Historia Religiosa

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Ἀκεψιμᾶς κατὰ τὸν αὐτὸν γέγονε χρόνον, οὖ κλέος εὐρὺ κατὰ πᾶσαν τὴν Ἕω. Οὗτος ἐν οἰκίσκῳ καθείρξας ἑαυτὸν, ἐξήκοντα διετέλεσεν ἔτη, μήτε ὁρώμενος, μήτε φθεγγόμενος, ἀλλ̓ εἰς ἑαυτὸν νεύων, καὶ τὸν Θεὸν φανταζόμενος, πᾶσαν ἐκεῖθεν ψυχαγωγίαν ἐδέχετο, κατὰ τὴν προφητείαν τὴν λέγουσαν: Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου. Διά τινος δὲ βραχέος ὀρύγματος τὴν χεῖρα προτείνων,

1416
τὴν κομιζομένην τροφὴν εἰσεδέχετο. Τὸ δὲ ὄρυγμα οὐ διαμπερὲς ἦν κατευθὺ διωρυγμένον, ʽ??ʼνα μὴ πρόκειται τοῖς ὁρᾷν βουλομένοις, ἀλλ̓ ἐγκάρσιον ἦν ἑλικοειδῶς κατεσκευασμένον. Τροφὴ δὲ αὐτῷ ἐκομίζετο φακὸς διάβροχος ὕδατι: ἅπαξ δὲ τῆς ἑβδομάδος νύκτωρ ἐξιὼν, τὸ ἀρκοῦν ὕδωρ ἀπὸ τῆς πελαζούσης ἀνιμᾶτο πηγῆς. Καί ποτέ τις πόῤῥωθεν προβατεὺς θρέμματα νέμων, σκότους ὄντος, κινούμενον θεασάμενος, καὶ λύκον ὑποτοπάσας, συγκεκυφὼς γὰρ ἐβάδιζε σιδήρῳ πολλῷ βαρυνόμενος, τὴν σφενδόνην ὡς λίθον ἀκοντίσων ἐκίνησε. Τῆς δὲ χειρὸς ἐπὶ πλεῖστον ἀκινήτου μενούσης, καὶ ἀφιέναι τὸν λίθον οὐ δυναμένης, ἕως ἐκεῖνος ὁ θεῖος ἀνὴρ τὸ ὕδωρ ἀρυσάμενος ἐπανῆκεν, αἴσθησιν τῆς ἀγνοίας ἐδέξατο, καὶ μετὰ τὴν ἔω καταλαμβάνει τὸ τῆς ἀρετῆς φροντιστήριον, καὶ διηγεῖται τὸ γεγονὸς, καὶ συγγνώμην αἰτεῖ, καὶ λαμβάνει τῆς πλημμελείας τὴν ἄφεσιν, οὐ φωνῆς φθεγξαμένης ἀκούσας, ἀλλὰ διὰ τῶν τῆς χειρὸς κινημάτων καταμαθὼν τὴν εὐμένειαν. Ἄλλος δέ τις, κακοήθει πολυπραγμοσύνῃ χρησάμενος, καὶ γνῶναι ποθήσας τί δρῶν ἅπαντα τὸν χρόνον διετέλει, εἰς τὴν παρὰ τῷ θριγκίῳ πεφυτευμένην πλάτανον ἀναβῆναι τετόλμηκεν: ἀλλὰ παραυτίκα τῆς τόλμης ἐδρέψατο τοὺς καρπούς. Τὸ γὰρ ἥμισυ τοῦ σώματος ἀπ̓ ἄκρας κορυφῆς μέχρι τῶν ποδῶν λυμανθεὶς, ἱκέτης ἐγένετο τῆς ἁμαρτάδος κατηγορῶν. Ὁ δὲ τῇ τομῇ τῆς πλατάνου τὴν ὑγείαν ἔσεσθαι προεμήνυσεν Ἵνα γὰρ μὴ καὶ ἕτερος τὰ ἴσα δράσας ὑπομείνῃ τὰ ἴσα, τμηθῆναι παραυτίκα τὸ δένδρον ἐκέλευσεν. Ἑ??ʼπετο δὲ τῇ τομῇ καὶ τῆς τιμωρίας ἡ λύσις. Τοσαύτῃ μὲν οὖν οὗτος ὁ θεσπέσιος ἐχρήσατο τῇ καρτερίᾳ, τοσαύτην δὲ παρὰ τοῦ ἀγωνοθέτου τὴν χάριν ἐδέξατο.

Ἡνίκα δὲ τὴν ἐντεῦθεν ἀποδημίαν ἐστέλλετο, προεσήμανεν ὡς μετὰ πεντήκοντα ἡμέρας δέξεται τοῦ βίου τὸ τέλος: ὑπεδέξατο δὲ ἅπαντας τοὺς ἰδεῖν θελήσαντας.

