Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

τοιοῖσδε χρώμενος λόγοις ὁ τῆς οἰκουμένης διδάσκαλος ἐπεστόμισε τὸν Γαϊνὰν καὶ σιγὴν ἄγειν ἠνάγκασε, Χρόνου δὲ διελθόντος τὴν πάλαι μελετηθεῖσαν ἐκεῖνος ἐγύμνωσε [*]([λδ΄]) τυραννίδα, καὶ τὴν στρατιὰν ἐν τῇ Θρᾴκῃ συναγαγὼν ἐληίζετό τε καὶ ἐδῄου τὰ πλεῖστα.

ταῦτα μεμαθηκότες κατέπτηξαν ἅπαντες καὶ ἄρχοντες καὶ ἀρχόμενοι, καὶ οὔτε παρατάττεσθαί τις πρὸς ἐκεῖνον ἐβούλετο οὔτε πρεσβεύεσθαι ἀδεὲς ὑπελάμβανε· τὸ γὰρ τῆς γνώμης βάρβαρον ἕκαστος ὑφωρᾶτο.

τότε τοὺς ἄλλους ἅπαντας ὡς δεδιότας καταλιπόντες τὸν μέγαν τοῦτον ἔπεισαν ἀριστέα τὴν πρεσβείαν ποιήσασθαι. ὁ δὲ οὔτε τὴν γεγενημένην ἀντίστασιν λογισάμενος οὔτε τὴν ἐξ ἐκείνης φυεῖσαν διαφοράν, προθύμως εἰς τὴν Θρᾴκην ἐξώρμησε.

γνοὺς δὲ ἐκεῖνος τὸν πρεσβευτὴν καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας γεγενημένην ἐνθυμηθεὶς παρρησίαν, ὑπήντησέ τε πόρρωθεν καὶ τὴν [*](11—S. 334, 3 vgl. Theodoret bei Photius Biblioth. 273 S. 507 b, 24. ebd. 96 S. 81a, 8 — 16—16 13—16 vgl. Socrat. VI 6, 13. Sozomen. VIII 4, 11. Zosim. V 19. Eunap. fr. 79) [*](B V HN (n) + GS (s) = r AL(y)) [*](1 ἠνέωκται ry Georg. Symeon ι σε B te Cass. > Vry Georg. ι 2 γαϊνάσ BG γαϊνᾶσ VnS γαΐνησ y ι 3 οἶκον ἔχειν ~ ry Georg, templum habere Cass. ι καὶ μάλα — αἰτῶ = Georg. > B Cass., vgl. αἰτῶ δὲ πάντως αἴτησιν οὐ μεμπτήν Symeon ι γε > VG ι 5 τε = Georg. > V ι 6 τί μὲν Bry quod Cass. Cod. L τίς μὲν V Nic. Georg., vgl. S. 314, 17 ι τί δὲ] τίς δὲ Nic. Georg, et qtuilts Cass. ι 9 ὁποῖα = Georg.] ποῖα n ποίοις B ι nach ὀλίγοι + μὲν Georg. ι 12 ἐπεστόμισε Vn Georg, ἐπεστόμησε Bsy ι γαϊνὰν BG γαϊνᾶν VnS Georg. γαΐνην y ι ἄγειν = Georg.] ἔχειν n ι 13 λδ am Rand HSS ι 15 κατέπτηξαν = Georg.] κατεπλάγησαν V ι 17 ἀδεὲς BV ἀδεῶς ry; ἀδεὲς ὑπελάμβανε > Georg. ι 19 μέγα B ι 20 οὔτε1] οὐδὲ B Georg. ι 22 τῆς = Georg. > s ι 23 πόρρωθεν Ysy Nic. Georg, πόρρω B προθίμωσ πόρρωθεν n)

334
ἐκείνου δεξιὰν τοῖς ὀφθαλμοῖς περιτέθεικε, καὶ μέντοι καὶ τοὺς παῖδας τοῖς ἱεροῖς αὐτοῦ προσεκόμισε γόνασιν. οὕτω πέφυκεν ἀρετὴ καταιδεῖν τε καὶ καταπλήττειν καὶ τοὺς ἄγαν δυσμενεστάτους.

