Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οὐτ’ δὴ χάριν ἑτέροις αὐτὸν ἐπισκόποις προσαχθῆναι προσέταξεν οὓς ἐκεῖνος ἐξᾐτησε. μετὰ τῆσδε τῆς ἀξιαγάστου πίστεως τὴν ἀρχιερατικὴν εἰσδεξάμενος χάριν , πρὸς τοὺς αἰτήσαντας παρεγένετο καὶ ταῖς ἀποστο [*](1— S. 262, 2 vgl. Rufin. H. E. XI 6 [Georg. Mon. 555]. Sozomen. VI 38, 1 u. 5—9. Socrat.) [*](B V2 F HX (n) + GSP (s) = r AL (y)) [*](1 κݲγ am Rand Py ι τὰσ φυλὰς V2 ι 2 τῆς] τῶ τῶν F ι τῆς — in τῆι — ἡγεμονίαι corr. Ae ι βάβια n ι 3 κεχρημένη] κεκτημένη V2 ι 4 nach αὕτη + δὲ V2 ι παμπόλλας ΒV2 πολλάς Fry ι εἶτα > B ι 5 μωϋσήν ΒV2, vgl. Μωϋσπῆς Rufin. Socr., μωσῆν Fry Μωσῆς Sozom. ι 6 ἐσκηνημένον B ἐσκηνωμένον Fry ἠσκημένον V2; vgl. S. 272, 6 ι 7 οὐόλησ r ι ἀπαχθῆναι BFry ἀχθῆναι V2 I 8 ἱερατικὸν B, vgl. Z. 22 ι 8/9 δέξασθαι P ι 10 ἐπιθεῖναί] ἐπιθῆναι V2FG ἐπιτιθηναι B ι οἱ ΒV2 αὐτῶ Fry ι 11 ἔφη] φησιν B ἔφησε n 13 ἔφη vor 12 πόθεν ~ S > G ι 13 τοπάζω εἶπεν ΒV2 τοπάζων εἶπον Fry 14 γὰρ > A ι διαμάχῃ] ἀντιμάχη n ι 16 ἐπεκώμασεν ΒV2 ἐκώμασε Fry 18 ἠμέραν> P ι 19 θαρσαλέως V2GS ι φονῶν] φωνῶν FP φόνων V2 B ι μὲν2 > F I ἐφίετο Gy ἠφίετο BFnSP ἠκούετο V2 ι 20 ἐξάψαι B ι διαπαυσάμενον B παυσάμενον V2 Fry ι 21 nach αὐτὸν + πάλιν V2 ι προαχθῆναι V2Fny ι 22 τῆσδε τῆς] δὲ τῆς sy)

262
λικαῖς διδασκαλίαις τε καὶ θαυματουργίαις πρὸς τὴν ἀλήθειαν ἐπο- δήγησεν.

ἐν μὲν οὖν τῇ Ἀλεξανδρείᾳ τοιαῦτα ὑπό τε Λουκίου ἐτολμήθη καὶ ὑπὸ τῆς θείας προμηθείας ᾠκονομήθη.

[*]([κδ΄])

Ἐν δὲ κωνσταντινουπόλει σκάφος εὐσεβῶν πρεσβυτέρων ἐμπλή- σαντες οἱ τῆς ἀνοσίου συμμορίας ἀφῆκαν ἀνερμάτιστον εἰς τὸ πέλαγος' εἶτα, τινὰς τῶν ὁμογνωμόνων εἰς πορθμεῖον ἕτερον ἐμβιβάσαντες, πῦρ ἐπαφεῖναι τῷ σκάφει τῶν πρεσβυτέρων ἐκέλευσαν οὑ γενομένου, πυρὶ καὶ θαλάττῃ μαχόμενοι τέλος τῷ βυθῶ παρεπέμφθησαν καὶ τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσαντο.