Ἐπειδὴ δὲ καὶ ὁ τῆς Ἐκκλησίας ἀφίκετο πρόεδρος, ἤπειγεν αὐτὸν ὑποδέξασθαι τοῦ πρεσβυτέρου τὴν ζεύγλην, Οἶδα, λέγων, ὧ Πάτερ, καὶ τῆς σῆς φιλοσοφίας τὸ ὕψος, καὶ τῆς ἐμῆς πενίας τὴν ὑπερβολήν, Ἀλλὰ τῆς ἀρχιερωσύνης τὴν ὁ??ʼκο νομίαν πεπιστευμένος, ταύτῃ τὰς χειροτονίας, ἀλλ̓ οὐκ ἐκείνῃ προβάλλομαι. Δέξαι τοίνυν, ἔφη, τῆς ἱερωσύνης τὸ δῶρον, τῆς μὲν ἐμῆς δεξιᾶς ὑπουργούσης, τῆς δὲ τοῦ παναγίου Πνεύματος τοῦτο χάριτος χορηγούσης. Πρὸς ταῦτα φάναι λέγεται: Ὅτι μετ̓ ὀλίγας ἐντεῦθεν ἐκδημήσω ἡμέρας, ἥκιστα περὶ τούτων ζυγομαχήσω: εἰ μὲν γὰρ ἔμελλον ἐπὶ πλεῖστον βιώσεσθαι, πάμπαν ἔφυγον τὸ βαρὺ τοῦτο καὶ φοβερὸν τῆς ἱερωσύνης φορτίον, τῆς παρακαταθήκης ʽ??ʼῤῥωδῶν τὰς εὐθύνας. Ἐπειδὴ δὲ οὐκ εἰς μακρὰν ἀπελεύσομαι καταλιπὼν τὰ τῇδε, εὐπειθῶς τὸ κελευόμενον δέξομαι. Αὐτίκα τοίνυν, οὐδενὸς ἄγοντος, ὁ μὲν τὰ γόνατα κάμπτων τὴν χάριν ἀνέμενεν, ὁ δὲ τὴν χεῖρα ἐπιτιθεὶς ὑπούργει τῷ Πνεύματι.

Τῇ δὲ ἱερωσύνῃ ὀλίγας ἐπιβιώσας ἡμέρας, βίου βίον ἠλλάξατο, καὶ τὸν ἀγήρω καὶ ἄλυπον ἀντ̔??ʼ τοῦ πολυφρόντιδος ἔλαβεν. Ἁρπάζειν δὲ πάντων βουληθέντων τὸ σῶμα, καὶ εἰς τὴν οἰκείαν ἑκάστῳ κώμην ἀποκομίζειν προαιρουμένων, μηνύσας τις τοῦ ἁγίου τοὺς ὅρκους, τὴν ἔριν διέλυσεν. Ὁρκῶσαι γὰρ αὐτὸν

1417
ἔφησεν, ὲν ἐκείνῳ τῷ χωρίῳ παραδοῦναι τοῦτο ταφῇ.

Οὕτω καὶ τῆς μετὰ θάνατον εὐτελείας ἐπεμελοῦντο τῶν οὐρανῶν οἱ πολῖται: καὶ οὕτε π̔??ʼριόντες μέγα φρονεῖν ἠνέσχοντο πώποτε, καὶ τελευτήσαντες τὸ παρὰ ἀνθρώπων οὐκ ἐπεσπάσαντο γέρας: ἀλλὰ τὸ φίλτρον ἅπαν εἰς τὸν νυμφίον μετέθεσαν, κατὰ τὰς σωφρονούσας γυναῖκας, αἵ παρὰ μόνων τῶν ὁμοζύγων καὶ φιλεῖσθαι καὶ ἐπαινεῖσθαι σπουδάζουσι, τῆς παῤ ἄλλων εὐφημίας καταφρονοῦσαι.

Τούτου χάριν αὐτοὺς ὁ νυμφίος καὶ μὴ βουλομένους ἀοιδίμους ἀπέφηνε, καὶ τῆς παῤ ἀνθρώποις εὐκλείας ἐκ περιουσίας μετέδωκεν. Ὅταν γάρ τις τὰ θεῖα μετιὼν αἰτῇ τὰ οὐράνια, προστίθησι μετ̓ ἐκείνων καὶ ἕτερα πάμπολλα, πολλαπλασίας τὰς αἰτήσεις δωρούμενος. Τοῦτο γοῦν καὶ νομοθετῶν ἔλεγεν: Αἰτεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ τὰ λοιπὰ πάντα προστεθήσεται ὑμῖν. Καὶ πάλιν: Ὁ καταλιμπάνων πατέρα, καὶ μητέρα, καὶ ἀδελφοὺς, καὶ γυναῖκα, καὶ τέκνα ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου μου, καὶ ἐν τῷ αἰῶνι τούτῳ ἑκατονταπλασίονα λήψεται, καὶ ὲν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει. Ταῦτα εἴρηκε, καὶ πεποίηκεν.

Ἡμᾶς δὲ εἴη, καὶ λόγῳ παιδευομένους, καὶ ταῖς τούτων προσευχαῖς ἐπερειδομένους, κατὰ σκοπὸν διῶξαι ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Μάρωνος μετὰ τούτων μνησθήσομαι: καὶ γὰρ οὗτος τὸν θεῖον τῶν ἀγίων χορὸν κατεκόσμησε. Τὸν ὕπαιθρον γὰρ ἀσπασάμενος βίον, κορυφήν τινα κατέλαβεν, ὑπὸ τῶν πάλαι δυσσεβῶν τιμωμένην: καὶ τὸ ὲν αὐτῇ τῶν δαιμόνων τέμενος τῷ θεῷ καθοσιώσας, ὲν αὐτῷ διέτριψε, σκηνήν τινα βραχεῖαν πηξάμενος, ὀλιγάκις δὲ ταύτῃ χρησάμενος. Πόνοις οὐ τοῖς εἰωθόσιν ἐχρήσατο μόνοις, ἀλλὰ καὶ ἑτέρους ἐπενόει, τῆς φιλοσοφίας συναθροίζων τὸν πλοῦτον. Ὁ δὲ ἀγωνοθέτης τοῖς πόνοις τὴν χάριν ἐπεμέτρησεν.

