Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

τότε δὴ οὖν οὗτοι πάντες τῶν Αἰγυπτίων σφὰς αὐτοὺς ἀποκρίναντες, οὑν τῷ μεγάλω, Γρηγορίῳ τὰς πανηγύρεις ἐπετέλουν τὰς θείας.

Ο δὲ θεῖος παρεκάλει Γρηγόριος συμφωνίας πέρι συνηθροισμένους τὴν πρὸς ἀλλήλοις ὁμόνοιαν προτιμῆσαι τῆς ἑνὸς ἀνδρός ἀδικίας, »ἐγώ τε γάρ«, ἔφη,

»τῶν πλειόνων φροντίδων ἀπαλλαγεὶς τὴν ἐμοὶ φίλην ἀπολήψομαι ἡσυχίαν, καὶ ὑμεῖς τὴν τριπόθητον εἰρήνην μετὰ τὸν μακρὸν ἐκεῖνον καὶ χαλεπὸν ἀπολήψεσθε πόλεμον. τῶν γὰρ λίαν ἀτοπωτάτων ἄρτι τῶν πολεμικῶν ἀπαλλαγέντας βελῶν ἀλλήλους βάλλειν καὶ τὴν οἰκείαν ἀναλίσκειν ἰσχύν· ἐπίχαρτοι γὰρ οὕτω τοῖς δυσμενέσιν ἐσόμεθα. ἄνδρα δὴ οὖν ἐπιζητήσαντες ἀξιέπαινον καὶ νοῦν ἔχοντα τῶν φροντίδων τὸ πλῆθος καὶ δέξασθαι καὶ εὑ διαθεῖναι δυνάμενον ἀρχιερέα προβάλλεσθε.«

ταύταις οἱ ἄριστοι ποιμένες ταῖς ὑποθήκαις πεισθέντες, Νεκτάριον, εὐπατρίδην ἄνδρα καὶ περιφανείᾳ γένους κοσμούμενον καὶ τοῖς τῆς ἀρετῆς εἴδεσι λαμπρυνόμενον, ἐπίσκοπον τῆς μεγίστης ἐκείνης ἐχειροτόνησαν πόλεως· τὸν δὲ Μάξιμον, ὡς τῆς ’Απολιναρίου φρενοβλαβείας μετειληχότα, τῆς ἀρχιερατικῆς ἀξίας γυμνώσαντες ἀπεκήρυξαν.

καὶ κανόνας δὲ περὶ τῆς ἐκκλησιαστικῆς γράψαντες εὐκοσμίας καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν βεβαίαν μένειν διαγορεύσαντες, εἰς τὰς οἰκείας ἐπανῆλθον πατρίδας.

Τοῦ δὲ ἐπιγενομένου θέρους εἰς ἐκείνην αὖθις τὴν πόλιν οἱ τούτων τούτων παραγενόμενοι ἐκκλησιαστικαὶ γὰρ αὐτοὺς πάλιν συνεκάλεσαν χρεῖαι) συνοδικὴν ἐπιστολὴν τῶν τῆς Ἐσπέρας ἐπισκότων ἐδέξαντο εἰς τὴν Ῥώμην αὐτοὺς αὐτοὺς προτρέπουσαν, ὡς συνόδου μεγίστης αὐτόθι συγκροτουμένης.

ἀλλὰ τὴν μὲν ἀποδημίαν παρῃτήσαντο, ὡς οὐδὲν ἔχουσαν κέρδος· ἐπέστειλαν δὲ τόν τε κλύ’ [*](8—15 vgl. Gregor. Nazianz. Orat. XLII 20—24 —16 18 vgl. Socrat. V 8, 12. Sozomen. VII 8. unt. S. 293, 17 f —18 —22 Mansi III 557 f — 26 f vgl. unt. S. 290, 22 f?) [*](Β4 V F HN (n) + GS (s) = r AL (y)) [*](1 ὁ1 > A I ἐδέσησ VFrL ι 2 τῶν > ryι nach Ἱεροσολύμων + ἐπίσκοποσ s I 3 βίῳ καὶ λόγῳ ~ Β4 ι κοσμούμενοι V ι 4 σφᾶς Β4 1 6 περὶ συμφωνίας ~ ry ι 10 ἀπολήψασθαι V ι 11 πολεμίων πολεμίων s ι 12 ούτοι ι 15 προβάλεσθε VS ι 17 καὶ τοῖς — 18 λαμπρυνόμενον > L 19 ἀπολλιναρίου B4 ι 20 ἀπογυμνώσαντεσ s ι καὶ As ι 21/22 ἐν νικαία πίστιν B4 πίστιν ἐν νικαία VFry)

289
δωνα τὸν κατὰ τῶν ἐκκλησιῶν ἐπαναστάντα σημαίνοντες καὶ τὴν γεγενημένην αὐτῶν ἀμέλειαν αἰνιττόμενοι, ἐν κεφαλαίῳ δὲ καὶ τὸ γεγενημένην τοῖς γράμμασιν ἐνέθηκαν φρόνημα. σαφέστερον δὲ τὴν τῶν γεγραφότων ἀνδρείαν τε καὶ σοφίαν αὐτὰ δηλώσει τὰ γράμματα.

»Κυρίοις τιμιωτάτοις καὶ εὐλαβεστάτοις ἀδελφοῖς καὶ συλλει- τουργοῖς, Δαμάσω, Ἀμβροσίῳ, Βρίττωνι, Οὐαλεριανῷ, Ἀχολίῳ, >Ἀνεμίῳ, Βασιλείῳ καὶ τοῖς λοιποῖς ἁγίοις ἐπισκόποις τοῖς >λυθόσιν ἐν τῇ μεγαλοπόλει Ῥώμῃ, ἡ ἁγία σύνοδος τῶν >ἐπισκόπων τῶν συνεληλυθότων ἐν τῇ μεγαλοπόλει >πόλει, ἐν κυρίῳ χαίρειν.

>Τὸ μὲν ὡς ἀγνοοῦσαν διδάσκειν τὴν ὑμετέραν εὐλάβειαν καὶ δι- >ηγεῖσθαι τῶν παθημάτων τὸ πλῆθος τῶν ἐπαχθέντων ἡμῖν >τῆς τῶν Ἀρειανῶν δυναστείας, περιττὸν ἴσως.

οὔτε γὰρ οὕτω πάρ- >εργον τὰ καθ’ ἡμὰς κρίνειν τὴν ὑμετέραν ἡγούμεθα θεοσέβειαν >δεῖσθαι τοῦ μαθεῖν ταῦτα οἷς ἐχρῆν συναλγεῖν, οὔτε τοιοῦτοί >οἱ περισχόντες ἡμᾶς χειμῶνες ὡς λανθάνειν ὑπὸ σμικρότητος· ὅ >χρόνος τῶν διωγμῶν νεαρός, ἔναυλον ἔτι φυλάττων τὴν μνήμην >τοῖς πεπονθόσι μόνον, ἀλλὰ καὶ τοῖς δι’ ἀγάπην τὰ τῶν >των οἰκειουμένοις.

χθὲς γὰρ ὡς εἰπεῖν ἔτι καὶ πρώην οἱ μὲν τῶν >τῆς ἐξορίας λυθέντες δεσμῶν εἰς τὰς ἑαυτῶν ἐκκλησίας διὰ >ἐπανήκασι θλίψεων, τῶν δὲ καὶ τελειωθέντων ἐν ταῖς ἐξορίαις ἐπανε- >κομίσθη τὰ λείψανα.