Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἀπέσβη καὶ οὗτος καὶ τῶ αἰωνίῳ παρεπέμφθη θανάτῳ. οὗτοι μὲν οὑν τῆς δυσσεβείας ταύτας ἔτισαν τὰς δίκας.

Νέος δέ τις ἱερέως υἱὸς ἐν δυσσεβείᾳ τραφεὶς χἀτ’ ἐκεῖνον τὸν καιρὸν εἰς τὸν τῶν εὐσεβῶν μετέστη χορόν. γυνὴ γάρ τις ἐπίσημος ἐν εὐλαβείᾳ καὶ τοῦ τῆς διακονίας ἠξιωμένη χαρίσματος συνήθης ἢν τῆς τούτου μητρός. αὕτη τοῦτον μετὰ τῆς μητρὸς ἀφικνούμενον (ἔτι γὰρ μειρακύλλιον ἢν) ἠσπάζετό τε καὶ προὔτρεπεν εἰς εὐσέβειαν.

καὶ τῆς μητρὸς δὲ τελευτησάσης, ἀφικνεῖτο πρὸς ταύτην ὁ νέος καὶ τῆς συνήθους διδασκαλίας ἀπήλαυε · παγίως δὲ τὰς συμβουλὰς εἰσδεξάμενος ἤρετο τὴν διδάσκαλον τις ἂν γένοιτο πόρος δι’ οὗ δυνατὸν καὶ τὴν τοῦ πατρὸς δεισιδαιμονίαν φυγεῖν καὶ τῆς παρ’ αὐτῶν κηρυττομένης ἀληθείας μεταλαχεῖν.