ἐρώντων, πάντων μὲν τῶν ἄλλων ὑπερορᾷν, ἐκείνῳ δὲ προστετηκέναι, ὃν φιλοῦσι καὶ στέργουσι: καὶ τοῦτον νύκτωρ ὀνειροπολεῖν, καὶ μεθ̓ ἡμέραν φαντάζεσθαι. Διὰ τοῦτό μοι δυσχεραίνειν δοκεῖ, ὲν τῇ ποθουμένῃ μὲν θεωρίᾳ γενόμενος, ἐμπλησθῆναι δὲ τοῦ ἐπεράστου κωλυόμενος κάλλους. Ταῦτα διηγηματικῶς συνεγράψαμεν, κομιδῇ τῆς συντομίας φροντίσαντες, ἵνα μὴ τῷ μήκει τοὺς ἐντυγχάνοντας ἀποκναίσωμεν.

Εἰ δὲ καὶ ἐπιβιῴη τῷδε τῷ διηγήματι χρόνον, καὶ ἄλλα μυρία δήπουθεν κατορθώματα τοῖς προτέροις προσθήσει, καὶ συγγράψουσι κἀκεῖνα ἕτεροι. Ἡμῖν γὰρ τῆς ἐντεῦθεν ἐκδημίας πόθος πολύς.

Ὁ δὲ τῶν τῆς εὐσεβείας ἀθλητῶν ἀγωνοθέτης καὶ τούτῳ δώσει τέλος τῶν ἀγώνων ἐπάξιον, καὶ τοῦ δρόμου τὸ λειπόμενον παράσχοι τῷ προτέρῳ συμβαῖνον, ἵνα νικηφόρος καταλάβοι τὴν νύσσαν, καὶ τὴν ἡμετέραν ἀσθένειαν ταῖς τούτου προσευχαῖς ὑπερείσειεν: ὅπως ἀναῤῥωσθέντες, τὰς πολλὰς ἡμῶν ʽ??ʼναπαλαίσωμεν ἥττας, καὶ μετὰ νίκης τὸν βίον ἐξέλθωμεν.

Τιλλίμα κώμη τίς ἐστι παῤ ἡμῖν, πάλαι μὲν τῆς Μαρκίωνος ἀσεβείας δεξαμένη τὰ σπέρματα, νῦν δὲ τῆς εὐαγγελικῆς ἀπολαύουσα γεωργίας.

Ταύτης πρὸς μεσημβρίαν λόφος τις ἐστὶν, οὕτε λίαν τραχὺς, οὔτε μάλα προσάντης. Ἐν αὐτῷ τὸ ἀσκητικὸν ἐδείματο καταγώγιον Θαλάσσιος ὁ θαυμάσιος,

1453
ἀνὴρ πολλοῖς κατακοσμηθεὶς ἀγαθοῖς, ἁπλότητι δὲ ἤθους, καὶ πραότητι, καὶ φρονήματος μετριότητι, τοὺς ἐπ̓ αὐτοῦ γε ἀνθρώπους ὑπερβαλλόμενος.

Καὶ τοῦτο λέγω οὐκ ἀκοῇ μόνῃ πειθόμενος, ἀλλὰ καὶ πείρᾳ χρησάμενος. Κατέλαβον γὰρ τὸν ἄνδρα, καὶ πολλάκις τῆς γλυκείας αὐτοῦ ἀπήλαυσα συνουσίας. Εἰς τὸν τοῦδε χορὸν ἐτέλεσεν ὁ νῦν παρὰ πάντων ᾀδόμενος Λιμναῖος, καὶ κομιδῇ νέος ὤν τὴν παλαίστραν ἐκείνην καταλαβὼν, τὴν ἄκραν ταύτην φιλοσοφίαν καλῶς ἐπαιδεύετο. Καὶ πρῶτον τὸ τῆς γλώττης εἰδὼς εὐόλισθον, μειράκιον ὤν ἔτι, σιγᾷν ἐνομοθέτησε ταύτην, καὶ πλεῖστον ὅτι μάλιστα διετέλεσε χρόνον μηδὲν πρὸς μηδένα φθεγγόμενος.

Ἐπειδὴ δὲ ἀποχρώντως τῆς τοῦ θείου πρεσβύτου διδασκαλίας μετέλαχε, καὶ ἐκμαγεῖον ἑαυτὸν τῆς ἐκείνου ἀπέφηνεν ἀρετῆς, παρὰ τὸν μέγαν ἀφίκετο Μάρωνα, οὖ καὶ πρόσθεν ἐμνήσθημεν. Ἀφίκετο δὲ κατὰ τὸν αὐτὸν χρόνον, καθ̓ ὄν ὁ θεῖος Ἰάκωβος.

Πολλὴν δὲ καὶ ἐντεῦθεν πάλιν ὠφέλειαν τρυγήσας, καὶ τὸν ὑπαίθριον βίον ζηλώσας, κορυφὴν ἑτέραν κατέλαβε, κώμης τινὸς ὑπερκειμένην, ἤν ὀνομάζουσι Ταργαλᾶν. Ἐν ταύτῃ μέχρι καὶ τήμερον διετέλεσεν, οὐκ οἰκίσκον ἔχων, οὐ σκηνὴν, οὐ καλύβην, ἀλλὰ γυμνῷ θριγκίῳ περιειργόμενος, ἐκ λίθων ᾠκοδομημένων, οὐδὲ πηλῷ συνηρμοσμένων. Θύραν δὲ σμικράν τινα ἔχει πηλῷ διηνεκῶς κεχρισμένην: ἤν οὔποτε μὲν ἀνοίγνυσι τῶν ἄλλων ἀφικνουμένων. ἐμοὶ δὲ μόνῳ παραγενομένῳ τοῦτο ποιεῖν ἐπιτρέπει. Τούτου χάριν συναγείρονται πάμπολλοι πάντοθεν, τῆς ἐμῆς ἀφίξεως αἰσθόμενοι, κοινωνῆσαί μοι τῆς εἰσόδου ποθοῦντες.

Τοῖς δὲ ἄλλοτέ ποτε πρὸς αὐτὸν φοιτῶσι, διὰ σμικρᾶς τινος θυρίδος διαλεγόμενος, μεταδίδωσι τῆς εὐλογίας, πλείστοις διὰ ταύτης τὴν ὑγίειαν δωρούμενος.

Τῷ γὰρ τοῦ Σωτῆρος ὀνόματι κεχρημένος, καὶ νόσους παύει, καὶ δαίμονας ἐξελαύνει, καὶ τὴν ἀποστολικὴν μιμεῖται θαυματουργίαν. Οὐ μόνον δὲ τοῖς εἰς αὐτὸν ἀφικνουμένοις ἀναβλύζει τὴν ἴασιν, ἀλλὰ καὶ τῷ οἰκείῳ ταύτην πολλάκις προσενήνοχε σώματι. Ἐπανέστη γὰρ αὐτῷ πάλαι ποτὲ τοῦ κώλου τὸ πάθος: τὰς δὲ ἐντεῦθεν γινομένας ὀδύνας καὶ ἀλγηδόνας ἴσασι μὲν ἀκριβῶς οἱ τὴν πεῖραν δεξάμενοι, ἴσασι δὲ καὶ οἱ τούτου γενόμενοι θεαταί. Καλινδοῦνται γὰρ τοῖς λυττῶσι παραπλησίως, τῇδε κἀκεῖσε περιστρεφόμενοι, καὶ ἄμα τοὺς πόδας ἐκτείνοντες καὶ συστέλλοντες. Ἔστι δὲ ὅτε καὶ κάθηνται, καὶ ἀνίστανται, καὶ βαδίζουσιν, ἀναπαύλης τινὸς πόρον εὑρεῖν μηχανώμενοι. Διὰ τοῦτο καὶ βαλανείοις προσεδρεύουσι, καὶ πολλάκις εἰσίασι, ψυχαγωγίας τινὸς ἀπολαύοντες.

Καὶ τί δεῖ μηκύνειν, τὰ πᾶσι δῆλα καὶ σαφῆ καταλέγοντας; Τοιούτῳ πάθει προσπαλαίων, καὶ τοσαύταις καὶ τηλικαύταις ὀδύναις βαλλόμενος, οὐκ ἰατρικῆς ἐπικουρίας ἀπήλαυσεν, οὐ κλίνης ἠνέσχετο, οὐ τὴν ἀπὸ φαρμάκων ἤ σιτίων ψυχαγωγίαν ἐδέξατο. Ἀλλ̓ ἐπὶ σανίδος χαμαὶ κειμένης καθήμενος, προσευχῇ καὶ σφραγῖδι τὴν θεραπείαν ἐδέξατο,

1456
καὶ τῇ τῆς θείας προσηγορίας ἐπῳδῇ τὰς ὀδύνας ἐκοίμισε. Καὶ ἄλλοτε νύκτωρ βαδίζων, ἔχεως ἐπέβη καθεύδοντος: ὁ δὲ τοῦ ταρσοῦ ἐπιλαβόμενος, τοὺς ὀδόντας ἐπήγνυ. Ἐπαμῦναι δὲ τῷ ποδὶ πειραθεὶς, κατέκυπτε μὲν, καὶ τὴν χεῖρα τούτῳ προσέφερε, μετέφερε δὲ εἰς ταύτην τοῦ θηρίου τὸ στόμα: πάλιν δὲ τῇ εὐωνύμῳ χρησάμενος εἰς βοήθειαν τῆς ἑτέρας, εἷλκε καὶ κατὰ ταύτης τὸν τοῦ θηρίου θυμόν. Ἐπεὶ δὲ κόρον ἔλαβε τῆς μανίας ʽπλείονα γὰρ αὐτῷ ἤ δέκα προσενήνοχε δήγματα, τὸ μὲν ἀπέστη, καὶ τὸν χηραμὸν τὸν οἰκεῖον κατέλαβεν: ὁ δὲ πάντοθεν πικραῖς ἐβάλλετο ὀδύναις. Ἀλλ̓ οὐδὲ τότε τῆς ἰατρικῆς ἠνέσχετο τέχνης: ἀλλὰ τοῖς ἕλκεσι προσέφερε μόνα τὰ τῆς πίστεως φάρμακα, σφραγῖδα καὶ προσευχὴν, καὶ τοῦ Θεοῦ τὴν ἐπίκλησιν. Διὰ τοῦτο δὲ, οἶμαι, καὶ ὁ τῶν ὅλων Θεὸς εἴασε κατὰ τοῦ ἱεροῦ σώματος τὸ θηρίον ἐκεῖνο λυττῆσαι, ἵνα γυμνὴν ἅπασι τῆς θείας ἐκείνης ψυχῆς ἐπιδείξηται τὴν καρτερίαν. Ταύτην γὰρ αὐτοῦ καὶ ἐπὶ τοῦ γενναίου Ἰὼβ τὴν οἰκονομίαν ὁρῶμεν. Πολλαῖς γὰρ αὐτὸν καὶ παντοδαπαῖς εἴασε τρικυμίαις περικλυσθῆναι, δεῖξαι τοῦ Κυβερνήτου τὴν σοφίαν ἅπασιν ἐθελήσας. Πόθεν γὰρ ἄλλοθεν ἔγνωμεν, ἤ τὴν ἐκείνου ἀνδρείαν, ἢ τούτου γε τὴν καρτερίαν, εἰ μὴ χώραν ἔλαβεν ἀφιέναι βέλη παντοδαπὰ κατ̓αὐτῶν ὁ τῆς εὐσεβείας ἀντίπαλος; Τὴν μὲν οὖν τοῦ ἀνδρὸς καρτερίαν ἱκανὰ καὶ ταῦτα διδάξαι: τὴν δὲ φιλανθρωπίαν ἑτέρωθεν ἐπιδείξωμεν. Πολλοὺς γὰρ τὸ βλέπειν ἀφῃρημένους, καὶ προσαιτεῖν ἠναγκασμένους συναγαγὼν, καὶ ἑκατέρωθεν πρὸς ἕω καὶ πρὸς ἑσπέραν δειμάμενος καταγώγια, διάγειν ἐν τούτοις καὶ τὸν Θεὸν ὑμνεῖν παρεγγύησε, τὴν ἀναγκαίαν αὐτοῖς τροφὴν παρὰ τῶν εἰς αὐτὸν ἀφικνουμένων χορηγεῖσθαι κελεύων. Μέσος δὲ αὐτὸν καθειργμένος, καὶ τούτους κἀκείνους εἰς ὑμνῳδίαν διήγειρε, καὶ ἔστιν ἀκοῦσαι αὐτῶν διηνεκῶς τὸν Δεσπότην ὑμνούντων. Τοσαύτῃ περὶ τοὺς ὁμοφυεῖς φιλανθρωπίᾳ κεχρημένος διετέλει. Τῶν δὲ ὑπαιθρίων ἀγώνων αὐτῷ τε καὶ τῷ μεγάλῳ Ἰακώβῳ ὁ αὐτός ἐστι χρόνος. Ὄγδοον γὰρ καὶ τριακοστὸν ἤδη συνεπλήρωσαν ἔτος.