Ἐν Ἀντιοχείᾳ δὲ ὁ βάλῃς χρόνον διατρίψας ὅτι μάλιστα πλεῖστον, [*](2) [*]([κε΄]) ἅπασι μὲν ἄδειαν ἐδεδώκει καὶ Ἕλλησι καὶ Ἰουδαίοις καὶ τοῖς ἄλλοις ὅσοι τὸ Χριστιανῶν ὄνομα περικείμενοι τἀναντία ταῖς εὐαγγελικαῖς διδασκαλίαις κηρύττουσι.

καὶ γὰρ τὰς Ἑλληνικὰς τελετὰς ἐπετέλουν οἱ τῇ πλάνῃ δεδουλωμένοι, καὶ τὴν μετὰ Ἰουλιανὸν ὑπὸ Ἰοβιανοῦ σβεσθεῖσαν ἐξαπάτην ἀνθῆσαι πάλιν συνεχώρησεν οὗτος· καὶ τὰ Διάσια καὶ τὰ Διονύσια καὶ τὰ τῆς Δήμητρος ὄργια οὐκ ἐν παραβύστῳ ἐπλήρουν ὡς ἐν εὐσεβεῖ βασιλείᾳ, ἀλλὰ διὰ μέσης τῆς ἀγορᾶς βακχεύοντες ἔτρεχον.

μόνοις δὲ πολέμιος ἢν τοῖς τὴν ἀποστολικὴν διδασκαλίαν πρεσβεύουσι. πρῶτον μὲν γὰρ αὐτοὺς τῶν ἱερῶν ἐξήλασεν [*](4—9 vgl. Socrat. IV 16, 4—6. Sozomen. VI 14, 3 —4. Gregor. XLIII 46 —11 —19 vgl. unt. V 21, 3—4 —18 —S. 264 Histor. 8 PG 82, 1369 D ff. 2. 1317 BC — 19 f vgl. Socrat. IV 2, 6. 17, 12> Sozomen. VI 18, 1) [*](* 4—9 Cass. VllI 2 —10 —S. 264, 14 Niceph. H. Ε. XI 24. Cass. VlII 11—19 Exc. Trip. [Theophan. 58, 34. Polydeukes 404, 16. Exe. Bar. F. 220r] 19—S. 263, 12 Miehael Syr. VII 7 S. B V2 F HN (n) + GSP (8) = r AL (y) 2 τῇ > V2nGy ι ὑπό τε Λουκίου τοιαῦτα ~ V2 ι 4 κδ am Rand HSS ι δὲ] δὲ τῆ F ι σκάφοισ B ι 5 ἀτερμάτιστον F ι 5/6 τὸ πέλαγος] τὴν φάλασσαν V2, pelagus Cass. ι 6 πόρθμιον B ι συμβιβάσαντεσ V2 ι 7 τῆ σκάφη L 10 κέ am Rand HSS ι ὁ > ΒV2 ι οὐάλησ Bs, von zweiter Hand V2 ι χρόνον vor βάλῃς ~ V2, \^, Cass. wie im Text ι 11 ἅπασαν F, ovinibus Cass. ι ἄδειαν > B, Ucentiam Cass. ι δεδώκει B, dedit Cass., vgl. δέδωκε Exe. Trip. ι 14 οἱ τῇ πλάνῃ δεδουλωμένοι vor 13 τὰς Ἐλληνικὰς ~ V2 ι ἰωβιανοῦ PA ἰουβιανοῦ GS ι 15 ἀπάτην V2 ι 15/16 τὰ Διάσια καὶ = Cass. > V2 ι 16 δημήτρασ FnP ι 17 ὡς ἐν εὐσεβεῖ βασιλείᾳ = Cass. > n ι nach ἀγορᾶς + καὶ V2, fehlt bei Cass. ι 19 αὐτοῖσ’ V2)

263
οἴκων· αὐτοῖς γὰρ Ἰοβιανὸς ὁ πανεύφημος ἐδεδώκει καὶ τὴν νεόδμητον ἐκκλησίαν. ἐπειδὴ δὲ παρὰ τὴν τοῦ ὄρους συνιόντες κρηπῖδα ὕμνοις τε τὸν δεσπότην ἐγέραιρον καὶ τῶν θείων λογίων άπήλαυον, , τῶν ἐναντίων τοῦ ἀέρος ἀνεχόμενοι προσβολῶν γαῖ ποτὲ μὲν ὑετοῦ καὶ νιφετοῦ καὶ κρυμοῦ, ποτὲ δὲ σφοδροτάτου φλογμοῦ, οὐδὲ τῆς ἐπιπόνου ταύτης ὠφελείας αὐτοὺς μεταλαχεῖν συνεχώρησεν, ἀλλ’ ἀποστείλας στρατιώτας ἐσκέδασεν.

