Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ ἄλλας δὲ τούτων χαλεπωτέρας ἐπενόησαν τιμωρίας, τὸν τῆς φύσεως ἀλάστορα καὶ τῆς ἀληθείας πολέμιον διδάσκαλον ἔχοντες. ἀλλ’ οὐκ ἤλεγξαν τῶν ἀθλητῶν τὴν ἀνδρείαν· αὐτόματοι γὰρ ἔτρεχον, τὸν τῆς ἀνωλέθρου ζωῆς πρόξενον λαβεῖν ὀριγνώμενοι θάνατον. δύο δὲ ἢ τριῶν μνησθήσομαι ἵνα διὰ τούτων ἐπιδείξω καὶ τὴν τῶν ἄλλων ἀνδρείαν.

῾Ορμίσδης τις τῶν ἄγαν περιφανῶν παρὰ Πέρσαις ἐτύγχανεν ὥν, ᾿Αχαιμενίδης ἀνήρ, πατέρα ὕπαρχον ἐσχηκώς. τοῦτον Χριστιανὸν εἶναι μεμαθηκὼς ὁ βασιλεὺς ἤγαγέ τε καὶ προσέταξεν ἀρνηθῆναι τὸν σεσωκότα θεόν. ὁ δὲ ἔφη μήτε δίκαια μήτε συμφέροντα προστεταχέναι τὸν βασελέα. »ὁ γάρ τοι παιδευόμενος ῥᾳδίως τοῦ θεοῦ τῶν ὅλων καταφρονεῖν καὶ τοῦτον ἀρνεῖσθαι, ῥᾷον ἂν καὶ βασιλέως καταφρονήσοι·

ἄνθρωπος γὰρ δὴ οὕτος, θνητὴν φύσιν κεκληρωμένος. εἰ δὲ τιμωρίας ἐσχάτης ἄξιος ὁ τὰ σά, ὦ βασιλεῦ, ἀρνούμενος σκῆπτρα, πολλαπλασίων καλάσεων ἀξιώτερος ὁ τὸν τοῦ παντὸς ἀρνούμενος ποιητήν‘, ὁ δὲ βασιλεύς, τὴν τῶν εἰρημένων δέον θαυμάσαι σοφίαν,

[*](* 16—S. 345, 3 Synax. 145, 51)[*](B V [bis 19 σεσω] N + GS s) = r AL (y))[*](1 στεγανὰ = Synax. 145, 45] τε τίνα B, δεσμοῖς τισι στερροτέροις Nie, nicht übersetzt von Cass. ι 2 ἐξήλκον B ι 3 παρασύροντεσ Vry Nie. παρασύραντες B Synax. 145, 46, dimi traltebantiir Cass. ι τἀς BYr Nic. > y ι ἐργάσονται I 4 καταχρήσαντεσ Β ι 4/5 μβῶν μεγάλων Π Cass. μυών καὶ γάλων Synax. 18, 1 573, 53 u. armenisch; ἀγέλας) μυῶν μεγάλας Nie. ι 5 ἐν > Y ι καθήρξαν B ι 7 ἀπὸ σφῶν αὐτῶν ἀπὸ σφῶν YryNic. a se Cass., vgl. S. 299, 10/11; 279, 13 288, 4; 836, 14 u. z. B. Gr. aff. cur. S. 299, 13; 306, 5 [Raeder] ι δύνανται B 8 ὑπὸ] ἀπὸ B ι 11 ἀληθείας] φύσεωσ A ι 14 ὀριγνώμενοι schreibe ich] ὀρεγνώμενοι B ἱμειρόμενοι Vry, vgl. S. 239, 7 ι 17 ἀχαιμενίδησ VN ἀχεμενίδησ sy ἀχαμενίδησ B ι 18 προσέταττεν ἀρνεῖσθαι B ἀρνεῖσθαι ἐκέλευε Nie, imperavit ut negaret Cass., vgl. S. 316, 14 ι 21/22 καταφρονήσει Ny σειεν S σειν G ι 25 δέον vor τὴν τῶν ~ ry)

345
ἐγύμνωσε μὲν καὶ τοῦ πλούτου καὶ τῶν ἀξιωμάτων τὸν γενναιότατον ἀγωνιστήν, γυμνὸν δὲ ἕλκειν τῆς στρατιὰς τὰς καμήλους ἐκέλευσε, διαζώματι χρώμενον μόνῳ.

