Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

»ἴστε σαφῶς, ἅτε δὴ τοῖς θείοις λογίοις ἐντεθραμμένοι, ὁποῖον εἶναι προσήκει τὸν ἀρχιερωσύνης ἠξιωμένον, καὶ ὡς οὐ χρὴ λόγῳ μόνον ἀλλὰ καὶ βίῳ τοὺς ἀρχομένους ῥυθμίζειν καὶ πάσης ἀρετῆς ἑαυτὸν ἀρχέτυπον προτιθέναι καὶ μάρτυρα ἔχειν τῆς διδασκαλίας τὴν πολιτείαν.

τοιοῦτον δὴ οὖν καὶ νῦν τοῖς ἀρχιερατικοῖς ἐγκαθιδρύσατε θώκοις, ὅπως καὶ ἡμεῖς οἱ τὴν βασιλείαν ἰθύνοντες εἰλικρινῶς αὐτῷ τὰς ἡμετέρας ὑποκλίνωμεν κεφαλὰς καὶ τοὺς παρ’ ἐκείνου γιγνομένους ἐλέγχους ἀνθρώπους γὰρ ὄντας καὶ προσπταίειν ἀνάγκη) ὡς ἰατρικὴν ἀσπαζώμεθα θεραπείαν«. θεραπείαν«.