Ἀλλὰ Φλαβιανὸς καὶ Διόδωρος, καθάπερ τινὲς πρόβολοι, τὰ προσβάλλοντα βάλλοντα διέλυον κύματα. Μελετίου γὰρ τοῦ σφετέρου ποιμένος ἑκὰς διάγειν ἠναγκασμένου, οὔτοι τῆς ποίμνης ἐπεμελοῦντο, τοῖς μὲν λύκοις ἀντιτάττοντες τὴν οἰκείαν ἀνδρείαν τε καὶ σοφίαν, τοῖς δὲ προβάτοις προσφέροντες τὴν ἁρμόττουσαν θεραπείαν. ἐκ δὴ οὑν τῆς ὑπωρείας ἐξελαθέντες παρὰ τὰς ὄχθας τοῦ γείτονος ποταμοῦ τὰ πρόβατα ἔνεμον.

οὐ γὰρ ἠνέσχοντο κατὰ τοὺς ἐν Βαβυλῶνι δορυαλώτους »κρεμάσαι τὰ ὄργανα«, ἀλλ’ ὕμνουν τὸν ποιητήν τε καὶ εὐεργέτην »ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ‘.

ἀλλ’ οὐδὲ τὴν ἐν τῷδε τώ χωρίῳ σύνοδον ἤνεγκε τῶν εὐσεβῶν ὁ μόνων τῶν τὸν δεσπότην Χριστὸν θεολογούντων πολέμιος. πάλιν δὴ οὑν τῶν θαυμασίων ἐκείνων ὑποποιμένων ἡ ξυνωρίς, εἰς τὸ πολεμικὸν γυμνάσιον τὰ θεῖα πρόβατα συναγείρουσα, τὴν πνευματικὴν ἐπεδείκνυ πόαν. καὶ Διό- [*](14/15 Psal. 136, 1—2 — 16 Psal. 102) [*](B V2 F HN (n) + GSP (s) = r AL (y)) [*](1 ἰωβιανὸσ A ἰουβιανὸσ GS ι ἐκδεδώκει GS, dederat Cass. ι καὶ τὴν > F ι καὶ > P ι 2 συνεισιόντεσ B ι 6 μεταλαχεῖν αὐτοὺς ~ ry ι 8 kein neues Capitel in den HSS ι ἀλλὰ φλαβιανὸσ φλαβιανὸσ dgFryNic. tunc Flavianus Cass. ι 10 ἑκὰς Fry ἐκεῖσε V2 οἶκοι B πόρρω Pm seorsum Cass., vgl. Relig. Hist.: τὴν ὑπερορίαν οἰκεῖν κατηνάγκαζε »in Verbannung« Michael ι μὲν] Μichael ι 12 GS ι 13 ἐξελασθέντεσ S ἐλελασθέντεσ P ι γειτονεύοντος V2, vieini Cass. I 14 δοριαλώτους BP δωριαλώτουσ V2 ι nach δορυαλώτους + ἐπὶ ταῖς ἰτέαις H Relig. Hist. Psal. + παρὰ τἀς ἰτέας Nie, fehlt bei Cass. ι 17 τῶν εὐσεβῶν ἤνεγκεν ~ V2 concilium pioriivi quietum esse permisit Cass. ι 17/18 ὁ μόνων τῶν τὸν δεσπότην χݲνݲ θεολογούντων πολέμιος BV2F νομέων τὼ; τὸν δεσπότην θεολογούντων ὁ πολέμιος ry, vgl. Cod. Nic.: ὁ τῶν ὀρθοδόξων μόνων πολέμιος, u. oben S. 262, 18 f, unten 270, 22 ι 19 ὑπὸοιμένων, ὑπὸ expung., V2 ὑποποιμένων Cod. Nie. illorum mirabilium pastoris magni discipidorwn Cass. ποιμένων die übr. HSS, vgl. ὑποποιμαίνοντας Relig. Hist. ι 20 ἐπεδείκνυ B ἐπεδείκνυον Nic. ἀπεδείκνυ V2 ὑπεδείκνυ Fry ministrabat Cass.)