Οὕτω γὰρ αὐτῷ πλουσίως ὁ μεγαλόδωρος τὸ τῶν ἰαμάτων ἐδωρήσατο χάρισμα, ὡς πανταχοῦ μὲν τούτου τὸ κλέος διαδραμεῖν, πάντας δὲ πάντοθεν ἐφέλκεσθαι, καὶ τῇ πείρᾳ διδάξαι τῆς φήμης τὸ ἀληθές.

Ἦν γὰρ ἰδεῖν, καὶ πυρετοὺς σβεννυμένους τῇ δρόσῳ τῆς εὐλογίας, καὶ φρίκην παυομένην, καὶ δαίμονας δραπετεύοντας, καὶ παντοδαπὰ καὶ ποικίλα νοσήματα ἑνὶ φαρμάκῳ θεραπευόμενα. Ἰατρῶν μὲν γὰρ παῖδες ἑκάστῳ παθήματι κατάλληλον προσφέρουσι φάρμακον: ἡ δὲ τῶν ἁγίων προσευχὴ κοινόν ἐστι παθῶν ἀλεξιφάρμακον. Οὐ μόνον δὲ τὰς σωματικὰς ἀῤῥωστίας ἰᾶτο, ἀλλὰ καὶ ταῖς ψυχαῖς τὴν πρόσφορον θεραπείαν προσέφερε, τούτου μὲν τὴν πλεονεξίαν, ἐκείνου δὲ τὸν θυμὸν ἰατρεύων: καὶ τούτῳ μὲν τὴν περὶ σωφροσύνης διδασκαλίαν προσφέρων, ἐκείνῳ δὲ προστιθεὶς τὰ τῆς δικαιοσύνης παιδεύματα: και τοῦ μὲν τὴν ἀκολαστίαν παιδεύων, τοῦ δὲ τὸ νωθρὸν διεγείρων. Ταύτῃ χρώμενος τῇ γεωργίᾳ,

1420
πολλὰ φυτὰ φιλοσοφίας ἀπέφηνε, καὶ τὸν νῦν ὲν τῇ Κύρου χώρᾳ τεθηλότα παράδεισον αὐτὸς τῷ Θεῷ κατεφύτευσε. Τῆς τούτου φυτουργίας ἔργον ὁ μέγας Ἰάκωβος, εἰς ὃν εἰκότως ἄν τις ἑλκύσειε την προφητικὴν ἐκείνην φωνήν: Δίκαιος ὡς φοίνιξ̔??ʼνθήσέι. ὡσεὶ κέδρος ἡ ὲν τῷ Λιβάνῳ πληθυνθήσεται, καὶ οἱ ἄλλοι δὲ ἄπαντες, ὧν ἰδίᾳ σὺν Θεῷ φάναι μνησθήσομαι.

Οὕτω δὲ τῆς θείας γεωργίας ἐπιμελούμενος, καὶ ψυχὰς ὁμοῦ θεραπεύων καὶ σώματα, ἀῤῥωστίαν ὑπομείνας βραχεῖαν, ἵνα καὶ τῆς φύσεως τὴν ἀσθένειαν, καὶ τῆς προαιρέσεως καταμάθωμεν τὴν ἀνδρείαν, αὐτὸς μὲν ὑπεξῆλθε τὸν βίον. Πόλεμος δὲ περὶ τοῦ σώματος. τοῖς γειτονεύουσι συνέστη σφοδρός.

Κώμη δέ τις τῶν ὁμόρων πολυάνθρωπος πανδημὶ παραγενομένη, τοὺς μὲν ἄλλους ἐσκέδασε, τὸν δὲ τριπόθητον ἐκεῖνον ἥρπασε θησαυρὸν, καὶ σηκὸν οἰκοδομησάμενοι μέγιστον, τὴν ἐκεῖθεν μέχρι και τήμερον ὠφέλειαν καρποῦνται, δημοτελεῖ πανηγύρει τὸν νικηφόρον ἐκεῖνον γεραίροντες. Ἡμεῖς δὲ καὶ ʽ??ʼπόντες τὴν εὐλογίαν καρπούμεθα: ἀρκεῖ γὰρ ἡμῖν ἀντὶ τῆς θήκης ἡ μνήμη

Οὐδὲ Ἀβραάμου τοῦ θαυμαστοῦ τὴν μνήμην παραλιπεῖν εὐαγὲς, προφάσει χρωμένους, ὅτι μετὰ τὸν μονήρη βίον τὴν ἀρχιερατικὴν ἐφαίδρυνε προεδρίαν.

