Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ταῦτα ἐγὼ τοῦ ἀνδρὸς πρεσβύτου ἤδη γεγονότος διηγουμένου ἀκήκοα. προστέθεικε δὲ καὶ ταῦτα, ὡς ἔνθους γενόμενος καὶ θείας χάριτος ἐμπλησθεὶς συνέτριψε μὲν ἅπαντα τοῦ πατρὸς τὰ [*](B V2 HN (n) + GSP (s) = r AL (y) F) [*](1 ὁ νέος ἥξω λοιπὸν] ἵζω λοιπὸν ὁ νέος V2 ι 2 πλάνην B δάφνην Bc S συνανῆλθε δὲ] συνῆλθέ τε F ι 4 συνέπεσθαι BV2rF Synax. ἕπεσθαι y sequi Casp. ι 5 νεωκόρω γὰρ ἤστην V2ny νεωκόροι γὰρ ἤστην s νεωκόροι γὰρ ἤσαν BF Synax. ι 6 περιραίνοντεσ BP ι 7 εἰώθεσαν BV2y Cass. εἰώθασιν rF 9 διαράνασ BsF ι 10 πόλιν BP Synax. Cass. > V2nGSyF, s. 180, 24 ι 11 ἔφη = Syuax. Cass.] ὡς ἔφην ι 13 δὴ οὖν] δὲ Y ι 14 ὁ δὲ—15 προσέταξεν am Rand Ae ι 16 τὸ > BV2 ι 1 7 περιείη BA ι πανταχόσε B πάντοθεν Synax. ι 19 εἶχεν ὁ θεῖος ~ rF Synax. ι 22 αἰτῶ BV2yCass. > rF ι παμπόλλασ BV2L παμπόλλουσ ΑΡ πολλὰς nGSF multis Cass. ι ὀβελοὺς BV2y obolos Cass. ὀβελίσκους rFAcSynax. ι 25 ἀνῆλθε = Synax.] ἀπῆλθεν V2P ι ἀνδρὸς πρεσβύτου ἤδη γεγονότοσ V2nGSyF Cass. Synax. ἀνδρδσ τούτου πρεσβύτου γεγονότος ἤδη BP)

192
εἴδωλα, ἐκωμῴδει δὲ αὐτῶν τὴν ἀσθένειαν· ὕστερον δὲ εἰς νοῦν λαβὼν ὅπερ ἔδρασεν, ἔδεισε τε τοῦ πατρὸς τὴν παρουσίαν καὶ τὸν δεσπότην Χριστὸν ἠντιβόλησε νεῦσαι καὶ συντρῖψαι τὰ κλεῖθρα καὶ τὰς θύρας ἀναπετάσαι· »σοῦ γὰρ δὴ ἕνεκα« , ἔφη, »ταῦτα πέπονθά τε καὶ δέδρακα ταῦτά μου« , ἔφη »λέγοντος, ἐξέπεσε μὲν τὰ κλεῖθρα,

ἀνεῴχθησαν δὲ αἱ θύραι· ἐγὼ δὲ πάλιν πρὸς τὴν διδάσκαλον ἔδραμον. ἡ δὲ σχῆμά μοι γυναικὸς περιθεῖσα καὶ σὺν αὐτῇ γε εἰς τὴν καμάραν καθίσασα τῷ θείῳ με πάλιν Μελετίῳ προσήγαγεν. ὁ δὲ τῷ τῶν ῾ιεροσολύμων με παρέδωκεν ἐπισκόπῳ (Κύριλλος δὲ καὶ οὕτω νύκτωρ εἰς τὴν Παλαιστίνην ὡρμήσαμεν«.

μετὰ δὲ τὴν Ἰουλιανοῦ τελευτὴν καὶ τὸν πατέρα οὗτος πρὸς τὴν ἀλήθειαν ἐποδήγησε · καὶ τοῦτο γὰρ ἡμᾶς μετὰ τῶν ἄλλων ἐδίδαξε. τοῦτον μὲν δὴ τὸν τρόπον οὗτοι πρὸς θεογνωσίαν ποδηγηθέντες τῆς σωτηρίας μετέλαχον.