Ταύτην ἐζήλωσε τὴν πολιτείαν καὶ Ἰωάννης, ἀνὴρ πρὸς τοῖς ἄλλοις ἡμερότητι καὶ πραότητι λάμπων.

Ῥαχίαν δὲ τραχεῖαν καταλαβὼν, δυσχείμαρον καὶ προσάρκτιον, ἐν ἐκείνῃ τέως πέντε καὶ εἴκοσι διετέλεσεν ἔτη, τὰς ἐναντίας τοῦ ἀέρος δεχόμενος προσβολάς.

Τἄλλα δὲ πάντα, ἵνα μὴ καθ̓ ἕκαστον διεξέρχωμαι, τροφὴ, καὶ ἐσθὴς, καὶ τὰ τοῦ σιδήρου φορτία, τοῖς προειρημένοις ἐστὶ παραπλήσια. Οὕτω δέ ἐστι τῶν ἀνθρωπίνων ἀπάντων ὑπέρτερος, ὡς μηδεμίαν ἐκ τούτων καρποῦσθαι παραψυχήν. Καὶ τούτου τεκμήριον ἐναργὲς αὐτίκα παρέξομαι. Ἐπειδὴ γάρ τις τῶν σπουδαίων ἀμυγδάλην παῤ αὐτὴν ἐφύτευσε τὴν στιβάδα, εἶτα τῷ χρόνῳ δένδρον γινομένη, σκιάν τε αὐτῷ παρεῖχε, καὶ τὴν ὄψιν ʽ??ʼα, ἀποτμηθῆναι ἐκέλευσεν, ἵνα μηδὲ μιᾶς ἐκεῖθεν ἀπολαύῃ ψυχαγωγίας.

Τοῦτον ἠσπάσατο τὸν βίον καὶ Μωϋσῆς, ἐν ὑψηλῇ τινι κορυφῇ Ῥαμᾶς ὑπερκειμένῃ τῆς κώμης, ἀγωνιζόμενος: καὶ Ἀντίοχος, ἀνὴρ πρεσβύτης, ἐν ἐρημωτάτῳ τόπῳ τὸ θριγκίον δειμάμενος: καὶ Ἀντωνῖνος,

1457
ἐν γεγηρακότι σώματι τοῖς νέοις παραπλησίως ἀγωνιζόμενος. Καὶ ἔστιν αὐτοῖς ἐσθὴς ἡ αὐτὴ, καὶ τροφὴ, καὶ στάσις, καὶ προσευχὴ, καὶ παννύχιοι πόνοι, καὶ πανημέριοι: καὶ οὔτε χρόνου μῆκος, οὐ γῆρας, οὐκ ἀσθένεια φύσεως ἐλέγχει τὴν καρτερίαν, ἀλλ̓ ἀκμάζοντα ἐν ἑαυτοῖς ἔχουσι τὸν ἔρωτα τοῦ πονεῖν. Καὶ ἄλλους δὲ πλείστους ἀγωνιστὰς ἐν τοῖς ἡμετέροις μέρεσιν, ὄρεσί τε καὶ πεδίοις, ὁ τῆς ἀρετῆς ἀγωνοθέτης ἔχει Θεὸς, οὓς καὶ ἀριθμῆσαι μόνον οὐκ εὐπετὲς, μήτι γε δὴ ἑκάστου βίον συγγράψαι. Ἀρκοῦσαν τοίνυν ἐκ τούτων ὠφέλειαν τοῖς κερδάνειν βουλομένοις προτεθεικότες ἑφ̓ ἕτερον εἶδος διηγήσεως τρέψομαι, καὶ τῆς τούτων εὐλογίας μεταλαβεῖν ἀξιῶν.

Ζεβινᾶν ᾅδουσι μέχρι καὶ τήμερον οἱ τῆς ἐκείνου θέας ἠξιωμένοι. Φασὶ δὲ αὐτὸν εἰς γῆρας ἐλάσαντα βαθὺ, καὶ τοῖς αὐτοῖς πόνοις μέχρις αὐτῆς χρησάμενον τῆς τελευτῆς, μηδὲν τῶν τῆς νεότητος ἀμεῖψαι τῷ βαρυτάτῳ βιαζόμενον γήρᾳ. Ἐπλεονέκτει δὲ, ὡς ἔφασαν, τοὺς ἐπ̓ αὐτοῦ πάντας ἁνθρώπους τῇ τῆς προσευχῆς προσεδρίᾳ. Ἐν ταύτῃ γὰρ διημερεύων τε καὶ διανυκτερεύων, οὐ μόνον οὐκ ἐλάμβανε κόρον, ἀλλὰ καὶ θερμότερον τὸν πόθον εἰργάζετο.

Ἀλλὰ καὶ τοῖς πρὸς αὐτὸν δέ γε ἀφικνουμένοις ὀλίγα ἄττα διαλεγόμενος, κατάγειν ἐκ τῶν οὐρανῶν οὐκ ἠνείχετο τὴν δίάνοιαν: ἀλλ̓ εὐθὺς ἐκείνων ἀπαλλαττόμενος, ὡς μηδὲ πρὸς βραχὺ χωρισθεὶς τοῦ τῶν ὅλων θεοῦ, πάλιν τὴν ἱκετείαν προσέφερεν.

Ἐπειδὴ δὲ τὴν διηνεκῆ στάσιν τὸ γῆρας ἀλύπως φέρειν οὐκ εἴα, ἔρεισμα τούτῳ τὴν βακτηρίαν προσέφερε, καὶ ταύτῃ προσκλινόμενος ὕμνει τὸν Δεσπότην καὶ ηὔχετο. Φιλοξενίᾳ δὲ πρὸς τοῖς ἄλλοις κοσμούμενος ἀγαθοῖς, μένειν τὴν ἐσπέραν πολλοὺς τῶν ὡς αὐτὸν ἀφικνουμένων ἐκέλευεν. Οἱ δὲ τὴν παννύχιον αὐτοῦ δειμαίνοντες: στάσιν, ἀσχολίας τινὰς σκηπτόμενοι, τῶν πόνων σφᾶς αὐτοὺς ὑπεξῆγον.

Τοῦτον καὶ ὁ μέγας ἐκεῖνος ὑπερηγάσθη Μάρων, καὶ τοῖς φοιτῶσι πρὸς αὐτὸν ἅπασι παρηγγύα τρέχειν, καὶ τοῦ πρεσβύτου τὴν εὐλογίαν τρυγᾷν, πατέρα καὶ διδάσκαλον ὀνομάζων, καὶ πάσης ἀρχέτυπον ἀποκαλῶν ἀρετῆς. Τούτῳ κοινωνῆσαι καὶ ταφῆς παρεκάλεσεν: ἀλλ̓ οὐκ εἴασαν οἱ τὸ ἱερὸν ἐκεῖνο σῶμα διαρπάσαντες, καὶ εἰς τὸ προειρημένον χωρίον ἀποκομίσαντες. Ὁ δὲ θεσπέσιος Ζεβινᾶς προτελευτήσας, εἰς τὴν πελάζουσαν αὐτῷ κώμην ʽΚίττα δὲ αὕτη καλεῖταἰ, τῶν νομιζομένων ἀπήλαυσε, καὶ σηκὸν δὲ τῇ θήκῃ μέγιστον ᾠκοδόμησαν. Ἴασιν γὰρ ἀναβλύζει τοῖς μετὰ πίστεως προσιοῦσι παντοδαπήν.

Ἔχει δὲ νῦν καὶ μάρτυρας ὁμοροφίους, παρὰ Πέρσαις μὲν ἠγωνισμένους, ἐτησίοις δὲ πανηγύρεσι παῤ ἡμῶν τιμωμένους.

Τῆς τούτου διδασκαλίας ὁ μέγας ἀπήλαυσε Πολυχρόνιος: καὶ ὁ θειότατος δὲ Ἰάκωβος τοῦτον ἔφη πρῶτον τρίχινον αὐτῷ δεδωκέναι χιτῶνα. Ἐγὼ δὲ ἐκεῖνον μὴ θεασάμενος πώποτε ʽπρὸ γὰρ τῆς ἐμῆς ἀφίξεως τοῦ βίου προκατειλήφει τὸ τέρμἀ, ἐν Πολυχρονίῳ τούτῳ τῷ πάνυ τὴν τοῦ θείου Ζεβινᾶ φιλοσοφίαν ὁρῶ. Οὐ γὰρ οὕτως ὁ κηρὸς τοῦ δακτυλίου τὸν

1460
τύπον ἐκμάττεται, ὡς οὗτος ἐκείνου περιφέρει τοὺς χαρακτῆρας. Καὶ τοῦτο οἶδα σαφῶς, τὰ περὶ ἐκείνου διηγήματα τοῖς ὑπὸ τούτου γιγνομένοις παρατιθείς.

Ὁμοίως γὰρ τῷ θείῳ πυρπολεῖται πόθῳ, καὶ τῶν γηΐνων ἐστὶν ἁπάντων ὑπέρτερος: καὶ τῷ σώματι προσδεδεμένος, ὑπόπτερον ἔχει ψυχὴν, καὶ διαπερᾷ καὶ τὸν ἀέρα καὶ τὸν αἰθέρα, καὶ τῶν οὐρανῶν ὑψηλότερος γίνεται, καὶ τὴν θείαν διηνεκῶς θεωρίαν φαντάζεται.

Καὶ οὔ ποτε καθέλκειν ἐκεῖθεν ἀνέχεται τὴν διάνοιαν: ἀλλὰ καὶ προσδιαλεγόμενος τοῖς ἀφικνουμένοις, τὰ ἄνω περιπολεῖ. Τὴν δὲ παννύχιον αὐτοῦ ἀγρυπνίαν, καὶ στάσιν, ἐντεῦθεν μεμάθηκα. Ὁρῶν γὰρ αὐτὸν, καὶ γήρᾳ κατὰ ταυτὸν καὶ ἀσθενείᾳ παλαίοντα, καὶ θεραπείας οὐδὲ μιᾶς ἀπολαύοντα, ἔπεισα λιπαρήσας πολλάκις δύο συνοίκους λαβεῖν, καὶ τῆς παρὰ τούτων παραψυχῆς ἀπολαύειν. Ἐπειδὴ δὲ ἄνδρας ἀρετῇ λάμποντας ᾔτησε, καθ̓ ἑαυτοὺς ἐν ἑτέρῳ ἰδιάζοντας φροντιστηρίῳ, ἔπεισα τοὺς θαυμασίους ἐκείνους. πάντων προελέσθαι θείου ἀνθρώπου τὴν θεραπείαν. Οὗτοι βραχὺν αὐτῷ συγγενόμενοι χρόνον, φυγεῖν ἐπειράθησαν, τὴν παννύχιον στάσιν οὐκ ἐνεγκόντες.

