Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

τὸν καιρὸν ὑπὸ τῶν δυσσεβῶν κατὰ τῶν εὐσεβῶν ἐτολμήθη. καὶ γὰρ προφανῶς λοιπὸν ὁ θεομισὴς κατὰ τῆς εὐσεβείας ἐνομοθέτει. καὶ πρῶτον μὲν ἀπηγόρευσε τῶν Γαλιλαίων τοὺς παῖδας (οὕτω γὰρ τοῦ σωτῆρος ἡμῶν τοὺς θιασώτας ὠνόμαξε) ποιητικῶν καὶ ῥητορικῶν καὶ φιλοσόφων μεταλαγχάνειν λόγων.

»τοῖς οἰκείοις γάρ«, φησί, »πτεροῖς κατὰ τὴν παροιμίαν βαλλόμεθα· ἐκ γὰρ τῶν ἡμετέρων συγγραμμάτων καθοπλιζόμενοι τὸν καθ’ ἡμῶν ἀναδέχονται πόλεμον«. μετὰ τοῦτον ἕτερον τέθεικε νόμον τοὺς Γαλιλαίους κελεύων τῆς στρατιᾶς ἐξελαύνεσθαι.

Κατὰ τοῦτον τὸν χρόνον Ἀθανάσιος πάλιν ὁ πένταθλος τῆς ἀληθείας ἀγωνιστὴς ἕτερον ὑπέμεινε κίνδυνον. οὐκ ἐνεγκόντες γὰρ οἱ δαίμονες τῆς Ἀθανασίου γλώττης καὶ προσευχῆς τὴν ἰσχύν, τοὺς οἰκείους ὑπουργοὺς εἰς τὰς κατ’ ἐκείνου λοιδορίας καθώπλισαν. καὶ πολλὰς μὲν καὶ ἄλλας ἀφῆκαν φωνάς, ἀντιβολοῦντες τὸν προστάτην τῆς ἀσεβείας ἐξελάσαι τὸν Ἀθανάσιον, προσέθεσαν δὲ καὶ ταύτην· εἰ Ἀθανάσιος μένοι, οὐδεὶς Ἕλλην μενεῖ· ἅπαντας γὰρ εἰς τὸν οἰκεῖον μεταστήσει χορόν«.