Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οὑ δὴ εἵνεκα τὴν Ἑλλάδα περινοστῶν μάντεις ἐπεζήτει καὶ χρησμολόγους, εἰ τεύξεται τοῦ ποθουμένου μαθεῖν ἱμειρόμενος. περιτυγχάνει δὲ ἀνθρώπῳ ταῦτα προλέγειν ὑπισχνουμένῳ, ὃς τοῦτον εἴς τινα τῶν εἰδωλικῶν σηκῶν ἀγαγὼν καὶ εἴσω γενέσθαι τῶν ἀδύτων παρασκευάσας, τοὺς ἀΠατεῶνας ἐκάλεσε δαίμονας.

ἐκείνων δὲ μετὰ τῆς συνῆψ’ φαντασίας ἐπιφανέντων, ἠνάγκασε τοῦτον τὸ δέος ἐπιθεῖναι τῷ μετώπῳ τοῦ σταυροῦ τὸ σημεῖον· οἱ δὲ τοῦ δεσποτικοῦ τροπαίου τὸν τύπον ἰδόντες καὶ τῆς σφετέρας ἥττης ἀναμνησθέντες, φροῦδοι παραυτίκα ἐγένοντο.

συνεὶς δὲ ὁ γόης ἐκεῖνος τῆς φυγῆς τὴν αἰτίαν ἐπεμέμψατο τούτῳ. Ἰουλιανὸς δὲ καὶ τὸ δέος ἐδήλωσε καὶ τοῦ σταυροῦ θαυμάζειν ἔφησε τὴν ἰσχύν· ἀπέδρασαν γὰρ οἱ δαίμονες τούτου τὸν τύπον οὐκ ἐνεγκόντες ἰδείν. μὴ δή τοῦτο ὑπολάβῃς, ὦ ἀγαθέ«, ὁ γόης ἔφη, οὐ γὰρ ἔδεισαν, ὥς γε οὐ φῄς, ἀλλὰ βδελυξάμενοι τὸ παρὰ σοῦ γενόμενον ᾤχοντό.

οὕτω βουκολήσας τὸν δείλαιον ἐμύησέ τε καὶ τοῦ μύσους ἐνέπλησε. καὶ ἡ τῆς βασιλείας ἐπιθυμία τῆς εὐσεβείας ἐγύμνωσε τὸν τρισάθλιον.

Παραλαβὼν δὲ ὅμως τὴν δυναστείαν ἐπὶ πλεῖστον ἔκρυψε τὴν ἀσέβειαν· διαφερόντως γὰρ ἐδεδίει τοὺς στρατιώτας, τὰ τῆς εὐσεβείας εἰσδεδεγμένους μαθήματα. πρῶτον μὲν γὰρ αὐτοὺς ὁ πανεύφημος Κωνσταντῖνος, τῆς προτέρας ἐξαπάτης ἐλευθερώσας, ἐξεπαίδευσε τὰ τῆς ἀληθείας μαθήματα· ἔπειτα δὲ οἱ ἐκείνου παῖδες βεβαιοτέραν ἐν αὐτοῖς τὴν παρὰ τοῦ πατρὸς γεγενημένην διδασκαλίαν εἰργάσαντο.

[*](5— 18 vgl. Gregor. Nazianz. Orat. IV 55—56 Sozomen. V 2, 5—6)[*](* 3 — 18 Cass. VI 1. Georg. Mon. 535, 13. vgl. Nöldeke, Ein syrischer Zeitschr. der Deut. änd. Gesellsch. 28, 664)[*](B HN (n) + GS (s) = r AL fy) FVR (v) *)[*](2 nach μὲν + δὴ A ι θνησιφόρον y γρ. ὀνησιφόρον Am ι 3 ὤφειλεν B ι ἕνεκα v ι 4 καὶ ryv Georg. > B Gass. ι 6 εἰς τινα — 7 σηκῶν] εἰσ’ εἰδωλικὸν σηκὸν A, den Text bezeugen auch Cass. Georg. ι 8 ἀπαταιαιῶνασ BR ι 13 ἐπεμέμψατο sy Georg. Codd. ENPV ἐμέμψατο Bnv Georg. Codd. BFLR coepit culpare Cass., s. S. 195,22; 219, 14; 245, 7 ι τούτῳ] τοῦτο B τοῦτον Georg. lulianwn Cass. ι 14 τούτου] τοῦτον L, hoc signum Cass. ι 15 ὦγαθέ rL ι 16 rv Cass. ι ἀλλὰ zweimal B ι ἀλλὰ — 17 σοῦ am Rand Ac ι 17 τε ryn Georg. > B ι 20 y am Rand sF ι 22 πρῶτος B ι πρῶτον — 24 μαθήματα Lm ι 24 δὲ > s)
179