Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οἱ δὲ ἄσμενοι τὸ ἄλσος καταλαβόντες καὶ ἐπὶ ζεύγους τεθεικότες τὴν λάρνακα, πανδημεὶ ταύτης ἡγοῦντο, χορεύοντες καὶ τὴν Δαυϊτικὴν ᾄδοντες μελῳδίαν καὶ καθ᾿ ἕκαστον κῶλον ἐπιφθεγγόμενοι· »αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς« ἧτταν γὰρ τοῦ δαίμονος ὑπελάμβανον τοὖ μάρτυρος τὴν μετάθεσιν.

Ἰουλιανὸς δὲ τὴν ἐντεῦθεν αὐτῷ προσγενομένην αἰσχύνην οὐκ ἐνεγκὼν τῇ ὑστεραίᾳ τοὺς τῆς χορείας ἐκείνης ἡγεμόνας ουλληφθὴναι προσέταξε. Σαλούστιος δὲ ὕπαρχος ὢν τηνικαῦτα, καίτοι τῇ δυσσεβείᾳ δουλεύων, πεῖσαι τὸν τύραννον ἐπειράθη δόξης ἐφιεμένοις τοῖς Χριστιανοῖς μὴ παρασχεῖν τὸ ποθούμενον.

ἰδὼν δὲ ὅμως τὸν βασιλέα ἐγκρατῆ γενέσθαι τοῦ θυμοῦ μὴ δυνάμενον, νέον τινὰ ζήλῳ θείῳ κοσμούμενον βαδίζοντα κατὰ τὴν ἀγορὰν ἁρπάσας καὶ δημοσίᾳ τοῦτον ἐπὶ ξύλου κρεμάσας, ἱμᾶσι μὲν τὰ νῶτα κατέξηνεν, ὄνυξι δὲ διώρυξε τὰς πλευράς· καὶ τοῦτο ποιῶν διετέλεσεν ἕωθεν ἀρξάμενος μέχρι ληγούσης ἡμέρας. εἶτα αὐτῷ τὰ ἐκ σιδήρου δεσμὰ περιθεὶς φυλαχθῆναι προσέταξε.

ταῦτα ἕωθεν τὸν ᾿Ιουλιανὸν διδάξας καὶ τοῦ νέου τὴν καρτερίαν ἀπαγγείλας, ἑαυτῶν μὲν ἧτταν εἶναι, τῶν δὲ Χριστιανῶν εὔκλειαν ἔλεγε τὰ γινόμενα. οὕτω πεισθεὶς ὁ θεομισὴς ταῦτα Παθεῖν ἑτέρους οὐκ εἴασε, καὶ μέντοι καὶ τὸν Θεόδωρον ἐκέλευσε τῆς εἱρκτῆς ἀφεθῆναι· τοῦτο γὰρ ἦν ὄνομα τῷ νέῳ ἐκείνῳ καὶ γενναίῳ τῆς ἀληθείας ἀγωνιστῇ. τοῦτον ἤροντό τινες εἰ τῆς ὀδύνης ἐπῄσθετο τὰς πικρὰς ἐκείνας καὶ ὠμοτάτας ὑπομείνας βαοά- [*](7/8 Psal. 96, 7) [*](B V2 [von 15 νέον an] HN (n) + GS (s) = r AL (y) FV [V bis 15 δυνάμενον] (v)) [*](2 ἄλλο] ἀλλ᾿ ὁ B ἄλλων r | 2/3 οὐδὲν ἐκεῖθεν ~ BF | 3 οὐδὲ A | νεκρὸν > r | μόνον A | μαρτύρων Lm | 4 παρεγγύησεν BA, η über εγ geschrieben A c | 5 ἀσμένωs rv | καὶ > H, übergeschrieben A c | 8 ἧτταν — 9 μετάθεσιν am Rand A c | 10 ιݲαݲ am Rand HSS | προσγενομένην AV προσγεναμένην B προσγινομένην rF γενομένην L | 13 ἐπειράθη] ἠβουλήθη r | 14 τοῖς > B | ἰδὼν] εἰδὼσ B | 15/16 θείῳ ζήλῳ ~ L | 16 θείῳ > A | 17 κατέξηνεν BsF κατέξαινεν V2 κατέζανεν ny | 18 ἀρξάμενος ἕωθεν ~ B | 19 Ta > y, übergeschrieben A c | 21 εἶναι > H | 22 + εἶναι nach εὔκλειαν V2H, nach ἔλεγεν N | τὰ γινόμενα ἔλεγε ~ Η | 25 ἠρώτων B | 26 ὠμοτάτουσ s | ὑπομείνασ BryF Synax. ὑπομένων V2)

188
νοῦς ὁ δὲ ἴφη τὴν μὲν ἀρχὴν ὀλίγης ἀλγηδόνος αἰσθέσθαι, εἶτα οἱ ἐπιφανῆναί τινα ὀθόνῃ μαλακῇ τε καὶ ψυχρᾷ τοῦ προσώπου συνεχῶς ἐκματτόμενον τὸν ἱδρῶτα καὶ παρεγγυῶντα θαρρεῖν· διά τοι τοῦτο καὶ τῶν δημίων παυσαμένων οὐχ ἡσθῆναι ἀλλ’ ἀνιαθῆναι ἴφη· συναποστῆναι γὰρ ἔλεγεν καὶ τὸν τὴν ψυχαγωγίαν προσφέροντα.

Ὁ δὲ ψευδόμαντις δαίμων τοῦ μὲν μάρτυρος τὸ κλέος ἐπηύξησε, τὸ δὲ οἰκεῖον ἐγύμνωσε ψεῦδος. σκηπτὸς γὰρ οὐρανόθεν καταπεμφθεὶς τὸν σηκὸν ἐνέπρησεν ἅπαντα καὶ αὐτὸ τοῦ Πυθίου τὸ ἄγαλμα κόνιν λεπτοτάτην ἀπέφηνε · ξύλινον γὰρ ἢν, ἔξωθεν ἀληλιμμένον χρυσῶ.