Ἐπειδὴ δὲ τὸν θεῖον ἄνδρα ἱκέτευον τῇ τοῦ σώματος ἀσθενείᾳ μετρῆσαι τὸν πόνον, Οὐ μόνον, ἔφη αὐτοῖς, οὐ βιάζομαι διηνεκῶς κοινωνεῖν μοι τῆς στάσεως, ἀλλὰ κατακλίνεσθαι πολλάκις παρεγγυῶ. Οἱ δὲ, Καὶ πῶς ἂν δυναίμεθα, ἔλεγον, τοῦ ἐν πόνοις γεγηρακότος ἑστῶτος, καὶ τῆς τοῦ σώματος ἀσθενείας καταφρονοῦντος, κατακλίνεσθαι ἄνδρες καὶ ὑγιαίνοντες καὶ μεσοῦντες τῷ χρόνῳ; Ἀλλὰ τῆς μὲν σεβασμίας ἐμοὶ κεφαλῆς οὕτω τοὺς νυκτερινοὺς κατέμαθον πόνους. Οἱ δὲ ἄνδρες οὗτοι τοσαύτην τῷ χρόνῳ προσέλαβον ἀρετὴν, ὡς τὴν αὐτὴν τῷ μεγάλῳ τούτῳ μετιέναι φιλοσοφίαν. Καὶ ὁ μὲν Μωϋσῆς ʽτοῦτο γὰρ αὐτῷ ὄνομἀ μέχρι τοῦ παρόντος διέμεινε, πᾶσαν ὡς πατρὶ καὶ δεσπότῃ θεραπείαν προσφέρων, καὶ τὴν ἀστράπτουσαν ἐκ τῆς ἱερᾶς ἐκείνης ψυχῆς ἀρετὴν ἐκματτόμενος. Ὁ δὲ Δαμιανὸς ʽτοῦτο γὰρ ὄνομα τῷ ἑτέρᾠ. πόλιν τινὰ καταλαβὼν, οὑ πόῤῥω διακειμένην ʽΝιαρὰ δὲ ὄνομα ταύτᾐ, καὶ παρὰ τὰς ἄλως μικρόν τινα οἰκίσκον εὑρὼν, ἐν ἐκείνῳ διάγει, τὴν αὐτὴν μετιὼν τὴν πολιτείαν, ὡς τοὺς ἀκριβῶς τοῦτον κἀκεῖνον ἐπισταμένους, θεωμένους αὐτὸν, τὴν τοῦ μεγάλου Πολυχρονίου ψυχὴν ὑπολαμβάνειν ἐν ἑτέρῳ σώματι θεωρεῖν. Ἡ γὰρ αὐτὴ καὶ ἁπλότης, καὶ πραότης, καὶ μετριότης, καὶ τοῦ φθέγματος ἡμερότης, καὶ συνουσίας γλυκύτης, ἐγρήγορσίς τε τῆς ψυχῆς, καὶ τοῦ Θεοῦ κατανόησις, καὶ στάσις, καὶ πόνος, καὶ ἀγρυπνία, καὶ τροφὴ, καὶ ἡ κατὰ τὴν θείαν νομοθεσίαν ἀκτημοσύνη. Πλὴν γὰρ σπυρίδος μικρᾶς, τὸν βρεκτὸν ἐχούσης φακὸν, οὐδὲν ἔχει τὸ καταγώγιον. Τοσαύτην ὠφέλειαν ἐκ τῆς τοῦ μεγάλου Πολυχρονίου συνουσίας ἀπώνατο. Ἐγὼ δὲ τὸν μαθητὴν καταλιπὼν, ἐπὶ τὸν διδάσκαλον ἐπανήξω. Ἀπὸ γὰρ τῆς πηγῆς ὁ κρουνὸς ἔχει τὸ νᾶμα.

Οὗτος τοίνυν μετὰ τῶν ἅλλων παθῶν καὶ τὴν φιλοτιμίαν τῆς ψυχῆς ἀπελάσας, καὶ τῆς κενῆς δόξης τὴν τυραννίδα πατήσας, κατακρύπτειν ἀεὶ τοὺς πόνους ἐσπούδασε. Καὶ σίδηρον μὲν οὐκ ἠνέσχετο φορεῖν, δείσας μή τινα βλάβην ἐντεῦθεν ἀρύσηται, τύφου φλεγμονὴν τῆς ψυχῆς δεξαμένης. Δρυὸς δὲ ῥίζαν βαρυτάτην κομίσαι αὐτῷ τινα κελεύσας, ὡς εἰς ἑτέραν

1461
χρείαν δῆθεν δεόμενος, ταύτην καὶ νύκτωρ ἐπετίθη τοῖς ὤμοις, καὶ ἐπικειμένης προσηύχετο, καὶ μεθ̓ ἡμέραν ἀπολαύων σχολῆς. Ἀφικνουμένου δέ τινος, καὶ τὴν θύραν πατάσσοντος, ἕν τινι χωρίῳ ταύτην κατέκρυπτε. Ταύτην μοί τις ἀπέδειξε θεασάμενος: καὶ γνῶναι βουληθεὶς τὸ φορτίον ὁπόσον, μόλις ἀμφοτέραις ᾐώρησα ταῖς χερσίν. Ὁ δέ με θεασάμενος ἀφεῖναι ἐκέλευεν. Ἐγὼ δὲ ἀντελιπάρουν λαβεῖν, ἵνα κλέψω τοῦ πόνου τὴν πρόφασιν. Ὡς δὲ ἁνιώμενον εἶδον, παρεχώρησα τῷ πόθῳ τῆς νίκης. Ἐκ τούτων αὐτῷ τῶν πόνων ἐπανθεῖ καὶ θεόσδοτος χάρις, καὶ πολλὰ θαύματα ταῖς ἐκείνου προσευχαῖς ἐνεργεῖται.

Καὶ γὰρ ἡνίκα ὁ χαλεπὸς ἐκεῖνος αὐχμὸς τρύχων τοὺς ἀνθρώπους εἰς ἱκεσίαν διήγειρεν, ἀφίκετο πρὸς αὐτὸν ἱερέων πλῆθος: συνῆν δὲ τούτοις καὶ τῆς Ἀντιοχέων τις χώρας, κώμας πολλὰς ποιμαίνειν τεταγμένος.

Οὗτος τῶν παρόντων τοὺς γεραιτέρους ἱκέτευε, πεῖσαι τὸν ἄνδρα, ληκυθίῳ τινὶ ἐπιθεῖναι τὴν δεξιάν. Τῶν δὲ εἰρηκότων ὡς οὐκ ἀνέξεται, εὐχῆς μετὰ ταῦτα γινομένης, καὶ τῆς θεσπεσίας μοι κεφαλῆς προσευχομένης, ὄπισθεν ἐκεῖνος ἑστὼς προὔτεινε ταῖς δύο χερσὶ τὸ ληκύθιον. Τὸ δὲ ἀνέβλυσεν, ὡς δύο καὶ τρεῖς τῶν παρόντων ἐκτεῖναι τὰς χεῖρας, καὶ πεπληρωμένας ταύτας τοῦ ἐλαίου λαβεῖν. Ἀλλ̓ ὅμως καὶ τῆς θείας χάριτος ἀφεὶς τὰς ἀκτῖνας, καὶ παντοδαποῖς κατορθώμασι βρίθων, καὶ ὀσημέραι συλλέγων τῆς φιλοσοφίας τὸν πλοῦτον, οὕτως ἐστὶ τὸ φρόνημα μέτριος, ὡς ἑκάστου τῶν ὡς αὐτὸν ἀφικνουμένων ἄμφω τὼ πόδε περιπτύσσεσθαι, καὶ τὸ μέτωπον ἐπιτιθέναι τῇ γῇ, εἴτε στρατιώτης, εἴτε χειροτέχνης, εἴτε ἄγροικος εἴη. Διηγήσομαι δέ τι, καὶ τὴν ἁπλότητα καὶ τὴν μετριότητα αὐτοῦ διδάξαι δυνάμενον.

Ἀνήρ τις σπουδαῖος, τοῦδε τοῦ ἔθνους τὴν ἡγεμονίαν λαχὼν, καὶ τὴν Κῦρον καταλαβὼν, σὺν ἐμοὶ τῆς τῶν μεγάλων τούτων ἀθλητῶν ἀπολαῦσαι θεωρίας ἠθέλησε.

Τοὺς ἄλλους τοίνυν περινοστήσαντες, ἀφικόμεθα καὶ παρὰ τοῦτον, οὖ νῦν τὴν ἀρετὴν ἀφηγούμεθα.

Ἐμοῦ τοίνυν εἰρηκότος, ὡς ἡγεμών ἐστιν ὁ σὺν ἐμοὶ παραγενόμενος, καὶ τοῦ δικαίου φροντιστὴς, καὶ τῶν εὐσεβῶν ἐραστὴς, εὐθὺς ὁ θεσπέσιος ἄνθρωπος ἄμφω τὼ χεῖρε προτείνας, καὶ ἀμφοῖν τοῖν ποδοῖν λαβόμενος, Αἴτησίν τινα, ἔφη, ἐπαγγείλασθαί σοι θέλω. Τοῦ δὲ λίαν δυσχεράναντος, καὶ ἀνίστασθαι ἱκετεύοντος, καὶ ποιήσειν ὅ τι ἄν κελεύσειεν ὑπισχνουμένου ʽἐτόπαζε γὰρ αὐτὸν περί τινος τῶν ὑπηκόων παρακαλεῖν̓, ἔφη ὁ θεσπέσιος ἄνθρωπος: Οὐκοῦν ἐπειδήπερ ὑπέσχου, καὶ ὅρκῳ τὴν ὑπόσχεσιν ἐβεβαίωσας, σπουδαίως τὰς ὑπὲρ ἐμοῦ τῷ Θεῷ προσένεγκε προσευχάς. Ὁ δὲ τὰ μέτωπα τύπτων ἱκέτευε λῦσαι τὸν ὅρκον, ὡς οὐκ ἀξιόχρεως ὤν οὐδὲ τὰς ὑπὲρ αὑτοῦ ἱκετείας τῷ Δεσπότῃ προσφέρειν. Τὸν ἐν τοσούτῳ τοίνυν φιλοσοφίας ὕψει τοσαύτην ἔχοντα τοῦ φρονήματος μετριότητα, ποῖος ἄν λόγος εὐφημῆσαι πρὸς ἀξίαν ἀρκέσειε; Τούτου τὴν φιλοπονίαν οὐδὲ παντοδαπὰ προσπεσόντα διήλεγξε πάθη, ἀλλ̓ ὑπὸ νόσου π̔??ʼκίλης πολιορκούμενος, τῶν αὐτῶν πόνων ἀνέχεται.

Πολλοῖς δὲ πολλάκις χρησάμενοι λόγοις, μόγις τουτονὶ τὸν οἰκίσκον ᾠκοδομησάμεθα, θάλπος ὀλίγον τῷ σώματι πάμπαν κατεψυγμένῳ μηχανησάμενοι. Τούτῳ

1464
πολλοὶ μὲν πολλάκις χρυσίον περιόντες προσήνεγκαν, κατέλιπον δὲ καὶ τελευτήσαντες: ἐδέξατο δὲ οὐδὲν παῤ οὐδενὸς οὐδὲ πώποτε: ἀλλ̓ αὐτοὺς οἰκονόμους γενέσθαι τῶν προσφερομένων ἐκέλευσε. Καὶ σισύραν δὲ αὐτῷ ὁ μέγας Ἰάκωβος ὑπό τινος αὐτῷ κομισθεῖσαν ἀπέστειλεν: ἀλλὰ καὶ ταύτην ἀντέπεμψε, στεγανωτέραν αὐτὴν καὶ εὐεργεστέραν ἰδών. Εὐτελέσι γὰρ λίαν καὶ εὐώνοις ἱματίοις κεχρημένος διετέλει.

Οὕτω δὲ τὴν πενίαν πάσης ἐρασμιωτέραν βασιλείας ἠγεῖτο, ὡς μηδὲ τὴν ἀναγκαίαν ἔχειν ἀεὶ τροφήν.

Οἶδα γὰρ πολλάκις ἀφικόμενος, καὶ εὐλογίαν αἰτήσας, καὶ μηδὲν ἕτερον εὑρὼν ἢ δύο μόνας ἰσχάδας.

Τούτου τὸ μέλι, καὶ τοῖς ὁρῶσι τριπόθητον, καὶ τοῖς ἀκούουσι λίαν ἐπέραστον. Οὐδένα γὰρ οἶδα ἀνθρώπων, οὐδὲ τῶν κομιδῇ φιλοσκωμμόνων τούτῳ μῶμον ἐπιτεθεικότα πώποτε. Ἀλλὰ πάντες ᾅδουσι καὶ εὐφημοῦσι, καὶ παῤ αὐτὸν φοιτῶντες οὐ θέλουσιν ἀπαλλάττεσθαι.

Ταύτης ἐστὶ τῆς συμμορίας καὶ Ἀσκληπιὸς ὁ θαυμάσιος, δέκα μὲν σταδίους ἀφεστηκὼς, τὴν αὐτὴν δὲ πολιτείαν ἐζηλωκώς. Καὶ τροφὴ γὰρ αὐτῷ ἡ αὐτὴ, καὶ ἐσθὴς, καὶ ἤθους μετριότης, καὶ φιλοξενία, καὶ φιλαδελφία, ἡμερότης τε καὶ πραότης, καὶ ἡ πρὸς τὸν Θεὸν ὁμιλία, καὶ ἡ ἀκροτάτη πενία: πρὸς τούτοις καὶ ἡ τῆς ἀρετῆς περιουσία, καὶ τῆς φιλοσοφίας ὁ πλοῦτος, καὶ τἄλλα πάντα, ὅσα περὶ τῆς ἱερᾶς ἐκείνης διεξήλθομεν κεφαλῆς. Φασὶ δὲ αὐτὸν, καὶ ἡνίκα τοῖς τὴν κώμην οἰκοῦσιν ἀδελφοῖς συγκατείλεκτο, τὸν ἀσκητικὸν καὶ κόσμιον ἀσπάσασθαι βίον, καὶ μηδεμίαν ἐκ τῆς τῶν πολλῶν ἐπιμιξίας λώβην ἑλκ̔??ʼσαι.

