Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

τότε Κωνστάντιος αὐτὸν ἐξελάσειν ἠπείλησε τὸν Εὐδόξιον, εἰ μὴ τὸν Εὐνόμιον ἀγαγὼν [*](14—19 vgl. Philostorg. VI 1) [*](B A HN (n) + GS (s) = r L + FVR (v) = z T) [*](1 διδάξωμεν BG ι 1/2 πείσωμεν ἧ καταναγκάσωμεν ἧ κολάσωμεν BGT, das Futur, bezeugt Cass. 1 2 ὁ εὐνόμιοσ T ι 3 προέφερε, B ι οἱ] ὁ B i τῶν //// A ι a κακοδοξίας] κακοδαιμονίας L ι προθέμενοι T, circianponentes ’ass. I προσωπεῖον L ι οἴκοι = ad domum eius Cass] καὶ B ι 7 σφίσιν ASz eis Cass. φησὶν nGT αὐτὸν B ι 9 ὁ δὲ — φρόνημα = Cass.] ὁ δὲ φρόνημα ὅπερ εἶχε θαρρήσας ἐξέφηνεν n ι θαρρήσας BnT θαρσήσας Asz ι ἐξέφηνεν] ἐξέφερεν T ι 10 ἅπαντασ BAL πάντας rvT ι 10/11 αὐτων A ι 11 μεταλαχεῖν] μὴ μετασχεῖν Α ι nach ὁ δὲ + αὐτίκα n, fehlt bei Cass. j 13 παρακαταθήξαντεσ L und, κάτα gestrichen, Α ι 16 ἀπωδύραντο v, cum gemitu pandiderunt Cass. Codd. LP ι 18 δὲ rvT > BAL Cass. ι ἐπὶ τούτοις > Τ, pro his Cass. ι τε > Τ gestrichen A ι 21 προσῆλθον ///// A ι αὖθις] πάλιν AL | 22 τοσαύτην BALT tavtam Cass. τοιαύτην rv ι 24 αὐτὸν (αὐτὸσ A γρ. αὐτὸν Am) ἐξελάσειν Arz ἐξελάσειν αὐτὸν BT ι ὑπείλησε T)

167
δικάσοι καὶ ἐξελεγχόμενον ἐφ’ οἷς ᾐτιάθη κολάσοι.

ταύτην δείσας τὴν ἀπειλὴν ὁ Εὐδόξιος φυγεῖν ἐκ τῆς Κυζίκου τῷ Εὐνομίῳ γραμμάτων ἐδήλωσε καὶ ἑαυτῷ μέμφεσθαι μὴ πεισθέντι ταῖς ὑποθήκαις. ὁ δὲ Εὐνόμιος δείσας μὲν ὑπεχώρησε, τὴν δὲ ἀτιμίαν οὐκ ἐνεγκὼν προδοσίαν μὲν κατηγόρει τοῦ Εύδοξίου, ἠδικῆσθαι δὲ καὶ ἑαυτὸν καὶ τὸν Ἀέτιον ἔλεγεν.

Ἐντεῦθεν λοιπὸν ἰδίαν φατρίαν συνεστήσατο. ὅσοι γὰρ δὴ συνίστορες ἠσαν τῆς ἐν τοῖς δόγμασιν αὐτῶν συμφωνίας Εύδοξίου μὲν ἀπέστησαν, προδοσίαν κατεγνωκότες, Εὐνομίῳ δὲ συνετάχθησαν καὶ τὴν ἐπωνυμίαν ἐξ ἐκείνου μέχρι καὶ τήμερον ἔχουσιν. ἐντεῦθεν αἱρέσεως ἀρχηγὸς γενόμενος ὁ Εὐνόμιος ταῖς τῆς ἀσεβείας προσθήκαις τὴν Ἀρείου βλασφημίαν ἐπηύξησεν.

ὅτι δὲ φιλοτιμίας πάθει δουλεύων ἴδιον συνεστήσατο σύλλογον αὐτὰ τὰ πεπραγμένα βοᾷ. ἡνίκα μὲν γὰρ Ἀέτιος ἀποκηρυχθεὶς ἐξηλάθη, οὐ συνεξῆλθεν ἐκείνῳ, καίτοι διδάσκαλον αὐτὸν καὶ θεοῦ ἄνθρωπον ὀνομάζων, ἀλλὰ μεμένηκεν Εύδοξίῳ συμπεφραγμένος· ἡνίκα δὲ αὐτὸς δίκας εἰσεπράχθη τῆς ἀσεβείας, οὐκ ἔστερξε τῆς συνόδου τὴν ψῆφον ἀλλ’ ἐπισκόπους ἐχειροτόνει καὶ πρεσβυτέρους ὁ τῆς ἐπισκοπικῆς ἀξίας γεγυμνωμένος. ταῦτα μὲν οὑν ἐν Κωνσταντινουπόλει γεγένηται.

