Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

τοῦ δὲ ὑπάρχου χαλεπήναντος καὶ ἀνόητον εἶναι φήσαντος, ὁ θεῖος ἔφη Βασίλειος· ταύτην ἔχειν εἰς ἀεὶ τὴν ἄνοιαν εὔχομαι«. ἐπειδὴ δὲ ἐξελθεῖν προσετάχθη καὶ τὸ πρακτέον βουλεύσασθαι καὶ τῇ ὑστεραίᾳ δηλῶσαι τὴν γνώμην (συνῆπτο δὲ τοῖς λόγοις καὶ ἀπειλή), φάναι [*](9—19 vgl. Gregor. Nyss. Contra Eunomium I PG 45, 292Aff — 19/20 vgl. Gregor. Nazianz. Orat. XLIII 48 —23 —S. 244, 2 vgl. Sozomen. VI 16, 5. Rufin. Η. Ε. XI 9 S. 1016, 10. Socrat. IV 26, 19) [*](B V2 HN (n) + GSP [P von 22 ταίτην] (s) = r AL (y) F) [*](1 ταίτης] αὐτῆς B ι nach Βασίλειος + ὁ μέγας n, fehlt bei Cass. 6 ἀρχέτυπον V2r ι 7 ἤρκεσαν V2 ι γὰρ] γὰρ καὶ B, enim caeteris Cass. 9 τὸν > n ι τῆς > F ι11 nach λόγοις + τε Β ι 12 τε > BG 13 δουμάτοσ A ι 15 τούτοισ’ F ι ἐκεῖνοι ΒV2 ἐκεῖνοί τε die übr. HSS 17 λογίοις B eloquiis Cass. V 2 rgF ι 18 εἰ δέοι πάσασ ΒV2 si cojitingat etiam omnes Cass. καὶ πάσας εἰ δέοι ryP ι 19 εἰδέασ NGy ι 20 δίχα] ἄνευ yF ὀλεθρίαν ἀποκαλῶ] ὀθνίαν καλῶ v2, pemiciem . . . appello Cass. ι 21 καὶ ἀνόητον εἶναι φήσαντος > F ι ἀνόητον εἶναι BV2 stidtunique voeitaret Cass. ἀνοηταίνειν ry ι 22 ἄνοιαν] ἀνομίαν F ι 24 συνήπτετο B)

244
λέγεται ὁ πανεύφημος ἐκεῖνος ἀνήρ· »ἐγὼ μὲν ὁ αὐτός σοι καὶ αὔριον ἥξω· σὺ δὲ μὴ μεταβάλῃς τὴν γνώμην, ἀλλὰ χρῆσαι ταῖς ἀπειλαῖς«.

μετὰ τούσδε τοὺς λόγοις ὁ ὕπαρχος ὑπαντήσας τῷ βασιλεῖ ἀπήγγειλέ τε τὰ εἰρημένα καὶ τὴν τοῦ ἀνδρὸς ἀνεδίδαξεν ἀρετήν, καὶ τὸ τῆς ψυχῆς ἀνδρεῖον καὶ θαρραλέον ἐμήνυσε.

καὶ τότε μὲν σιγήσας ὁ βασιλεὺς εἰσελήλυθεν.

Ἐπειδὴ δὲ κατὰ τῆς οἰκίας εἶδεν θεηλάτους καταπεμφθείσας πληγὰς ὅ τε γὰρ υἱὸς αὐτοῦ ἀρρωστήσας παρ’ αὐτὰς ἢν τοῦ θανάτου τὰς πύλας καὶ τὴν γαμετὴν διάφορα ἐπολιόρκει παθήματα) καὶ τὴν αἰτίαν ἐπέγνω τῶν σκυθρωπῶν, τὸν θεῖον ἄνθρωπον,