Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

βαρβάρων, καταλιπὼν τὴν Ἰταλίαν εἰς τὴν Πανονίαν ἀφίκετο. κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν Θεοδόσιος διό τε τὴν τῶν προγόνων περιφάνειαν καὶ διὰ τὴν οἰκείαν ἀνδρείαν ὀνομαστότατος ἢν, καὶ τούτου χάριν ὑπὸ τοῦ φθόνου τῶν ὁμοτίμων τε καὶ ὁμοφύλων βαλλόμενος ἐν ταῖς Σπανίαις διέτριβεν· ἐν ἐκείναις γὰρ ἔφυ τε καὶ ἐτράφη. ἀπορῶν δὴ οὖν ὁ βασιλεὺς ὅ τι χρὴ δρᾶσαι φυσηθέντες γὰρ ἐκ τῆς νίκης οἱ βάρβαροι δύσμαχοι ἦσάν τε καὶ ἐδόκουν), τὴν Θεοδοσίου στρατηγίαν λύσιν ὑπέλαβε τῶν κακῶν.

αὐτίκα δὴ οὑν ἐκ τῶν Σπανιῶν τὸν ἄνδρα μεταπεμψάμενος καὶ στρατηγὸν χειροτονήσας, μετὰ τῆς συνειλεγμένης ἐξέπεμψε στρατιᾶς. ὁ δὲ τῇ πίστει φραξάμενος θαρσαλέως ἐξώρμησε· καὶ τῆς Θρᾴκης ἐπιβὰς καὶ τοὺς βαρβάρους θεασάμενος ὁμόσε χωροῦντας, ἔταξε τὴν στρατιὰν ὡς εἰς μάχην. ἁψιμαχίας δὲ γενομένης, οὐκ ἐνεγκόντες ἐκεῖνοι τὴν ἐμβολὴν τὴν τάξιν κατέλιπον.

τῆς δὲ τροπῆς γενομένης, οἱ μὲν ἔφευγον, οἱ δὲ κατὰ κράτος ἐδίωκον. πολὺς δὲ φόνος τῶν βαρβάρων ἐγένετο· οὐ μόνον γὰρ ὑπὸ Ῥωμαίων ἀλλὰ καὶ ὑπ’ ἀλλήλων ἐκτείνοντο.

οὕτω δὲ τῶν πλείστων ἀναιρεθέντων, ὀλίγων δὲ τῶν λαθεῖν δυνηθέντων διαβάντων τὸν Ἴστρον, εὐθὺς ὁ ἄριστος στρατηγός, ἣν εἶχε στρατιὰν ἐν ταῖς πελαζούσαις πόλεσι διελών, αὐτὸς πρὸς τὸν βασιλέα Γρατιανὸν [*](7—11 vgl. Georg. Mon. 562, 17—23 —11 — S. 285, 21 vgl. Zonar. XIII 17, 9 f S. 83, 6. Georg. Mon. 563, 616 * 4—23 Symeon. Vita Ambrosii 7—9 —4 S. 286, 17 Cass. IX 285, 21 Niceph. H. Ε. XII 1) [*](Β4 V F HN (n) + GS (s) = r AL (y)) [*](1 τὸ Β4F Nic. > Vry 1 nach ἐν + τῆ A ι 4 Γρατιανὸς: ἑ am Rand r ι 5 τὸν > s ι Οὐάλεντα Vr ι 6 Πανονίαν = Symeon] πανννίαν πανν am Zeilenende) V παρωνίαν B4 poeniam Cass. Cod. L ι 7 εݲ am Rand VFy ι 9 ὑπὸ τῶν ὁμοτίμων φθόνω s ι τε τε > V) καὶ ὁμοφύλων Β4V > Fry Nic. Symeon, invidia similium iudicum fatigatus Cass.; vielleicht eine Spur der Wörter bei Nic.:ݲ ἄνδρα εὐγενῆ τε καὶ περιώνυμον ἐν ταῖς στρατηγίαις, καὶ ὑπὲρ τῶν ὁμοφύλων μάχαις ἀγωνισάμενον ι 10 Σπανίαις = Symeon] ἱσπανίαισ Fy Nic. ι 14 σπανίων Β4 ἱσπανιῶν VFy ι 16 θαρραλέως n ι 17 ὡς aus εἰσ’ corr. A ι 18 εἰσβολὴν L ι 19 ἔφυγον r, fufjiebant Cass. ι 24 πλησιαζούσαισ L)

