Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οὗτος ἐν τῇ Κωνσταντίνου βασιλείᾳ ζήλῳ πυρπολούμενος θείῳ πολλὰ τῶν ἐκεῖ προσκυνουμένων εἰδώλων συνέτριψε. ταύτης μεμνημένοι τῆς πράξεως οἱ δυσώνυμοι οὐ μόνον αὐτὸν ἀνεῖλον, ἀλλὰ καὶ τὴν γαστέρα τεμόντες τοῦ ἥπατος ἀπεγεύσαντο. τὸν μέντοι πάντα ἐφορῶντα ὀφθαλμὸν οὐ διέφυγον, ἀλλ’ ἔδοσαν ἀξίας τοῦ τολμήματος δίκας.

ὅσοι γὰρ δὴ ἐκείνου τοῦ μύσους μετέλαχον ἐστερήθησαν μὲν τῶν ὀδόντων πάντων κατὰ ταὐτὸν ἐκπεπτωκότων, ἐστερήθησαν δὲ γλωττῶν· διέρευσαν γὰρ καὶ αὗται σηπεδόνι περιπεσοῦσαι· ἀφῃρέθησαν δὲ καὶ τὸ βλέπειν καὶ διὰ τῶν παθημάτων ἐκήρυττον τῆς εὐσεβείας τὴν δύναμιν.

ἐν Ἐμέσῃ δὲ τῇ ὁμόρῳ πόλει Διονύσῳ τῷ γύννιδι τὴν νεόδμητον ἀφιέρωσαν ἐκκλ·ησίαν, τὸ καταγέλαστον καὶ ἀνδρόγυνον ἐν αὐτῇ ἱδρύσαντες ἄγαλμα. ἐν Δοροστόλῳ δὲ πόλις δὲ αὕτη τῆς Θρᾴκης ἐπίσημος) Αἰμιλιανὸς ὁ νικηφόρος ἀγωνιστὴς ὑπὸ Καπετωλίνου τοῦ τῆς Θρᾴκης ἁπάσης ἄρχοντος παρεδόθη πυρί.

Τὸ δέ γε Μάρκου τοῦ Ἀρεθουσίων ἐπισκόπου δρᾶμα τῆς Αἰσχύλου καὶ Σοφοκλέους μεγαληγορίας δεῖται, ἵν ἀξίως τὰ ἐκείνου τραγωι- δήσωσι πάθη. ἐπειδὴ γὰρ οὗτος ἐν τοῖς Κωνσταντίου καιροῖς εἰδω- 10—12 vgl. Chronic. Pasch, a. 362 S. 547, 6. Theophan. ᾖ, 12 — 12—15 vgl. Chronic. Pasch, a. 363 S. 549, 17. Theophan. 51, 17. Synax. 827, 1. Acta SS Juli IV 373. Hieron. Chron. a. Abr. 2381, — 16 —S. 185, 5 vgl. Gregor. Nazianz. Orat. IV 88—91. Sozomen. V 10, 8—14

[*](* 10—18 Cass. V 16 — —S. 185, 5 Synax. 565, 12 u. 42)[*](B HN(n) + GS(s) = r AL (y) FVR (v))[*](1 κωνσταντίνου BAv Chr. Pasch. Theophan. Suidas Synax. Michael κωνσταντίου rL Cass. Σ ι 1/2 βασιλεία am Rand Ac ι 3 εἰδώλων > L ι 4 τῆς γαστέρος B ι 5 ὁρῶντα n ι διέφυγον Brv effugere Cass. διέλαθον y ι 6 ἀξίασ ryv Cass. Σ ἀξίωσ B ι 7 πόντων Bnyv Σ sCass. ι καταυτὸ Β ι 8 γλωσσῶν v ι διέρευσαν By Cass. Σ, κατέρρευσε κατέρρευσε Chr. Pasch. Theophan. τῆς γλώττης διαρρυείσης Synax. διέπεσον rv ι γὰρ Brv Cass. Σ τε γὰρ y ι καὶ = Cass. Σ > Hy ι αὗται rA αὐταὶ BLv ijysae Cass. ι 9 τὸ] τοῦ L ι 10 ἐμέσση B ἐμίση n, Einesa Cass. ι 11 nach Διονύσῳ + γε B, γε fehlt bei Cass. ι γύννιδι B gunnidi Cass. Cod. L γυνίδι L Ac γυναιώδει r γυναικώδει v, s. Gr. aff. cur. S. 91,10 Raeder ι θεόδμητον v, Cass. wie im Text ι ἀφιέρωσέν A ι 12 τὸ — ἄγαλμα am Rand Ac ι ἐν αὐτῆ B illic Cass. > ryv ι 13 δὲ1 Byv Cass. > r ι Αἰμιλιανὸς = Theophan. Synax.] αἰμηλιανὸσ BG Acta SS ι 14 Καπετωλίου A ι 15 πυρί B igni Cass. vgl. πυρὶ παραδοθεὶς Chr. Pasch. Theophan., πυρὰ ryv ι 17 σοφοκλέωσ B ι δεῖται μεγαληγορίας oo r ι ἐκείνων A ι 18 ἐπειδὴ] ἐπεὶ r ι Κωνσταντίου = Gr. Naz. Sozom.] κωνσταντιου ν übergeschrieben Ac) A Κωνσταντίνου Synax.)
184

λικόν τινα καταλύσας σηκὸν ἐκκλησίαν ἐδείματο, τὸν Ἰουλιανοῦ μεμαθηκότες Ἀρεθούσιοι σκοπὸν ἐγύμνωσαν τὴν δυσμένειαν.

