Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Μετὰ τήνδε τὴν νίκην ἀρρωστήσας τοῖς υἱέσι τὴν βασιλείαν [*]([κζ΄]) διένεμε. καὶ τῷ μὲν πρεσβυτέρῳ τὴν οἰκείαν ἔδωκεν ἡγεμονίαν, τῷ δὲ νεωτέρῳ τῆς Εὐρώπης τὰ σκῆπτρα· τὴν εὐσέβειαν δὲ τελείαν καὶ τοῦτον ἔχειν κἀκεῖνον παρῄνεσε.

»διὰ ταύτης γάρ«, ἔφη, »καὶ εἰρήνη φυλάττεται καὶ πόλεμος καταλύεται καὶ πολέμιοι τρέπονται καὶ ἀνίσταται τρόπαια καὶ νίκη βραβεύεται«. ἐκεῖνος μὲν οὖν ταῦτα τοῖς παισὶ παραινέσας ἐτελεύτησεν, ἀείμνηστον κλέος καταλιπών· οἱ δὲ τῆς βασιλείας διάδοχοι καὶ τῆς εὐσεβείας ἐγένοντο κληρονόμοι.

[*]([εξ΄])

Όνώριος μὲν γὰρ ὁ τῆς Εὐρώπης τὴν βασιλείαν δεξάμενος τὰς [*](4/5 vgl. Rufin. H. E. XI 33 S. 1039, 10 [Georg. Mon. 592, 5] — 13—15 Rufin. H. E. XI 34 [Georg. Mon. 592, 12]. Socrat. V 26. Sozomen. VE 29, 3—4. VIII 1 Philostorg. XI 2. Zonar. XIII 19, 26 S. 93, 15. Zosim. IV 59 — 21—S. 328, 10 vgl. Joh. von Nikiu 84, Notices et extr. des man. de la Bibl. nat. t. 24 S. 454 (oder Copie?)) [*](* 13—19 Cedren. ι 563, 5 — 13—S. 328, 10 Niceph. H. Ε. XIII 1 — 21—S. 328, 10 Cass. X B V F [bis 21 Ὁνώριος] HN (n) + GS (s) = r AL (y) 2 ἔφασαν B ι 5 δοριάλωτον V δωριάλωτον B ι βραχέως BFG βραχέος Vry ι 6 δὲ] τε B ι βαλεντινιανῶν B οὐαλεντινιανὸν V ι 6/7 πλημμεληθέντων] τολμηθέντων B ι 7 ἀνεμίμνησκε VF ι 8 δὲ] τε n ι ἡρακλέωσ B ι 9 θράσος BV θάρσος Fry; vgl. θράσος Gr. aff. cur. S. 227, 12; 242, 14 [Raeder] ι 10 κατ’ αὐτοῦ > B ι 12 μεταλαγχάνων] τυγχάνων n ι 13 κݲςݲ am HSS ι τήνδε Bsy δὲ VFn ι υἱέσι = Cedren.] υἱοῖς B ι 14/15 τώ δὲ νεωτέρω Bn τῶ νεωτέρω δὲ VFsy Cedren. ι 16 καὶ τοῖ‘ον ἔχειν] ἔχειν τοῦτον VF ι τοῦτον — κἀκεῖνον] τούτω — κἀκείνω B ι 17 εἰρήνη B ἧ εἰρήνη VFry Cedren., der Artikel feblt bei Nic. ι 18 ἀνίσταται BVn ἀνίστανται Fsy Cedren. ι οὐν nur in B ι 18/19 τοῖς παισὶ ταῦτα ~ B ι 21 κζ am Rand HSS)

328
ἐν Ρώμῃ πάλαι γιγνομένας μονομαχίας κατέλυσεν ἀφορμὴν τοιάνδε λαβών. Τηλεμάχιός τις ἢν τὸν ἀσκητικὸν ἀσπαζόμενος βίον.

οὗΤος ἀπὸ τῆς Κῴας ἀπάρας καὶ τούτου χάριν τὴν Ῥώμην καταλαβών, τῆς μυσαρᾶς ἐκείνης ἐπιτελουμένης θέας εἰσελήλυθε καὶ αὐτὸς εἰς τὸ στάδιον καὶ καταβὰς παύειν ἐπειρᾶτο τοὺς κατ’ ἀλλήλων κεχρημένους τοῖε ὅπλοις.

τῆς δὲ μιαιφονίας οἱ θεαταὶ χαλεπήναντες καὶ τοῦ τοῖς αἵμασιν ἐκείνοις ἐπιτερπομένου δαίμονος εἰοδεξάμενοι τὴν βακχείαν, κατέλευσαν τῆς εἰρήνης τὸν πρύτανιν. τοῦτο μαθὼν ὁ θαυμαστὸς βασιλεὺς τὸν μὲν τοῖς νικηφόροις συνηρίθμησε μάρτυσι, τὴν δὲ πονηρὰν ἐκείνην ἔπαυσε θεωρίαν.

