Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

᾿Ανήρ τις ἀσκητικὸν μὲν ἀσπαζόμενος βίον, θρασυτέρᾳ δὲ χρώμενος γνώμῃ, προσελήλυθε τῷ βασιλεῖ περί τινος δεόμενος. ἐπειδὴ δὲ τοῦτο δράσας πολλάκις οὐκ ἔτυχε, τῆς ἐκκλησιαστικῆς αὐτὸν κοινωνίας ἐκώλυσε καὶ τὸν δεσμὸν ἐπιθεὶς ὑπεχώρησεν. ὁ δὲ πιστότατος βασιλεὺς παραγενόμενος εἰς τὰ βασίλεια, καὶ τοῦ καιροῦ καλοῦντος εἰς εὐωχίαν καὶ τῶν συσσίτων παρόντων, οὐκ ἔφη πρὶν λυθῆναί οἱ τὸν δεσμὸν μετασχήσειν τροφῆς·

καὶ τούτου δὴ εἵνεκα πρὸς τὸν ἀρχιερέα τινὰ τῶν οἰκειοτάτων ἔπεμψε, παρακαλῶν ἐπιτρέψαι τῷ δεδεκότι τὸν δεσμὸν διαλῦσαι. τοῦ δὲ ἐπισκόπου φήσαντος μὴ χρῆναι παρὰ παντὸς ὁτουοῦν δέχεσθαι τὸν δεσμὸν καὶ δεδγλωκότος ὡς λέλυται, οὐκ ἐδέξατο τὴν λύσιν ἕως ὁ δήσας οὑν πολλῷ πόνω, ζητηθεὶς τὴν κοινωνίαν ἀπέδωκεν· οὕτω τιῖς θείοις πεπίστευκε νόμοις.

[*](6—8 vgl. Socrat. VII 42. Sozomeu. Prooem. 3)[*](* 1—S. 340, 12 Cass. X 27 — 6—S. 340, 4 Niceph. H. Ε. XIV 3)[*](B V H [H bis 16 τὸν ἀρ’] N (n) + GS (s) = r AL (y))[*](5 χρείας] χεῖρας V nianns Cass., was Val. vorzieht ι 6 πολλὰ μὲν καὶ ἄλλα Vs multis etiam aliis Cass. πολλὰ καὶ ἄλλα j καὶ ἄλλα πολλὰ Bn ι κοσμεῖ BV adornatiir Cass. ἐκόσμει ry ι δὲ] δὲ καὶ n ι 6/7 φιλανθρωπίασ καὶ πραότητοσ V I 8 τε καὶ — τεκμήριον] καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, τὰ ἔζης δηλώσει S G I 9 kein neues Kapitel in HSS ι μὲν > BN ι 10 τινοσ B του/// V του Nie, pro aliqua causa Cass., ἑαυτοῦ ry ι 11 αἰτὸν s, eum Cass. ι 12 ἐκώλυσε κοινωνίας ~ n, Cass. wie im Text ι 14 συσείτων B οὐκ ἔφη] οὐκ ἐχρὴν ἔφη B οὐ δεῖν ἔκρινε Nie, ait non Cass. ι 15 λυθῆναί οἱ τὸν δεσμὸν schreibe ich] λυθῆναί οἱ τῶν δεσμῶν V, nisi prius eius vincuhon solreretur Cass., δεσμὸν τὸν δεσμὸν Bsy λυθῆναι τῶν δεσμῶν n Nie. ι μετασχήσειν schreibe ich] μετασχήσνι μετασχεῖν Vry Nie, vgl. S. 241, 22 ι ijrexaB ι 16 τινὰ τῶν οἰκειοτατῶν B τὸν οἰκειότατον Vry, vgl. τῶν τινα θεραπόνταν Nic.; nicht übersetzt von Cass. ι 17 δεδεκότι Val.] δεδοκότι B δεδωκότι Vry, vgl. ei qui ligaverat Cass. ὃς δήσας ἔλαχέ Nie. u. unt. Ζ. 19 ι 20 πόνω B Nie. τῶ πόνω Vry ι πεπιτεύκει V)
340

Τούτου δὴ εἵνεκα καὶ αὐτὰ τῶν εἰδωλικῶν σηκῶν τὰ λειπόμενα ἐκ βάθρων ἀνασπαορῆναι προσέταξεν, ὥστε τοὺς μεθ’ ἡμᾶς ἐσομενους μηδὲ ἴχνος τῆς προτέρας ἐξαπάτης θεάσασθαι· τήνδε γὰρ τὴν διάνοιαν τῷ περὶ τούτων ἐντέθεικε νόμῳ. Τούτων δὲ τῶν ἀγαθῶν σπερμάτων διηνεκῶς δρέπεται τοὺς καρπούς· τὸν γὰρ τῶν ὅλων δεσπότην προμηθούμενον ἔχει.

