Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οὐκ εἰληφὼς γὰρ ταύτην κατὰ τὸν ἐκείνου λόγον ὁ θεὸς λόγος, οὔτε ἰατρείας ἠξίωσεν, οὔτε τιμῆς μετέδωκεν· ἀλλὰ τὸ μὲν σῶμα τὸ γήϊνον ὑπὸ τῶν ἀοράτων προσκυνεῖται δυνάμεων, ἡ δὲ ψυχὴ ἡ κατ’ εἰκόνα θείαν γεγενημένη κάτω μεμένηκε, τὴν τῆς ἁμαρτίας ἀτιμίαν περικειμένη.

πολλὰ δὲ πρὸς τούτοις καὶ ἕτερα ἐνεόχμωσεν ἐσφαλμένῃ καὶ τυφλωττούσῃ διανοίᾳ.

ποτὲ μὲν γὰρ συνωμολόγει καὶ αὐτὸς ἐκ τῆς ἁγίας παρθένου προσειλῆφθαι τὴν σάρκα, ποτὲ δὲ οὐρανόθεν ταύτην τῷ θεῶ λόγῳ συγκατεληλυθέναι ἔφησεν, ἄλλοτε δὲ αὐτὸν γεγενῆσθαι σάρκα, οὐδὲν ἐξ ἡμῶν εἰληφότα. καὶ ἑτέρους δὲ μύθους καὶ λήρους ταῖς θείαις ἐπαγγελίαις συνέζευξεν, οὓς καὶ λέγειν περιττὸν ἐπὶ τοῦ παρόντος νενόμικα.

ἐκεῖνος μὲν οὖν τοιαῦτα λέγων οὐ μόνον τοὺς οἰκείους τῷ λύμης ἐνέπλησεν, ἀλλὰ καί τισι τῶι· ἡμετέρων τῆς λώβης μετέδωκε. χρόνῳ γὰρ ὕστερον τήν τε σφετέραν ὁρῶντες εὐτέλειαν καὶ τὴν τῆς ἐκκλησίας θεώμενοι περιφάνειαν, συνήφθησαν μὲν πλὴν ὀλίγων ἅπαντες καἰ τῆς ἐκκλησιαστικῆς κοινωνίας μετέλαχον· τὴν δὲ προτέραν οὐκ άπέθεντο νόσον, ἀλλὰ καὶ πολλοὺς τῶν πάλαι ἐρρωμένων ταύτης ἐνέπλησαν.