Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἐπὶ τούτοις ἡσθεὶς τοῖς λόγοις ὁ βασιλεὺς ἐβουλεύετο λοιπὸν περὶ τῆς τῶν κοινῶν σωτηρίας καὶ ὅπως ἐκ τῆς πολεμίας ἀπήμαντον ἀπαγάγοι τὴν στρατιάν.

οὐκ ἐδεήθη δὲ βουλευμάτων πολλῶν, ἀλλὰ τῶν τῆς εὐσεβείας σπερμάτων ἐτρύγησε τοὺς καρπούς. παραυτίκα γὰρ τὴν οἰκείαν ἔδειξε προμήθειαν ὁ τῶν ὅλων θεὸς καὶ τὴν φαινομένην ἔλυσεν ἀπορίαν. τὴν γὰρ τούτου βασιλείαν ὁ Περσῶν μεμαθηκὼς βασιλεὺς πρέσβεις ἀπέστειλεν ὑπὲρ εἰρήνης πρεσβευσομένους · εἶτα τροφὰς τοῖς στρατιώταις ἐξέπεμψε, καὶ ἀγορὰν αὐτοῖς ἐν τῇ ἐρήμῳ γενέσθαι προσέταξε.

τριακοντούτεις δὴ οὑν σπονδὰς ποιησάμενος ἐρρωμένην τὴν στρατιὰν τῆς πολεμίας ἐξέβαλε.

[*](17—S. 212, 7 vgl. Rufin. H. E. XI 1, 1002 [Georg. Mon. 549, 9] — 20/21 vg. Malal. 335, 4. Chronic. Pasch. 553, 6. Amm. Marcell. 25, 7, 5 — 23/24 vgl. Philostorg. VIII 1. Sozomen. VI 7, 10. Theophan. 53, 27)[*](* 15—24 Cass. VII 1)[*](B V2 HN (n) + GS (s) = r AL (y) F)[*](2 μήτε2]καὶ B ι 3 τῶν > n ι τοιούτων] οὐ τοιούτων F οὐ τοιούτων V2 I 5 προμηθείας BV2 προνοίας ryF, s. Z. 19 ι 6 τέ εἰσιν καὶ λίαν (λείαν B) εὐεπιχείρητοι BV2 > ryF ι 8 ἐνδυάσησ BF ι 9 βασιλεύεις BF ι 10 εὐσεβέσι BV2r εὐσεβείασ yF ι γεραιότεροι F ι 11 ἀπέλαυσαν V2L und, vor Correctur, F ι ἐκείνου F ι 13 ὁ > s ι οὐδὲ] οὔτε B ι 14 ἵδρυσαι B ι 15 ὁ βασιλεὺς τοῖς λόγοις ~ ι 16 πολεμίας] πολεμικῆς s ι 18 παραχρῆμα L ι 19 προμήθειαν ἔδειξεν ~ V2 ι 20 ἀπορίαν, ἄπο auf Rasur Ac ι 21 πρεσβευσομένουσ B πρεσβευσόμενοσ V2 πρεσβευομένουσ ryF ι 23 τριακοντούντισ B ι 24 πολεμίας] βασιλείας B ι ἐξέβαλε] ἐξέλαβε oder ἐξήγαγε Val.)
212

Παραυτίκα δὲ τῆς ὄπ αὐτοῦ βασιλευομένης γῆς ἐπιβάς, πρῶτον [*]([β΄]) μὲν ἔγραψε νόμον καὶ τοὺς ἐπισκόπους ἐπανελθεῖν ἐκ τῆς ἐξορίας διαγορεύοντα καὶ τὰς ἐκκλησίας ἀποδοθῆναι παρεγγυῶντα τοῖς τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν διατετηρηκόσιν ἀκήρατον.

ἐπέστειλε δὲ καὶ πρὸς Ἀθανάσιον ἐκεῖνον τὸν τούτων πρόμαχον τῶν δογμάτων, γραφῆναί οἱ παρακαλῶν τὴν ἀκριβῆ περὶ τῶν Βείων διδασκαλίαν.

ὁ δὲ τοὺς λογιμωτέρους τῶν ἐπισκόπων ἀγείρας ἀντέγραψε τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν φυλάττειν παρακαλῶν, ὡς τοῖς ἀποστολικοῖς συμβαίνουσαν δόγμασιν. ἐνθήσω δὲ καὶ τὴν ἐπιστολήν, τῆς τῶν ἐντευξομένων προμηθούμενος ὠφελείας.