καὶ γὰρ ἡνίκα ῾Ρωΐλας, Σκυθῶν τῶν νομάδων ἡγούμενος, τόν τε Ἴστρον διέβη μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης καὶ τήν τε Θρᾀκην ἐδῄου καὶ ἐληΐζετο καὶ τὴν βασιλίδα πόλιν πολιορκήσειν τε καὶ αὐτοβοεὶ αἱρήσειν καὶ ἀνάστατον ἠπείλει ποιήσειν, σκηπτοῖς ἄνωθεν ὁ θεὸς καὶ πρηστῆρσι βαιῶν καὶ αὐτὸν κατέφλεξε καὶ τὴν στρατιὰν κατανάλωσεν απασαν.

Τοιουτότροπόν τι κἀν τῷ Περσικῷ πολέμῳ πεποίηκεν. ἐπειδὴ γὰρ ἐκεῖνοι τὴν ῾Ρωμαίων ἀσχολίαν μεμαθηκότες κατὰ τῶν άστυγειτόνων ἐστράταυσαν, τὰς περὶ τῆς εἰρήνης παραβεβηκότες σπονδάς, ἐπεκούρει δὲ τοῖς πολεμουμένοις οὐδείς (τῇ γὰρ εἰρήνῃ τεθαρρηκὼς ὁ βασιλεὺς εἰς ἑτέρους πολέμους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς στρατιώτας ἐξέπεμψεν), ὑετῷ λαβροτάτῳ καὶ χαλάζῃ βαλὼν μεγίστῃ τὴν ἐπὶ πρόσω πορείαν ἐκώλυσε καὶ τὸν τῶν ἵππων ἐπέδησε δρόμον·

καὶ ἐν εἴκοσι ἡμέραις ἰσαρίθμους ἐξανύσαι σταδίους οὐκ ἴσχυσαν, ἕως οἱ στρατηγοί τε ἀφίκοντο καὶ τοὺς στρατιώτας συνήθροισαν. Λαὶ ἐν τῷ προτέρῳ δὲ πολέμῳ τούτους αὐτοὺς τὴν ἐπώνυμον τοῦ βσαιλέως πολιορκοῦντας πόλιν καταγελάστους ἀπέφηνε.

πλείους [*](1/2 vgl. Cod. Theod. XVI 10, 25 — —12 vgl. Socrat. YII 43, 1—5) [*](* 2/3 Theophyl. Bulg. Martyr. XV mart. 5 PC 126, 160 C 13? — —S 341,23 Niceph. H. Ε. XIV 4 — — S. 341, 23 Cass. X 28) [*](B V N + GS (s) = r AL (y)) [*](1 δὴ — 2 ἐκ s ι καὶ αὐτὰ — λειπόμενα > V ι 3 μηδὲ BV Theophyl. neque Cass. μηδὲν ry ι 4 τῷ] τῶν B ι 7 ῥωΐλασ V ῥώϊλασ (der Accent von zweiter Hand) B ῥωϊλὰσ s ῥοϊλᾶσ N ῾Ρωϊλᾶς Nie. ῥοΐλλοσ y Roilas Cass. ῾Ρούγας Socr.; vgl. ῾Ροῦας bei Priscus (F. H. G. IV 71 = Exe. de leg. S. 121 ed. de Βοοr), Roas Jordan. Get. 35, Rugila Chron. min. ed Mommsen I 058 u. 660 a. 433 u. 434 ι 8 τε > B ι 9 ποιῆσαι B ι 10 ποιῆσαι BL, vgl. δράσειν διανοούμενος Nie. ι θεὸς] κύριος B, maiestas divina Cass. ι 11 κατηνάλωσεν V ι 13 τοιουτότροπόν τι κἀν V τοιοῦτό δὲ τρόπον (auf Rasur) τι καὶ ἐν B τοιοῦτον δέ τι κἀν ry iale aliquid Cass. ι 14 τὴν] τῶν B ι τῶν > V ι 15 περὶ] παρὰ NGy 17 ὁ Vs ι καὶ1 B Cass. ι 18 μεγίστῃ βαλὼν ~ ry ι 19 δρόμον] τὸν δρόμον A)

