Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ὁ δὲ τῆς τε τοῦ πατρὸς ἀνεμίμνησκεν εὐσεβείας καὶ τὸν κλῆρον παρεκάλει φυλάττειν ὃν παρέλαβεν ἄσυλον· ἐδίδασκε δὲ καὶ τὴν τῶν δογμάτων διαφοράν, καὶ ὅπως τὰ μὲν τῇ τοῦ κυρίου διδασκαλίᾳ καὶ τοῖς τῶν ἀποστόλων συμβαίνει κηρύγμασι, τὰ δὲ ἄντικρύς ἐστιν ἐναντία καὶ τῇ πνευματικῇ νομοθεσίᾳ μαχόμενα.