Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ ὅμως, ὡς ὁ ᾅδης ἐπὶ θα- >νάτῳ τῶν ἀδελφῶν οὐκ ἐμπιπλάμενοι, ἁπανταχοῦ γῆς ἐτόλμησαν οἱ >παράφρονες καὶ ἀβέλτεροι τῆς οἰκείας ὠμότητος καταλεῖψαι μνημό- συνα, ἐκ κακῶν ἔχειν τὸ γνώριομα βουλόμενοι. ἰδοὺ γὰρ πάλιν κλη- ρικοὺς τῆς καθολικῆς ἐκκλησίας ἐν Ἀντιοχείᾳ διατρίβοντας ἅμα σπου- δαίοις μονάζοσι τὰ τῆς δραματουργίας αὐτῶν διαμαρτύρασθαι προθεμένους, βασιλικὰς ἠχήσαντες κατ’ αὐτῶν ἀκοάς, τὴν Νεοκαι- >οάρειαν τοῦ Πόντου οἰκεῖν παρεσκεύασαν, οἳ τάχα καἰ τοῦ ξῆν ἐστε ρήθησαν διὰ τὴν τῶν τόπων ἀγριότητα.«

Τοιαύτας ὁ καιρὸς ἐκεῖνος ἐδέξατο τραγῳδίας, σιγῆς μὲν καὶ 37 κγ΄] λήθης ἀξίας ἐν συγγράμμασι δὲ τιθεμένας εἰς ἔλεγχον τῶν κατὰ τοῦ μονογενοῦς κινησάντων τὰς γλώττας· οἳ τὴν τῆς βλασφημίας εἰσδεξάμενοι λύτταν, οὐ μόνον τὸν τῶν ὅλων δεσπότην τοξεύειν ἐπιχειροῦσιν, ἀλλὰ καὶ κατὰ τῶν εὔνων αὐτοῦ θεραπόντων τὸν ἄσπονδον ἀνεδέξαντο πόλεμον.

[*](8/9 vgl. Prov. 27, 20)[*](B V2 F HN (n) + GSP (s) = r AL (y) W [bis 22])[*](2 οἰκήσαντας] ἀσκήσαντας V2 ι καὶ λόγῳ — ὑποτάξαντας > A ι 3/4 γαλουχηθέντεσ SA γαλουχήσαντεσ V2 ι 4 ἐπάροντασ B exercentes Cass. ι 8 δῖός καισαρεία B, Diocaesaream Cass. ι ὅμως ὡς ὁ ᾅδης] ὁμὸς ὡς ἅδης V2 vehit infemus crudelissimus Cass. ι 9 ἁπανταχοῦ γῆς > B Cass. ι 13 μονάζουσι] δαμάζουσι V2 ι 14 προσθεμένοις V2nP, volentes Cass. ι ἠχήσαmες] in- flammantes Cass. ι 17 am Rand κݲγݲ BV2Fn; die Ausgaben, und auch Cass. schreiben noch die Zeilen 17 —22 dem Briefe zu. Der Sinn aber wie das Capitelregister spricht dagegen. Mit ἀγριότητα Ende der Anführungszeichen in (in den anderen HSS fehlen solche); verwandter Gedanke oben S. 100, 35 19 γλώσσας V2L ι 21 κατὰ τῶν ἔυνων αὐτοῦ θεραπόντων V2 κατα εὐνῶν θεραπόντων αὐτοῦ B κατὰ τῶν εὐσεβῶν αὐτοῦ θεραπόντων FryW contra eius faniulos Cass., vgl. oben S. 90, 10; τῶν εὐνῶν (sie) αὐτοῦ θεραπόντων Theodoret. in PsaL 135 PG 80, 1921 B; εὔνοις θεράποντας Gr. äff. cur. S. 205, 3; 211, 22 (Raeder))
261

Κατ᾿ ἐκεῖνον τὸν χρόνον τῶν Ἰσμαηλιτῶν τὰ φῦλα τὰς πελαζούσας τῆς Ῥωμαίων ἡγεμονίας ἐληΐζετο χώρας. Μαβία δὲ τούτων ἡγεῖτο, οὐχ ὁρῶσα μὲν ἣν ἔλαχε φύσιν, ἀνδρείῳ δὲ φρονήματι κεχρημένη. αὕτη μετὰ παμπόλλας συμπλοκὰς σπεισαμένη, εἶτα τῆς θεογνωσίας εἰσδεξαμένη τὸ φῶς, ᾔτησεν ἀρχιερέα προβληθῆναι τῷ ἔθνει Μωϋσῆν ἐν μεθορίῳ τῆς Αἰγύπτου καὶ Παλαιστίνης ἐσκηνημένον.

ταύτην δεξάμενος ὁ βάλῃς τὴν αἴτησιν, εἰς τὴν Ἀλεξάνδρειαν ἀπαχθῆναι τὸν θεῖον ἄνδρα προσέταξε, κἀκεῖθεν αὐτὸν τὴν ἀρχιερατικὴν ὐποδέξασθαι χάριν· ἐκείνη γὰρ μᾶλλον ἐπέλαζεν. ἐπειδὴ δὲ ἀπήχθη καὶ τὸν Λούκιον εἶδεν ἐπιθεῖναί οἱ τὴν χεῖρα πειρώμενον· μὴ γένοιτό, ἔφη, »παρὰ τῆς σῆς με χειροτονηθῆναι χειρός·

οὐκ ἐπιφοιτᾷ γὰρ σοῦ καλοῦντος ἡ χάρις τοῦ πνεύματος«. ὁ δὲ Λούκιος· »πόθεν ταῦτα«, ἔφη, »τοπάζων λέγεις;« ὁ δέ· οὐ τοπάζω, εἶπεν, ἀλλ’ οἶδα σαφῶς· τοῖς τε γὰρ ἀποστολικοῖς δόγμασι διαμάχῃ καὶ ἀντίπαλα φθέγγῃ, καὶ τοῖς βλασφήμοις λόγοις συμβαίνει τὰ παρανόμως γιγνόμενα.

τίς γὰρ διὰ διὰ δυσσεβὴς τοῖς ἐκκλησιαστικοῖς συλλόγοις οὐκ ἐπεκώμασεν; τίς τῶν ἀξιεπαίνων ἀνδρῶν οὐκ ἐλήλαται; ποίαν θηριωδίαν βαρβαρικὴν οὐκ ἀπέκρυψε τὰ παρὰ σοῦ καθ’ ἑκάστην ἡμέραν τολμώμενα;‘ ταῦτα ὁ μὲν θαρραλέως ἔλεγεν, ὁ δὲ φονῶν ἤκουε· καὶ σφαγῆς μὲν ἐφίετο, ἐδεδίει δὲ μὴ πάλιν ἐξάψῃ τὸν διαπαυσάμενον πόλεμον.