341
γὰρ ἢ τριάκοντα ἡμέρας πανσυδὶ Γοροράνου τὴν προειρημένην κυκλώσαντος πόλιν, καὶ πολλὰς μὲν ἑλεπόλεις προσενεγκότος, μηχαναῖς δὲ χρησαμένου μυρίαις, καὶ πύργους ἔξωθεν ὑψηλοὺς ἀντεγείραντος, μόνος ἀντέσχεν ὁ θεῖος ἀρχιερεὺς (Εὐνόμιος δὲ τούτω, ὄνομα ἦν) καὶ τῶν προσφερομένων μηχανῶν τὴν ῥύμην διέλυσε. καὶ τῶν στρατηγῶν τῶν ἡμετέρων τὴν πρὸς τοὺς πολεμίοις ἀπειρηκότων μάχην καὶ τοῖς πολιορκουμένοις ἐπαρκεῖν οὐ τολμώντων, οὕτος ἀντιπαραταττόμενος ἀπόρθητον τὴν πόλιν ἐφύλαξεν.

ἑνὸς δὲ τῶν ὑπὸ τῶν βαρβάρων τελούντων βασιλέων τὴν συνήθη βλασφημίαν τετολμηκότος καὶ τὰ ῾Ραψάκου καὶ Σενναχηρεὶμ φθεγξαμένου καὶ μανικῶς ἀπειλήσαντος τὸν θεῖον πυρπολήσειν νεών, οὐκ ἐνεγκὼν τὴν λύτταν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τὸ λιθοβόλον ὄργανον παρὰ τὴν ἔπαλξιν τεθῆναι κελεύσας, ὃ τοῦ ἀποστόλου Θωμᾶ ἐπώνυμον ἦν, καὶ λίθοι μέγαν ἐπιτεθῆναι παρεγγυήσας, ἐν τῷ ὀνόματι τοῦ βλσαφημηθέντος ἀφεῖναι προσέταξεν.

ὁ δὲ κατευθὺ τοῦ δυσσεβοῦς βασιλέως ἐκείνου κατενεχθεὶς καὶ τῷ στόματι πελάσας τῷ μυσαρῷ, τό τε πρόσωπον διέφθειρε καὶ τὴν κεφαλὴν συνέτριψεν ἅπασαν καὶ τὸν ἐγκέφαλον διέρανε τῇ γῇ, τοῦτο θεασάμενος ὁ τὴν στρατιὰν ἀγείρας καὶ τὴν πόλιν αἱρήσειν ἐλπίσας ᾤχετο, τὴν ἧτταν διὰ τῶν πραγμάτων ὁμολογήσας, καὶ δείσας τὴν εἰρήνην ἐσπείσατο.

οὕτως ὁ τῶ,, ὅλων παμβασιλεὺς τοῦ πιστοτάτου κήδεται βασιλέως. καὶ γὰρ δὴ καὶ οὗτος τὴν δουλείαν ὁμολογεῖ καὶ τὴν ἁρμόττουσαν τῷ δεσπότῃ θεραπείαν προσφέρει.

Οὗτος τοῦ μεγάλου φωστῆρος τῆς οἰκουμένης τὰ λείψανα τῇ ποθούσῃ ἀποδέδωκε πόλει· ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο.

[*](10 f n Κön. IS, 17 f. Jes. 36, 2 f. 37, 17 — 24 f ob. 338, 14 f)[*](B Y N + GS (s) = r AL (y))[*](1 πανσυδὶ Yy πασσυδὶ s πανστρατὶ πανστρατὶ διῆγον N ι γοροράνου By Gororanus Cass. γοραράρου Y ηγαράνου s ἀράνου N ι εἰρημένην Y, praedectam Cass. j 2 μὲν > Y ι προενεγκόντος Y ι 3 δὲ Y ι 4 τούτου B I 5 μηχανημάτων ry, vgl. μηχανὰς Nie. [ 8 έπιπαρταττόμενοσ s ι 9 βασιλέων s, σατραπῶν Nie. ι 10 σενναχηρεὶμ VS σενναχειρεὶμ B μρὶμ A ειρὴμ G σεναχηρεὶμ NL ι 14 μέγαν ἐπιτεθῆναι] μέγα τεθῆναι B ι 17 συνέτριψεν] διέφθειρεν s συνέτριβε Nie, contrivit Cass. ι ἐνκέφαλον Β ι 18 διἐρρανεν L ι τοῦτον NA ι 19/20 ὁμολογῶν ry, vgl. ἀναβοῶν Nie, professus est Cass. 20 καὶ δείσας — ἐσπείσατο = Cass. > B ι 21 παμβασιλεὺς] βασιλεὺσ Β rex Cass., vgl. ob. S. 278, IG und ὁ δὲ τῶν ὅλων παμβασιλεὺς Theodovet Gr. aff. cur. S. 254, 26 [Raeder] ι 23 προσφέρει θεραπείαν ~ s ι 25 ἀπέδωκεν BN)
342