Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οἱ δὲ ἄσμενοι τὸ ἄλσος καταλαβόντες καὶ ἐπὶ ζεύγους τεθεικότες τὴν λάρνακα, πανδημεὶ ταύτης ἡγοῦντο, χορεύοντες καὶ τὴν Δαυϊτικὴν ᾄδοντες μελῳδίαν καὶ καθ᾿ ἕκαστον κῶλον ἐπιφθεγγόμενοι· »αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς« ἧτταν γὰρ τοῦ δαίμονος ὑπελάμβανον τοὖ μάρτυρος τὴν μετάθεσιν.

Ἰουλιανὸς δὲ τὴν ἐντεῦθεν αὐτῷ προσγενομένην αἰσχύνην οὐκ ἐνεγκὼν τῇ ὑστεραίᾳ τοὺς τῆς χορείας ἐκείνης ἡγεμόνας ουλληφθὴναι προσέταξε. Σαλούστιος δὲ ὕπαρχος ὢν τηνικαῦτα, καίτοι τῇ δυσσεβείᾳ δουλεύων, πεῖσαι τὸν τύραννον ἐπειράθη δόξης ἐφιεμένοις τοῖς Χριστιανοῖς μὴ παρασχεῖν τὸ ποθούμενον.

ἰδὼν δὲ ὅμως τὸν βασιλέα ἐγκρατῆ γενέσθαι τοῦ θυμοῦ μὴ δυνάμενον, νέον τινὰ ζήλῳ θείῳ κοσμούμενον βαδίζοντα κατὰ τὴν ἀγορὰν ἁρπάσας καὶ δημοσίᾳ τοῦτον ἐπὶ ξύλου κρεμάσας, ἱμᾶσι μὲν τὰ νῶτα κατέξηνεν, ὄνυξι δὲ διώρυξε τὰς πλευράς· καὶ τοῦτο ποιῶν διετέλεσεν ἕωθεν ἀρξάμενος μέχρι ληγούσης ἡμέρας. εἶτα αὐτῷ τὰ ἐκ σιδήρου δεσμὰ περιθεὶς φυλαχθῆναι προσέταξε.