Ἐν ἑκατέρῳ τοίνυν διαπρέψας βίῳ, τῷ τε πολιτικῷ. καὶ ἐρημικῷ, διπλῶν εἰκότως καὶ τῶν στεφάνων ἀξιωθήσεται. Πολλοὶ δὲ καὶ ἄλλοι τὴν τούτου ἐζήλωσαν ἀρετὴν, καὶ πλήρης οὐχ ἡ ἡμετέρα μόνη, ἀλλὰ καὶ αἱ γειτονεύουσαι πόλεις καὶ κῶμαι, τῆς τοιᾶσδε φιλοσοφίας. Εἶς δὲ τούτων ἐστὶ καὶ ὁ θειότατος Ἰάκωβος, ἐν οἰκίσκῳ τινὶ καθειργμένος παρὰ κώμῃ Νιμουζᾶν καλουμένῃ: ὅς καὶ παῤ αὐτὸ ʽ??ʼν τοῦ βίου τὸ τέρμα ʽἐτῶν γάρ ἐστι πλειόνων ἦ ἐννενήκοντἀ, μόνος καθεῖρκται, διά τινος βραχέος ὀρύγματος ἑλικοειδῶς ὀρωρυγμένου τὰς ἀποκρίσεις ποιούμενος, οὐχ ὁρώμενος δὲ, καὶ οὔτε πυρὶ χρώμενος, οὔτε λυχνιαίου φωτὸς ἀπολαύων. Ἐμὲ δὲ δὶς τὴν θύραν ἀνοίξας ἔσω γενέσθαι προσέταξε, ταύτῃ με τιμήσας, καὶ ἤν ἔχει περὶ ἐμὲ στοργὴν ἐπιδείξας.

Οἱ μὲν οὖν ἔτι περιόντες τῶν παῤ ἐμοῦ λόγων οὐ δέονται. Δύνανται γὰρ, εἰ ἐθελήσωσιν, αὐτόπται τῆς τούτων γενέσθαι φιλοσοφίας. Τοῖς δ̓ ἐσομένοις, καὶ τῆς τούτων οὐ μεταλαγχάνουσι θέας, ἀρκεῖ καὶ ταῦτα εἰς ὠφέλειαν, τῆς τούτων φιλοσοφίας τὸν χαρακτῆρα δεικνύντα. Ἐνταῦθα τοίνυν καὶ τὸν περὶ τούτων συμπεράνας λόγον, καὶ τῆς εὐλογίας τὴν ἀντίδοσιν ἐπαγγείλας, ἐφ̓ ἕτερον διήγημα μεταβήσομαι.

Συμεώνην τὸν πάνυ, τὸ μέγα θαῦμα τῆς οἰκουμένης, ἴσασι μὲν ἄπαντες οἱ τῆς Ῥωμαίων ἡγεμονίας

1465
ὑπήκοοι: ἔγνωσαν δὲ καὶ Πέρσαι, καὶ Μῆδοι, καὶ Αἰθίοπες, καὶ πρὸς Σκύθας δὲ τοὺς Νομάδας ἡ φήμη διαδραμοῦσα, τὴν τοῦδε φιλοπονίαν καὶ φιλοσοφίαν ἐδίδαξεν. Ἐγὼ δὲ καὶ πάντας, ὡς ἔπος εἰπεῖν, ἀνθρώπους μάρτυρας ἔχων τῶν ὑπὲρ λόγον ἀγώνων, δέδοικα τὸ διήγημα, μὴ τοῖς ἐσομένοις μῦθος εἷναι δόξῃ, πάμπαν τῆς ἀληθείας γεγυμνωμένος.

Ὑψηλότερα γὰρ τῆς ἀνθρωπείας φύσεως τὰ γινόμενα. Φιλοῦσι δὲ οἱ ἄνθρωποι τῇ φύσει μετρεῖν τὰ λεγόμενα: εἰ δέ τι τῶν ταύτης ὄρων ἐπέκεινα λέγοιτο, ψευδὴς τοῖς τῶν θείων ἀμυήτοις ὁ λόγος νομίζεται. Ἐπειδὴ δὲ τῶν εὐσεβούντων γῆ καὶ θάλασσα πλήρης, τά τε θεῖα πεπαιδευμένων, καὶ τοῦ παναγίου Πνεύματος τὴν χάριν δεδιδαγμένων, τοῖς λεχθησομένοις οὐκ ἀπιστήσουσιν, ἀλλὰ καὶ μάλα πιστεύσουσι: προθύμως καὶ θαῤῥαλέως ποιήσομαι τὴν διήγησιν. Ἄρξομαι δ̓ ἐκεῖθεν, ὅθεν καὶ τῆς ἄνω κλήσεως ἠξιώθη.

Κώμη τίς ἐστιν ἐν μεθορίῳ τῆς ἡμετέρας καὶ τῆς Κιλίκων χώρας διακειμένη: Σισὰν δὲ αὐτὴν ὀνομάζουσιν.

Ἐκ ταύτης ὁρμώμενος, ποιμαίνειν τὸ πρῶτον ὑπὸ τῶν γεγεννηκότων ἐδιδάσκετο θρέμματα, ἵνα κατὰ τοῦτο τοῖς μεγάλοις ἀνδράσι συμφέρηται, Ἰακὼβ τῷ πατριάρχῃ, καὶ Ἰωσὴφ τῷ σώφρονι, καὶ Μωϋσῇ τῷ νομοθέτῃ, καὶ Δαυῒδ τῷ βασιλεῖ καὶ προφήτῃ, καὶ Μιχαίᾳ τῷ προφήτῃ, καὶ τοῖς κατ̓ ἐκείνους θεσπεσίοις ἀνδράσι. Νιφετοῦ δέ ποτε πολλοῦ γενομένου, καὶ τῶν προβάτων ἔνδον μένειν ἠναγκασμένων, ἀνακωχῆς ἀπολαύσας, εἰς τὸν θεῖον νεὼν μετὰ τῶν φυσάντων ἀφίκετο. Ταῦτα δὲ τῆς ἱερᾶς αὐτοῦ διηγουμένης ἀκήκοα γλώττης. Ἔφη τοίνυν τῆς εὐαγγελικῆς ἀκηκοέναι φωνῆς, μακαριζούσης μὲν τοὺς κλαίοντας καὶ πενθοῦντας, ἀθλίους δὲ τοὺς γελῶντας ἀποκαλούσης, καὶ ζηλωτοὺς ὀνομαζούσης τοὺς τὴν ψυχὴν καθαρὰν κεκτημένους, καὶ τἄλλα ὅσα τούτοις συνέζευκται. Εἶτα ἐρέσθαι τινὰ τῶν παρόντων, τί ἄν τις ποιήσας τούτων ἕκαστον κτήσαιτο: τὸν δὲ τὸν μοναδικὸν αὐτῷ βίον ὑπαγορεῦσαι, καὶ τὴν ἄκραν ἐκείνην ὑποδεῖξαι φιλοσοφίαν.

Δεξάμενος τοίνυν τοῦ θείου λόγου τὰ σπέρματα, καὶ ταῖς βαθείαις τῆς ψυχῆς αὔλαξι ταῦτα καλῶς κατακρύψας, εἰς τὸν πελάζοντα τῶν ἁγίων μαρτύρων ἔφη δεδραμηκέναι σηκόν. Ἐν τούτῳ δὲ τῇ γῇ τὰ γόνατα καὶ τὸ μέτωπον προσερεῖσαί τε, καὶ ἱκετεῦσαι τὸν πάντας ἀνθρώπους σώζειν ἐθέλοντα, ποδηγῆσαι αὐτὸν πρὸς τὴν τελείαν τῆς εὐσεβείας ὀδόν. Ἐπὶ πολὺ δὲ τοῦτον διατρίψαντι τὸν τρόπον, ὕπνον μὲν αὐτῷ προσγενέσθαι τινὰ γλυκὺν, ὄναρ δὲ τοιόνδε θεάσασθαι: Ὀρύττειν, φησὶν, ἐδόκουν θεμέλια, εἶτά τινος ἑστῶτος ἀκούειν, ὡς ἔτι με βαθύνειν τὸ ὄρυγμα δεῖ: προστεθεικὼς τοίνυν ὡς ἐκέλευσε βάθος, πάλιν ἐπειρώμην διαναπαύεσθαι: ἀλλὰ καὶ αὖθίς μοι ὀρύττειν προσέταττε, καὶ μὴ λήγειν τοῦ πόνου. Τρὶς δέ μοι τοῦτο καὶ τετράκις παρεγγυήσας, τέλος ἀποχρώντως ἔχειν ἔφη τὸ βάθος, καὶ οἰκοδομεῖν ἀπόνως ἐκέλευσε τὸ λοιπὸν, ὡς τοῦ

1468
πόνου λωφήσαντος, καὶ τῆς οἰκοδομίας ἐσομένης εὐκόλως. Ταύτῃ τῇ προῤῥήσει τὰ πράγματα μαρτυρεῖ: πέρα γὰρ τῆς φύσεως τὰ γινόμενα. Ἐκεῖθεν ἀναστὰς ἀσκητῶν τινων γειτονευόντων κατέλαβε καταγώγιον. Δὐο δὲ αὐτοῖς συνδιαγαγὼν ἔτη, καὶ τῆς τελειοτέρας ἀρετῆς ἐρασθεὶς, Τελεδὰν ἐκείνην τὴν κώμην κατέλαβεν, ἧς καὶ πρόσθεν ἐμνήσθημεν, παῤ ἢν οἱ μεγάλοι καὶ θεῖοι ἄνδρες, Ἀμμιανὸς καὶ Εὐσέβιος, τὴν ἀσκητικὴν παλαίστραν ἐπήξαντο. Ἀλλ̓ οὐκ εἰς ταύτην ὁ θεσπέσιος Συμεώνης ἀφίκετο, ἀλλ̓ εἰς τὴν ἑτέραν τὴν ἐκ ταύτης βλαστήσασαν. Εὐσεβώνας γὰρ καὶ Ἀβιβίων, τῆς Εὐσεβίου τοῦ μεγάλου διδασκαλίας ἱκανῶς ἀπολαύσαντες, τόδε τὸ τῆς φιλοσοφίας ᾠκοδομήσαντο φροντιστήριον. Ὁμογνώμονες δὲ διὰ βίου καὶ ὁμότροποι γεγονότες, οἱονεὶ μίαν ψυχὴν ἐν δύο σώμασιν ἐπιδείξαντες, πολλοὺς ἔσχον τοῦ βίου συνεραστάς. Τούτων δὲ μετ̓ εὐκλείας ὑπεξελθόντων τὸν βίον, Ἡλιόδωρος ὁ θαυμάσιος τὴν τῶν συνοίκων ἡγεμονίαν ἐδέξατο: ὃς πέντε καὶ ἐξήκοντα ἔτη διαβιώσας, δύο καὶ ἐξήκοντα ἔνδον καθειργμένος διετέλεσεν ἔτη: τρία γὰρ ἔτη παρὰ τοῖς γεγεννηκόσι τραφεὶς, εἰς τὴν ἀγέλην εἰσελήλυθε ταύτην, οὐδὲν τῶν ἐν τῷ βίῳ γιγνομένων θεασάμενος πώποτε. Ἔφασκε δὲ, μηδ̓ αὐτὸ εἰδέναι τῶν χοίρων, ἢ τῶν ἀλεκτρυόνων, ἢ τῶν ἄλλων τῶν τοιούτων τὸ εἶδος. Τούτου κἀγὼ πολλάκις τῆς θέας ἀπήλαυσα, καὶ τῶν τρόπων ἐθαύμασα τὴν ἀπλότητα, καὶ ὑπερηγάσθην μάλα τὴν τῆς ψυχῆς καθαρότητα. Πρὸς τοῦτον ἀφικόμενος ὁ πένταθλος οὗτος τῆς εὐσεβείας ἀγωνιστὴς, δέκα μὲν διετέλεσεν ἀγωνιζόμενος ἔτη: ὀγδοήκοντα δὲ συναγωνιστὰς ἔχων, ὑπερηκόντισεν ἅπαντας: καὶ τῶν ἄλλων διὰ δύο ἡμερῶν ἀπολαυόντων τροφῆς, πᾶσαν ἄσιτος οὗτος τὴν ἑβδομάδα διέμεινε. Δυσχεραινόντων μὲν τῶν προστατευόντων, καὶ ζυγομαχούντων ἀεὶ, καὶ ἀταξίαν τὸ πρᾶγμα καλούντων, οὐ πειθόντων δὲ τοῖς λεγομένοις, οὐδὲ χαλινοῦν δυναμένων τὴν προθυμίαν.