264
δωρος μὲν ὁ σοφώτατός τε καὶ ἀνδρειότατος, οἶά τις ποταμὸς διειδής τε καὶ μέγας, τοῖς μὲν οἰκείοις τὴν ἀρδείαν προσέφερε, τὰς δὲ τῶν ἐναντίων βλασφημίας ἐπέκλυζε.

καὶ τὴν μὲν τοῦ γένους οὐκ ἐλογίζετο περιφάνειαν, τὴν δὲ ὑπὲρ τῆς πίστεως ταλαιπωρίαν ἀσπασίως ὑπέμενεν. Φλαβιανὸς δὲ ὁ ἄριστος ἐξ εὐπατριδῶν μὲν καὶ αὐτὸς ἐπεφύκει, εὐγένειαν δὲ τὴν εὐσέβειαν ὑπελάμβανε μόνην, καὶ οἷόν τις παιδοτρίβης τὸν μέγαν Διόδωρον καθάπερ τινὰ πένταθλον ἤλειφεν ἀθλητήν κατ’ ἐκεῖνον γὰρ τὸν καιρὸν ἐν μὲν τοῖς ἐκκλησιαστικοῖς οὐκ ἐδημηγόρει συγγόγοις, τοῖς δὲ τοῦτο δρῶσι πολλὴν παρεῖχεν ἀφθονίαν ἐνθυμημάτων τε καὶ γραφικῶν νοημάτων,

καὶ οἱ μὲν ἔτεινον κατὰ τῆς Ἀρείου βλασξημάς τὰ τόξα, οὗτος δὲ καθάπερ ἔκ τινος ὁπλοθήκης, ἐκ τῆς διανοίας τὰ βέλη προσέφερεν· οἴκοι μέντοι καὶ δημοσίᾳ διαλεγόμενος, τῶν αἱρετικῶν τὰς ἄρκυς ῥᾳδίως διέσπα καὶ ἀράχνια ἐδείκνυ τὰ ἐκείνων προβλήματα.

Συνηγωνίζετο δὲ τούτοις καὶ ’ Αφραάτης ἐκεῖνος, οὑ τὴν πολι- κς] τείαν ἐν τῇ Φιλοθέῳ συνεγράψαμεν Ἱστορίᾳ.

τὴν γὰρ τῶν προβάτων σωτηρίαν προτιμήοας τῆς ἡσυχίας, τὴν ἀσκητικὴν καταλιμπάνων κα- λύβην τῶν ποιμενικῶν ἱδρώτων ἠνείχετο. ὁπόσον μὲν οὑν οὕτος ἀρετῆς συνέλεξε πλοῦτον, περιττὸν ἡγοῦμαι νῦν λέγειν, ἐν ἑτέρᾳ πραγματείᾳ ταῦτα συγγεγραφώς· ἓν δὲ μόνον τῶν ἐκείνου διηγήσομαι μάλα προσῆκον τῇδε τῇ ἱστορίᾳ.