ὁ δὲ πρῶτον μὲν ἀποδρᾶναι κατὰ τὸν εὐαγγελικὸν ἐπειράθη νόμον· ἐπειδὴ δὲ ἔγνω τῶν ὑπ’ αὐτὸν ἀντ’ αὐτοῦ συνειλῆφθαί τινας, ἐπανῆκέ τε καὶ ἑαυτὸν τοῖς μιαιφόνοις ἐξέδωκεν.

οἱ δὲ λαβόντες οὔτε ᾤκτειραν ὡς πρεσβύτην οὔτε ᾐδέσθησαν ὡς ἀρετῆς φροντιστήν, ἀλλὰ καὶ βίῳ καὶ λόγω τὸν ἄνδρα κοσμούμενον πρῶτον μὲν ᾐκίσαντο, τὸ σῶμα γυμνώσαντες καὶ τοῖς μέλεσιν ἄπασιν ἐπιθέντες τἀς μάστιγας· εἶτα εἰς ὑπονόμους δυσώδεις ἐμβαλόντες κἀκεῖθεν ἀναγαγόντες τῷ πλήθει τῶν μειρακίων παρέδοσαν, ἀφειδῶς αὐτὸν κατακεντεῖν ταῖς γραφίσι κελεύσαντες. μετὰ δὲ ταῦτα εἰς γύργαθον ἐμβαλόντες καὶ γάρω καἰ μέλιτι χρίσαντες, ὑπαίθριον ᾐώρησαν ἐν θέρους ἀκμῇ, σφῆκας ὁμοῦ καὶ μελίττας εἰς θοίνην προκαλούμενοι. ταῦτα δὲ ἔδρων, δυοῖν θάτερον ἀναγκάζοντες, ἢ τὸν σηκὸν τὸν καταλυθέντα δομήσασθαι ἢ τὴν τῆς οἰκοδομίας ἐκτῖσαι δαπάνην.

ὁ δὲ τῶν μὲν χαλεπῶν ἐκείνων παθημάτων ἠνείχετο. δράσειν δὲ τῶν προτεινομένων οὐδὲν ἐπηγγέλλετο. ἐκεῖνοι δὲ διὰ πενίαν αὐτὸν μὴ παρέχειν ὑπειληφότες τὰ χρήματα, τὰ μὲν ἡμίση τῶν προταθέντων ἠφίεσαν, τἄλλα δὲ ἐκτίνειν ἐκέλευον· ὁ δὲ ἐξηρτημένος καὶ ὑπό τε τῶν γραφίδων κεντούμενος ὑπό τε τῶν σφηκῶν καὶ τῶν μελιττῶν ἐσθιόμενος, οὐ μόνον οὐκ ἐδήλου τὰς ἀλγηδόνας, ἀλλὰ καὶ ἐπετώθαζε τοῖς ἀνοσίοις καὶ ἔλεγεν αὐτοὺς μὲν εἶναι χαμαιζήλους καὶ περιγείους, ἑαυτὸν δὲ [*](3 Matth. 10, 23) [*](* 6—13 Suidas Μάρκος Ἀρεθουσίων — 13—185 3 Cass. VI 12) [*](B ΗΝ(n) + GS(s) = r AL(y) FVR(v)) [*](5 οὔτε] οὐκ B ι 5/6 ὡς πρεσβύτην ᾤκτειραν ~ n ι 6 οὔτε] οὐδὲ B ὡς ἀρετῆς ᾐδέσθησαν ~ n ι καὶ > A ι 8 καὶ τοῖς μέλεσιν — μάστιγας] πολλὰσ μέλλεσιν ἐπιθέντες μάστιγας B, vgl. Synax.: καὶ παντὶ τῷ σώματι πληγὰς ἐπιθέντες ι 10 κατακεντεῖν rLv vgl. κατεκέντουν Sozom. V 10, 11, κατακεντᾶν A μετακεντεῖν B κεντεῖν Suidas κεντᾶν Synax. ι 12 ὑπαίθριον L Suidas am Rand Ac ὑπέθριον B ἐπαίθριον HG ἐπ’ αἴθριον Nv αἶθρον S ι ἐώρησαν BN ἐώρισαν G ι 13 vor δυοῖν + δρᾶσαι yv, δρᾶσαι fehlt bei Cass. Michael, vgl. S. 239, 17 ι 14 δωμήσασθαι B ι 15 ἐκτῖσαι] ἐκτίσασθαι s εἰσ’ τὸ κτίσαι B ι μὲν > B ι 16 παθημάτων ἠνείχετο ~ A ι εἴχετο j, ἢν übergeschrieben Ac ι δράσαι v ι 17 μὴ παρέχειν αὐτὸν διὰ πενίαν ~ B ι 18 τὰ μὲν ἡμίση rLv τὰ μὲν ἥμισυ A μὲν ἡμεῖς B 1 τἄλλα δὲ B τὰ ἄλλα δὲ y τὰ δ’ ἄλλα rv ι 19 ἐκτίνειν Lv ἐκτείνειν BA ἐκτιννύειν r ι 20 τε > B ι μελισσῶν B ι 22 ἐπιγείοις A ι αὐτὸ rv)

185
ὑψηλὸν καὶ μετέωρον.

τέλος δὲ βραχύ τι μόριον τῶν χρημάτων ἐξῄτησαν· ὁ δὲ ἴσον εἰς ἀσέβειαν ἴφη τὸ ὀβολὸν γοῦν ἕνα δοῦναι τῷ πάντα δοῦναι. οὕτως ἡττηθέντες ἀπέλυσαν, ὑπεραγασθέντες τὴν καρτερίαν καὶ διὰ τῶν ἐναντίων εἰς τἀναντία μετατεθέντες. διὰ γὰρ τῆς ἐκείνου γλώττης μετέμαθον τὴν εὐσέβειαν.