Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

>οὔτω γὰρ τοῦ τε τῆς πίστεως συμφωνηθέντος λόγου καὶ τῆς Χρι- >στιανικῆς κυρωθείσης ἐν ἡμῖν ἀγάπης, παυσόμεθα λέγοντες τὸ παρὰ >τῶν ἀποστόλων κατεγνωσμένον· »ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ >Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ«, πάντες δὲ Χριστοῦ φανέντες, ὃς ἐν >ἡμῖν οὐ μεμέρισται, θεοῦ καταξιοῦντος, ἄσχιστον τὸ σῶμα τῆς >ἐκκλησίας τηρήσομεν καὶ τῷ βήματι τοῦ κυρίου μετὰ παρρησίας >παραστησόμεθα.«

Ταῦτα κατά τε τῆς Ἀρείου καὶ Ἀετίου καὶ Εὐνομίου μανίας, καὶ μέντοι καὶ κατὰ Σαβελλίου καὶ Φωτεινοῦ καὶ Μαρκέλλου, Παύλου τε τοῦ Σαμοσατέως καὶ Μακεδονίου γεγράφασιν. ὡσαύτως δὲ καὶ τὴν Ἀπολιναρίου καινοτομίαν προφανῶς ἀπεκήρυξαν εἰρηκότες· καὶ τὸν τῆς ἐνανθρωπήσεως δὲ τοῦ κυρίου λόγον ἀδιάστροφον σώζομεν, οὔτε ἄψυχον οὔτε ἄνουν ἢ ἀτελῆ τὴν τῆς σαρκὸς οἰκονομίαν παραδεχό- μενοι«.

[*](11 vgl. I Kor. 14, 12 — 15/16 I Kor. 1, 12 — 17 ι Kor. 1, 13 — 17/18 vgl. I Thess. 5, 23 — 18/19 Rom. 14, 10 — 23—26 ob. S. 292, 22—S. 292, 22—S. 293, 1)[*](B4 V F HN (a) + GS (s) = r AL (y) W)[*](1 ἐχειροτόνησαν — ἐκκλησίας > s ι 2 τιμησάσης] τιμήσαντες F ι 7 χρόνοισ Β4 temporibus Cass. τόποις VFryW, schwer zu entscheiden, da Cyiillus auch βer Jerusalem gewirkt hat, s. ob. S. 157, 21 f ι 10 καταστέλλοντος] καταγελῶντοσ V, per quem . . removetiir Cass. ι 12 ποιοῦντος B4W ποιούσησ VFry ι συνηθείας Β4FrW συμπαθείας Vy, nicht übersetzt von Cass. ι 16 ἀπολλῶ B4VS ἀπολλῶ die übr. HSS 1 17 θεοῦ] θεοῦ γὰρ B4 ι 20 καὶ Ἀετίου = Cass. > n ι 21 κατὰ > B4, contra Cass. ι 22 γεγράφασιν B4VW γεγραφήκασιν Fry ι 23 ἀπολλιναρίου Β4 ι 25/26 παραδεχόμενοι A)
295

Καὶ Δάμασος δὲ ὁ πανεύφημος, ταύτην μαθὼν ἀναφυεῖσαν τὴν αἵρεσιν, οὐκ Ἀπολινάριον μόνον ἀλλὰ καὶ Τιμόθεον τὸν ἐκείνου γε φοιτητὴν καθελὼν ἀπεκήρυξε· καὶ τοῦτο τοῖς τὴν Κῴαν ἰθύνουσιν ἐπισκόποις διὰ γραμμάτων δεδήλωκεν, ἅπερ ἐνθεῖναι τῇ συγγραφῇ νενόμικα χρήσιμον.

  • »Ἐπιστολὴ Δαμάσου ἐπισκόπου Ῥώμης.
  • >Ὅτι τῇ ἀποστολικῇ καθέδρᾳ τὴν ὀφειλομένην αἰδῶ ἡ ἀγάπη >ὑμῶν ἀπονέμει, ἑαυτοῖς τὸ πλεῖστον παρέχεσθε, υἱοὶ τιμιώτατοι >καὶ γὰρ εἰ τὰ μάλιστα ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ, ἐν ᾖ ὁ ἅγιος ἀπόστολος >καθεζόμενος ἐδίδαξε πῶς προσήκει ἡμᾶς τοὺς οἴακας ἰθύνειν οὓς >ἀνεδεξάμεθα, ὅμως ὁμολογοῦμεν ἑαυτοὺς ἐλάττονας εἶναι τῆς τιμῆς.