Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἐπειδὴ δὲ τοῖς ἀρχιερατικοῖς αὐτὸν ἐνίδρυσαν θώκοις, εὐθὺς ὁ τοῦ ἔθνους ἡγούμενος, τὸν Ἑλληνικὸν καὶ Ἰουσαϊκὸν ὅμιλον συναθροίσας, τοὺς τῆς ἐκκλησίας ἐκύκλωσε περιβόλους ἐξιέναι τῷ Πέτρῳ [*](12—20 vgl. Rufin. H. E. XI 3 [Georg. Mon. 552, 6]. Socrat. IV 20, 2 — 24—S. 247, 9 vgl. Socrat. IV 21. Sozomen. VI 19, 2) [*](* 12—S. 247, 7 Cass. VII 37 —12 —S. 247, 18 Nicepli. H. E.26) [*](B V2 SN (n) + GSP (s) = r AL (y) F) [*](2 καὶ1 > P ι 4 ἐκεῖνον > PF ι 5 ἧ ψυχὴ γενομένη] γενόμενος L τοῖν B ταῖν V2ryF, vgl. S. 174, 9 ι χειροῖν B χαιροῖν V2 ι 6/7 ἔδωκεν y i 7 ἀποφῆναι B ι 8 τῶν] τὸν B ι τὴν οἰκείαν δύναμιν n ι 10 οὐάλησ s, von zweiter Hand ΒV2 ι 12 κݲ am Rand HSS ι 14 πόνων] ἄπονον s ἀπόνων ἄπονον καὶ y ι ἀποστόντοσ GS ι 16 αὐτὸν ψηφισαμένης ~ L ι 17 καὶ τῶν ἱερωμένων = Cass. > B ι καὶ3 > P ι ἀξιωτάτων ΒV2F ἀξιωμάτων Nsy ἀξιώμασι HLcNic. ι λεὼς V2 ι 18 ἐδήλουν n ἐδήλουν S ι 19 τε > y 20 ὑπέμεινεν BV2P Casa. ὑπέμενε nGSjF ι 24 Ἐπειδὴ: kein neues Capitel HSS ἱερατικοῖς B ι ι 25 ἒθνοισ übergeschrieben Ac ι ὅμιλον] λαὸν P ὅμιλον Pm)

247
παρεγγυῶν καὶ γὰρ ἄκοντα ἐξελάσειν ἠπείλει. ἐποίει δὲ ταῦτα τῷ βασιλεῖ μὲν δῆθεν τὰ θυμήρη πραγματευόμενος καὶ τοὺς τἀναντία φρονοῦντας ἀναπιμπλὰς συμφορῶν, τῇ δέ γε ἀληθείᾳ τῆς δυσσεβοῦς ὀργῆς ἐμφορούμενος τῆς γὰρ τῶν εἰδώλων θεραπείας ἐξήρτητο,

καὶ λαμπροτάτην ὑπελάμβανεν ἑορτὴν τῆς ἐκκλησίας τὴν ζάλην. Πέτρος μὲν οὖν ὁ θαυμάσιος, τὸν ἀδόκητον θεασάμενος πόλεμον, λαθὼν ἐξελήλυθε καὶ σκάφους ἐπιβὰς εἰς τὴν Ῥώμην ἀπῆρεν.

Ὀλίγων δὲ διελθουσῶν ἡμερῶν. Εὐζώϊος ἀπὸ Ἀντιοχείας Λούκίον κίον ἄγων ἀφίκετο καὶ τὰς ἐκκλησίας ἐκείνῳ παρέδωκεν, οὐ τῆς δυσσεβείας καὶ παρανομίας καὶ τὰ Σαμόσατα πεῖραν ἔλαβε. τὸ δὲ πλῆθος ταῖς Ἀθανασίου διδασκαλίαις ἐντεθραμμένον εἶτα ἐναντίαν τροφὴν θεασάμενον, τῶν ἐκκλησιαστικῶν ἱκών ἀπέστη συλλόγων.

ὁ δὲ Λούκιος, δορυφόροις κεχρημένος τοῖς τῶν εἰδώλων θεραπευταῖς τοὺς μὲν ᾐκίζετο, τοὺς δὲ καθεῖργε, τοὶ δὲ δραπετεύειν ἠνάγκαζεν ἄλλων δέ, βαρβάρων δίκην, ἐπόρθει τὰς οἰκίας. ἀλλὰ ταῦτα ἄμεινον ὁ ἀξιάγαστος Πέτρος ἐν ἐπιστολῇ διηγήσατο· ἐγὼ δὲ μίαν ἀνοσιουργίαν τοῦ Λουκίου διηγηοάμενος ἐκείνην ἐνθήσω τῇ συγγραφῇ τὴν ἐπιστολήν.