πολλῶν δὲ διελθουσῶν ἡμερῶν, διακύψας ἀπὸ τῆς καμάρας εἶδε τὸν ἄριστον ἄνδρα ἐκεῖνον ὑπὸ τῆς ἀκτῖνος φλεγόμενον καὶ κόνεως ἀναπιμπλάμενον καὶ τῆς πατρῴας περιφανείας ἀναμνησθεὶς ἤγαγέ τε καὶ ἐνδύσασθαι χιτων΄τσκον ἐκ λίνου πεποιημένον ἐκέλευσεν. εἶτα νομίσας ὑπό τε τοῦ προτέρου πόνου καὶ τῆς γεγενημένης φιλανθρωπίας μαλακισθῆναι τὸ φρόνημα· »νῦν γοῦν‘, ἔφη, τῆς ἔριδος ἐκείνης ἀπαλλαγεὶς ἀρνήθητι τοῦ τέκτονος τὸν υἱόν«.

ὁ δὲ ζήλου θείου πλησθεὶς διέρρηξέ τε τὸν χιτωνίσκον καὶ προσέρριψεν εἰπών· εἰ διὰ τοῦτό με οἴει τῆς εὐσεβείας ἐκστήσεσθαι, ἔχε τὸ δῶρον μετὰ τῆς δυσσεβείας«. ταύτην αὐτοῦ τὴν ἀνδρείαν ὁ βασιλεὺς θεασάμενος γυμνὸν οὕτω τῆς βσσιλείας ἐξήλασε.

Καὶ Σαήνην δὲ χιλίων οἰκετῶν δεσπότην, ἀντειπόντα αὐτῷ καὶ ἀρνηθῆναι τὸν ποιητὴν οὐκ ἀνεχόμενον, ἐρόμενος ὅστις εἴη τῶν οἰκετῶν ὁ κάκιστος, ἐκείνῳ τῶν ἄλλων τὴν δεσποτείαν παρέδωκε καὶ τὸν δεσπότην ἐκείνῳ δουλεύειν προσέταξε. συνέζευξε δὲ αὐτῷ καὶ τὴν δέσποιναν τὴν τοῦ δεσπότου ὁμόζυγα, ταύτῃ μεταπείσειν ὑποτοπήσας τῆς ἀληθείας τὸν πρόμαχον.

ἀλλ’ ἐψεύσθη τῆς ἐλπίδος· ἐπὶ γὰρ τῆς πέτρας ᾠκοδομημένην εἶχε τὴν οἰκίαν.

Βενιαμὶν δέ τινα διάκονον συλλαβὼν καθεῖρξε. δύο ὸὲ διελη- [*](20 vgl. Matth. 7, 24/25) [*](* 14—19 Synax. 145, 54) [*](B N + GS (s0 =r AL (y)) [*](1/2 γενναιότατον ἀγωνιστήν B fortossimum — athletam Cass. γενναῖον ἀθλητήν ry, vgl. S. 347, 2 ι 2 ἐκέλευσε] προσέταξεν L ι 3 μόνω B Synax. Kic. μόνον ry I 7 τε > s ι 10 θείου > B, dei zelo Cass. ι τε > B ι 11 εἰπών B dicens Cass. ἐπειπών N ὑπειπών sy ι οἴη B ι 14 σαήνην Cod. Nie. (aber im Capiteltitel σαἁνου) sainin Cass. Cod. L σάννην B σουήνην Gy σουΐνην S Synax. Κώην N âhîn Michael Sain armenisch; über diesen persischen Namen, ἡ. Anal. Bolland. 28, 406: Σάϊν (Var. σάην) Theophan. 306, 30 f, Σαήν Chron. Pasch. 706, 12 Σάϊν Usener Acta Anastasii S. 3a Ζ. 13 u. IG ι αὐτῷ > B, sibimet Cass. ι 15 ποιητὴν] δεσπότην L, creatorem oinnium Cass. ι ἀνεχόμενον B ferentein Cass. ἀνασχόμενον ry ἀνασχομένου Synax. ι ἐρόμενος—16 κάκιστος ry Synax. (ἐρωτήσας Synax. j requireus quisnam servorian eins esset saevissimiis Cass. ὀρόμενος ὅστις ἐπὶ τῶν οἰκετῶν ὁ κάκιστος ἤν B ι 18 ὁμόζυγον s ι μεταπείσειν ry Synax. flectere Cass. μεταστήσιν B ι 20 οἰκοδομηηένην GA ι 21 u. S. 346, 4. 5. 6 βενιαμὴν B ι καθῦρξεν B)

346
λυθότων ἐτῶν πρεσβευτὴς ῾Ρωμαίων ἀφίκετο περὶ ἑτέρων τινῶν πρεσβεύων πραγμάτων· εἶτα τοῦτο μαθὼν ᾔτησε τὸν βασιλέα τοῦ διακόνου τὴν ἄφεσιν.