Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ τὸν Φιλικὰ δὲ καὶ τὸν Ἐλπίδιόν φασι Χριστιανοὺς ὄντας ἀποστῆναι τῆς εὐσεβείας, χαριζομένους τῶ δυσσεβεῖ βασιλεῖ. ὁ δὲ Ἰουλιανὸς οὖρον μὲν κατὰ τῆς ἱερὰς τραπέζης ἐξέκρινε, τὸν δὲ Εὐζώϊον πειραθέντα κωλῦσαι κατὰ τῆς κόρρης ἐπάταξε· φάναι δὲ λέγεται ὡς ἔρημα τὰ Χριστιανῶν τῆς θείας ὑπάρχει κηδεμονίας.

ὁ δὲ Φίλιξ τῶν ἱερῶν σκευῶν τὴν πολυτέλειαν θεασάμενος Κωνσταντῖνος γὰρ καὶ Κωνστάντιος φιλοτίμως ταῦτα κατεσκεύασαν)· »ἰδού«, ἴφη, ἐν ὁποίοις σκεύεσιν ὑπηρετεῖται ὁ Μάριας υἱός«.

Ἀλλὰ τῶν δυσσεβῶν τούτων καὶ μανικῶν τολμημάτων οὐκ εἰς μακρὰν ἔτισαν δίκας. Ἰουλιανὸς μὲν γὰρ παραυτίκα νόσῳ χαλεπῇ περιπεσὼν ὑπὸ σηπεδόνος διεφθάρη τὰ ἔγκατα, καὶ τὴν κόπρον οὐκέτι διὰ τῶν ἀποκριτικῶν μορίων παρέπεμπεν, ἀλλὰ τὸ μυσαρὸν στόμα, τὸ τῆς βλασφημίας γενόμενον ὄργανον, ἀποκρίσεως ἐγένετο μόριον.