Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ποῖς νόμος Ῥωμαίων, ποία δὲ γνώμη βαρβάρων τοὺς πατράσι συμ- παθοῦντας ἠμύνατο; ποῦ τις τῶν παλαιῶν ποτε ἔδρασέ τι τοιοῦτον παράνομον; ἐκέλευσέ ποτε Φαραὼ ἀναιρεῖσθαι τῶ, Ἑβραίων τὰ ἄρρενα· ἀλλὰ φθόνος· καὶ δέος ὑπέβαλε τοῦτο τὸ πρόσταγμα.

πόσῳ τὰ τότε τῶ; νῦν φιλανθρωπότερα; πόσῳ ποθεινὰ πρὸς αἵρεσιν ἀδικήματος; πόσω βελτίονα πρὸς σύγκρισιν ἀνομήματος, κἂν ἀλλήλων αἱ κακίαι μὴ χωρίξωνται; ἄπιστα τὰ λεγόμενα, ἀπάνθρωπα καὶ δεινά, ὠμὰ καὶ βάρβαρα, ἀνελεῆ καὶ πικρά.

ἀλλ’ ἐν τούτοις ἐγαυρίων οἱ τῆς Ἀρείου μανίας ὑπήκοοι χορεύοντες.

Τῆς δὲ πόλεως πάσης ὀλοφυρομένης, οὐκ ἦν γὰρ οἰκία ἐν ᾗ οὐκ ἠν τεθνηκώς«, ὠς ἐν τῇ Ἐξόδῳ γέραπται, ἠρέμησαν πάλιν οἱ τὴν ἓξιν ἀκόρεστον πρὸς παρανομίαν ἀσκήσαντες.