Πολλῷ γὰρ δήπουθεν τούτου γε ἕνεκα ἀξιομνημονευτότερος εἰκότως ἂν εἵη, ὅτι τὴν πολιτείαν βιασθεὶς ἐναλλάξαι τὸν βίον οὐκ ἤμειψεν, ἀλλὰ μετὰ τῆς ʽ??ʼσιητικῆς μετέβη κακοπαθείας, καὶ κατὰ ταὐτὸν μοναχικοῖς τε πόνοις, καὶ ἀρχιερατικαῖς περιστοιχιζόμενος φροντίσι, τοῦ βίου τὸν δρόμον ἐξήνυσε. Καὶ οὗτος δὲ τῆς Κύρου χώρας καρπός. Ἐν ταύτῃ γὰρ καὶ τεχθεὶς καὶ τραφεὶς τῆς ἀσκητικῆς ἀρετῆς τὸν πλοῦτον συνέλεξε. Τοσαύτῃ γὰρ αὐτόν φασιν οἱ συγγεγονότες ἀγρυπνίᾳ, καὶ στάσει, καὶ νηστείᾳ, καταδαμάσαι τὸ σῶμα, ὡς ἀκίνητον ἐπὶ πλεῖστον διαμεῖναι χρόνον, ἥκιστα βαδίζειν δυνάμενον. Θείᾳ δὲ προμηθείᾳ τῆς ἀσθενείας ἐκείνης ἀπαλλαγεὶς, κινδύνους εἰσενεγκεῖν ἀντὶ τῆς θείας χάριτος ἠβουλήθη, καὶ καταλαμβάνει τὸν Λίβανον: κώμην τινὰ μεγίστην, κατέχεσθαι τῷ τῆς ἀσεβείας ζόφῳ μεμαθηκώς: καὶ προσωπείῳ ἐμπορικῷ τὸ μοναχικὸν πρόσωπον κατακρύψας, καὶ θυλάκους μετὰ τῶν συνόντων ἐπιφερόμενος, ὡς δῆθεν ὠνησόμενος κάρυα, τοῦτον γὰρ ἡ κώμη διαφερόντως ἔφερε τὸν καρπὸν, καὶ οἱκίἁ??ʼ μισθωσάμενος, καὶ ὀλίγα χρήματα τοῖς κεκτημένοις προδεδωκὼς, τρεῖς μὲν καὶ τέσσαρας ἡμέρας ἡσυχίαν ἦγεν. Εἶτα κατὰ μικρὸν τῆς θείας ἥψατο λειτουργίας, μετρίᾳ φωνῇ κεχρημένος. Ἐπειδὴ δὲ τῆς ψαλμῳδίας ἐπῄσθοντο, ὁ μὲν κήρυξ ἐβόα καὶ συνεκάλει πάντας: συνελέγοντο δὲ καὶ ἄνδρες, καὶ γυναῖκες, καὶ τὰς θύρας ἀνοικοδομήσαντες, ἄνωθεν ἀπὸ τῆς ὀροφῆς πολὺν χοῦν συμφοροῦντες κατέβαλλον.

Ὥς δὲ ἑώρων ἀποπνιγομένους καὶ χωννυμένους, οὐδὲν οὔτε δρᾷν, οὔτε λέγειν θέλοντας, εὐχὴν δὲ μόνην τῷ Θεῷ προσκομίζοντας, τῶν ἑτέρων ὑποθεμένων, τῆς μανίας ἐπαύσαντο. Εἶτα τὰς θύρας ἀνοίξαντες, καὶ τοῦ χώματος ἀνασπάσαντες, ἀπιέναι παραντίκ̔??ʼ

1421
ἑ̓??ʼελευον. Ἀλλὰ κατ̓ αὐτὸν τὸν καιρὸν πράκτορες ἀφίκοντο, τὰς εἰσφορὰς ἐκτιννύειν καταναγκάζοντες: καὶ τοὺς μὲν ἐδέσμουν, τοὺς δὲ ᾐκίζοντο. Ἀλλ̓ ὁ θεῖος ἐκεῖνος ἀνὴρ, οὐδενὸς ἐκείνων τῶν εἰς αὐτὸν γεγενημένων ἀναμνησθεὶς, τὸν δὲ Δεσπότην μιμούμενος, ὃς τῷ σταυρῷ προσηλωμένος τῶν τοῦτο δεδρακότων ἐκήδετο, τοὺς πράκτορας ἐκείνους ἱκέτευεν ἡμέρως ποιεῖσθαι τὴν εἴσπραξιν. Ἐπεὶ δὲ καὶ ἐγγυητὰς ἐπεζήτησαν, ἐθελοντὶ τὴν πρόσκλησιν ὑπεδέξατο, καὶ χρυσίνους ἑκατὸν μετ̓ ὀλίγας δώσειν ἡμέρας ὑπέσχετο.