Βορρᾶθεν μὲν Ὀρόντης ὁ ποταμὸς παραρρεῖ τὰ βασίλεια, ἐκ δὲ μεσημβρίας στοὰ μεγίστη διόροφος τῷ τῆς πόλεως ἐπῳκοδόμηται [*](15—S. 266, 21 Theodoret. Relig. Histor. 8 PG 82, 1372 D) [*](* 15—S. 266, 19 Cass. VIII 4 — 15 — S. 268, 6 Niceph. H. Ε. XI 25 16—S. 266, 17 Michael Syr. VII 7 S. 302) [*](B V2 F HN (n) + GSP (s) = r AL (y)) [*](1 μὲν] δὲ B, quidem Cass. ι τε > B ι τις] δὴ B, quidam Cass. ι διειδής = perspicims Cass.] διηδέστατοσ B, διειδέστατοσ Cod. Nie. ι2 ἀρδείαν) ἀνδείαν H ἀνδρίαν N ἀνδρείαν BFS, vgl. ουeε quidem proprias irrigabat Cass., und unten V ι 5 ι προέφερεν V2 ι 5 ὑπέμενεν BV2S sustinehat Cass. ὑπέμεινε die übr. HSS ι μὲν > GS ι 7 τὸν μέγαν Διόδωρον] διόδωροσ ὁ μέγας GS ἤλειφεν] εἴληφεν BY-NGy, nnrjehat Cass. ι 8 γὰρ] δὲ V2 > F, namqiie Cass. ι 10 τε > n ι 12 ὁπλοθήκης B βελοθήκης Fry Nie. ἰοδόκης V2 ι ἐκ nur in Β, suae mentis sagittas congruas Cass. ι προέφερεν n, offerebat Cass. ι 13 ἀραχνίασ Fry ι 15 κݲςݲ am Rand HSS ι 17 καταλιμΠάνων BV2F deserens καταλιπὼν rA u., nach καλύβην ~, L ι 18 οὑν > B ι 19 ἐν > F ι 22 βόρραθεν B I παραρῖ B παραρέει V2 ι 23 διόροφοσ BV2 διώροφος Fry Cod. Nie. ι ἐπωκοδομεῖται B)

265
περιβόλῳ, πύργους ὑψηλοὺς ἑκατέρωθεν ἔχουσα.

μεταξὺ δὲ τῶν τε βασιλείων καὶ τοῦ ποταμοῦ λεωφόρος ἐστὶν ὑποδεχομένη τοὺς ἐκ τῶν τῇδε πυλῶν ἐκ τοῦ ἄστεως ἐξιόντας καὶ εἰς τοὺς προαστείους ἀγροὺς παραπέμπουσα. διὰ ταύτης Ἀφραάτης παριὼν ὁ θεσπέσιος εἰς τὸ πολεμικὸν ἀπῄει γυμνάσιον, τῶν θείων προβάτων τὴν προσήκουσαν ποιησόμενος θεραπείαν.

τοῦτον ἄνωθεν ἐκ τῆς βασιλείου στοᾶς διακύπτων ὁ βασιλεὺς εἶδε σισύραν τε ἀναβεβλημένον καὶ ἐν γήρᾳ βαθεῖ συντόνως βαδίξοντα· καί τινος εἰρηκότος ὡς Ἀφραάτης οὗτος, οὗ τὸ τῆς πόλεως ἐξήρτηται πλῆθος ἔφη πρὸς αὐτόν· »που σὺ βαδίζεις, εἰπέ«. ὁ δὲ σοφώς ἅμα καὶ προσφόρως· »ὑπὲρ τῆς σῆς«, ἔφη, ἔφη, »προσευξόμενος βασιλείας‘. ἀλλ’ οἴκοι σε μένειν ἐχρῆν‘, ὁ βα- σιλεὺς ἔφη, καὶ ἔνδον κατὰ τὸν μοναχικὸν προσεύχεσθαι νόμον‘.

ὁ δὲ θεῖος ἐκεῖνος ἀνήρ· εὖ μάλα, ἔφη, λέγεις, ὤ βασιλεῦ· τοῦτό με δρᾶν ἔδει. κοὶ τοῦτο δρῶν μέχρι καὶ νῦν διετέλεσα, ἕως εἰρήνης ἀπήλαυε τοῦ σωτῆρος τὰ πρόβατα. ἐπειδὴ δὲ πολὺν ὑπομεμένηκε θόρυβον καὶ πολὺς ἐπικρέμαται κίνδυνος μὴ θηριάλωτα γένηται, πάντα κινεῖν πόρον ἀνάγκη καὶ διασώζειν τὰ θρέμματα, εἰπὲ γάρ μοι«,