[*]([εγ΄])

Ἐν δὲ Κωνσταντινουπόλει Νεκταρίου τελευτήσαντος ὃς τὴν ἐκκλησίαν ἐκείνην ἐποίμαινεν, Ἀρκάδιος ὁ ταύτην ἰθύνειν τὴν βασιλείαν λαχών, μαθὼν Ἰωάννην τὸν μέγαν τῆς οἰκουμένης φωστῆρα ἐν Ἀντιοχείᾳ τῷ τῶν πρεσβυτέρων ἐγκατειλέχθαι χορῷ, ἤγαγέ τε καὶ τοῖς συνειλεγμένοις ἐπισκόποις αὐτὸν τῇ θείᾳ προσαγαγεῖν παρηγγύησε χάριτι καὶ τῆς μεγίστης ἐκείνης πόλεως ἀποφῆναι ποιμένα.

ἱκανὸν δὲ τοῦτο καὶ μόνον δηλῶσαι τοῦ βασιλέως τὴν περὶ τὰ θεῖα σπουδήν.

Κατὰ τοῦτο,, τὸν χρόνον Ἀντιοχείας μὲν ὁ θεῖος ἡγεῖτο Φλαβιανός, Λαοδικείας δὲ Ἐλπίδιος, τοῦ μεγάλου Μελετίου γενόμενος σύσκηνος καὶ τὴν ἐκείνου πολιτείαν ἐκμαξάμενος μᾶλλον ἢ ὁ κηρὸς τῶν δακτυλίων τοὺς τύπους

(οὗτος μὲν οὖν τὸν μέγαν Πελάγιον [*](11—16 vgl. Theodoret bei Photius Biblioth. 273 S. 507b, 21 [Bekker]. VI 2. Sozomen. VIII 2, 13 f. Pallad. Dialog, de vita S. Joh. Chrys. 5. Symeon. Vita Job. Chrys. 15—16. Theodor. Trimith. De vita Joh. Chrys. 4 PG 47 S. LV Alexandrin. Vita Chrys. 20) [*](* 2—9 Michael Syr. VII 8 S.) [*](B V HN (n) + GS (s) = r AL (y)) [*](1 γιγνομένας] γυμνωμένασ G ὑμνουμένας S, qui . . . celebrabatur Cass. ι τοιόνδε] τοιαύτην V ι 2 τηλεμάχιόσ τις Vr Tilemachius Cass. τηλαμάχιόσ τισ B (s. aber oben S. 276, 21) τηλέμαχός τισ yNic. Michael; Adelmakas Variaute Adlakas Joh. von Nikiu [Mitteilung von Professor J. Halevy] ι 3 Ῥώμην] ῥωμαίων y ι 4 μυσεράς Ns ι 5 παῦσαι s ι 8 θαυμάσιος B θαυμαστότατος V, mirabilis Cass. ι 11 κη am Rand HSS ι δὲ Κωνστ.] δὲ τῆ κωνστ. V κωνστ. δὲ B ι 12 ἐποίμανεν s ι nach Ἀρκάδιος + δὲ BG ι τὴν > B am Ende der Zeile ι 13 μέγα Bs ι 14 ἐνκατειλέχθαι B ι 17 τοῦτο καὶ B καὶ τοῦτο Vry ι 22 τοὺς zweimal B)

329
διεδέξατο, τὸν δὲ θεῖον Μάρκελλον Ἀγαπητὸς ὁ πανεύφημος, ὃν ἐν ταῖς ἀσκητικαῖς παλαίστραις διαπρέπειν ἔφην κατὰ τὸν τῆς αἱρετικῆς ζάλης καιρόν), Σελευκείας δὲ τῆς πρὸς τῷ Ταύρῳ Μάξιμος, Ἰωάννου τοῦ πάνυ συμφοιτητής, καὶ Θεόδωρος τῆς Μοψουεστίας. ἄμφω δὲ καὶ διδασκάλω ἤστην λαμπρώ.

διέλαμπε δὲ συνέσει τε καὶ βίῳ ὁ θεῖος Ἀκάκιος ἰθύνων τὴν Βέροιαν· Λεόντιος δὲ τὸ Γαλατῶν ἐποίμαινεν ἔθνος, πολλοῖς εἴδεσιν ἀρετῆς λαμπρυνόμενος.

Ὁ δὲ μέγας Ἰωάννης τοὺς τῆς ἐκκλησίας δεξάμενος οἴακας τάς τε παρά τινων γιγνομένας ἀδικίας σὺν παρρησίᾳ διήλεγχε, καὶ βασιλεῖ καὶ βασιλίδι παρῄνει τὰ πρόσφορα, καὶ τοὺς ἱερέας ἠξίου κατὰ τοὺς κειμένους πολιτεύεσθαι νόμους, τοὺς δὲ τούτους παραβαίνειν τολμῶντας ἐπιβαίνειν τῶν ἀνακτόρων ἐκώλυεν, οὐ χρῆναι λέγων τῆς μὲν τῶν ἱερέων ἀπολαύειν τιμῆς, τὴν δὲ τῶν ἀληθινῶν ἱερέων μὴ ζηλοῦν βιοτήν.