Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

εἰ δὲ ψευδῆ φαμεν ταῦτά σου κατηγοροῦντες, νῦν γοῦν τὴν ὑπὸ σοῦ τεχθεῖσαν ἀρνήθητι καινοτομίαν καὶ τὴν Δαμάσου στέρξον διδασκαλίαν καὶ τοὺς θείους λάβε σηκούς«.

ὁ μὲν οὖν σοφώτατος Φλαβιανὸς τοῖς ἀληθέσι λόγοις τὴν ἐκείνων κατέπαυσε παρρησίαν. Μελέτιος δέ, ὁ πάντων ἀνθρώπων ἕο φιλοφρόνως ἅμα καὶ ἠπίως ἴφη πρὸς τὸν Παυλῖνον·

ἐπειδὴ καὶ ἐμοὶ τῶνδε τῶν προβάτων τὴν ἐπιμέλειαν ὁ τῶν προβάτων ἐνεχείρισε κύριος καὶ οὐ τῶν ἄλλων ἀναδέδεξαι τὴν φροντίδα, κοινωνεῖ δὲ ἀλλήλοις τῆς εὐσεβείας τὰ θρέμματα, συνάψωμεν, ὦ φιλότης, τὰ ποίμνια καὶ τὴν περὶ τῆς ἡγεμονίας καταλύσωμεν διαμάχην· κοινῇ δὲ τὰ πρόβατα νέμοντες κοινὴν αὐτοῖς προσενέγκωμεν θεραπείαν.

εἰ δὲ ὁ μέσος θῶκος τὴν ἔριν γεννᾷ, ἐγὼ καὶ ταύτην ἐξελάσαι τειράσομαι. ἐν γὰρ τούτῳ τὸ θεῖον προτεθεικὼς εὐαγγέλιον, ἑκατέρωθεν [*](B V F HN (n) + GSP (s) = r AL (y)) [*](3 ἐνκατειλεγμένοσ Β ι 5 φιλότης] φίλε Β amice Cass., zu Z.23 ι 6 συγγένειαν = Nic.] εὐσέβειαν n, consortmm Cass. ι τὴν2 nur in B, vgl. Haeret. Fabul. 425 C | 10 οὕτος B ι ἐπιστομήσασ BG ι 11 φιλότης VF Nic. φίλε B φίλος ry amiee Cass. ι οὕτως vor ὦ ~ VF, Cass. wie im Text ι ἀναίδην) ἀναιδῆ B ἀνέδην YS, impudenter Ca.ss. ι 11/12 τῆσ ἀληθείας N κατὰ τῆς ἀληθείας H 12 ἐπιστάμενος VF ι 13 θεοῦ > n, deo Cass. ι 14 τὸν γὰρ — 15 ἀποστερεῖς = Cass. Σ > n ι 16 τὴν2] τὴν τοῦ L ι 20 ἔφησε n ι 21 τὴν ἐπιμέλειαν προβάτων > F ι ὁ τῶ; προβάτων = Nic. Σ] ὁ τῶν ὅλων L > Cass. ι 22 = Nic. Σ] κοινὴ Fn, als Imperativ mißverstanden von Cass. ι 23 = Nic.] φίλε B amice Cass.; s. Gr. aff: cur. S. 29, 14; 42, 12; 121, 16 u. oft [Raeder] | 24 διαλύσωμεν n ι 26 θῶκος] θρόνος B Nic. ι καὶ] δὲ B, etimn Cass.)

282
ἡμᾶς καθῆσθαι παρεγγυῶ. καὶ εἰ μὲν πρῶτος ἐγὼ δεξαίμην τοῦ βίου τὸ πέρας, μόνος σχήσεις, ὦ φιλότης, τὴν τῆς ποίμνης ἡγεμονίαν· εἰ δὲ σὺ πρότερος τοῦτο πάθοις, ἐγὼ πάλιν εἰς δύναμιν τῶν προβάτων ἐπιμελήσομαι«.