Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἐπειδὴ δὲ ἐχαλέπηνεν ὁ βασιλεὺς καὶ σὺν Ἀετίῳ πέμψειν ἠπείλησεν ὡς τοῦ δυσσεβοῖς φρονήματος κοινωνόν, τὴν οἰκείαν ἠρνήθη διδασκαλίαν, ἣν χαἰ τότε καὶ μετὰ ταῦτα πρεσβεύων διατετέλεκεν. ἀντεπήγαγε μέντοι καὶ αὐτὸς τοῖς περὶ τὸν Εὐστάθιον, χρῆναι καὶ αὐτοὺς λέγων ἄγραφον ὂν τοῦ ὁμοουσίου τὸ πρόσρημα.

»ἀλλὰ καὶ τὸ ἐξ οὐκ ὄντων«, ὁ Σιλβανὸς ἔφη, καὶ τὸ κτίσμα καὶ τὸ ἑτεροούσιον, ἄγραφα τυγχάνοντα καὶ οὔτε προφητικοῖς οὔτε ἀποστολικοῖς λογίοις προσκείμενα, δίκαιον αὐτοὺς ἀποκηρῦξαι καὶ θείων ἐξελάσαι συλλόγων.« τούτοις καὶ ὁ βασιλεὺς ἐπεψήφισε καὶ ἀναθεματίζειν ἐκείνους ἐκέλευσεν.

οἱ δὲ τὰ μὲν πρῶτα εἰς ἀντιλογίαν καθίσταντο· ὕστερον δὲ τοῦ βασιλέως τὸν θυμὸν θεασάμενοι, δυσχεραίνοντες μέν, ἀπεκήρυξαν δὲ ὅμως ἅπερ ὁ Σιλβανὸς αὐτοῖς προὔτεινεν.

[*](* 5 — S. 162, 6 Corpus script. Chr. Orient, cur. Chabot. Scriptores Syri. Series tertia, t. IV S. 51 f (abgekürzt))[*](B A HN(n) + GS(s) = r L + FVR (v) = z T)[*](1 ἔφησε n | 2 καθιδὼν B | l ἐκεῖνος μὲν) οὕτως Τ* | ὁ ταῦτα] ἀυτὰ H | > εἶναι > rv | 7 συγγεγραφέναι B συγγεγραφηκέναι v | 8 εἰναι ἔλεγε ~ Τ | τοῦ] τὸ nv > G | γεγραμμένοις] γράμμασι n | 9 τὸ] τοῦ A καὶ V | εἶναι > s | τὴν ἔκθεσιν εἶναι ~ L | 10 > s | 12 πεισάτωσαν τωσαν T | ἡμᾶς πάντας ~ L | τἀυτὰ H | ἀναθεματίζειν B | 13 τοῖ· Ἀετίου τὸ] τὸ τοιοῦτον Τ | 15 15 πρόκλησιν πρόκλισιν πρόκλισιν Α πρόσκλησιν BT | ἐχαλέπαινεν BsT ὁ > AL | 17 οἰκείαν] ἰδίαν v | 23 λογίοις] λόγοισ’ BL | προκείμενα B | 24 ὁ BT //// A > rz | ἐπεψήφιζεν B ἐπεψήφισε σ auf Rasur Ac) A Theodoret.)
162

Ἐπέκειντο δὲ λοιπὸν σφοδρότερον, τοῦ ὁμοουσίου τὸν ἀναθεματισμὸν εἰσπραττόμενοι.

ἀλλὰ συλλογιστικῶς τε καὶ ἀληθῶς ὁ Σιλβανὸς πρός τε αὐτοὺς καὶ τὸν βασιλέα ἔφη· εἰ ἐξ οὐκ ὄντων οὐκ ἔστιν οὔτε κτίσμα οὔτε ἐξ ἑτέρας οὐσίας ὁ θεὸς λόγος, ὁμοούσιος ἄρα ἐστὶ τῷ γεγεννηκότι θεῶ. ὡς θεὸς ἐκ θεοῦ καὶ φῶς ἐκ φωτός, καὶ τὴν αὐτὴν ἔχει τῷ γεννήτορι φύσιν..