Ανδρες ἐν Αἰγύπτῳ τὴν τῶν ἀγγέλων πολιτείαν ζηλώσαντες [*](5) [*]([κα]) τοὺς μὲν πολιτικοὺς θορύβους ἀπέδρασαν, τὴν ἐν ἐρήμῳ δὲ προείλαντο βιοτὴν καὶ τὴν ψαμμώδη καὶ ἄκαρπον καρποφόρον ἀπέφηναν, καρπὸν τῷ θεῷ ἥδιστόν τε καὶ κάλλιστον φέροντες ἣν ἐνομοθέτησεν ἀρετήν.

ταύτης πολλοὶ μὲν ἦρξαν καὶ ἄλλοι τῆς πολιτείας, παιδοτρίβης δὲ ἄριστος τῶν ἀσκητικῶν ἐγένετο συνταγμάτων Ἀντώνιος ἐκεῖνος ὁ πολυύμνητος, ἀρετῆς παλαίστραν τοῖς ἀσκηταῖς ἀποφήνας τὴν ἔρημον.

τοὺς ἐκείνου οὑν θιασώτας αὐτὸς γὰρ μετὰ τῶν με- [*](10 ob. S. 236, 16 f —19 —26 vgl. Rutin. H. E. XI 4 [Georg. Mon. 552, 24]) [*](* 8—26 Cass. VII 38 —26 — S. 249, 12 Cass. VII 39) [*](B V2 HN (n) + GSP (s) = r AL (y) F) [*](1 ἄκοντασ B, yiolentem Cass. ι ἐποίησε V2 faciebat Cass. I 2 μὲν > F δῆθεν > L ι 3 ἀναπιμπλᾶν B ι 4 ἐξήρητο P ι 5 ἑορτὴν ὑπελάμβανεν ~ L ι Ttjv τῆς ἐκκλησίας ζάλην ~ ryF ι 8 Ὀλίγων: κἄ am Rand ry ι ἡμερῶν διελθουσῶν ~ s ι 12 vor τῶν + καὶ GS, fehlt bei Cass. ι 14 ᾐκίζετο BV2 ᾔκιζε ryF ι 17/18 τὴν ἐπιστολὴν τό συγγραφῇ ~ B ι 19 Ἄνδρες: κἄ am Rand BV2 κݲβݲ F ι 20 δὲ vor ἐν ~ B ι 20/21 προείλοντο HSL, ο auf Rasur V2 ι 21 nach τὴν + μὲν B ι 22 καρπὸν > L ι ἐνομοθέτησεν HSS ἐνομοθέτησαν Ausgaben, unrichtig ι 23 ἀρετή //// V2 ι 26 οὖν > BnGSF, nach úbergeschrieben V2)

248
γίστων τε καὶ καλλίστων φορτίων εἰς τοὺς ἀπηνέμους λιμένας καθώρμιστο) ὁ δύστηνος ἐξήλασεν καὶ τρισάθλιος. τοὺς δὲ τῶν θείων ἐκείνων ἡγουμένους χορῶν, Μακάριόν τε τὸν ἀοίδιμον καὶ τὸν γε ὁμώνυμον καὶ Ἰσίδωρον καὶ τοὺς ἄλλους ἐκ τῶν σπηλαίων ἐξαγαγών, εἰς τινα νῆσον ἐξέπεμψεν ὑπὸ δυσσεβῶν οἰκουμένην ἀνθρώπων καὶ μηδένα πώποτε δεξαμένην εὐσεβείας διδάσκαλον.

τοῦ δὲ πορθμείου τῇ γῇ τῆς νήσου πελάσαντος, ὁ δαίμων ὁ παρ’ ἐκείνοις τιμώμενος τὸ ἱδρυμένον καταλιπὼν εἴδωλον, ὅπερ εἶχε παλαιὸν οἰκη- τήριον, τὴν τοῦ ἱερέως ἐξέμηνε θυγατέρα καὶ βακχευομένην πρὸς τὴν ἀκτὴν ἐξήγαγεν, ᾗ τὸ πορθμεῖον οἱ ἐρέται προσώρμισαν· ὀργάνῳ δὲ τῇ γλώττῃ χρησάμενος τῆς κόρης, ἐβόα δι’ αὐτῆς ἅπερ ἐν Φιλίπποις ἡ τὸ πνεῦμα τοῦ Πύθωνος ἔχουσα.

ἤκουον δὲ ἅπαντες, καὶ ἄνδρες καὶ γυναῖκες, ἐκείνου τοῦ δαίμονος λέγοντος· ὢ τῆς ὑμετέρας δυναστείας, ὢ θεράποντες τοῦ Χριστοῦ, πανταχόθεν παρ’ ὑμῶν ἐληλάμέθᾳ ἀπὸ πόλεων καὶ κωμῶν ἀπὸ ὀρέων καὶ βουνῶν, ἀπὸ τῆς οἱκητόρων ἐστερημένης ἐρήμου.