Ἥκουσα δὲ αὐτοῦ ἐκείνου διηγουμένου καὶ τοῦ νῦν τῆς αὐτῆς ἀγέλης ἡγεμονεύοντος, ὡς σχοινίον ποτὲ ἀπὸ φοινίκων κατεσκευασμένον λαβὼν ʽτραχυτάτη δὲ αὕτη λίαν καὶ χερσὶ προσψαυούσαισ̓, διέζωσε τὴν ὀσφὺν, ὁ??ʼτ̓ ἔξωθεν περιθεὶς, ἀλλ̓ αὐτῷ προσφύσας τῷ δέρματι: καὶ οὕτω λίαν συνέσφιγξεν, ὡς ἅπαν ἐκεῖνο ἐν κύκλῳ τὸ μέρος ἑλκῶσαι, ᾧ περιέκειτο.

Ὡς δὲ πλείους ἣ δέκα ἡμέρας τοῦτον διετέλεσε τὸν τρόπον, καὶ τὸ ἕλκος χαλεπώτερον γιγνόμενον, αἵματος ἠφίει σταγόνας, ἤρετό τις αὐτὸν θεασάμενος, τίς ἡ αἰτία τοῦ αἵματος: τοῦ δὲ μηδὲν ἔχειν ἀνιαρὸν λέγοντος, βιασάμενος ὁ συναγωνιστὴς καὶ τὴν χεῖρα ἐνέβαλε, καὶ τὴν αἰτίαν κατέμαθε, καὶ ταύτην τῷ προστατεύοντι κατεμήνυσεν. Αὐτίκα τοίνυν καὶ ἐπιτιμῶν, καὶ παρακαλῶν, καὶ τοῦ πράγματος τὴν ὠμότητα διαβάλλων, μόλις ἐκεῖνον διέλυσε τὸν δεσμόν. Ἀλλ̓ οὐδ̓ οὕτως ἔπεισε θεραπείαν τινὰ ἐκείνῳ τῷ ἕλκει προσενεγκεῖν. Ἄλλα δὲ τοιἁ??ʼτα δρῶντα ὁρῶντες, ἀναχωρεῖν τῆς παλαίστρας ἐκείνης ἐκέλευον, ὡς ἃν μὴ τοῖς ἀσθενέστερον τὸ σῶμα

1469
διακειμένοις, καὶ ζηλοῦν τὰ ὑπὲρ δύναμιν πειρωμένοις, βλάβης αἴτιος γένοιτο. Ἐξελθὼν τοίνυν, καὶ τὰ ἐρημότερα τοῦ ὅρους καταλαβὼν, καὶ λάκκον τινὰ εὑρὼν ἄνυδρον, καὶ οὐ λίαν βαθὺν, καθῆκεν εἰς τοῦτον ἑαυτὸν, καὶ τῷ Θεῷ. τὴν ὑμνῳδίαν προσέφερε.

Πέντε δὲ διαγενομένων ἡμερῶν, μεταμεληθέντες οἱ τῆς παλαίστρας ἐκείνης ἡγεμόνες, δύο τινὰς ἐξέπεμψαν, ἐπιζητῆσαί τε αὐτὸν καὶ ἀγαγεῖν ἐπιτρέψαντες. Τοιγάρτοι τὸ ὅρος οὗτοι περινοστήσαντες, ἤροντό τινας ἐκεῖ θρέμματα νέμοντας, εἴ τινα ἐθεάσαντο τοιόνδε χρῶμα ἔχοντα, καὶ σχῆμα περικείμενον. Ὡς δὲ τὸν λάκκον οἱ ποιμένες ὑπέδειξαν. πολλὰ μὲν εὐθὺς κατεβόησαν: σχοινίον δὲ εὐθὺ κομίσαντες, σὺν πολλῷ αὐτὸν ἀνιμήσαντο πόνῳ.

Οὐ γὰρ τῇ καθόδῳ παραπλησίως ἡ ἄνοδός ἐστιν εὐπετής. Ὀλίγον τοίνυν παῤ ἐκείνοις διατρίψας χρόνον, εἰς Τελάνισσον ἀφίκετο κώμην, τῇ κορυφῇ ἐφ̓ ᾗ νῦν ἕστηκεν ὑποκειμένην. Ἐν ταύτῃ μικρὸν οἰκίσκον εὑρὼν, τρία καθειργμένος διετέλεσεν ἔτη.

Αὔξειν δὲ ἀεὶ τῆς ἀρετῆς τὸν πλοῦτον φιλονεικῶν, ἐπεθύμησε Μωϋσῇ καὶ Ἠλίᾳ τοῖς θείοις ἀνθρώποις παραπλησίως τεσσαράκοντα ἡμέρας ἄσιτος διαμεῖναι.

Καὶ πείθει τὸν θαυμάσιον Βάσσον, ὅς τηνικαῦτα πολλὰς περιώδευσε κώμας τοῖς κατὰ κώμην ἱερεῦσιν ἐπιστατῶν, μηδὲν ἔνδον μὲν καταλιπεῖν, πηλῷ δὲ καταχρῖσαι τὴν θύραν. Τοῦ δὲ καὶ τὴν δυσκολίαν τοῦ πράγματος ὑπαγορεύοντος, καὶ παραινοῦντος μὴ νομίζειν ἀρετὴν εἶναι τὸν βίαιον θάνατον: κατηγορία γὰρ αὕτη, καὶ μεγίστη. καὶ πρώτη: Ἀλλὰ σύ γε, ἔφη, ὦ Πάτερ, δέκα μοι ἄρτους καὶ στάμνον ὕδατος ἀπόθου, κἂν ἴδω τὸ σῶμα τροφῆς δεόμενον, μεταλήψομαι τούτων. Ἐγένετο ὡς ἐκέλευσε: καὶ τὰ μὲν ἀπετίθετο, ἡ θύρα δὲ τὸν πηλὸν ὑπεδέχετο.

Μετὰ δὲ τὸ τέλος τῶν ἡμερῶν, ἧκε μὲν ὁ θαυμάσιος ἐκεῖνος καὶ τοῦ Θεοῦ ἄνθρωπος Βάσσος, τὸν δὲ πηλὸν ἀφελὼν, καὶ τῆς θύρας εἴσω γενόμενος, εὗρε μὲν τῶν ἄρτων τὸν ἀριθμὸν, εὗρε δὲ πλήρη καὶ τὸν στάμνον τοῦ ὕδατος, αὐτὸν δὲ ἄπνουν ἐῤῥιμμἕ??ʼον, καὶ οὔτε φθέγγεσθαι, οὔτε κινεῖσθαι δυνάμενον.

Σπογγιὰν τοίνυν αἰτήσας καὶ ταύτῃ τὸ στόμα διαβρέξας καὶ ἀποκλύσας, προσήνεγκεν αὐτῷ τῶν θείων μυστηρίων τὰ σύμβολα. Καὶ οὕτως διὰ τούτων ἀναῤῥωσθεὶς ἀνέστησέ τε ἑαυτὸν, καὶ τροφῆς μετρίας μετέλαβε, θριδακίνας, καὶ σέρεις, καὶ τὰ τούτοις παραπλήσια, κατὰ βραχὺ διαμασσώμενος, καὶ τῇ γαστρὶ παραπέμπων. Ὑπεραγασθεὶς τοίνυν ὁ μέγας ἐκεῖνος Βάσσος, τὴν οἰκείαν ἀγέλην κατέλαβε, τὸ μέγα τοῦτο διηγούμενος θαῦμα. Πλείοσι γὰρ ἣ διακοσίοις θιασώταις ἐχρῆτο, μήτε κτῆνος ἔχειν, μήτε μύλην ἐπιτρέψας, μήτε χρυσίον προσφερόμενον ὑποδέχεσθαι, μήτε τινὰ ἔξω τῆς θύρας ἰέναι, ἤ τι τῶν ἀναγκαίων ὠνησόμενον, ἤ τινα τῶν γνωρίμων ὀψόμενον: ἀλλ̓ ἔνδον διάγειν, καὶ τὴν ἀπὸ τῆς θείας χάριτος πεμπομένην τροφὴν ὑποδέχεσθαι. Τοῦτον μέχρι καὶ τήμερον τὸν νόμον οἱ θιασῶται φυλάττουσι, καὶ πλείους γενόμενοι τἀς δοθείσας οὐ παρέβησαν ἐντολάς. Ἐγὼ δὲ ἐπὶ τὸν μέγαν διαβήσομαι Συμεώνην.

Ἐξ ἐκείνου τοίνυν μέχρι καὶ τήμερον ʽὀκτὼ δὲ καὶ εἵκοσι διελήλυθεν ἔτἠ, τὰς τεσσαράκοντα ἄσιτος διαμένει ἡμέρας: ὁ δὲ χρόνος καὶ ἡ μελέτη τοῦ πόνου τὸ πλέον ἐσύλησεν. Εἰώθει μὲν γὰρ τὰς πρώτας

1472
ἡμέρας ἑστάναι, καὶ τὸν Θεὸν ἀνυμνεῖν. Εἶτα τοῦ σώματος διὰ τὴν ἀπαστίαν φέρειν οὐκ ἔτι τὴν στάσιν ἰσχύοντος, καθῆσθαι λοιπὸν, καὶ τὴν θείαν λειτουργίαν ἐπιτελεῖν: τὰς δὲ τελευταίας ἡμέρας καὶ προσκλίνεσθαι. Δαπανωμένης γὰρ κατὰ βραχὺ τῆς ἰσχύος, καὶ ἀποσβεννυμένης, κεῖσθαι ἡμιθανὴς ἠναγκάζετο.

Ἐπεὶ δὲ ἐπὶ τοῦ κίονος ἔστη, κατιέναι μὲν οὐκ ἠνείχετο, ἐμηχανήσατο δὲ τὴν στάσιν ἑτέρως.

Δοκὸν γάρ τινα προσδήσας τῷ κίονι, καὶ σχοινίοις πάλιν ἑαυτὸν τῇ δοκῷ προσαρμόσας, τὰς τεσσαράκοντα οὕτω διετέλεσεν ἡμέρας. Μετὰ δὲ ταῦτα πλείονος λοιπὸν τῆς ἄνωθεν χάριτος ἀπολαύσας, οὐδὲ ταύτης ἐδεήθη τῆς βοηθείας, ἀλλ̓ ἔστηκε τὰς τεσσαράκοντα ἡμέρας, σιτίων μὲν οὐκ ἀπολαύων, προθυμίᾳ δὲ καὶ θείᾳ ῥωννύμενος χάριτι. Τρία τοίνυν, ὡς ἔφην, ἐν ἐκείνῳ τῷ οἰκίσκῳ διατελέσας ἔτη, τὴν πολυθρύλλητον ταύτην κατέλαβε κορυφὴν, θριγκίον ἐν κύκλῳ γενέσθαι παρεγγυήσας, ἄλυσίν τε ἐκ σιδήρου πήχεων εἴκοσι κατασκευάσας, καὶ ταύτης θατέραν μὲν ἀρχὴν πέτρᾳ μεγίστῃ προσηλώσας, θατέραν δὲ τῷ δεξιῷ ποδὶ προσαρμόσας, ὡς ἃν μηδὲ βουλόμενος ἔξω τῶν ὄρων ἐκείνων ἀπίοι, διῆγεν ἔνδον, διηνεκῶς τὸν οὐρανὸν φανταζόμενος, καὶ τὰ ἄνω τῶν οὐρανῶν θεωρεῖν βιαζόμενος. Οὐ γὰρ ἐκώλυε τῆς διανοίας τὴν πτῆσιν ὁ τοῦ σιδήρου δεσμός.