ἔφη, ὦ βασιλεῦ, εἰ κόρη τις ἐτύγχανον ἔνδον ἐν θαλάμω καθημένη καὶ ταλασίας ἐπιμελουμένη, εἶτα ἐθεασάμην ἐμπεσοῦσαν φλόγα καὶ τὴν πατρῴαν οἰκίαν νεμομένην, τί με δρᾶσαι προσῆκεν εἰπέ μοι; ἔν- [*](* 10—S. 266, 16 Theophan. 62, 28. Polydeulies 404, 20. Exe. Bar. F) [*](B V2 F ΗΝ(n) + GSP(s) = r AL (y)) [*](1 τε > F I 2 ἐκ] διὰ ι 3 ἄστεος V2nPy ι 4 παριὼν Ἀφραάτης ~ V2 ι 7 συσύραν B ι 8 συντόνως ΒV2Ρ συντόμως FnGSy, cekriter Cass. ι 9 οὐ] ὡ B ι ἐζῆρται F ι πρὸς αὐτὸν ἔφη ~ B, dicit εἰ· Cass. ι ποῦ BY-nSP Cod. Nic. ubi Cass. ποῖ FGy ι 10 σὺ > B Cass. Cod. Nic. ι 11 ἐχρῆν B Cod. Nie. oportebat Cass. χρὴ die übr. HSS, vgl. ἔδει Ζ. 14 ι 12 μοναδικὸν B ι 14 με δρᾶν = me facere Cass.] μὲν δρᾶν V2 μαιδραναι B ι 15 ὑπομένει Ρ ι 17 θρέμματα] πρόβατα V2 ι 18 ἐτύγχανον ΗG Relig. Hist. essem Cass. ἐτύγχανον ὥν FNPy Cod. Nic. ἐτύγχανεν οὖσα S ι θαλόμη Ρ ι καθημένη II residens Cass. Relig. Hist. κεκρυμμένη Cod. Nic. ι 19 καὶ ταλασίας ἐπιμελουμένη V2 et ad lanam navi vacans Cass. καὶ τῆς οἰκίασ ἐπιμελουμένη Fry καὶ ἧ ἐν τοῖσ’ ταλόροισ ἐργα- ζομένη κόκκινον ἧ ἔριον ταλασίας ἐπιμελουμένη Β, vgl. Cod. Nic.: καὶ πρὸς ἄτρακτον ἐρείδουσα χεῖρας, καὶ τῖς οἰκείας ταλασίας καθεστῶσα εἰσ’ ἐπιμέλειαν wohl späterer Zusatz, da er in der Relig. Hist. wie bei Cass. u. Michael fehlt ι εἶτα (ειτ᾿ H) ἐθεα- σάμην V2H ἐθεασάμην ἐθεασάμην B ἐθεασάμην δὲ Relig. Hist. videremqiie Cass. εἶτα . . . ἑώρων Cod. Nie. εἶτα θεασαμένη FNsy ι ἐκπεσοῦσαν BP ι 20 νεμομτἐνην ΒV2 ἐμπιπραμένην Fry ι τί με — S. 266, 1 ἐμπιπραμένην > GS ι με > nPL, me Cass. ι προσήκειν NPy, congrueret Cass.)

266
δὸν καθῆσθαι καὶ τὴν οἰκίαν ἐμπιπραμένην περιορᾶν καὶ τῆς φλογὸς προσμένειν τὴν ἐμβολήν, ἧ τῷ θαλάμῳ χαίρειν εἰποῦσαν διαθέειν ἄνω καὶ κάτω καὶ ὑδροφορεῖν καὶ σβεννύναι τὴν φλόγα; δῆλον ὅτι τοῦτο ἐρεῖς· τοῦτο γὰρ κόρης ἀγχίνου τε καὶ φρενήρους.

τοῦτο δρῶ νῦν, ὢ βασιλεῦ. σοῦ γὰρ εἰς τὴν πατρῴαν ἡμῶν οἰκίαν ἐμβαλόντος τὴν φλόγα, περιθέομεν κατασβέσαι ταύτην πειρώμενοί. ταῦτα ὁ μὲν εἶπεν, ὁ δὲ σιγήσας ἠπείλησεν. εἷς δὲ τῶν περὶ τὸν βασιλικὸν κοιτῶνα, θρασύτερον ἀπειλήοας τῷ θείῳ ἀνδρί, τοιόνδε τι πέπονθε.