Ὑπεραγασθέντες δὲ οἱ τὰ δεινὰ ἐκεῖνα ἐργασάμενοι τῆς φιλανθρωπίας τὸν ἄνδρα, αἰτοῦσι μὲν ὑπὲρ τῶν τετολμημένων συγγνώμην, προστάτην δὲ αὐτὸν γενέσθαι παρακαλοῦσιν. Οὐ γὰρ εἶχεν ἡ κῴμη δεσπότην: αὐτοὶ δὲ ἦσαν καὶ γεωργοὶ, καὶ δεσπόται. Τοὺς μὲν οὖν ἑκατὸν χρυσίνους ἀφικόμενος εἰς τὴν πόλιν: Ἔμισα δὲ ἦν αὕτη: καὶ γνωρίμους τινὰς εὑρὼν, ποιεῖται δάνεισμα. Εἶτα τὴν κώμην καταλαβὼν, κατὰ τὴν κυρίαν πληροῖ τὴν ὑπόσχεσιν. Ταύτην αὐτοῦ τὴν σπουδὴν θεασάμενοι, σπουδαιοτέραν προσφέρουσιν αὐτῷ τὴν παράκλησιν. Τοῦ δὲ τοῦτο δρᾷν ὑποσχομένου, εἰ ἐκκλησίαν οἰκοδομεῖν ἐπαγγείλαιντο, εὐθὺς ἐπιχειρεῖν ἱκέτευον: καὶ περιῆγον τὸν μακάριον ἄνδρα, τοὺς ἐπιτηδειοτέρους τόπους ἐπιδεικνύντες. Καὶ ὁ μὲν τοῦτον, ὁ δὲ ἐκεῖνον ἐπῄνει: προελόμενος δὲ τὸν ἀμείνω, καὶ τὰ θεμέλια καταπήξας, ὲν ὀλίγῳ χρόνῳ τὸν ὄροφον ἐπιτέθεικε. Καὶ τῆς οἰκοδομίας δεξαμένης τὸ πέρας, ἱερέα δέξασθαι παρηγγύα. Ἐπεὶ δὲ ἔλεγον ὡς ἕτερον οὐκ ἂν ἕλοιντο, αὐτὸν δὲ καὶ πατέρα καὶ ποιμένα λαβεῖν ἱκέτευον, δέχεται τῆς ἱερωσύνης τὴν χάριν. Καὶ τρία συγγενόμενος αὐτοῖς ἔτη, καὶ πρὸς τὰ θεῖα ποδηγήσας καλῶς, ἕτερον ἀντ̓ αὐτοῦ τῶν συνόντων προβληθῆναι παρασκευάσας, πάλιν τὸ μοναχικὸν κατέλαβε καταγώγιον. Καὶ ἵνα μὴ πάντα τὰ ἐκείνου διηγούμενος μακρὸν ἐργάσωμαι τὸ διήγημα, ὲν τούτοις διαλάμψας, τὴν Κάρων ὑποδέχεται προεδρίαν. Πόλις δὲ αὕτη τῆς δυσσεβείας περικειμένη τὴν μέθην, καὶ τῇ τῶν δαιμόνων ἑαυτὴν ἐκδεδωκυῖα βακχείᾳ. Ἀλλὰ τῆς τούτου γεωργίας ἀξιωθεῖσα, καὶ τῆς αὐτοῦ διδασκαλίας δεξαμένη τὸ πῦρ, τῶν μὲν προτέρων ἀκανθῶν ἐλευθέρα διέμεινε, κομᾷ δὲ νῦν τοῖς ληΐοις τοῦ Πνεύματος, ἀσταχύων ὡρίμων τῷ Θεῷ προσφέρουσα δράγματα.

Αλλ̓ οὐκ ἀπόνως ὁ θεῖος ἀνὴρ τὴν θείαν ταύτην γεωργίαν εἰργάσατο: πόνοις δὲ μυρίοις χρησάμενος, καὶ τῶν τὰ σώματα θεραπεύειν πεπιστευμένων τὴν τέχνην μιμούμενος, τὰ μὲν παρακλήσει γλυκαίνων, τὰ δὲ τοῖς αὐστηροτέροις ἐπ̔??ʼστύφων φαρμάκοις, ἔστι δὲ ὅπου καὶ τέμνων, καὶ καίων, τὴν ὑγείαν εἰργάσατο.

Τῇ δὲ διδασκαλίᾳ, καὶ τῇ ἄλλῃ ἐπιμελείᾳ, καὶ αἱ τοῦ βίου λαμπηδόνες συνηγόρουν. Ἐκείναις γὰρ φωτιζόμενοι, καὶ τῶν λεγομένων ὑπήκουον, καὶ ἄσμενοι τὰ δρώμενα κατεδέχοντο. Πάντα γὰρ τῆς προεδρίας τὸν χρόνον, περιττὸς μὲν ἦν αὐτῷ ὁ ἄρτος, περιττὸν δὲ τὸ ὕδωρ, ἄχρηστος δὲ ἡ κλίνη, περιττὴ δὲ ἡ τοῦ πυρὸς χρεία. Τεσσαράκοντα μὲν γὰρ νύκτωρ τὰς ἀντιφθεγγομένας ὑμνῳδίας ἐπλήρου, τῶν διὰ μέσου γινομένων προσευχῶν διπλασιάζων τὸ μέτρον: τὸ δὲ λειπόμενον τῆς νυκτὸς ἐπὶ θρόνου καθῆστο, βραχύ τι διαναπαύεσθαι παραχωρῶν ταῖς βλεφάροις.