τοῦτο Ἰουλιανὸς ὁ Ἰουλιανοῦ θεῖος νύκτωρ μαθὼν τῆς Ἑῴας δὲ ὕπαρχος ἦν) κατὰ τάχος ἐλαύνων τὴν Δάφνην κατέλαβεν, ἐπικουρῆσαι σπουδάζων τῷ παρ’ αὐτῶν προσκυνουμένῳ θεῶ,. ἰδὼν δὲ τὸν καλούμενον θεὸν κόνιν γεγενημένον , τοὺς νεωκόρους ᾐκίζετο, παρὰ Χριστιανοῦ τινος τὸν ἐμπρησμὸν γεγενῆσθαι τοπάζων. οἱ δὲ καὶ αἰκιζόμενοι φάναι τι ψευδὲς οὐκ ἠνέσχοντο· τὸν γὰρ ἐμπρησμὸν ἔλεγον οὐ κάτωθεν ἀλλ’ ἄνωθεν λαβεῖν τὴν ἀρχήν, καὶ τῶν πλησιοχώρων δὲ ἀγροίκων τινὲς ἀφικόμενοι ἔφασαν οὐρανόθεν τὸν πρηστῆρα φερόμενον τεθεᾶσθαι.

Ἀλλὰ καὶ ταῦτα οὕτως γεγενῆσθαι μεμαθηκότες οἱ δυσσεβεῖς κατὰ τοῦ θεοῦ τῶν ὅλων ὡπλίζοντο· καὶ τό τε ἱερὰ σκεύη τοῖς ταμιείοις βασιλικοῖς ταμιείοις ὁ τύραννος παραδοθῆναι προσέταξε μεγάλης ἐκκλησίας ἣν Κωνσταντῖνος ἐδείματο, καθηλώσας τὰς ἄβατον τοῖς εἰς αὐτὴν ἀθροιζομένοις ἀπέφηνεν. οἱ δὲ τῆς Ἀρείου συμμορίας ταύτην τηνικαῦτα κατεῖχον.

[*](6—18 vgl. Sozomen. V 20, 5—6. Philostorg. VlI 8. Artemii Passio 56 u. 52. Zonar. XIII 12, 42 f. S. 64, 18 — — S. 190, 7 vgl. Theophan. 50, 2 — 7—9 Job. Chrys. De S. Babyla c. Julian. 17 — 20 — 23 vgl. Artemii Passio 23 u. 57. Zonar. XIII 12, 43 S. 65, 3. Sozom. V 8, 1. Amm. Marcell. 22, 13, 3)[*](* 6—18 Cass. VI, 31 — — S. 190,7 Niceph. H. Ε. X 29 — 20—S. 190, 7 Cass. VI 32)[*](B V2 HN(n) + GSP[P von 21 ὁ τύραννος an] = r AL (y) F)[*](1 nach ὀλίγης + τινὸς B, vgl. ὀλίγης ὀδύνης αἰσθέσθαι Synax. ι οἱ V2y μοι rF αὐτῶ Synax. B ι 3 ἐκματτόμενον V2ryF Synax. ἐκμάττοντα B ι διά = Synax.] καὶ διά B ι 5 ἔλεγεν BV2rF Synax, ἔφη y ι 8 τοῦ Πυθίου τὸ] τὸ πιθίου L τοῦ πι·θίου Α ι 9 ἀληλιμμένον Gaisford ἀλληλειμένον, εἰ auf Rasur, V2 ἀλλειλημένον A ἀλληλι///μμένον Ar ἀλλειλιμμένον L ἠλιμμένον BF ἠλειμμένον n εἰλημμένον G εἰλιγμένον S ι 11 ἦν] ὥν V2 ι 13 γεγενημένον, ο auf Rasur A 14 τὸν ἐμπρησμὸν > T, hoc Cass. ι sy, übergeschrieben Ac ι 16 δὲ> V2 ι 19 ᾖ am Rand HSS ι 20 τε > B ι 21 ταμείοισ BsA, vgl. V 29 23 αὐτὴν] ταύτην V2 ι 23 23/24 συμμορίας Ἀρείου ~ V2)
189

Ἰουλιανῷ δέ γε τῷ τῆς Ἑῴας ὑπάρχῳ συνεισῆλθεν εἰς τὸν θεῖον [*](2) [*]([ιγ΄]) νεὼν Φίλιξ μέν, ταμίας ὢν τῶν βασιλικῶν θησαυρῶν , Ἐλπίδιος δέ, τῶν ἰδίων τοῦ βασιλέως χρημάτων τε καὶ κτημάτων τὴν ἡγεμονίαν πεπιστευμένος· κόμητα δὲ πριβάτων τὸν τοιοῦτον Ῥωμαῖοι προσαγορεύειν εἰώθασιν.

καὶ τὸν Φιλικὰ δὲ καὶ τὸν Ἐλπίδιόν φασι Χριστιανοὺς ὄντας ἀποστῆναι τῆς εὐσεβείας, χαριζομένους τῶ δυσσεβεῖ βασιλεῖ. ὁ δὲ Ἰουλιανὸς οὖρον μὲν κατὰ τῆς ἱερὰς τραπέζης ἐξέκρινε, τὸν δὲ Εὐζώϊον πειραθέντα κωλῦσαι κατὰ τῆς κόρρης ἐπάταξε· φάναι δὲ λέγεται ὡς ἔρημα τὰ Χριστιανῶν τῆς θείας ὑπάρχει κηδεμονίας.