Ἐπειδὴ δὲ Μελέτιος ὁ θαυμάσιος, ἐπισκοπεῖν τηνικαῦτα τῆς Ἀντιόχου πόλεως τεταγμένος τὴν χώραν, ἀνὴρ φρονήσει καὶ συνέσει λάμπων, καὶ ἀγχινοίᾳ κεκοσμημένος, περιττὸν ἔφη τὸν σίδηρον, ἀρκούσης τῆς γνώμης λογικὰ τῷ σώματι περιθεῖναι δεσμά: εἶξε μὲν, καὶ τὴν παραίνεσιν εὐπειθῶς εἰσεδέξατο: χαλκέα δὲ κληθῆναι κελεύσας, λῦσαι προσέταξε τὸν δεσμόν. Ἐπειδὴ δὲ καὶ δέρμα τῷ σκέλει προσήρμοστο, ὡς ʽ??ʼν μὴ λωβηθείη ὑπὸ τοῦ σιδήρου τὸ σῶμα, καὶ ἕδει καὶ τοῦτο ʽσυνεῤῥαμμένον γὰρ ἦν̓, διαῤῥαγῆναι, πλείους ἢ εἴκοσι μεγίστους ἔφασαν κόρεις ἐν ἐκείνῳ κατιδεῖν ἐμφωλεύοντας: καὶ τοῦτο ἔφη ὁ θαυμάσιος τεθεᾶσθαι Μελέτιος. Ἐγὼ δὲ ἀπεμνημόνευσα, τὴν πολλὴν τοῦ ἀνδρὸς κἀντεῦθεν καρτερίαν ἐπιδεικνύς. Πιλῆσαι γὰρ τῇ χειρὶ τὸ δέρμα, καὶ διαφθεῖραι πάντας δυνάμενος ῥᾳδίως, τῶν ἀνιαρῶν δηγμάτων ἠνείχετο καρτερῶν, ἐν τοῖς μικροῖς τὴν τῶν μειζόνων ἀγώνων ἀσπαζόμενος γυμνασίαν.

Τῆς τοίνυν φήμης πάντοσε διαθεούσης, συνέθεον ἅπαντες, οὐχ οἱ γειτονεύοντες μόνον, ἀλλὰ καὶ οἱ πολλῶν ἡμερῶν ἀφεστηκότες ὀδόν: οἱ μὲν παρειμένους τὸ σῶμα προσφέροντες, οἱ δὲ ἀῤῥώστοις ὑγείαν αἰτοῦντες, οἱ δὲ πατέρας γενέσθαι παρακαλοῦντες, καὶ ὅ παρὰ τῆς φύσεως οὐκ ἔλαβον, ἱκέτευον δἰ ἐκείνου λαβεῖν. Λαμβάνοντες δὲ, καὶ τῶν αἰτήσεων ἀπολαύοντες, μετ̓ εὐφροσύνης μὲν ἐπανῄεσαν: κηρύττοντες δὲ τὰς εὐεργεσίας ὧν ἔτυχον, πολλαπλασίους τῶν αὐτῶν δεησομένους ἐξέπεμπον. Οὕτω δὲ πάντων πανταχόθεν ἀφικνουμένων, καὶ πάσης ὁδοῦ ποταμὸν μιμουμένης, πέλαγος ἀνθρώπων ἔστιν ἰδεῖν ἐν ἐκείνῳ συνιστάμενον τῷ χωρίῳ τοὺς πανταχόθεν δεχόμενον ποταμούς. Οὐ γὰρ μόνον οἱ τὴν καθ̓ ἡμᾶς οἰκουμένην οἰκοῦντες συῤῥέουσιν, ἀλλὰ καὶ Ἰσμαηλῖται, καὶ Πέρσαι, καὶ Ἀρμένιοι οἱ τούτων

1473
ὑποχείριοι, καὶ Ἴβηρες, καὶ Ὀμηρῖται, καὶ οἱ ἐκείνων ἐνδότεροι. Ἀφίκοντο δὲ πολλοὶ τὰς τῆς Ἐσπέρας οἰκοῦντες ἐσχατιὰς, Σπάνοι τε καὶ Βρεττανοὶ, καὶ Γαλάται, οἱ τὸ μέσον τούτων κατέχοντες. Περὶ γὰρ Ἰταλίας περιττὸν καὶ λέγειν. Φασὶ γὰρ οὕτως ἕν Ῥώμῃ τῇ μεγίστῃ πολυθρύλλητον γενέσθαι τὸν ἅνδρα, ὡς ἐν ἅπασι τοῖς τῶν ἐργαστηρίων προπυλαίοις εἰκόνας αὐτῷ βραχείας ἀναστῆσαι, φυλακήν τινα σφίσιν αὐτοῖς καὶ ἀσφάλειαν ἐντεῦθεν πορίζοντας.

Ἐπειδὴ τοίνυν ἀριθμοῦ κρείττους οἱ ἀφικνούμενοι, προσψαύειν δὲ ἅπαντες ἐπεχείρουν, καί τινα εὐλογίαν ἀπὸ τῶν δερματίνων ἐκείνων ἱματίων τρυγᾷν: πρῶτον μὲν τῆς τιμῆς τὸ ὑπερβάλλον ἄτοπον εἶναι νομίζων, ἔπειτα καὶ τοῦ πράγματος τὸ ἐπίπονον δυσχεραίνων, τὴν ἐπὶ τοῦ κίονος ἐμηχανήσατο στάσιν.

Πρῶτον μὲν ἓξ πήχεων τμηθῆναι κελεύσας, εἶτα δύο καὶ δέκα, μετὰ δὲ ταῦτα δύο καὶ εἴκοσι, νῦν δὲ ἓξ καὶ τριάκοντα: ἀναπτῆναι γὰρ εἰς οὐρανὸν ἐφίεται, καὶ τῆς ἐπιγείου ταύτης ἀπαλλαγῆναι διατριβῆς. Ἐγὼ δὲ οὐδὲ τῆς θεἰας ἅνευ οἰκονομίας ταύτην πιστεύω γενέσθαι τὴν στάσιν. Οὗπερ εἵνεκα τοὺς μεμψιμοίρους παρακαλῶ χαλινῶσαι τὴν γλῶτταν, καὶ μὴ ἐπιτρέπειν ὡς ἔτυχε φέρεσθαι: σκοπεῖν δὲ, ὡς πολλάκις τοιαῦτα ὁ Δεσπότης τῶν ῥᾳθυμοτέρων ἕνεκεν ὠφελείας ἐμηχανήσατο. Καὶ γὰρ τὸν Ἡσαΐαν γυμνὸν καὶ ἀνυπόδητον βαδίσαι προσέταξε: καὶ τὸν Ἱερεμίαν περίζωσμα τῇ ὀσφὕ??ʼ περιθεῖναι, καὶ οὕτω τοῖς ἀπειθέσι προσφέρειν τὴν προφητείαν: καὶ ἄλλοτε δὲ κλοιοὺς ξυλίνους καὶ σιδηροῦς μετὰ ταῦτα τῷ τραχήλῳ περιβαλεῖν: καὶ τῷ Ὠσηὲ γυναῖκα πόρνην λαβεῖν, καὶ αὖθις ἀγαπῆσαι γυναῖκα πονηρὰν καὶ μοιχαλίδα: καὶ τῷ Ἰεζεκιὴλ, ἐπὶ τοῦ δεξιοῦ πλευροῦ τεσσαράκοντα κατακλιθῆναι ἡμέρας, καὶ ἐπὶ τοῦ εὐωνύμου πεντήκοντα καὶ ἑκατόν: καὶ πάλιν, διορῦξαι τοῖχον, καὶ φεύγοντα ἐξελθεῖν, καὶ αἰχμαλωσίαν ἐν ἑαυτῷ διαγράψαι: καὶ ἄλλοτε δὲ ξίφος εἰς ἀκμὴν παραθῆξαι, καὶ ξύρασθαι τούτῳ τὴν κεφαλὴν, καὶ τετραχῆ τὰς τρίχας διελεῖν, καὶ ἀπονεῖμαι τὰς μὲν εἰς τόδε, τὰς δὲ εἰς τόδε, ἵνα μὴ ἅπαντα καταλέγω.

Γίνεσθαι δὲ τούτων ἕκαστον προσέταττε τῶν ὅλων ὁ πρύτανις, τοὺς λόγῳ μὴ πειθομένους, μηδὲ τῆς προφητείας ἐπαῒειν ἀνεχομένους, τῷ τῆς θεωρίας παραδόξῳ συλλέγων, καὶ τῶν θεσπισμάτων ἀκούειν παρασκευάζων. Τίς γὰρ οὐκ ἂν ἐξεπλάγη θεῖον ἄνθρωπον γυμνὸν βαδίζοντα θεωρῶν; Τίς οὐκ ἂν τὴν αἰτίαν τοῦ γιγνομένου μαθεῖν ἐπόθησε; Τίς δὲ οὐκ ἂν ἤρετο: Τί δήποτε πόρνῃ συνοικεῖν ὁ προφήτης ἀνέχεται; Καθάπερ τοίνυν ἐκείνων ἕκαστον ὁ τῶν ὅλων Θεὸς γενέσθαι προσέταξε, τῆς τῶν ῥᾳστώνῃ συζώντων προμηθούμενος ὠφελείας: οὕτω καὶ τὸ καινὸν τοῦτο καὶ παράδοξον ἐπρυτάνευσε θέαμα, τῷ ξένῳ πάντας ἕλκων εἰς θεωρίαν, καὶ πιθανὴν τοῖς ἀφικνουμένοις παρασκευάζων τὴν προσφερομένην παραίνεσιν. Τὸ γὰρ καινὸν τοῦ θεάματος ἐνέχυρον ἀξιόχρεων γίνεται τοῦ διδάγματος: καὶ ὁ εἰς θεωρίαν ἀφικνούμενος τὰ θεῖα παιδευθεὶς ἐπανέρχεται. Καὶ

1476
ὥσπερ οἱ βασιλεύειν τῶν ἀνθρώπων λαχόντες, ἀμείβουσι κατά τινα χρόνου περίοδον τὰς τῶν νομισμάτων εἰκόνας, ποτὲ μὲν λεόντων ἐκτυποῦντες ἰνδάλματα, ποτὲ δὲ ἀστέρων καὶ ἀγγέλων: ἄλλοτε τῷ ξένῳ χαρακτῆρι τιμιώτερον ἀποφαίνειν πειρώμενοι τὸν χρυσόν: οὕτως ὁ τῶν ὅλων Παμβασιλεὺς, οἶόν τινας χαρακτῆρας, τὰς καινὰς ταύτας καὶ παντοδαπὰς πολιτείας τῇ εὐσεβείᾳ περιτιθεὶς, οὐ μόνον τῶν τροφίμων τῆς πίστεως, ἀλλὰ καὶ τῶν τὴν ἀπιστίαν νοσούντων, εἰς εὐφημίαν τὰς γλώττας κινεῖ. Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὐ λόγοι μάρτυρες. ἀλλ̓ ἡ τῶν πραγμάτων βοή. Τοὺς γὰρ Ἰσμαηλίτας. πολλὰς μυριάδας τῷ ζόφῳ τῆς ἀσεβείας δουλευούσας. ἡ ἐπὶ τοῦ κίονος ἐφώτισε στάσις. Ὥσπερ γὰρ ἐπί τινος λυχνίας τεθεὶς ὁ φανώτατος οὗτος λύχνος, ἡλίου δίκην πάντοσε τὰς ἀκτῖνας ἐξέπεμψε: καὶ ἔστιν ἰδεῖν καὶ Ἴβηρας, ὡς ἔφην, καὶ Ἀρμενίους, καὶ Πέρσας ἀφικνουμένους, καὶ τοῦ θείου βαπτίσματος ἀπολαύοντας. Ἰσμαηλῖται δὲ κατὰ συμμορίας ἀφικνούμενοι, διακόσιοι κατὰ ταυτὸν, καὶ τριακόσιοι, ἔστι δ̓ ὅτε καὶ χίλιοι, ἀρνοῦνται μὲν τὴν πατρῴαν ἐξαπάτην μετὰ βοῆς, τὰ δὲ ὑπ̓ ἐκείνων σεβασθέντα εἴδωλα πρὸ τοὺ μεγάλου ἐκείνου φωστῆρος συντρίβοντες, καὶ τοῖς τῆς Ἀφροδίτης ὀργίοις ἀποταττόμενοι ʽταύτης γὰρ ἀνέκαθεν τῆς δαίμονος κατεδέξαντο τὴν λατρείαν̓, τῶν θείων ἀπολαύουσι μυστηρίων: νόμους παρὰ τῆς ἱερᾶς ἐκείνης δεχόμενοι γλώσσης, καὶ τοῖς ἔθεσι τοῖς πατρῴοις χαίρειν φράζοντες, τῶν τε ὄνων τῶν ἀγρίων, τῶν τε καμήλων τὴν ἐδωδήν ἀπαρνούμενοι. Καὶ τούτων αὐτόπτης ἐγενόμην ἐγὼ, καὶ ἀκήκοα, καὶ τὴν πατρῴαν ἀσέβειαν ἀρνουμένων, καὶ τῇ εὐαγγελικῇ διδασκαλίᾳ συντιθεμένων. Καὶ κίνδυνον δὲ ἅπαξ ὑπέμεινα μέγιστον.

