Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ ταῦτα οὐχ οἱ >τυχόντες ἐμαρτύρουν ἄνθρωποι, ἀλλ’ ἐκκλησίαι ὅλαι ἦσαν, ὑπὲρ >οἱ ἀπαντήσαντες καὶ πρεσβεύοντες ἐδίδασκον, στρατιώτας >ὄχλους μετὰ ῥοπάλων, δικαστῶν ἀπειλάς, πλαστῶν γραμμάτων >βολάς (ἀνεγνώσθη γὰρ γράμματα τῶν περὶ Θεογόνιον κατὰ τῶν >συλλειτουργῶν ἡμῶν, Ἀθανασίου καὶ Μαρκέλλου καὶ Ἀσκληπᾶ, >καὶ βασιλέας κατ’ αὐτῶν κινήσωσι·

καὶ ταῦτα ἤλεγξαν οἱ γενόμενοι >τότε διάκονοι Θεογονίοτ), πρὸς τούτοις παρθένων γυμνώσεις, >πρησμοὺς ἐκκλησιῶν, φυλακὰς κατὰ τῶν συλλειτουργῶν· καὶ >πάντα δι’ οὐδὲν ἕτερον ἢ διὰ τὴν δυσώνυμον αἵρεσιν τῶν >μανιτῶν. οἱ γὰρ παραιτούμενοι τὴν πρὸς τούτους χειροτονίαν >κοινωνίαν ἀνάγκην εἶχον πειραθῆναι τούτων.