Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ τὴν μὲν τοῦ γένους οὐκ ἐλογίζετο περιφάνειαν, τὴν δὲ ὑπὲρ τῆς πίστεως ταλαιπωρίαν ἀσπασίως ὑπέμενεν. Φλαβιανὸς δὲ ὁ ἄριστος ἐξ εὐπατριδῶν μὲν καὶ αὐτὸς ἐπεφύκει, εὐγένειαν δὲ τὴν εὐσέβειαν ὑπελάμβανε μόνην, καὶ οἷόν τις παιδοτρίβης τὸν μέγαν Διόδωρον καθάπερ τινὰ πένταθλον ἤλειφεν ἀθλητήν κατ’ ἐκεῖνον γὰρ τὸν καιρὸν ἐν μὲν τοῖς ἐκκλησιαστικοῖς οὐκ ἐδημηγόρει συγγόγοις, τοῖς δὲ τοῦτο δρῶσι πολλὴν παρεῖχεν ἀφθονίαν ἐνθυμημάτων τε καὶ γραφικῶν νοημάτων,

καὶ οἱ μὲν ἔτεινον κατὰ τῆς Ἀρείου βλασξημάς τὰ τόξα, οὗτος δὲ καθάπερ ἔκ τινος ὁπλοθήκης, ἐκ τῆς διανοίας τὰ βέλη προσέφερεν· οἴκοι μέντοι καὶ δημοσίᾳ διαλεγόμενος, τῶν αἱρετικῶν τὰς ἄρκυς ῥᾳδίως διέσπα καὶ ἀράχνια ἐδείκνυ τὰ ἐκείνων προβλήματα.

Συνηγωνίζετο δὲ τούτοις καὶ ’ Αφραάτης ἐκεῖνος, οὑ τὴν πολι- κς] τείαν ἐν τῇ Φιλοθέῳ συνεγράψαμεν Ἱστορίᾳ.

τὴν γὰρ τῶν προβάτων σωτηρίαν προτιμήοας τῆς ἡσυχίας, τὴν ἀσκητικὴν καταλιμπάνων κα- λύβην τῶν ποιμενικῶν ἱδρώτων ἠνείχετο. ὁπόσον μὲν οὑν οὕτος ἀρετῆς συνέλεξε πλοῦτον, περιττὸν ἡγοῦμαι νῦν λέγειν, ἐν ἑτέρᾳ πραγματείᾳ ταῦτα συγγεγραφώς· ἓν δὲ μόνον τῶν ἐκείνου διηγήσομαι μάλα προσῆκον τῇδε τῇ ἱστορίᾳ.