ἀλλὰ ταῦτα μὲν καὶ δυνατῶς καὶ ἀληθῶς εἰρήκει, ἐπείθετο δὲ τῶν παρόντων οὐδείς, ἀλλὰ βοή τε πολλὴ τῶν περὶ Εὐδόξιον καὶ Ἀκάκιον ἐγίνετο καὶ ὁ βασιλεὺς καὶ τῶν ἐκκλησιῶν ἐξελάσειν ἠπείλησεν. Ἐλεύσιος δὲ καὶ Σιλβανὸς σὺν τοῖς ἄλλοις καὶ αὐτὸν ἔφασαν ἐξουσίαν ἔχειν ἦς τιμωρίας μωρίας καὶ σφὰς αὐτοὺς τῆς εὐσεβείας ἢ δυσσεβείας· οὐ μὴν προφήσεσθαι τὴν πατρῴαν διδασκαλίαν. ὁ δὲ Κωνστάτιος.

θαυμάζειν δέον καὶ τὴν σοφίαν καὶ τὴν ἀνδρείαν καὶ τὴν ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων παρρησίαν, τοὺς μὲν ἐξήλασε τῶν ἐκκλησιῶν, ἑτέρους δὲ ἀντ’ αὐτῶν καταστῆναι προσέταξε. τότε τῆς μὲν Κωνσταντινουπολιτῶν ἐκκλησίας ὁ Εὐδόξιος τυραννικῶς ἁρπάζει τὸν θρόνον, δὲ Κυζίκου τὸν Ἐλεύσιον ἐξελάσας ἀντ’ ἐκείνου κατέστησε τὸν Εὐνόμιον.

καὶ τούτων δὲ οὕτως γεγενημένων, ἀποκηρυχθῆναι τὸν Ἀέτιον ἐγγράφως προσέταξεν ὁ βασιλεύς, καὶ τῆς δυσσεβείας οἱ κοινωνοὶ πεισθέντες ἀπεκήρυξαν τὸν ὁμόφρονα. ἔγραψαν δὲ καὶ πρὸς Γεώργιον τὸν τῆς Ἀλεξανδρέων ἡγούμενον, τὰ κατὰ τοῦτον μηνύοντες.

ἐγὼ δὲ καὶ τήνδε τὴν ἐπιστολὴν ἐνθήσω τῇ συγγραφῇ, τὴν ἐκείνων μοχθηρίαν ἐπιδεικνύς. καὶ γὰρ καὶ τοῖς συμφωνοῦσι καὶ τοῖς ἀντιλέγουσι παραπλησίως ἐκέχρηντο. [*](B A HN (n) + GS (s) = r L + FVR (v) = z Τ) [*](1 σφοδρότερον λοιπὸν ~ n ι 3 ἔφησεν n ι 4 ἐξ = ex Cass. > v ι τῷ γεννήτορι ἔχει ~ s ι καὶ > Τ ι 7 οὐθείς AL ι 8 περὶ] περὶ τὸν z ι ἀκάκιον καὶ εὐδόξιον AL ι 8|9 ἐχαλέπαινε T ι 11 τῆς εὐσεβείας ἧ δυσσεβείασ Anz τῆς εὐσεβείας Τ τῆς ἀσεβείας B τῆς δυσσεβείας s, nicht übersetzt von Cass. ι 11/12 προίεσθαι L προήσεσθαι (σεσθαι auf Rasur Ac) A ι 14 η auf Rasur A ι 15 μὲν τῆς ~ rv ι 15|16 κωνσταντινουπόλεως rvT ι 16 ἐκκλησίας — θρόνον] τὴν ἐκκλησίαν τυραννικῶς ἁρπάζει εὐδόξιοσ, μακεδονίου ἐκβληθέντος T*, Cass. wie im Text ι ὁ > ALT ι 17 ἐξελάσαντεσ und κατέστησαν rv, Cass. wie im Text ι τὸν2 > T ι 18 γενομένων Τ ι 19 ἐνγράφωσ B > Τ I προσέταξεν ἐγγράφως ~ n ι ὁ > AsL ι δυσσεβείας] ἀσεβείασ L δυσσεβείας δὺς auf Rasur Ac) A ι 21 τῆς > B ι ἀλεξανδρίασ Τ ι τούτων Τ ι 23 ὑποδεικνύσ T ι καὶ2 nT > BAsz ι συμφωνοῦσι B συμφρονοῦσι rzT und ρο auf Rasur Ac) A ι τοῖσ2 As)

163