Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ὁ δὲ Φίλιξ ἐξαπίνης θεήλατον καὶ αὐτὸς δεξάμενος μάστιγα αἷμα πανημέριόν τε καὶ παννύχιον ἐκ τοῦ στόματος ἔφερε, τῶν ἀγγείων τοῦ σώματος πάντοθεν εἰς τοῦτο συρρεόντων τὸ μόριον οὕτω δὲ παντὸς δαπανηθέντος τοῦ αἵματος,

ἀπέσβη καὶ οὗτος καὶ τῶ αἰωνίῳ παρεπέμφθη θανάτῳ. οὗτοι μὲν οὑν τῆς δυσσεβείας ταύτας ἔτισαν τὰς δίκας.

Νέος δέ τις ἱερέως υἱὸς ἐν δυσσεβείᾳ τραφεὶς χἀτ’ ἐκεῖνον τὸν καιρὸν εἰς τὸν τῶν εὐσεβῶν μετέστη χορόν. γυνὴ γάρ τις ἐπίσημος ἐν εὐλαβείᾳ καὶ τοῦ τῆς διακονίας ἠξιωμένη χαρίσματος συνήθης ἢν τῆς τούτου μητρός. αὕτη τοῦτον μετὰ τῆς μητρὸς ἀφικνούμενον (ἔτι γὰρ μειρακύλλιον ἢν) ἠσπάζετό τε καὶ προὔτρεπεν εἰς εὐσέβειαν.