[*]([λα΄])

Σαβώρου δὲ τοῦ Περσῶν βασιλέως κατὰ Ῥωμαίων στρατεύσαντος, ἀφίκετο εἰς τὴν Ἀντιόχειαν ὁ Κωνστάντιος, ἀγείρας τὴν στρατιάν. ἐξήλασε δὲ τοὺς πολεμίους οὐχ ὁ τῶν Ῥωμαίων στρατὸς ἀλλ’ ὁ τῶν παρὰ Ῥωμαίοις εὐσεβούντων θεός. τὸν δὲ τῆς νίκης τρόπον ἐγὼ διηγήσομαι.

Νίσιβις, ἣν Ἀντιόχειαν Μυγδονίαν τινὲς ὀνομάζουσιν, ἐν [*](5/6 vgl. Philostorg. VI 3 — 7—9 vgl. Philostoig. ιΧ 4. Socrat. IV 13, 12 12 s. oben S. 154, 1 — 15 S. 165, 9 — 24f Theodoret. Relig. Histor. 1 PG 82, 1293 C) [*](* 20— S. 170, 10 Cass. V 45. Vaticanus syriac. 145 F. 68 r (= Σ)) [*](B A HN (n) τι GS (s) = r L + FVR [R bis 24 ὀνομάζουσιν] (v) = z Τ) [*](1 ἐλεγχόμενον HGv ι κολάσοι = puniret Cass.] κατακρίναι T ι 2 ὁ > BHST I φεύγειν B ι τὸν εὐνόμιον Τ ι 3 πιστευθέντι v ι 3 4 ταῖς ὑποθήκαις μί’ πεισθέντι ~ r Cass. ι 5 μὲν = qnklcm Cass. > T ι ἠδικεῖσθαι BA κεῖ aus κῆ corr. A) GT ι 6 αὐτὸν B ι ἀέτι////ον, ἀέτι auf Rasur A ι 7 nach Ἐντεῦθεν + δὲ s, αἱ deimle Cass. ι δὴ > B [8 τῆσ — συμφωνίας BArLT ταῖσ — συμφωνίαις vAc ι 12 βλασφημίαν Ἀρείου ~ Τ ι πόθει φιλοτιμίας ~ Α ι 13 τὰ πραχθέντα Τ ι 14 συνῆλθεν A ι 15 αὐτὸν = eum Cass.] αὐτοῦ Τ ι 15/16 μεμένηκεν = mansit Cass.] μὲν ἧκεν A ι 16 vor αὐτὸς + ὁ NHs ι 17 τὶν] τὸν T ι ἐπισκοπῆς B ι 20 λᾶ am Rand HSS ι σαβόρου Bs (aber ω Bm) σαβωρίου n Sahorus Cass. Codd. LP [22 vor στρατὸς + βασιλεὺσ ἧ T, Cass. Σ wie im Text ι 24 Μυγδονίαν = Cass.] μυγδοίασ Α ἧ μυγδονίαν)

168
μεθορίῳ κεῖται τῆς Περσῶν καὶ Ῥωμαίων ἡγεμονίας. ταύτης ἐπίσκοπος ἦν καὶ πολιοῦχος καὶ στρατηγὸς Ἰάκωβος, οὑ καὶ πρόσθεν ἐμνήσθην, τῆς δὲ ἀποστολικῆς χάριτος τἀς ἀκτίνας οὕτος ἠφίει.

τούτου τὰς ἀξιαγάστους καὶ πολυυμνήτους θαυματουργίας ἐν τῇ Φιλοθέῳ Ἱστορίᾳ συγγράψας, περιττὸν οἶμαι καὶ παρέλκον αὐθις ταύτας ἀπαριθμήσασθαι· μίαν δὲ μόνην ἐρῶ τοῦ προκειμένου ἕνεκα διηγήματος. τὴν ὑπὸ τούτου κυβερνωμένην πόλιν Ῥωμαίοις υποκειμένην ὁ Περσικὸς ἐπολιόρκει στρατός.

ἑβδομήκοντα δὲ προσεδρεύσας ἡμέρας, καὶ πολλὰς μὲν ἑλεπόλεις τῷ τείχει προσενεγκών, πολλὰ δὲ ἕτερα μηχανήματα περιστήσας, καὶ χαρακώματα καὶ τάφρους ὀρύξας, ἑλεῖν τὴν πόλιν οὐκ ἴσχυσεν.