Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

τέλος δὲ βραχύ τι μόριον τῶν χρημάτων ἐξῄτησαν· ὁ δὲ ἴσον εἰς ἀσέβειαν ἴφη τὸ ὀβολὸν γοῦν ἕνα δοῦναι τῷ πάντα δοῦναι. οὕτως ἡττηθέντες ἀπέλυσαν, ὑπεραγασθέντες τὴν καρτερίαν καὶ διὰ τῶν ἐναντίων εἰς τἀναντία μετατεθέντες. διὰ γὰρ τῆς ἐκείνου γλώττης μετέμαθον τὴν εὐσέβειαν.

τὸν καιρὸν ὑπὸ τῶν δυσσεβῶν κατὰ τῶν εὐσεβῶν ἐτολμήθη. καὶ γὰρ προφανῶς λοιπὸν ὁ θεομισὴς κατὰ τῆς εὐσεβείας ἐνομοθέτει. καὶ πρῶτον μὲν ἀπηγόρευσε τῶν Γαλιλαίων τοὺς παῖδας (οὕτω γὰρ τοῦ σωτῆρος ἡμῶν τοὺς θιασώτας ὠνόμαξε) ποιητικῶν καὶ ῥητορικῶν καὶ φιλοσόφων μεταλαγχάνειν λόγων.

»τοῖς οἰκείοις γάρ«, φησί, »πτεροῖς κατὰ τὴν παροιμίαν βαλλόμεθα· ἐκ γὰρ τῶν ἡμετέρων συγγραμμάτων καθοπλιζόμενοι τὸν καθ’ ἡμῶν ἀναδέχονται πόλεμον«. μετὰ τοῦτον ἕτερον τέθεικε νόμον τοὺς Γαλιλαίους κελεύων τῆς στρατιᾶς ἐξελαύνεσθαι.