Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ τὸ μὲν τῶν εἰδώλων κατέλυσαν τέμενος, ταῖς δὲ τῆς διδασκαλίας ἀκτῖσι καταυγασθέντες τῆς τοῦ παναγίου βαπτίσματος ἠξιώθησαν χάριτος.

τούτων ἐν τῶ ἄστει δήλων γεγενημένων, πανδημεὶ συνῆλθον ἅπαντες, τῷ Λουκίῳ λοιδορούμενοι καὶ θεήλατον σφὰς ὀργὴν καταλήψεσθαι λέγοντες εἰ μὴ τῶν ἁγίων ἐκείνων ὁ θεῖος ἀφεθείη χορός· οὕτω δείοας ὁ Λούκιος τὸν τῆς πόλεως θόρυβον ἐπανελθεῖν τοῖς θεσπεσίοις ἀνδράσιν ἐπέτρεψεν εἰς τὰ σπήλαια.

Ἱκανὰ μὲν δὴ καὶ ταῦτα δεῖξαι τὴν ἐκείνου βδελυρίαν τε καὶ ἀσέβειαν· σαφέστερον δὲ τὰς τολμηθείσας διδάξει παρανομίας τοῦ θαυμασίου Πέτρου τὰ γράμματα. ἐγὼ δὲ τὸ μῆκος φεύγων τὰ ἐν μέσω, κείμενα τῆς ἐπιστολῆς ἐνθήσω τῇ συγγραφῇ.

»Ὁ τοῦ ἔθνους ἡγεμονεύων Παλλάδιος ἐθνικὸς ὢν τὴν αἵρεσιν καὶ τῶν εἰδώλων ἀεὶ προκυλινδούμενος, κατὰ Χριστοῦ στρατεύεσθαι πολλάκις μελετήσας, τὰ προειρημένα συναθροίσας πλήθη, ὁρμᾷ κατὰ τῆς ἐκκλησίας ὡς ὑποτάξαι βαρβάρους ἐπειγόμενος. τότε δὴ τὰ χείριστα γέγονεν. ἀλλὰ καὶ μόνον ὑπαγορεῦσαι θέλων, τῆς μνήμης ὀδύνην μοι παρασχούσης, ἐπαφῆκα δακρύων ἄμετρον φοράν· καὶ ἐπὶ πολὺ ἔμεινα ἂν τοῦτο πάσχων, εἰ μὴ θείῳ λογισμῷ λωφῆσαι παρεσκεύασα.

ἐν γὰρ τῇ καλουμένῃ ἐκκλησίᾳ Θεωνᾶ ἐπεισελθόντα τὰ [*](* 12— S. 260, 22 Cass. VII 40 —15 —S. 251, 7 Cod. syriac. Br. 14, 725 (= Σ) —15 —S. 252, 7 Michael Syr. VH 7 p. 301 —15 —S. 260 H. E. XI 28 —22 — S. 252, 2 Polydeukes 406, 19. Theophan. 60, 34 Bar. 220r) [*](B V2 F HN(n) + GS(s) =r AL (y) W[von 15 an]) [*](1 ἀπέδωκεν V2n restituit Cass. ἀπέδωκαν BsyF ι 2 ποδῶν ἐκείνων ~ L κυλινδούμενοι B καλινδούμενοι V2ryF ι 7 nach σφὰς + αὐτοὺς n ι vor τῶν + ὁ F, übergeschrieben Ac ι 8 ὀ θεῖος> FCass. ι 11 ἱκανὰ] εἰκόνα 15 κβ am Kand HSS ι ἐθνηκὁσ BG, ι aus η corr. V2 ι 16 προκυλινδούμενος = Σ) προ////καλινδούμενοσ, α aus Corr., V2 προσκυλινδοίμενοσ F, adoraret I nach κατὰ + τοῦ F ι 18 βαρβάρους ὑποτάξαι ~ n ι τότε δὴ τὰ B τότε δὴ τότε die übr. HSS, τότε nur einmal auch bei Cass. Σ Michael ι 19 ἀλλὰ = Σ] ἃ δὴ W quae Cass. > F ι μόνον ὑπαγορεῦσαι θέλων V2FryW = Cass. Σ θέλων μόνον ὑπαγορεῦσαι B ι 20 παρασχοĺσησ B dolore . . . sum cotnmotus Cass. Σ παρεχούσης die übr. HSS ι ἀμέτρων nW ι 21 ἔμεινα ἂν τοῦτο] ἐκείνα τοῦτο ἂν B I λοφῖσαι B)

250
>πλήθη ἀντὶ ῥημάτων σεμνῶν εἰδώλων εὐφημίας ἐπήφιον, ἀντὶ θείων γραφῶν ἀναγνώσεως κρότους χειρῶν ἀσέμνους καὶ κεκλασμένας μετ’ αἰοχρότητος φωνάς κατὰ τῶν τοῦ Χριστοῦ παρθένων ὕβρεις, ἃς ἡ γλῶττα προφέρειν οὐκ ἀνέχεται· αἰοχρὸν γάρ ἐστι καὶ λέγειν.

καὶ γὰρ μόνον τις τῶν εὖ φρονούντων ταῦτα ἀκούσας ἔβυσε τὰς >ἀκοάς, καὶ μᾶλλον ηὔξατο ἂν γενέσθαι κωφὸς ἢ αὐτήκοος γεμέσιαι τῆς αἰσχρολογίας αὐτῷ,.

Ἀλλ’ εἴθε λόγοις ἀρκούμενοι μόνον ἐξημάρτανον καὶ μὴ πράξει τὴν τῶν λόγων ἐνίκων ἀσέλγειαν· εὐύποιστος γὰρ ἡ λοιδορία, κἂν οἳα δή ποτ’ οὖν τυγχάνῃ, παρ’ οἷς οἰκεῖ Χριστοῦ φρόνησις καὶ θεῖα διδάγματα.