Ὅτι μὲν οὖν οὐκ ἐπ̓ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος,

1424
ἔφη μὲν Μωϋσῆς ὁ νομοθέτης, ἀπεμνημόνευσε δὲ ταυτησὶ τῆς φωνῆς ὁ Δεσπότης, τοῦ διαβόλου τὴν πρόσκλησιν παραιτούμενος. Ὅτι δὲ καὶ ἅνευ ὕδατος διαβιῶναι τῶν δυνατῶν, οὐδαμοῦ τῆς θείας Γραφῆς ἐπαιδεύθημεν. Καὶ γὰρ ὁ τοσοῦτος Ἠλίας πρῶτον μὲν ἀπὸ τοῦ χειμάῤῥου τὴν χρείαν ἐπλήρου: ἔπειτα δὲ ἐπὶ τὴν Σαραφθίαν χήραν παραγενόμενος, ὕδωρ αὐτῷ πρῶτον κομισθῆναι προσέταξεν, εἶθ̓ οὕτω τὸν ἄρτον ἐπήγγειλεν. Ἀλλ̓ ὁ θαυμαστὸς οὗτος ἀνὴρ, οὔτε ἄρτου κατὰ τὸν τῆς ἀρχιερωσύνης μετέλαβε χρόνον, οὔτε ὀσπρίων, οὔτε λαχάνων ὁμιλησάντων πυρὶ, οὐχ ὕδατος, ὃ τῶν τεττάρων στοιχείων πρῶτον παρὰ τοῖς τὰ τοιαῦτα δεινοῖς εἶναι δόξασιν ἐνομίσθη διὰ τὴν χρείαν: ἀλλὰ θριδακίνας, καὶ σέρεις, καὶ σέλινα. καὶ ὅσα τοιαῦτα, καὶ τροφὴν ἐποιεῖτο, καὶ πόμα, ἀρτοποιῶν καὶ ὀψοποιῶν περιττὰς ἀποφαίνων τὰς τέχνας. Ἐν δὲ τῇ ὥρᾳ τῆς ὀπώρας, ἐκείνῃ τὴν χρείαν ἐπλήρου: καὶ τούτων δὲ μετὰ τὴν ἑσπερινὴν μετελάμβανε λειτουργίαν. Τοιούτοις δὲ πόνοις κατατήκων τὸ σῶμα, ἄπληστον τοῖς ἄλλοις προσέφερεν ἐπιμέλειαν. Τοῖς γὰρ ἀφικομένοις ξένοις, καὶ στιβὰς ἦν εὐτρεπὴς, καὶ ἄρτοι λαμπροί τε καὶ ἔκκριτοι προσεφέροντο, καὶ οἶνος ἀνθοσμίας, καὶ ἰχθύες, καὶ λάχανα, καὶ τἄλλα ὅσα τούτοις συνέζευκται. Παρεκάθητο δὲ καὶ αὐτὸς μεσημβρίας τοῖς ἑστιωμένοἱ??ʼ, μοίρας ἑκάστῳ τινὰς τῶν παρακειμένων προσφέρων, καὶ τὰς κύλικας πᾶσι διδοὺς καὶ πίνειν παρεγγυῶν: καὶ τὸν ὁμώνυμον ἐκεῖνον μιμούμενος, τὸν πατριάρχην φημὶ, ὅς τοῖ; ξένοις διηκόνει μὲν, οὐ συνειστιᾶτο δέ. Ἐν δὲ ταῖς τῶν ζυγομαχούντων δίκαις διημερεύων. τοὺς μὲν καταλλάττεσθαι ἀλλήλοις ἐνέπειθε: τοὺς δὲ κατηνάγκαζε ταῖς ἡμέροις διδασκαλίαις μὴ πειθομένους ποιεῖν τὸ δίκαιον. Οὐδεὶς δὲ τῶν ἀδίκων θρασύτητι τὸ δίκαιον ἀπῆλθε νενικηκώς. Τῷ γὰρ ἀδικουμένῳ τὴν τοῦ δικαίου μοῖραν ἀεὶ προστιθεὶς ἄμαχον ἐδείκνυ, καὶ τοῦ ἀδικεῖν ἐθέλοντος κρείττονα. Καὶ ἰατρῷ ἀρίστῳ ἐῴκει, τῶν χυμῶν ἀεὶ τὸ πλεονάζον κωλύοντι καὶ τὴν ἰσομετρίαν μηχανωμένῳ ταῖς ὕλαις.

Τούτου καὶ τὴν θέαν ἐπόθησε βασιλεύς: ὑπόπτερος γὰρ ἡ φήμη, πάντα ῥᾳδίως καὶ τὰ καλὰ καὶ τὰ χείρω μηνύουσα: καὶ πρὸς αὐτὸν ἐκάλει, καὶ ἀφικνούμενον ἠσπάζετο, καὶ τὴν ἀγροικικὴν ἐκείνην σισύραν τῆς οἰκίας. ἁλουργίδος τιμιωτέραν ἡγεῖτο. Καὶ ὁ τῶν βασιλίδων δὲ χορὸς, καὶ χειρῶν ἥπτοντο, καὶ γονάτων, καὶ ἱκέτευον ἅνδρα, οὐδὲ ἐπαΐειν τῆς Ἑλλάδος ἐπιστάμενον γλώσσης. Οὕτω καὶ βασιλεῦσι καὶ πᾶσιν ἀνθρώποις αἰδοῦς ἄξιόν ἐστι χρῆμα φιλοσοφία: καὶ τελευτήσαντες δὲ οἱ ταύτης ἐρασταὶ καὶ φροντισταὶ μείζονος εὐκλείας τυγχάνουσι. Καὶ τοῦτο πολλαχόθεν μὲν ἔστι καταμαθεῖν, οὐχ ἤκιστα δὲ καὶ ἐκ τῶν κατὰ τόνδε τὸν θεσπέσιον ἄνθρωπον. Ἐπειδὴ γὰρ ἐτελεύτησε, καὶ τοῦτο ἔμαθεν ὁ βασιλεὺς, ἠβουλήθη μὲν ʽ??ʼν τινι τῶν ἱερῶν αὐτὸν καταθέσθαι σηκῶν. Μαθὼν δὲ ὡς ὅσιον εἵη τοῖς ποιμνίοις ἀποδοθῆναι τοῦ ποιμένος τὸ σῶμα. καὶ αὐτὸς προύπεμπεν ἡγούμενος, καὶ ὁ τῶν βασιλίδων χορὸς ἐφεπόμενος, καὶ ἀρχοντες ἅπαντες, καὶ ἀρχόμενοι, στρατιῶται καὶ ἰδιῶται. Μετὰ ταύτης αὐτὸν τῆς σπουδῆς καὶ ἡ Ἀντιόχου ὑπεδέξατο πόλις, καὶ αἱ μετὰ ταύτην, ἕως εἰς τὸν μέγαν ἐκεῖνον ἀφίκετο ποταμόν. Παρὰ δὲ τοῦ Εὐφράτ̔??ʼυ

