Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ πρῶτον μὲν ἤρετο εἴ τινος δέοιτο· τοῦ δὲ βασιλέως εἰρηκότος ὡς προσμένει τὴν τῶν θείων μυστηρίων μετάληψιν, ἐδήλωσεν ὑπουργῷ τῷ τῶν δίακόνων ἠγου- [*](16 Psal. 118, 25 — 18 vgl. Ambr. De obitu Theodosii 34 — 22—S. 313 vgl. Sozomen. VII 25, 9) [*](* 20—23 Leo Grammaticus 104) [*](B V F HN (n) + GS(s) = r AL (y)) [*](1 φονικαὶ BY Georg. Symeon φονευτικαὶ Fry, vgl. τἀς ψήφους τὰς φονικὰς Zonar. ι 2 ἐν γράμμασιν B Georg. Symeon in litteris Cass. Σ ἐγγεγραμμέναι VFry γεγραμμέναι Nie. ι 3 τῶνδε > ry, quibus Cass. ι 6 εὕροι = Symeon > B, ratio probaverit Cass. ι 7 δίκαια βεβαιώσει] βέβαια δικαιώσει s δίκαια καὶ βεβαιώσει B, καὶ fehlt auch bei Cass. Σ ι 10 τε > VG ι 14 οὐκ ἑστώς B ἱκέτευεν B Georg. Σ ἱκέτευσεν VFry Symeon Cass. ι γόνα B ι 15 vor φωνήν noch einmal τὴν B ι 18 τὸ ἔδαφος B ι καταρραίνων ny καταραίνων BVFs 21 κινκλίδασ Bs ι 22/23 ἐπαίδευσε B, edocuit Cass. ι 24 προσμένειν VFNGA προσμένοι Symeon)

313
μένω χρησάμενος ὅτι· τὰ ἔνδον, ὦ βασιλεῦ, μόνοις ἐστὶν ἱερεῦσι βατά, τοῖς δὲ ἄλλοις ἅπασιν ἄδυτά τε καὶ ἄψαυστα. ἔξιθι τοίνυν καὶ τοῖς ἄλλοις κοινώνει τῆς στάσεως· ἁλουργὶς γὰρ βασιλέας, οὐχ ἱερέας ποιεῖ«.

καὶ ταύτην δὲ ὁ πιστότατος βασιλεὺς ἀσμένως δεξάμενος τὴν εἰσήγησιν, ἀντεδήλωσεν ὡς οὐ θρασύτητι χρώμενος ἔνδον τῶν κιγκλίδων μεμένηκεν, ἀλλ᾿ ἐν Κωνσταντινουπόλει τοῦτο εἶναι ἔθος μαθών·

χάριν δὲ ὀφείλω«, ἔφη, »καὶ τῆσδε τῆς Ἰατρείας«. τοσαύτῃ καὶ τηλικαύτῃ καὶ ὁ ἀρχιερεὺς καὶ ὁ βασιλεὺς διέλαμπον ἀρετῇ· ἀμφοτέρων γὰρ ἔγωγε ἄγαμαι, τοῦ μὲν τὴν παρρησίαν, τοῦ δὲ τὴν εὐπείθειαν, καὶ τοῦ μὲν τὴν τοῦ ζήλου θερμότητα τοῦ δὲ τὴν τῆς πίστεως καθαρότητα.

Τοὺς δὲ δὴ τῆς εὐσεβείας ὅρους, οὓς παρὰ τοῦ μεγάλου ἀρχιερέως μεμάθηκε, καὶ εἰς ἰὴν Κωνοταντινούπολιν ἐπανελθὼν διετήρησεν. ἑορτῆς γὰρ αὐτὸν πάλιν θείας εἰς τὸν θεῖον ἀγαγούσης νεών, τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκὼν εὐθὺς ἐξελήλυθε· τοῦ δὲ τῆς ἐκκλησίας προέδρου Νεκτάριος δὲ τηνικαῦτα ἦν) δεδηλωκότος· »τί δή ποτε μὴ μεμένηκας ἔνδον;« δυσχεράνας· »μόγις«, ἔφη, »βασιλέως καὶ ἱερέως ἐδιδάχθην διαφοράν, μόγις γὰρ εὗρον ἀληθείας διδάσκαλον.

Ἀμβρόσιον γὰρ οἶδα μόνον ἐπίσκοπον ἀξίως καλούμενον«. τοσοῦτον ὀνίνησιν ἔλεγχος παρὰ ἀνδρὸς ἀρετῇ λάμποντος προσφερόμενος.