Αὐτὸς μὲν γὰρ αὐτοῖς προσελθεῖν ἐκέλευσε. καὶ παῤ ἐμοῦ τὴν ἱερατικὴν εὐλογίαν λαβεῖν. μέγιστον φήσας αὐτοὺς ἐντεῦθεν καρπώσασθαι κέρδος: βαρβαρικώτερον δὲ συνδραμόντες ἐκεῖνοι, οἱ μὲν ἔμπροσθεν εἷλκον, οἱ δὲ ὄπισθεν, ἄλλοι ἐκ πλαγίων: οἱ δὲ ἀφεστῶτες, τῶν ἄλλων ἐπιβαίνοντες, καὶ τὰς χεῖρας προτείνοντες, οἱ μὲν τὸ γένειον εἷλκον, οἱ δὲ τῶν ἱματίων ἐπελαμβάνοντο. Κὰν ἀπεπνίγην ὑπὸ τῆς ἐκείνων θερμοτέρας προσόδου, εἰ μὴ βοῇ χρησάμενος ἁπεσκέδασεν ἅπαντας.

Τοιαύτην ὁ ὑπὸ τῶν φιλοσκωμμόνων σκωπτόμενος κίων ὠφέλειαν ἀνέβλυσε, καὶ τοσαύτην ἀκτῖνα θεογνωσίας ταῖς τῶν βαρβάρων διανοίαις κατέπεμψεν.

Οἶδα δὲ καὶ ἄλλο ὑπὸ τούτων τοιόνδε γεγενημένον: Ἱκέτευε μία φυλὴ τὸν θεῖον ἅνθρωπον, εὐχήν τινα καὶ εὐλογίαν ἐκπέμψαι τῷ σφετέρῳ φυλάρχῳ: ἄλλη δὲ φυλὴ παροῦσα ἀντέλεγε, μὴ δεῖν ἐκείνῳ τὴν εὐλογίαν ἐκπεμφθῆναι λέγουσα, ἀλλὰ τῷ ἑαυτῆς ἡγεμόνι: τὸν μὲν γὰρ ἀδικώτατον εἶναι, τὸν δὲ ἀδικίας ἀλλότριον. Μακρᾶς δὲ φιλονεικίας γενομένης. καὶ διαμάχης βαρβαρικῆς, τὸ τελευταῖον κατ̓ ἀλλήλων ἐχώρησαν. Ἐγὼ δὲ πολλοῖς χρησάμενος λόγοις. ἡσυχίαν ἔχειν παρῄνουν, ὡς ἃν ἀποχρῶντος τοῦ θείου ἀνδρὸς καὶ τούτῳ κἀκείνῳ μεταδοῦναι τῆς εὐλογίας.

Ἀλλὰ καὶ οὗτοι ἔλεγον, μὴ δεῖν ἐκεῖνον ταύτης τυχεῖν, κἀκεῖνοι ταύτης ἀποστερεῖν ἐπειρῶντο τὸν ἕτερον. Ἀπειλήσας δὲ αὐτοῖς ἄνωθεν, καὶ κύνας καλέσας, μόγις τὴν φιλονεικίαν κατέσβεσε. Ταῦτα δὲ

1477
ἔφην, ἐπιδεῖξαι αὐτῶν τῆς διανοίας θελήσας τὴν πίστιν.

Οὐ γὰρ ἂν οὕτω κατ̓ ἀλλήλων ἐμάνησαν, εἰ μὴ μεγίστην ἔχειν δύναμιν τοῦ θεσπεσίου ἀνθρώπου τὴν εὐλογίαν ἐπίστευον. Εἶδον δὲ καὶ ἄλλοτε θαῦμα γεγενημένον ἀοίδιμον. Εἰσελθὼν γάρ τις ʽΣαρακηνῶν δὲ καὶ οὗτος φύλαρχος ἦν̓, τὴν θείαν ἱκέτευσε κεφαλὴν, ἐπαμῦναι ἀνδρὶ κατὰ τὴν ὁδὸν παρεθέντι τὰ μέλη τοῦ σώματος. Ἔλεγε δὲ τοῦτο κατὰ τὴν Καλλίνικον ʽφρούριον δὲ αὕτη μέγιστον̓ ὑπομεμενηκέναι τὸ πάθος. Κομισθέντα τοίνυν εἰς μέσον ἀρνηθῆναι ἐκέλευσε τὴν τῶν προγόνων ἀσέβειαν. Ἐπειδὴ δὲ ἅσμενος κατεδέξατο, καὶ ὑπήκουσε, καὶ τὸ κελευσθὲν ἐξεπλήρωσεν. ἤρετο εἰ πιστεύει τῷ Πατρὶ, καὶ τῷ μονογενεῖ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι. Τοῦ δὲ πιστεύειν ὁμολογήσαντος, Ταύταις, ἔφη, ταῖς προσηγορίαις πιστεύων, ἀνάστηθι. Ὡς δὲ ἀνέστη, προσέταξεν ἐπ̓ ὤμων φέρειν τὸν φύλαρχον μέχρις αὐτῆς τῆς κλίνης. Μέγιστον δὲ εἶχε σῶμα. Καὶ ὁ μὲν λαβὼν παραυτίκα ᾤχετο: Οἱ δὲ παρόντες εἰς ὑμνῳδίαν τοῦ Θεοῦ τὰς γλώσσας ἐκίνησαν. Τοῦτο δὲ προσέταξε τὸν Δεσπότην μιμούμενος: ὅς τῷ παραλύτῳ φέρειν τὴν κλίνην ἐκέλευσεν. Ἀλλὰ μηδεὶς τυραννίδα καλείτω τὴν μίμησιν. Αὐτοῦ γάρ ἐστι φωνή: Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Καὶ ταύτης δὲ τῆς ἐπαγγελίας τὸ τέλος ἐθεασάμεθα. Τῆς γὰρ τοῦ Κυρίου σκιᾶς οὐδαμοῦ θαῦμα ἐργασαμένης, ἡ τοῦ μεγάλου Πέτρου σκιὰ, καὶ θάνατον ἔλυσε, καὶ νόσους ἐξήλασε, καὶ δαίμονας ἐφυγάδευσεν. Ἀλλ̓ ὁ Δεσπότης καὶ ταῦτα διὰ τῶν δούλων ἐνήργει τὰ θαύματα: καὶ νῦν δὲ ὡσαύτως, τῇ τούτου κεχρημένος προσηγορίᾳ τὰ μυρία ὁ θεῖος Συμεώνης ἐργάζεται θαύματα. Συνέβη γὰρ καὶ ἕτερον θαῦμα γενέσθαι ὑπὸ τούτου τοῦ προτέρου μηδαμῶς ἐλαττούμενον.

Τῶν γὰρ εἰς τὸ σωτήριον ὄνομα τοῦ Δεσπότου Χριστοῦ πεπιστευκότων τις, Ἰσμαηλίτης οὐκ ἄσημος, εὐχὴν ἐποιήσατο πρὸς τὸν Θεὸν ὑπ̓ αὐτῷ μάρτυρι, καὶ ὑπόσχεσιν. Ἡ δὲ ὑπόσχεσις ἦν, πάσης ἀφέξεσθαι τοῦ λοιποῦ μέχρι τέλους ἐμψύχου τροφῆς.

Ταύτην οὐκ ὁ??ʼδ̓ ὅπως χρόνῳ τινὶ τὴν ἐπαγγελίαν παραδραμὼν, ὄρνιν καταθύσας ἐσθίειν ἐτόλμησε.

Τοῦ δὲ Θεοῦ αὐτὸν δἰ ἐλέγχου πρὸς ἐπιστροφὴν ἐνεγκεῖν ἐθελήσαντος, καὶ τὸν ἑαυτοῦ τιμῆσαι θεράποντα μάρτυρα τῆς παραβαθείσης γενόμενον ὑποσχέσεως, εἰς λίθου φύσιν ἡ σὰρξ τῆς ὄρνιθος μετεβάλλετο, ὥστε μηδὲ βουλόμενον δύνασθαι λοιπὸν ἐσθίειν αὐτόν.

Πῶς γὰρ οἷόν τε ἦν. ἀπὸ πετρωθέντος οὗπερ εἰς βρῶσιν ἐπείληπτο σώματος ἐσθίειν δύνασθαι; Ταύτῃ καταπλαγεὶς ὁ βάρβαρος τῇ παραδόξῳ θέᾳ, σὺν πολλῷ τάχει τὸν ὅσιον κατελάμβανε, τὸ κεκρυμμένον εἰς φῶς προσφέρων ἁμάρτημα, καὶ τὴν παράβασιν ἀνακηρύττων πᾶσι, καὶ τοῦ πταίσματος ἐκ Θεοῦ συγγνώμην αἰτούμενος: καὶ τὸν ἅγιον εἰς ἐπικουρίαν καλῶν, ὡς ἃν ταῖς παντοδυνάμοις αὐτοῦ εὐχαῖς τῶν δεσμῶν αὐτὸν τῆς ἁμαρτίας ἑλκύσειε. Πολλοὶ δὲ τοῦ θαύματος αὐτόπται γεγόνασι, τὸ πρὸς τῷ στήθει μέρος ἐξ ὀστέου καὶ λίθου συγκείμενον ψηλαφήσαντες.

1480
Ἐγὼ δὲ οὐ μόνον τῶν θαυμάτων αὐτόπτης. ἀλλὰ καὶ τῆς τῶν γενησομένων προῤῥήσεως ἐγενόμην ἀκροατής. Καὶ γὰρ τὸν γενόμενον αὐχμὸν, καὶ τὴν πολλὴν ἐκείνην τοῦ ἔτους ἀκαρπίαν, καὶ τὸν ἀκολουθήσαντα λιμὸν, ὁμοῦ τε καὶ λοιμὸν, πρὸ δύο εἶπεν ἐνιαυτῶν, ῥάβδον εἰρηκὼς τεθεᾶσθαι τοῖς ἀνθρώποις ἐπιφερομένην, καὶ τὰς δἰ αὐτῆς προμηνύουσαν μάστιγας. Καὶ ἄλλοτε δὲ τῆς καλουμένης κάμπης τὴν προσβολὴν προεδήλωσε, καὶ ὡς οὐδὲν μέγα λυμανεῖται, τῆς θείας φιλανθρωπίας ἀκολουθούσης τῇ τιμωρίᾳ. Τριάκοντα δὲ διελθουσῶν ἡμερῶν, ἐπέστη μὲν πλῆθος ἄπειρον, ὡς καὶ διατεμεῖν τὴν ἀκτῖνα, καὶ σχεδιάσαι σκιάν: καὶ τοῦτο ἀκριβῶς ἐθεασάμεθα πάντες. Μόνον δὲ τὸν τῶν ἀλόγων χιλὸν ἐλυμήνατο, οὐδὲ μίαν λώβην τῇ τῶν ἀνθρώπων προσενεγκοῦσα τροφῇ. Καὶ ἐμοὶ δὲ ὑπό τινος πολεμουμένῳ, πρὸ πεντεκαίδεκα ἐμήνυσεν ἡμερῶν τὴν τοῦ πολεμίου κατάλυσιν, καὶ τῇ πείρᾳ τῆς προῤῥήσεως τὴν ἀλήθειαν ἔμαθον. Καὶ ἄλλα δὲ τοιαῦτα πάμπολλα ἐπιστάμενος παρήσω, φεύγων τοῦ λόγου τὸ μῆκος. Ἀπόχρη δὲ καὶ ταῦτα δεῖξαι τῆς διανοίας αὐτοῦ τὴν πνευματικὴν θεωρίαν.

Τούτῳ πολὺ τὸ κλέος καὶ παρὰ τῷ Περσῶν βασιλεῖ.