ἠλπίσαμεν ἐν τῷδε τῷ νησυδρίῳ διάγοντες τῶν ὑμετέρων ἀπηλλάχθαι βελῶν, καὶ τῆς ἐλπίδος ἐψεύσθημεν· ἐνταῦθα γὰρ ὑμᾶς ἐξέπεμψαν οἱ διώκοντες, οὐχ ἵνα ὑμᾶς ἀνιάσωσιν, ἀλλ’ ἵνα ἡμᾶς δι’ ὑμῶν ἐξελάσωσιν. ἀφιστάμεθα καὶ τῆς νησῖδος· ταῖς γὰρ τῆς ἀρετῆς ὑμῶν ἀκτῖσι βαλλόμεθα«.

ταῦτα λέγοντες καὶ τὰ τούτοις προσόμοια, εἰς μὲν τὸ ἔδαφος τὴν κόρην κατέβαλον, αὐτοὶ δὲ φροῦδοι πάμπαν ἐγένοντο. ὁ δὲ θεῖος ἐκεῖνος χορὸς προσευξάμενος τὴν κόρην ἀνέστησεν, καὶ τῷ γεγεννηκότι σωφρο- [*](2—S. 249, 10 vgl. Rufin. ebd. 1007, 5 [Georg. Mon. 554, 15]. Sozomen. VI 20, 6—10. q Socrat. IV 24, 12—17 — 11/12 Act. 16, 16—17) [*](B V2 HN(n) + GSP [P bis18 ὑμᾶς ἐξέ] (s) = r AL (y) F) [*](1 τε > nGS ι 1/2 nach καθώρμιστο + ὃν r ι 2 ὁ δύστηνος ἐθήλασεν καὶ τρισάθλιος BN2F ὁ δύστηνος καὶ τρισάθλιος ἐδίωξε r ὁ δύστηνος ἐκεῖνος καὶ τρισάθλιος ἐδίωξε j infelix Lucius expulit Cass. ι 3 ἡγούμενος P ι τε > GS ι 4 γε] δὲ s > ny ι καὶ1 > V2Cass. ι ἠρίδωρον V2 Isidorum Cass. ι 5 ἐξαγαγών] ἐξήγαγον καὶ B, eiieiens Cass. ι 6 δεξαμένην zweimal, das erste expungiert V2 ι 7 πορθμείου nPyF πορθμίου BN2GS ι προσπελάσαντος GS ι ἐκείνων yF ι 10 ἀκτὴν] αὐτὴν Ρ ι ᾗ τὸ πορθμεῖον] πρὸς τὸ πορθμεῖον ἔνθαF ι ἦ BV2 εἰσ’ ἥν ry ι πορθμεῖον nPyF πορθμίον ΒV2GS ι 11 γλώσση y ι κεχρημένος B ι χρησάμενος τῆς κόρης τῇ γλώττῃ ~ V2 ι δι’ αὐτῆς BV2A διὰ ταύτης rAsLF ι > y ι 15 ὀρέων ὀρῶν ΒV2 ι 18 γὰρ > Ρ ι 22 κατέβαλεν, ε auf Rasur, V2 ι 23 ἀνέστησεν Bn suscitavit Cass. ἀνέστησαν V2syF)

249
νοῦσάν τε καὶ ἐρρωμένην ἀπέδωκεν· οἱ δὲ τοῦ θαύματος θεαταὶ πρὸ τῶν ἁγίων ἐκείνων ποδῶν κυλινδούμενοι τῶν τῆς σωτηρίας ἐφοδίων μεταλαχεῖν ἠντιβόλησαν.

καὶ τὸ μὲν τῶν εἰδώλων κατέλυσαν τέμενος, ταῖς δὲ τῆς διδασκαλίας ἀκτῖσι καταυγασθέντες τῆς τοῦ παναγίου βαπτίσματος ἠξιώθησαν χάριτος.

τούτων ἐν τῶ ἄστει δήλων γεγενημένων, πανδημεὶ συνῆλθον ἅπαντες, τῷ Λουκίῳ λοιδορούμενοι καὶ θεήλατον σφὰς ὀργὴν καταλήψεσθαι λέγοντες εἰ μὴ τῶν ἁγίων ἐκείνων ὁ θεῖος ἀφεθείη χορός· οὕτω δείοας ὁ Λούκιος τὸν τῆς πόλεως θόρυβον ἐπανελθεῖν τοῖς θεσπεσίοις ἀνδράσιν ἐπέτρεψεν εἰς τὰ σπήλαια.

Ἱκανὰ μὲν δὴ καὶ ταῦτα δεῖξαι τὴν ἐκείνου βδελυρίαν τε καὶ ἀσέβειαν· σαφέστερον δὲ τὰς τολμηθείσας διδάξει παρανομίας τοῦ θαυμασίου Πέτρου τὰ γράμματα. ἐγὼ δὲ τὸ μῆκος φεύγων τὰ ἐν μέσω, κείμενα τῆς ἐπιστολῆς ἐνθήσω τῇ συγγραφῇ.