Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

μετὰ δὲ τὴν Ἰουλιανοῦ τελευτὴν καὶ τὸν πατέρα οὗτος πρὸς τὴν ἀλήθειαν ἐποδήγησε · καὶ τοῦτο γὰρ ἡμᾶς μετὰ τῶν ἄλλων ἐδίδαξε. τοῦτον μὲν δὴ τὸν τρόπον οὗτοι πρὸς θεογνωσίαν ποδηγηθέντες τῆς σωτηρίας μετέλαχον.

Ἰουλιανὸς δὲ παρρησιέστερον, μᾶλλον δὲ ἀναιδέστερον, κατὰ τῆς εὐσεβείας ὡπλίζετο, τὸ μὲν τῆς ἐπιεικείας περικείμενος προσωπεῖον, πάγας δὲ κατασκευάζων καὶ θήρατρα πρὸς τὸν τῆς ἀσεβείας ὄλεθρον τοὺς ἐξαπατωμένους ἀγρεύοντα.

πρῶτον μὲν γὰρ τὰς ἐν τῷ ἄστει καὶ τὰς ἐν Δάφνῃ πηγὰς ταῖς μυσαραῖς θυσίαις ἐμόλυνεν ἵν’ ἕκαστος ἀπολαύων τοῦ νάματος μεταλαγχάνῃ τοῦ μύσους, ἔπειτα δὲ καὶ τὰ κατὰ τὴν ἀγορὰν προκείμενα τοῦ μιάσματος ἐνεπίμπλα· περιερραίνοντο γὰρ καὶ ἄρτοι καὶ κρέα καὶ ὀπῶραι καὶ λάχανα καὶ τἄλλα [*](21— S. 193, 1 vgl. Nectarius De festo S. Theodori PG 39, 1829 B) [*](* 15—S. 193, 5 Georg. Mon. 540, 19 — —194, 10 Niceph. H. E. X 12 — — S. 194, 12 Cass. VI 34 — 19—S. 193, 1 Theophyl. Bulg. Martyr. XV mart. 14 PG 126, 169 C) [*](B V2 HN (n) + GSP [P bis 20 μύσους] (s) = r AL (y) F) [*](1 ἐκωμῴδει BryF Synax. ἐκωμῴδησε V2 ι 2 τὴν τοῦ πατρὸς ~ y I 5 μου = Synax. > B ι ἐξέπεσαν y ἐξέπεσον Synax. ι 8 Μελετίῳ πάλιν ~ V2, Synax. wie im Text ι 9 τῶν > V2L παραδέδωκεν BF ι 11 οὗτος = Cass.] αὐτὸς B ι πρὸς] εἰσ’ P ι 13 οὔτοι] αὐτοὶ B ι πρὸς] πρὸσ τὶν V2 ι 15 Γε am Rand HSS ι παρρησιέστερον BV2LF am Piand Ac παρρησιαίτερον rNic. ι δὲ2 übergeschrieben Ac ι ἀνεδέστερον A ι 16 εὐσεβείας BV2yF Nie. Georg. Cass. ἀληθείας r ι τὸ μὲν τῆς] τῆς μὲν auf Rasur Ac ι προσωπεῖον, εῖον auf Rasur Ac πρόσωπον B j 18 μὲν gestrichen A j 20 μεταλαγχάνει BGF in μεταλαγχάνῃ corr. P ι τοῦ μίσους vor μεταλαγχάνῃ ~ n ἔπειτα δὲ = Georg.] ἐπειδὴ δὲ B, cumque . . . complevisset Cass. ι 21 ἐνεπίμπλα V2y ἐνεπίμπλη BNs ἐνεπίπλη HF ι 21/22 περιεραίνοντο BHFS ι 22 ὀπῶραι = Georg.] ὀπώρα B ι 22 f τἄλλα ὅσα BV2rF Georg, ὅσα ἄλλα y)

193
ὅσα ἐδώδιμα.

ταῦτα ὁρῶντες οἱ τῆς τοῦ σεσωκότος προσηγορίας τετυχηκότες ἔστενον μὲν καὶ ὠλοφύροντο βδελυττόμενοι τὰ γινόμενα, μετελάμβανον δὲ ὅμως ἀποστολικῷ πειθόμενοι νόμῳ· »πᾶν γἀρ«, φησί, τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν «.

Δύο δέ τινες ἐν στρατείᾳ διαπρέποντες ἀσπιδηφόροι γὰρ ἦσαν καὶ βασιλέως πεζέταιροι) ἔν τινι συμποσίῳ θερμότερον τῶν γιγνομένων τὸ μύσος ἐθρήνησαν καὶ τοῖς θαυμασίοις τῶν ἐν Βαβυλῶνι διαπρεψάντων μειρακίων ἐχρήσαντο ῥήμασι· παρέδωκας γὰρ ἡμὰς‘, ἔλεγον, »βασιλεῖ παρανόμῳ ἀποστάτῃ παρὰ πάντα τὰ ἔθνη τὰ ὄντα ἐπὶ τῆς γῆς«.