Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Μετὰ μέντοι τὴν ὀλεθρίαν ἐκείνην τῶν χρημάτων διανομὴν ἔν τινι συσσιτίῳ, τινὲς τῶν τὸ χρυσίον εἰληφότων κατὰ ταὐτὸν εἱστιῶντο. τούτων εἶς φιάλην δεξόμενος οὐ πρότερον ἔπιε πρὶν ἢ τὴν σωτήριον ἐπιθεῖναι σφραγῖδα.

τινὸς δὲ τῶν συσσίτων ἐπιμεμψαμένου καὶ φήσαντος ἐναντίον εἶναι τοῦτο τῷ πρὸ βραχέως γεγενημένῳ, ἤρετο ἐκεῖνος τί τῶν ὑπ’ αὐτοῦ πεπραγμένων κέκληκεν ἐναντίον. ὁ δὲ τοῦ βωμοῦ καὶ τοῦ λιβανωτοῦ καὶ τῆς ἀρνήσεως τῆς γεγενη- [*](1/2 vgl. Philostorg. VII 7. Chronic. Pasch, a. 363 S. 549, 9. Theophan. 51, 10 — 2—7 vgl. Rufin. H. E. XI 2, 1002, 14 — 8—S. 196, 11 vgl. Sozomen. V 17, 8—11. Gregor. Nazianz. Orat. IV 81—84) [*](* 8—14 Georg. Mon. 541, 1) [*](B V2 HN (n) + GS (s) = r AL (y) F) [*](1 ἐξάγιστος] ἐναγέστατος B ι 5 ἐπιμελομένους An ι 7 δωρεαῖς übergeschrieben Ac ι πιστούμενος > F ι 8 ἵζ’ am Rand HSS ι 10 καθῆστο BV2 Georg. ἐκάθητο r ἐκάθιτο F ἐκαθέσθη y ι 12 τὸ Bs ι 13 πρότερον ryF Georg. πρῶτον BV2 ι ἐπιβάλλειν B Georg. ι 14 κομίζεσθαι V2 ι δεξιᾶς κομίσασθαι ~ s ι τὴν > y, übergeschrieben Ac ι 15 σκεψάμενοι B ι 20 κατά ταὐτὸν] καταυτὸν B ι 21 πρὶν ἧ BV2 πρὶν ryF ι 23 τοῦ — γεγενημένου y ι βραχέωσ Br βραχέος y ο auf Rasur V2F ι 25 λιβάνου B ι 25 f ἀρνήσεως τῆς γεγενημένησ sy ἀρνήσεως γεγενημένης V2 ἀρνήσεωσ τῆς γεναμένησ B γενομένης ἀρτήσεως n)

196
μένῃς ἀνέμνησε ·ταῦτα γὰρ τῆς Χριστιανικῆς ὁμολογίας ἀντίπαλα.

τούτων ἀκούσαντες τῶν ἑστιωμένων οἱ πλείους ἀνωλόλυξάν τε καὶ ὠλοφύραντο, καὶ πολλὰς τῶν κεφαλῶν ἀποτίλαντες τρίχας ἐξανέστησάν τε τοῦ συμποσίου καὶ διὰ τῆς ἀγορᾶς θέοντες Χριστιανοί τε εἶναι ἐβόων καὶ βασιλικοῖς παρακεκροῦσθαι τεχνάσμασι καὶ παλινῳδίαν ᾄδειν καὶ τὴν ἐξ ἀγνοίας συμβᾶσαν ἥτταν ἀναπαλαίειν.

μετὰ τούτων θέοντες τῶν βοῶν κατέλαβον τὰ βασίλεια, τῶν τοῦ τυράννου σοφισμάτων κατηγοροῦντες καὶ πυρὶ παραδοθῆναι παρακαλοῦντες, ἵνα πυρὶ μιανθέντες διὰ πυρὸς ἑτέρου τὴν κάθαρσιν δέξωνται. ταῦτα καὶ ὅσα τούτοις προσόμοια παρ’ ἐκείνων λεγόμενα ἐξέμηνε τὸν τοῦ ἀλιτηρίου θυμόν.

καὶ Πρῶτον μὲν αὐτῶν τὰς κεφαλὰς ἄποτ’ ἀποτμηθῆναι προσέταξεν. ἀπαγομένων δὲ αὐτῶν ἔξω τοῦ ἄστεως, ἠκολούθει τὸ τῷ πόλεως πλῆθος, ἀγάμενον αὐτοὺς τῆς εὐψυχίας καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας παρρησίαν θαυμάζον.

ἐπειδὴ δὲ τὸ χωρίον ἐκεῖνο κατέλαβον ἔνθα τοὺς κακούργους κολάζειν εἰώθασιν, ἐλιπάρησε τὸν δήμιον ὁ τῶν ἄλλων πρεσβύτερος, τοῦ πάντων αὐτῶν νεωτάτου πρῶτον τὴν κεφαλὴν ἐκτεμεῖν, ἵνα μὴ τῶν ἄλλων θεασάμενος τὴν σφαγὴν τὴν δειλίαν εἰσδέξηται.