Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ τὸν οἰκεῖον γὰρ ἐξήλου δεσπότην, ὃ, περὶ τῶν ἐσταυρωκότων ἔφη· »πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι«, καὶ τὸν ὁμόδουλον Στέφανον μετὰ τὰς πολλὰς τῶν λίθων νιφάδας βοήσαντα· κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην«. τοιοῦτον μετὰ τοὺς παντοδαποὺς [*](1—5 vgl. Theodoret. Relig. Histor. 3 PG 82, 1332 B —5 —11 vgl. ob. IV 21/22 Luk. 23, 34 — 23 /24 Act. 7, 60. vgl. unt. S. 289, 24 f) [*](* 1—19 Theophan. 67, 6. Exe. Bar. f. 221v —16 —24 Synax. Β4 Y F ΗΝ(n) +GSP [P bis κεχειροτονηκέωαι](s) = r AL (y)) [*](1 Ὁ δὲ: δݲ am Rand Fry ι 3 θεύδωτον A ι 4 ἅπαντες > V Χαλκίδος = Nic.] χαλκηδόνος n, Chalcide Cass. ι κύρρου s, zweites ρ expungiert in Ρ I 7 ἀντίνω A ι 8 ἐδέσησ VNsL ι 9 ἤδη > F, iam Cass. ι ἐδέξατο n ι 10 τὸν = Nic. > s, ausradiert V ι 12 τῇ Δολίχῃ] τῆι δολίχηι V τῇ Δολίχνῃ Nic. δολιχὴ Theophan. Cod. b (aber δολιχὴ Exe. Bar. δολικῆ Codd. fhmx δωλικῆ Cod. gi I μικρὰ Β4 I 13 καιροῖ Β4 τοῦ καιροῦ YFry; vgl. S. 206, 8 ι κατειλήφει V 14 ἀρετῆς B4VF Nic. ἀρετῶν ry, vgl. S, 146, 20; 155, 8; 288, 17 ι 15 ὁ μέγας Εὐσέβιος > VF ι 16 δολιχὴν Y δολίχνην Nic. ι 17 τέγουσ B4 ι 18 | 19 μετέπεμψεν Β4 ι 19 ὅρκοις = Cass. > s ι 20 δράσασαν = Nic.] πράξασαν V ι 22 ὀμόδουλον A ι 24 τοιοῦτον Β4VF τοιοῦτο ny τοῦτο s Nic., hoc hoc ergo modo Cass.)

284
ἀγῶνας ὁ μέγας Εὐσέβιος ἐδέξατο τὸ τέλος· καὶ τοὺς ἐν Θρᾀκῃ βαρβάρους διαφυγών, τὰς τῶν δυσσεβῶν αἱρετικῶν οὐ διέφυγε χεῖρας, ἀλλὰ δι’ ἐκείνων τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο.

ταῦτα μὲν οὑν μετὰ τὴν ἐπάνοδον τῶν ἐπισκόπων ἐγένετο. Γρατιανὸς δὲ τὴν Θρᾀκην δῃουμένην μαθὼν ὑπὸ τῶν τὸν Βάλεντα κεκαυκότων

βαρβάρων, καταλιπὼν τὴν Ἰταλίαν εἰς τὴν Πανονίαν ἀφίκετο. κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν Θεοδόσιος διό τε τὴν τῶν προγόνων περιφάνειαν καὶ διὰ τὴν οἰκείαν ἀνδρείαν ὀνομαστότατος ἢν, καὶ τούτου χάριν ὑπὸ τοῦ φθόνου τῶν ὁμοτίμων τε καὶ ὁμοφύλων βαλλόμενος ἐν ταῖς Σπανίαις διέτριβεν· ἐν ἐκείναις γὰρ ἔφυ τε καὶ ἐτράφη. ἀπορῶν δὴ οὖν ὁ βασιλεὺς ὅ τι χρὴ δρᾶσαι φυσηθέντες γὰρ ἐκ τῆς νίκης οἱ βάρβαροι δύσμαχοι ἦσάν τε καὶ ἐδόκουν), τὴν Θεοδοσίου στρατηγίαν λύσιν ὑπέλαβε τῶν κακῶν.

αὐτίκα δὴ οὑν ἐκ τῶν Σπανιῶν τὸν ἄνδρα μεταπεμψάμενος καὶ στρατηγὸν χειροτονήσας, μετὰ τῆς συνειλεγμένης ἐξέπεμψε στρατιᾶς. ὁ δὲ τῇ πίστει φραξάμενος θαρσαλέως ἐξώρμησε· καὶ τῆς Θρᾴκης ἐπιβὰς καὶ τοὺς βαρβάρους θεασάμενος ὁμόσε χωροῦντας, ἔταξε τὴν στρατιὰν ὡς εἰς μάχην. ἁψιμαχίας δὲ γενομένης, οὐκ ἐνεγκόντες ἐκεῖνοι τὴν ἐμβολὴν τὴν τάξιν κατέλιπον.