Τοῦ βαλανείου πεπιστευμένος τὴν ἐπιμέλειαν, εὐθὺς μετὰ τούσδε τοὺς λόγους κατῆλθε τοῦτο εὐτρεπίσων τῷ βασιλεῖ· εἴοω δὲ γενόμενος καὶ τὰς φρένας πληγεὶς εἰς τὸ θερμότατον ὕδωρ τὸ ἄκρατον κατελήλυθέ τε καὶ τετελεύτηκεν.

καθῆστο δὲ ὁ βασιλεὺς προσμένων ἐκεῖνον ὥστε οἱ μηνῦσαι τὴν εἴσοδον. ἐπειδὴ δὲ πολὺς ἀνηλώθη καιρός, ἀπέστειλεν ἑτέρους ὁ βασιλεὺς τῆς μελλήσεως τὴν αἰτίαν μηνύσοντας. οἱ δὲ εἴσω γενόμενοι καὶ πάντα περισκοπήσαντες εὗρον ἐκεῖνον ἐν τῷ ἀκράτῳ τεθνεῶτα καὶ διαλυθέντα θερμῷ.

καὶ τούτου δήλου γενομένου τῷ βασιλεῖ, ἔγνωσαν μὲν τῆς Αφραάτου προσευχῆς τὴν ἰσχύν, τῶν δογμάτων δὲ τῶν δυσσεβῶν οὐκ ἐξέστησαν, ἀλλ’ ἐσκλήρυναν κατὰ τὸν Φαραὼ τὴν καρδίαν αὐτῶν· καὶ τὴν τοῦ ἵππου δὲ θαυμακατὰ μεμαθηκώς, ὁ ἐμβρόντητος μεμένηκε κατὰ τῆς εὐσεβείας λυττῶν.

[*](18/19 Exod. 7, 22)[*](* 4—16 Cod. syriac. Br. Mus. Add. 17, 147 F 142v (= Σ))[*](B V2 F HN (n) + GSP (s) = r AL (y))[*](1 ἐμπιμπραμένην A ι 2 ἐκβολήν BF ι διαθεῖν V2 ι 5 οἰκίαν ἡμῶν ~ B domwn Cass. Cass. ι 6 περιθέωμεν B περιθέωμεν Ρ ι 7 εἶπεν ΒV2 εἰπών Fry, haec illo dicente Cass. ι σιγήσας ἠπείλησεν V2 ἀπειλήσασ ἐσίγησεν BFry interminatus est quidem sed tacuit Cass. interminatiis ὁ et tacuit Σ; ἀπει- λήσας delendum; neque enim Valens quidquam minatus est in Philotheo. potius scribendum σιγήσας ἀπῆλθεν « , unrichtig: nur durch sein Schweigen drohte er, εῖς δὲ . . . θρασύτερον ἀπειλήσας ι 7/8 βασιλικὸν κοιτῶνα = Nic. Cass. Σ] βασιλέα B ι 9 nach εὐθὺς + δἐ P ι 11 πληγεὶς ἲς = Theophan. Polyd.] βλαβεὶσ V2, mente perculsus Csiss. πηρωθεὶς Rel. Hist. ι Β ι καθῆστο ΒV2 ἐκάθητο Fry ι ἐκεῖνον προσμένων~Fry ι 13 οἱ BV2 αὐτῶ Fry ι ἀναλώθη B 14 ὁ βασιλεὺς ἑτέρους ~ V2 ι μελήσεωσ y ι 16 θερμῷ vor τεθνεῶτα ~ B Cass. I δήλου τούτου oo n ι 17 μὲν ΒV2 > Fry ι 18 ἐσκληρύνοντο F 19 υὴν καρδίαν αὐτῶν κατὰ τὸν Φαραώ ~ GS ι ἵππου δὲ B ἱπου δὲ V2 ὁσίου Fry, s. Relig. Eist. 1376 ι 20 μεμαθηκώσ BV2F μαθών ry)
267