Ὡς γὰρ οἱ πρὸς ἐκεῖνον ἀφικόμενοι διηγήσαντο πρέσβεις, ἐπιμελῶς ἐπυνθάνετο, τίς τε εἴη τοῦ ἀνδρὸς ὁ βίος, καὶ ποῖα τὰ θαύματα. Τὴν δὲ ὁμόζυγα τούτου φασὶ καὶ ἔλαιον αἰτῆσαι τῆς τούτου εὐλογίας ἠξιωμένον. καὶ ὡς μέγιστον δῶρον κομίσασθαι. Καὶ οἱ περὶ βασιλέα δὲ πάντες ὑπὸ τῆς φήμης βαλλόμενοι, καὶ πολλὰς παρὰ τῶν μάγων κατ̓ αὐτοῦ συκοφαντίας δεχόμενοι, καὶ ἀκριβῶς ἐπυνθάνοντο, καὶ διδασκόμενοι θεῖον ἄνδρα ὠνόμαζον. Ὁ δὲ λοιπὸς ὅμιλος τοῖς ὀρεωκόμοις προσιόντες, καὶ καθικέταις, καὶ στρατιώταις, καὶ χρήματα προσέφερον, καὶ τῆς τοῦ ἐλαίου εὐλογίας μετασχεῖν ἱκέτευον. Ἡ δὲ τῶν Ἰσμαηλιτῶν βασίλισσα, στερίφη οὖσα καὶ παίδων ἐφιεμένη, πρῶτον μέν τινας τῶν ἀξιωτάτων ἀποστείλασα, γενέσθαι μήτηρ ἱκέτευσεν. Ἐπειδὴ δὲ ἔτυχε τῆς αἰτήσεως, καὶ ἔσχεν ὡς ἐπόθησε, τὸν γεννηθέντα λαβοῦσα βασιλέα, πρὸς τὸν θεῖον πρεσβύτην ἔδραμε: καὶ ἐπειδὴ γυναιξὶν οὐκ ἑ??ʼσιτὸν ἦν, πρὸς αὐτὸν πέμψασα τὸ βρέφος, τῆς παῤ αὐτοῦ τυχεῖν εὐλογίας ἱκέτευε: Σὸν γὰρ, ἔφη, τόδε τὸ δράγμα.

Ἐγὼ μὲν γὰρ μετὰ δακρύων τὸ τῆς εὐχῆς προσενήνοχα σπέρμα: σὺ δὲ τὸ σπέρμα πεποίηκας δράγμα, τῆς θείας χάριτος διὰ προσευχῆς ἑλκύσας τὸν ὑετόν. Ἀλλὰ μέχρι πότε φιλονεικῶ μετρῆσαι τοῦ Ἀτλαντικοῦ πελάγους τὸ βάθος; Ὥσπερ γὰρ ἐκεῖνα τοῖς ἀνθρώποις ἀμέτρητα, οὕτως ὑπερβαίνει διήγησιν τὰ καθ̓ ἡμέραν ὐπ̓ ἐκείνου γινόμενα. Ἐγὼ δὲ αὐτοῦ πρὸ τούτων ἁπάντων τὴν καρτερίαν θαυμάζω. Νύκτωρ γὰρ καὶ μεθ̓ ἡμέραν ἕστηκεν ὑπὸ πάντων ὁρώμενος.

Τὰς θύρας γὰρ ἀφελὼν, καὶ τοῦ περιβόλου

1481
μέρος οὐκ ἐλάχιστον καταλύσας, πρόκειται πᾶσι θέαμα καινὸν καὶ παράδοξον: νῦν μὲν ἑστὼς μέχρι πολλοῦ, νῦν δὲ θαμὰ κατακαμπτόμενος, καὶ τῷ Θεῷ προσφέρων προσκύνησιν. Πολλοὶ δὲ καὶ ἀριθμοῦσι τῶν ἐστώτων ταυτασὶ τὰς προσκυνήσεις. Ἅπαξ δέ τις τῶν σὺν ἐμοὶ χιλίας καὶ διακοσίας πρὸς τέτταρσι καὶ τεσσαράκοντα ἀριθμήσας, εἶτα ὀκλάσας, ἀφῆκε τὴν ψῆφον. Κατακύπτων δὲ ἀεὶ τοῖς τῶν ποδῶν δακτύλοις προσπελάζει τὸ μέτωπον. Ἅπαξ δὲ τῆς ἑβδομάδος τροφὴν ἡ γαστὴρ ὑποδεχομένη, καὶ ταύτην βραχεῖαν, εὐπετῶς ἐπικάμπτεσθαι τῷ νώτῳ παραχωρεῖ.

Φασὶ δὲ ἀπὸ τῆς στάσεως καὶ χρόνιον ἕλκος ἐν θατέρῳ γενέσθαι ποδὶ, καὶ διηνεκῶς πλεῖστον ἰχῶρα ἐκεῖθεν ἐκκρίνεσθαι. Ἀλλ̓ ὅμως οὐδὲν τουτωνὶ τῶν παθῶν τὴν φιλοσοφίαν ἐξήλεγξεν: ἀλλὰ φέρει γενναίως, καὶ τὰ ἐκούσια, καὶ τὰ ἀκούσια καὶ τούτων κἀκείνων τῇ προθυμίᾳ περιγενόμενος. Τοῦτο δὲ τὸ ἕλκος ὑποδεῖξαί τινι ἠναγκάσθη ποτέ: διηγήσομαι δὲ καὶ τὴν αἰτίαν. Ἀφίκετό τις ἀπὸ Ῥαβαίνης, ἀνὴρ σπουδαῖος, καὶ τῇ τοῦ Χριστοῦ διακονίᾳ τετιμημένος. Οὗτος τὴν κορυφὴν ἐκείνην καταλαβών: Εἰπέ μοι, ἔφη, πρὸς τῆς ἀληθείας αὐτῆς, τῆς τῶν ἀνθρώπων γένος ἐπιστρεψάσης, ἄνθρωπος εἶ, ἢ ἀσώματος φύσις; Δυσχερανάντων δὲ πρὸς τὴν ἐρώτησιν τῶν παρόντων, σιγὴν μὲν ἄγειν ἐκέλευσε πάντας: πρὸς ἐκεῖνον δὲ ἔφη: Τί δή ποτε ταύτην τὴν πεῦσιν προσήνεγκας; Τοῦ δὲ εἰρηκότοσ̓ Ὡς πάντων ἀκούω θρυλλούντων, ὡς οὕτε ἐσθίεις, οὔτε καθεύδεις: ἀνθρώπων δὲ ἑκάτερον ἴδιον: οὐ γὰρ ἄν τις ταύτην ἔχων τὴν φύσιν, τροφῆς δίχα καὶ ὕπνου διαβιώσειεν: ἐπιτεθεῖναι μὲν τῷ κίονι κλίμακα προσέταξεν, ἀναβῆναί τε ἐκεῖνον ἐκέλευσε, καὶ πρῶτον μὲν τὰς χεῖρας καταμαθεῖν, εἶτα ἔσω τοῦ δερματίνου περιβολαίου τὴν χεῖρα βαλεῖν, καὶ ἰδεῖν μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὸ χαλεπώτατον ἕλκος. Ἰδὼν δὲ καὶ θαυμάσας ὁ ἄνθρωπος τὴν τοῦ ἕλκους ὑπερβολὴν, καὶ παῤ αὐτοῦ μαθὼν ὡς ἀπολαύει τροφῆς, κατελήλυθεν ἐκεῖθεν, πρὸς ἐμὲ δὲ ἀφικόμενος διηγήσατο πάντα. Ἐν δὲ ταῖς δημοτελέσι πανηγύρεσι καὶ ἄλλην ἐπιδείκνυται καρτερίαν. Μετὰ γὰρ ἡλίου δυσμὰς ἕως ἂν οὗτος πάλιν εἰς τὸν ἑῷον ὁρίζοντα γένηται, τὰς χεῖρας ἀνατείνων εἰς οὐρανὸν παννύχιον ἕστηκεν, οὕτε ὕπνῳ θελγόμενος, οὕτε ὐπὸ πόνου νικώμενος.

Ἐν τοσούτοις δὲ πόνοις, καὶ κατορθωμάτων ὄγκῳ, καὶ πλήθει θαυμάτων, οὕτως ἐστὶ τὸ φρόνημα μέτριος; ὡς πάντων ἀνθρώπων κατὰ τὴν ἀξίαν ὕστατος.

Πρὸς δὲ τῷ μετρίῳ φρονήματι, καὶ εὐπρόσοδος λίαν ἐστὶ, καὶ γλυκὺς, καὶ ἐπίχαρις, καὶ πρὸς ἕκαστον τῶν διαλεγομένων ἀποκρινόμενος, εἴτε χειροτέχνης, εἴτε προσαίτης, εἴτε ἄγροικος εἵη. Ἔλαβε δὲ καὶ τῆς διδασκαλίας παρὰ τοῦ μεγαλοδώρου Δεσπότου τὸ δῶρον: καὶ δὶς ἑκάστης ἡμέρας τὰς παραινέσεις ποιούμενος, ἐπικλύζει τῶν ἀκουόντων τὰς ἀκοὰς, ἐπὶ χάριτος μάλα διαλεγόμενος, καὶ τὰ τοῦ θείου Πνεύματος προσφέρων παιδεύματα, καὶ ἀνανεύειν εἰς οὐρανὸν, καὶ πέτασθαι παρεγγυῶν,

1484
καὶ τῆς γῆς ἀπαλλάττεσθαι, καὶ τὴν προσδοκωμένην φαντάζεσθαι βασιλείαν, καὶ τῆς γεέννης δεδιέναι τὴν ἀπειλὴν, καταφρονεῖν τε τῶν γηΐνων, καὶ προσμένειν τὰ μέλλοντα. Ἔστι δὲ αὐτὸν ἰδεῖν καὶ δικάζοντα, καὶ ὀρθὰς καὶ δικαίας τὰς ψήφους ἐκφέροντα.

Ταῦτα δὲ καὶ τὰ τοιαῦτα μετὰ τὴν ἐννάτην διαπράττεται ὥραν. Τὴν γὰρ νύκτα ἅπασαν, καὶ τὴν ἡμέραν μέχρις ἐννάτης διατελεῖ προσευχόμενος.

Μετὰ δὲ τὴν ἐννάτην, πρῶτον μὲν τὴν θείαν διδασκαλίαν τοῖς παροῦσι προσφέρει, εἶτα τὴν ἑκάστου δεξάμενος αἴτησιν, καί τινας ἰάσεις ἐργασάμενος, τῶν ἀμφισβητούντων διαλύει τὰς ἔριδας.

Περὶ δὲ ἡλίου δυσμὰς, τῆς πρὸς τὸν Θεὸν λοιπὸν διαλέξεως ἄρχεται. Ἀλλ̓ ἐν τούτοις ὣν, καὶ ταῦτα ἅπαντα δρῶν, οὐδὲ τῆς τῶν ἀγίων Ἐκκλησιῶν ἀμελεῖ προμηθείας: νῦν μὲν Ἑλληνικῇ δυσσεβείᾳ μαχόμενος, νῦν δὲ τὴν Ἰουδαίων καταλύων θρασύτητα, ἄλλοτε δὲ τὰς τῶν αἱρετικῶν συμμορίας σκεδαννύς: καί ποτε μὲν βασιλεῖ περὶ τούτων ἐπιστέλλων, ποτὲ δὲ τοὺς ἄρχοντας εἰς τὸν Θεοῦ ζῆλον ἐγείρων, ἄλλοτε δὲ καὶ αὐτοῖς τῶν Ἐκκλησιῶν ποιμέσι πλείονα ποιεῖσθαι τῶν ποιμνίων παρεγγυῶν τὴν ἐπιμέλειαν.

Ταῦτα δὲ διεξελθὼν, ἀπὸ ψεκάδος δεῖξαι τὸν ὑετὸν πειραθεὶς, καὶ τῷ λιχανῷ δακτύλῳ τοὺς ἐντυγχάνοντας τῷ συγγράμματι τῆς γλυκύτητος ἀπογεύων τοῦ μέλιτος. Τὰ δὲ παρὰ πάντων ᾀδόμενα τούτων ἐστὶ πολλαπλάσια. Ἀλλ̓ όὐ πάντα ἔγωγε συγγράφειν ἐπήγγελμαι, ἀλλὰ δἰ ὀλίγων τῆς ἑκάστου πολιτείας ἐπιδεῖξαι τὸν χαρακτῆρα. Συγγράψουσι δὲ, ὡς εἰκὸς, καὶ ἄλλοι τουτωνὶ πολλῷ πλείονα: εἰ δὲ καὶ ἐπιβιῴη. καὶ μείζονα τυχὸν προσθήσουσι θαύματα. Ἐγὼ δὲ καὶ αὐτὸν ταῖς οἰκείαις προσευχαῖς βοηθούμενον, τοῖς ἀγαθοῖς τούτοις πόνοις ἐπιμεῖναι καὶ ποθῶ, καὶ τὸν Θεὸν ἱκετεύω, κόσμον ὄντα κοινόν, καὶ τῆς εὐσεβείας ἀγλάϊσμα, καὶ τὸν ἐμαυτοῦ ῥυθμηθῆναι βίον, καὶ πρὸς τὴν εὐαγγελικὴν πολιτείαν κατευθυνθῆναι.