285
κατὰ τάχος ἐλαύνων ἀφίκετο, τῶν οἰκείων τροπαίων γενόμενος ἄγγελος.

καὶ πιστὰ μὲν λέγειν οὐδὲ αὐτῷ ἐδόκει τῷ βασιλεῖ, ὑπερεκπληττομένῳ τὸ γεγονός· οἱ δὲ ταῖς ἀκίσι τοῦ φθόνου βαλλόμενοι καὶ πεφευγέναι αὐτὸν ἔλεγον καὶ διεφθαρκέναι τὴν στρατιάν. ὁ δὲ τοὺς ἀντιτεταγμένους ἐξῄτησεν ἀποστεῖλαι καὶ γνῶναι τῶν ἀνῃρημένων βαρβάρων τὸ πλῆθος.

ῥᾴδιον δὲ ἴφη καὶ ἀπὸ τῶν σκύλων ἐπιγνῶναι τὸν ἀριθμόν. τούτοις εἴξας τοῖς λόγοις ὁ βασιλεὺς ἀπέστειλε τοὺς ὀψομένους τὰ πεπραγμένα καὶ ταῦτα μηνύσοντας.

Ὁ δὲ ἄριστος στρατηγὸς αὐτόθι μείνας ὄψιν εἶδε θεσπεσίαν τινὰ καὶ παρ’ αὐτοῦ σαφῶς αὐτῷ δειχθεῖσαν τοῦ τῶν ὅλων θεοῦ ἐδόκει γὰρ ὁρᾶν τὸν θεῖον Μελέτιον, τῆς ’Αντιοχέων ἐκκλησίας τὸν πρόεδρον, χλανίδα τε αὐτῷ περιτιθέντα βασιλικὴν καὶ παραπλησίῳ στεφάνῳ κοσμοῦντα τὴν κεφαλήν.

ταῦτα νύκτωρ ἰδὼν ἐμήνυσεν ἕωθεν τῶν συνήθων τινί. ὁ δὲ σαφὲς εἶναι τὸ ἐνύπνιον ἔφη καὶ μηδὲν αἰνιγματῶδες μηδὲ ἀμφίβολον ἔχειν. ὀλίγων δὲ ἄγαν διελθουσῶν ἡμερῶν, ἐπανῆλθον μὲν τῶν πεπραγμένων οἱ ἔφοροι, καὶ κατηκοντίσθαι τὰς πολλὰς τῶν βαρβάρων ἔφησαν μυριάδας.

πεισθεὶς δὲ ὁ βασιλεύς, ὡς ἄριστα ψηφισάμενος αὐτὸν στρατηγόν, βασιλέα κεχειροτόνηκε καὶ τῆς Βάλεντος μοίρας τὰ σκῆπτρα παρέδωκε. καὶ αὐτὸς μὲν ἐπὶ τὴν Ἱταλίαν ἐξώρμησεν, ἐκεῖνον δὲ εἰς τὴν δοθεῖσαν ἡγεμονίαν ἐξέπεμψεν.

Εὖθύς δὴ οὖν τὴν βασιλείαν παραλαβὼν τῆς τῶν ἐκκλησιῶν [*]([ ζ΄]) πρὸ τῶν ἄλλων συμφωνίας ἐπεμελήθη, καὶ τοὺς τῆς οἰκείας ἠγεμονίας ἐπισκόπους εἰς τὴν Κωνσταντινούπολιν δραμεῖν παρηγγύησεν.