1425
τὴν ὄχθην, συνέθεον μὲν ἀστοὶ, συνέθεον δὲ ξένοι, καὶ χωρητικοὶ πάντες, καὶ ὅμοροι δὲ τῆς εὐλογίας ἀπολαύειν ἠπείγοντο: ῥαβδοφόροι δὲ πολλοὶ τῇ κλίνῃ παρείποντο, τοὺς γυμνοῦν τὸ σῶμα τῆς ἐσθῆτος πειρωμένους, καὶ ῥάκια λαμβάνειν ἐκεῖθεν ἐφιεμένους, ὡς παίοντες δεδιττόμενοι. Καὶ ἦν ἀκούειν, τῶν μὲν ψαλλόντων, τῶν δὲ θρηνῳδούντων. Ἡ μὲν γὰρ ὀδυρομένη προστάτην ἐκάλει, ἡ δὲ τροφέα, ἡ δὲ ποιμένα τε καὶ διδάσκαλον: καὶ ὁ μὲν δακρύων πατέρα ὠνόμαζεν, ὁ δὲ ἐπίκουρον καὶ κηδεμόνα. Μετὰ τοιούτων εὐφημιῶν τε καὶ θρήνων τῷ τάφῳ τὸ ἄγιον ἐκεῖνο καὶ ἱερὸν παρέδωκαν σῶμα. Ἐγὼ δὲ θαυμάσας, ὅτι τὴν πολιτείαν ἀμείψας, τὸν βίον οὐ συμμετέβαλεν, οὐδὲ ἀνειμένην ἐν τῇ προεδρίᾳ ἠγάπησε δίαιταν, ἀλλὰ τοὺς ἀσκητικοὺς ἐπηύξησε πόνους, ἐν τῇ τῶν μοναχῶν αὐτὸν ἱστορίᾳ κατέλεξα, καὶ τῆς ἀγαπηθείσης ὑπ̓ αὐτοῦ συμμορίας οὐκ ἐχώρισα, ὡς τῆς ἐντεῦθεν ἐφιέμενος εὐλογίας.

Τοῖς προειρημένοις ἁγίοις προσθήσω καὶ τὸν μέγαν Εὐσέβιον, ὅς οὐ πρὸ πολλοῦ μὲν ἐτελεύτησε χρόνου, πάμπολλα δὲ ἔτη βεβιωκὼς, ἰσόμετρον τῷ χρόνῳ τὸν πόνον ὑπέμεινεν, ἰσόμετρον δὲ τῷ πόνῳ συνέλεξεν ἀρετὴν, πολλαπλάσιον δὲ τὸ ἐντεῦθεν ἀπενέγκατο κέρδος. Ὁ γὰρ Ἀγωνοθέτης τῇ φιλοτιμίᾳ τῶν ἀντιδόσεων ὑπερβαίνει τοὺς ἄθλους. Οὗτος τοίνυν ἄλλοις τὰ πρῶτα τὴν οἰκείαν καταπιστεύσας ἐπιμέλειαν, ἤγετο ᾗ ἃν ἐκεῖνοι ἦγον. Ἅνδρες γὰρ ἦσαν καὶ αὐτοὶ θεῖοι, καὶ τῆς ἀρετῆς ἀθληταί τε καὶ γυμνασταί. Χρόνον δέ τινα τούτοις συνδιατρίψας, καὶ εὖ καὶ καλῶς τῆς φιλοσοφίας τὴν ἐπιστήμην παραλαβὼν, τὸν μονῄρη βίον ἠσπάσατο, καί τινα ῥαχείαν ὅρους καταλαβὼν, ἐπίκειται δὲ αὐτῇ κώμη μεγίστη. Ἀσιχᾶν δὲ αὐτὴν ὀνομάζουσι, θριγκίῳ μόνῳ χρησάμενος, καὶ τοὺς λίθους οὐδὲ πηλῷ συναρμόσας, ὑπαίθριος τὸ λοιπὸν ταλαιπωρῶν διετέλεσε βίον, ἐσθῆτι μὲν δερματίνῃ καλυπτόμενος, ἐρεβίνθοις δὲ καὶ κυάμοις ὕδατι δευομένοις τρεφόμενος. Καὶ ἰσχάδων δὲ ἔστιν ὅτε μετελάμβανεν, ὑπερείδειν τοῦ σώματος τὴν ἀσθένειαν οὕτω πειρώμενος. Καὶ εἰς γῆρας δ̓ ἐλάσας βαθὺ, ὡς καὶ τῶν ὀδόντων τοὺς πλείους ἀποβαλἑ??ʼν, οὕτε τὴν τροφὴν οὔτε τὴν οἴκησιν ἤμειψεν: ἀλλὰ καὶ ἐν χειμῶνι πηγνύμενος, καὶ ἐν θέρει φλεγόμενος, ἔφερε καρτερῶς τὰς ἐναντίας τοῦ ἀέρος ποιότητας, ἐρικνωμένον ί. ἐῤῥυσω- μὲν ἔχων τὸ πρόσωπον, τεταριχευμένα δὲ ἅπαντα τὰ μέλη τοῦ σώματος. Οὕτω δὲ τοῖς πολλοῖς πόνοις τὸ σῶμα κατεδαπάνησεν, ὡς μηδὲ τὴν ζώνην ἐπὶ τῆς ἰξύος μένειν, ἀλλ̓ ἐπὶ τὰ κάτω χωρεῖν. Οὐ γὰρ ἦν ὅ τι κωλύσειε, κατηνάλωντο δὲ καὶ γλουτοὶ, καὶ ἰσχία, καὶ παρεῖχον τῇ ζώνῃ ῥᾳδίαν τὴν ἐπὶ τὰ κάτω φοράν. Τοιγάρτοι τῷ χιτῶνι τήν ζώνην προσέῤῥαψεν, οὕτω τὴν στάσιν αὐτῇ σοφισάμενος. Κομιδῆ δὲ αὐτὸν ἀπέκναιεν ἠ πρὸς τοὺς πολλοὺς ὁμιλία: τ̔??ʼν θείαν γὰρ διηνεκῶς φανταζόμενος θεωρίαν, ἕλκειν ἐκεῖθεν οὐκ ἐβούλετο τὴν διάνοιαν. Ἀλλ̓ ὅμως καὶ θερμὸν ἔχων οὕτω τὸν ἔρωτα, ὀλίγοις τῶν γνωρίμων ἀποφράττειν τὴν θύραν καὶ εἴσω διαβαίνειν ἐπέτρεπε: καὶ τὴν