[*]([λε΄])

Ἀλλ’ οὐκ ἤνεγκεν ὁ φθόνος τὰς τῆς ἐκείνου φιλοσοφίας μαρμαρυγάς, ἀλλὰ ταῖς οἰκείαις χρησάμενος μηχαναῖς τὴν βασιλεύουσαν πόλιν, μᾶλλον δὲ τὴν οἰκουμένην ἅπασαν, τῆς ἐκείνου γλώττης ἐστέρησε καὶ φρενός.

ἐγὼ δὲ ἐν τῷδε τῷ μέρει τῆς ἱστορίας γενόμενος οὐκ οἶδ’ ὅ τι πάθω. διηγήσασθαι γὰρ τὴν κατὰ τούτου τολμηθεῖσαν ἀδικίαν βουλόμενος τὴν ἄλλην ἀρετὴν τῶν ἠδικηκότων αἰσχύνομαι. οὗ δὴ χάριν αὐτῶν καὶ τὰς προσηγορίας κατακρύψαι πειράσομαι.

οὗτοι διαφόρους δυσμενείας ἐσχηκότες προφάσεις, τὴν μὲν ἀστράπτουσαν τοῦ ἀνδρὸς ἰδεῖν οὐκ ἠθέλησαν ἀρετήν, δυοτήνους δέ τινας κατηγόρους εὑρόντες καὶ τῆς συκοφαντίας τὸ προφανὲς θεώμενοι, πόρρω τοῦ ἄστεως ἐκάθισαν τὸ συνέδριον καὶ τὴν ψῆφον ἐξήνεγκαν. ὁ δὲ βασιλεὺς ὡς ἱερεῦσι πιστεύσας πόρρω αὐτὸν τοῦ ἄστεως γενέσθαι προσέταξεν.

ὁ δὲ μήτε τῆς κατηγορίας ἀκούσας μήτε τὴν ἀπολογίαν προσενεγκών, ὡς ἐληλεγμένος ἐφ’ οἷς ᾐτιάθη, τὴν πόλιν καταλιπεῖν ἠναγκάσθη καὶ τὸ ἐν τῷ στόματι τοῦ Πόντου κείμενον κατέλαβεν Ἱερόν· οὕτω γὰρ ἐκεῖνο τὸ ἐπίνειον ὀνομάζουσι.

[*](7—11 vgl. Theodoret bei Photius 273 S. 507b, 27 — 11—S. 335, 8 vgl. VI 15—16. Sozomen. VIII 16—18 — 11—S. 335, 18 vgl. de vita S. Joh. Chrys. 2—3 u. 6—10. Symeon. Vita Joh. dor. Trimith. De vita Joh. Chrys. 16—23 PG 47 S. LXVII f. Georg. Vita Chrys. 36 f)[*](* 4—14 Georg. Alexandrin. Vita Chrys. 36 S. 206 — 13/14 u. 18/19 Alexandrin. ebd. 46 S. 222, 37 u. 224, 33 — 18—S. 335, 8 Cass. X 14)[*](B V HN (n) + GS (s) = r AL (y))[*](1 περιτέθηκε B ι καὶ μέντοι = Georg. > B, insuper etiam Cass. ι 2 προσεκόμησεν BG ι 4 λε am Rand HSS ι τὰς > L ι 6 γλώσσης ry Georg. ι 7 ἐγὼ — 8 γενόμενος > N, mit leerem Raum H ι 8 οῖδ’ ὅτι Bs οἶδα τί Vny; hier οὐκ ἐν δίκηι τῶ, ἀδίκων ἀντέχῃ κύριε θεοδώρητε am Rand V ι κατ’ αὐτοῦ B ι 10 αὐτῶν vor κατακρύψαι ~ BH ι προσηγορίας] κατηγορίασ B ι 13 δέ = Georg.] γάρ B ι 14 ἄστεως BG Georg, ἄστεοσ VnSyBc ι ἐκάθησαν BG ι 15 τοῦτο ἐκείνων αἰσχύνη οὐ τοῦ πιστεύσαντος am Rand V ι ὡς > B ι 16 ἄστεως BG ἄστεοσ die übr. HSS ι 19 ἐπίνειον HS Georg. Nic. XIII 16 ἐπίνοιν B ἐπίνηον VNy ἐπήνηον G)
335