Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Δύο δέ τινες ἐν στρατείᾳ διαπρέποντες ἀσπιδηφόροι γὰρ ἦσαν καὶ βασιλέως πεζέταιροι) ἔν τινι συμποσίῳ θερμότερον τῶν γιγνομένων τὸ μύσος ἐθρήνησαν καὶ τοῖς θαυμασίοις τῶν ἐν Βαβυλῶνι διαπρεψάντων μειρακίων ἐχρήσαντο ῥήμασι· παρέδωκας γὰρ ἡμὰς‘, ἔλεγον, »βασιλεῖ παρανόμῳ ἀποστάτῃ παρὰ πάντα τὰ ἔθνη τὰ ὄντα ἐπὶ τῆς γῆς«.

ταῦτά τις τῶν ὁμοτραπέζων ἐκείνῳ μεμήνυκεν. ὁ δὲ παραυτίκα γε ἀγαγὼν τοὺς ἀρίστους ἁδρὰς ἐκείνους ἐπυνθάνετο τίνα εἴη τὰ εἰρημένα. οἱ δὲ παρρησίας ἀφορμὴν ὑπειληφότες τὴν τοῦ βασιλέως ἐρώτησιν, τὸν ἀξιέπαινον παραθήξαντες ζῆλον , εἶπον τοιάδε· ἐν εὐσεβείᾳ τραφέντες, ὦ βασιλεῦ, καὶ νόμοις ἀξιεπαίνοις δεδουλευκότες (Κωνσταντίνου ἀντίνου γὰρ καὶ τῶν ἐκείνου ἦσαν οἱ νόμοι), ὀλοφυρόμεθα νῦν μύσους ἅπαντα πεπληρωμένα θεώμενοι καὶ ταῖς ἐναγέσι θυσίαις καὶ τὰ βρώματα καὶ τὰ πόματα μολυνόμενα.

ταῦτα καὶ οἴκοι τεθρηνήκαμεν καὶ σοῦ παρόντος ἀποδυρόμεθα · τοῦτο γὰρ δὴ μόνον τῆς σῆς δυσχεραίνομεν βασιλείας«. τούτων ἀκούσας τῶν λόγων ὁ πραότατος καὶ φιλοσοφώτατος παρὰ τῶν ἐκείνῳ προσομοίων ὀνομαζόμενος τὸ μὲν τῆς ἐπιεικείας ἀπεδύσατο προσωπεῖον , τὸ δὲ τῆς δυσσεβείας ἐγύμνωσε πρόσωπον.

καὶ [*](3/5 ι Kor. 10, 25 — 7/8 u. 11/12 vgl. Job, Chrys. In luvent. et Maxim. 2 — 10/11 Daniel 3, 32 (Gebet des Azarias 8)) [*](* 6—S. 194, 2 Synax. 121, 29 — — S. 194, 8 Michael Syr. VII 5 S. 8. 287) [*](B V2 HN (n) + GS (s) = r AL (y) F) [*](2 γενόμενα L, vgl. ἐπὶ τοῖς γινομένοις Georg. ι 4 τὸ ἐν μακέλλῳ φησὶ n μηδὲν — 5 συνείδησιν = Nie. Georg. Cass. > n ι 6 διαπρέψαντες y, in διαπρέποντεσ corr. Ae ι 7 πεζέτεροι V2G πεξαίτεροι n ι 9 μειρακίων > L ι ἐκέχρηντο r, usi sunt Cass. ι 11 ἐκείνω r τῷ βασιλεῖ ’Nie. imperatori Cass. = Michael ἐκείνων BV2yF 1 12 γε am Rand V2 > H ι ἄνδρασ ἐκείνουσ ἐκείνοις ἄνδρας BnNic. ι 13 τίνα V2yF τί ἂν Br quid lociiti fuisscnt Cass. τίνα ἂν Nie. ι 14 τοῦ > n ι 18 καὶ2 > yCass, ι βρώματα By βρωτὰ V2rF ι n πόματα y πώματα B ποτὰ V2rF ι 20 δὴ > y, übergeschrieben Ac ι δυσχεραίνομεν τῆς σῆς ~ s ι 22 ἐκείνου A, ω übergeschrieben Ac ι vor ὀνομαζομενος + οὕτως yF, Cass. wie im Text, s. S. 197, 8 1 23 προσωπεῖον] πρόσωπον A, πεῖον übergeschrieben Ac)

194
πικρὰς αὐτοῖς καὶ χαλεπὰς αἰκίας ἐπιθεῖναι κελεύσας, ἐστέρησε μὲν τῆς παρούσης ζωῆς, μᾶλλον δὲ ἠλευθέρωσεν ἐκείνου τοῦ δυστήνου καιροῦ καὶ τοὺς νικηφόρους στεφάνους προὐξένησεν.

αἰτίαν δὲ τῇ τιμωρίᾳ συνήρμοσεν, οὐ τὴν εὐσέβειαν ὑπὲρ ἧς ἀνῃρέθησαν , ἀλλὰ τὴν παροινίαν· ὡς βασιλέα γὰρ ὑβρικότας ἔφησε τιμωρήσασθαι. ταῦτα δὲ θρυλεῖσθαι προσέταξε, φθονῶν τοῖς τῆς ἀληθείας ἀθληταῖς τῆς τῶν μαρτύρων προσηγορίας τε καὶ τιμῆς.

τούτων ὁ μὲν ᾿ιοβεντῖνος, ὁ δὲ Μαξιμῖνος προσηγορεύετο. τούτους ἡ Ἀντιόχου πόλις ὡς ἀγωνιστὰς εὐσεβείας τιμήσασα πολυτελεῖ παραδέδωκε θήκῃ, καὶ μέχρι δὲ τήμερον ἐτησίῳ δημοθοινίᾳ γεραίρονται.