1428
ἀπὸ τῶν θείων λογίων διδασκαλίαν προσφέρων, πάλιν ἀπιόντας ἐκέλευε τῇ θύρᾳ τὸν πηλὸν ἐπιθεῖναι.

Καὶ τὴν πρὸς τοὺς ὀλίγους δὲ συντυχίαν φυγεῖν ἅμεινον ἡγησάμενος, ἀπετείχισε τὴν εἴσοδον παντελῶς, τῇ θύρᾳ ἐκείνῃ λίθον μέγιστον συναρμόσας.

Διά τινος δὲ ὀρύγματος ὀλίγοις τῶν συνήθων διελέγετο μὲν, οὐχ ἑωρᾶτο δέ: οὕτω γὰρ ἐμεμηχάνητο: ἐκεῖθεν δὲ εἰσεδέχετο καὶ τὴν ὀλίγην ἐκείνην τροφήν.

Πάλιν δὲ τὴν πρὸς ἅπαντας ἀπαγορεύσας διάλεξιν, ἐμὲ μόνον τῆς γλυκείας ἐκείνης καὶ Θεῷ φίλης ἠξίου φωνῆς: καὶ ἀπιέναι βουλόμενον ἐπιπλεῖστον κατεῖχε περὶ τῶν οὐρανίων πραγμάτων διαλεγόμενος. Πολλῶν δὲ πρὸς αὐτὸν ἀφικνουμένων, καὶ τῆς εὐλογίας ἀπαιτούντων τὸ δῶρον, σφόδρα τοῦτον δυσχεράνας τὸν θόρυβον, οὔτε τὸ γῆρας εἰς νοῦν λαβὼν, οὔτε τὴν ἐπικειμένην ἀσθένειαν λογισάμενος, ὑπερβαίνει τὸ θριγκίον, οὐκ εὐεπίβατον ὄν οὐδὲ τοῖς μάλα σφριγῶσι: καὶ τὴν πελάζουσαν τῶν ἀσκητῶν καταλαβὼν συμμορίαν, θριγκίῳ πάλιν σμικρῷ παρὰ τὴν τοῦ τοίχου γωνίαν χρησάμενος, μετὰ τῶν συνήθων ἠγωνίζετο πόνων. Ὁ δὲ ταύτης προστατεύων τῆς ποίμνης, ἀνὴρ πάσης μεστὸς ὢν ἀρετῆς, ἰσχάσιν αὐτὸν ἔφη πεντεκαίδεκα χρησάμενον, τὰς ἑπτὰ τῆς ἁγίας νηστείας διελθεῖν ἑβδομάδας. Καὶ τοῦτον ἠγωνίσατο τὸν ἀγῶνα πλείονα μὲν ἣ ἐννενήκοντα ἔτη βεβιωκὼς, ἀσθενείᾳ δὲ δυσδιηγήτῳ τετρυχωμένος, ἀλλὰ τῆς ἀσθενείας ἦν κρείττων ἡ προθυμία, καὶ ὁ θεῖος πόθος εὐμαρῆ πάντα διεδείκνυ καὶ ῥᾴδια. Τούτοις καὶ οὗτος τοῖς ἱδρῶσι περιῤῥεόμενος, κατέλαβε τοῦ δρόμου τὴν νύσσαν, καὶ τὸν ἀγωνοθέτην ὁρῶν, καὶ τοὺς στεφάνους ποθῶν. Ἐγὼ δὲ τῆς πρεσβείας ἐκείνης τυχεῖν ἀξιῶ, ἧς ἔτι περιόντος ἀπήλαυον.

Ζῇν γὰρ αὐτὸν πιστεύω, καὶ καθαρωτέραν ἔχειν πρὸς τὸν Θεὸν παῤῥησίαν.